Homilies on Jeremiah, Homily 2
Origen
- Homily 1
- Homily 2
- Homily 3
- Homily 4
- Homily 5
- Homily 6
- Homily 7
- Homily 8
- Homily 9
- Homily 10
- Homily 11
- Homily 12
- Homily 13
- Homily 14
- Homily 15
- Homily 16
- Homily 17
- Homily 18
- Homily 19
- Homily 20
2.1“ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, οὐ δὲ τέρπεται ἐπ’ἀπωλείᾳ ζώντων · ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου, οὐ δὲ ᾅδου βασίλειον ἐπὶ γῆς”, εἶτα ὀλίγον ὑπερβὰς τὸ ῥητὸν ἐρῶ · πόθεν οὖν θάνατος εἰσῆλθεν; “φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον”. εἴ τι οὖν ἄριστον περὶ ἡμᾶς, ὁ θεὸς πεποίηκεν, ἡμεῖς δὲ ἑαυτοῖς ἐκτίσαμεν τὴν κακίαν καὶ τὰς ἁμαρτίας · διὰ τοῦτο καὶ ἐνθάδε ἡ ἀρχὴ τοῦ ἀναγνώσματος ἡ ἐν τῷ προφήτῃ οἷον ἐπαπορητικῶς ἔλεγεν πρὸς τοὺς πικρότητα ἐσχηκότας ἐν τῇ ψυχῇ ἐναντίαν τῇ γλυκύτητι, ἣν ὁ θεὸς κατεσκεύασεν αὐτῇ · “πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία”; ὡσεὶ ἔλεγε · χωλότητα οὐκ ἐποίησεν ὁ θεός, ἀλλ’ἀρτίποδας πεποίηκε πάντας, αἰτία δὲ γεγένηται τοῦ χωλανθῆναι τοὺς κεχωλωμένους, καὶ πεποίηκεν ὁ θεὸς τὰ μέλη πάντα προηγουμένως ὑγιαίνοντα, γέγονε δέ τις αἰτία τοῦ παθεῖν τινα · τὸν αὐτὸν τρόπον ἡ ψυχὴ οὐ τοῦ πρώτου μόνου γέγονε “κατ’εἰκόνα”, ἀλλὰ παντὸς ἀνθρώπου, τὸ γὰρ “ποιήσωμεν ἄνθρωπον κατ’εἰκόνα καὶ καθ’ὁμοίωσιν ἡμετέραν” φθάνει ἐπὶ πάντας ἀνθρώπους, καὶ ἔστι πρεσβύτερον ὥσπερ ἐν τῷ Ἀδὰμ ἐκεῖνο ὃ οἱ πολλοὶ νοοῦσι τὸ “κατ’εἰκόνα” τοῦ προσειλημμένου αὐτῷ, ὅτε ἐφόρεσε διὰ τὴν ἁμαρτίαν “τὴν εἰκόνα τοῦ χοϊκοῦ”, οὕτως ἐν πᾶσι πρεσβύτερον τὸ κατ’εἰκόνα θεοῦ τῆς εἰκόνος τῆς χείρονος. “ἐφορέσαμεν” ἁμαρτωλοὶ ὄντες “τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν” μετανοοῦντες “τὴν εἰκόνα τοῦ ἐπουρανίου”, πλὴν ἡ κτίσις γέγονεν ἐν εἰκόνι τοῦ ἐπουρανίου. ἀπορεῖ οὖν ἐνθάδε πρὸς τοὺς ἁμαρτάνοντας ἐλεγκτικῶς λέγων ὁ λόγος · “πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; ἐγὼ” γὰρ “ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν”. ἐν τοῖς πρὸ τούτων λέλεκται, καὶ ἐπαναλαβὼν ὀλίγα πείσω ὑμᾶς, ὅτι θεὸς μὲν καλὴν ἄμπελον ἐφύτευσε τὴν τοῦ ἀνθρώπου ψυχήν, ἕκαστος δὲ στραφεὶς γέγονεν ἐναντίος τῷ βουλήματι τοῦ κτίσαντος · “ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν”, οὐκ ἐκ μέρους “ἀληθινήν” οὐ δὲ τὴν μὲν ἀληθινὴν τὴν δὲ ψευδῆ, ἀλλ’“ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν · πῶς ἐστράφης”, ἐμοῦ κτίσαντός σε “πᾶσαν ἀληθινὴν” ἄμπελον, σὺ πῶς ἐστράφης εἰς πικρίαν καὶ γέγονας “ἀλλοτρία ἄμπελος”; 2.2μετὰ ταῦτα ἴδωμεν τὸ “ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος”. ἆρα ᾤετό τις ἁμαρτήσασα ψυχὴ “νίτρον” λαβοῦσα καὶ ἀποπλυναμένη “νίτρῳ” αἰσθητῷ, ὅτι παύεται τῆς κηλῖδος καὶ παύεται τῆς ἁμαρτίας, ὑπελάμβανε δέ τις “πόαν” ταύτην τὴν ἀνατέλλουσαν ἀπὸ γῆς λαβὼν καὶ ἀποπλυνάμενος καὶ ἀποσμηξάμενος καθαρθῆναι τὴν ψυχήν, ὅτι λέγει ἐνταῦθα ὁ λόγος τῇ στραφείσῃ εἰς πικρίαν καὶ γενομένῃ ἀλλοτρίᾳ ἀμπέλῳ · “ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος”; ἀλλὰ χρὴ εἰδέναι, ὅτι ὁ λόγος πᾶσαν δύναμιν ἔχει · καὶ ὥσπερ πάσης γραφῆς δύναμιν ἔχει, οὕτως ὁ λόγος ἔχει παντὸς φαρμάκου δύναμιν καὶ παντὸς τοῦ καθαρίζοντος δύναμίς ἐστι καὶ σμηκτικώτατος · “ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον”, καὶ ὃ ἐὰν εἴπῃς, οὗ ἐστι χρεία, τοῦτό ἐστιν ἐν τῇ δυνάμει τοῦ λόγου. ἔστιν οὖν τις λόγος “νίτρον” καὶ ἔστι τις λόγος “πόα”, ὅστις τοὺς τοιούτους ῥύπους καθαίρει λαληθείς, ἐπεὶ δὲ ἀπὸ τοῦ τοιούτου λόγου ὅστις ἐστὶ “νίτρον” καὶ ἀπὸ τοῦ τοιούτου δὲ λόγου ὅς ἐστι “πόα” οὐ πᾶσα ἁμαρτία θεραπεύεται, ἀλλ’ἔστιν ἁμαρτήματα οὐ δεόμενα νίτρου οὐ δὲ πόας, λέγεται πρὸς τὴν οἰομένην ἁμαρτήματα ἔχειν ὡς δυνάμενα ἀποπλυθῆναι ἐν νίτρῳ καὶ πόᾳ τὸ “ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναντίον ἐμοῦ ἐν ταῖς ἀδικίαις σου, λέγει κύριος” · καὶ ὥσπερ τῶν τραυμάτων τινά ἐστιν ἃ μαλάγματι θεραπεύεται, καὶ ἄλλα ἐλαίῳ θεραπεύεται, καὶ ἄλλα δεῖται καταδέσμου καὶ οὕτως ὑγιάζεται, ἄλλα δέ ἐστι τραύματα ἐφ’οἷς λέγεται · “οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους · ἀλλὰ ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι,” οὕτως ἔστι τινὰ ἁμαρτήματα, ἃ ῥυποῖ τὴν ψυχήν, καὶ δεῖται ὁ ἄνθρωπος ἐπὶ τούτοις τοῖς ἁμαρτήμασι λόγου νίτρου, λόγου πόας, ἔστι δέ τινα ἁμαρτήματα, ἃ οὐχ οὕτως θεραπεύεται, οὐ δὲ γὰρ ῥύπῳ παραβάλλεται. διὰ τοῦτο τὰς διαφορὰς τῶν ἁμαρτημάτων ἐπιστάμενος ὁ ἐν τῷ Ἡσαΐᾳ κύριος ὅρα πῶς λέγει τὸ “ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως”, ῥύπον καὶ αἷμα, ῥύπον πνεύματι κρίσεως, αἷμα πνεύματι καύσεως. εἰ οὐ “πρὸς θάνατον” ἥμαρτες, πλὴν ἥμαρτες, ῥερύπωσαι · “ἐκπλυνεῖ” οὖν “κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν”, εἶτα ἀνταπόδοσις πρὸς μὲν “τὸν ῥύπον” “πνεύματι κρίσεως” πρὸς δὲ “τὸ αἷμα” “πνεύματι καύσεως” · καὶ δεόμεθα οἱ πολλοί, ὅταν χείρονα ἁμάρτωμεν, οὐ νίτρου οὐ δὲ τοῦ πληθῦναι πόαν, ἀλλὰ τοῦ “πνεύματος τῆς καύσεως”. 2.3διὰ τοῦτο ὁ Ἰησοῦς βαπτίζει τάχα νῦν εὑρίσκω τὸν λόγον “ἐν πνεύματι ἁγίῳ καὶ πυρί”, οὐχ ὅτι τὸν αὐτὸν “ἐν πνεύματι ἁγίῳ καὶ πυρί”, ἀλλὰ τὸν μὲν ἅγιον “ἐν πνεύματι ἁγίῳ”, τὸν δὲ μετὰ τὸ πιστεῦσαι, μετὰ τὸ ἀξιωθῆναι ἁγίου πνεύματος, πάλιν ἡμαρτηκότα λούει ἐν “πυρί”, ὡς μὴ τὸν αὐτὸν εἶναι βαπτιζόμενον ὑπὸ Ἰησοῦ “ἐν πνεύματι ἁγίῳ καὶ πυρί”. μακάριος οὖν ὁ βαπτιζόμενος “ἐν ἁγίῳ πνεύματι” καὶ μὴ δεόμενος βαπτίσματος τοῦ ἀπὸ πυρός, τρισάθλιος δὲ ἐκεῖνος, ὅστις χρείαν ἔχει βαπτίσασθαι τῷ πυρί, πλὴν ἀμφότερα ἔχει ὁ Ἰησοῦς · “ἐξελεύσεται” γὰρ “ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται”, “ῥάβδος” ἐπὶ τοὺς κολαζομένους “ἄνθος” ἐπὶ τοὺς δικαίους. οὕτως “ὁ θεὸς πῦρ καταναλίσκον” ἐστί, καὶ “ὁ θεὸς φῶς ἐστι”, “πῦρ καταναλίσκον” τοῖς ἁμαρτωλοῖς, “φῶς” τοῖς δικαίοις καὶ ἁγίοις. καὶ μακάριος “ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ”, ὁ τηρήσας τὸ βάπτισμα τοῦ ἁγίου πνεύματος · τίς ἐστιν ὁ ἐν ἑτέρᾳ σῳζόμενος ἀναστάσει; ὁ δεόμενος βαπτίσματος τοῦ ἀπὸ πυρός, ὅταν ἔλθῃ ἐπὶ τὸ πῦρ ἐκεῖνο, καὶ τὸ πῦρ αὐτὸν δοκιμάζῃ, καὶ εὕρῃ τὸ πῦρ ἐκεῖνο “ξύλα, χόρτον” καὶ “καλάμην”, ὥστε αὐτὰ κατακαῦσαι. διὰ τοῦτο τούτων λεγομένων, ὅση δύναμις συναγαγόντες τοὺς λόγους τοὺς τῶν γραφῶν, εἰς τὴν καρδίαν ἀποτιθώμεθα αὐτοὺς καὶ κατ’αὐτοὺς πειραθῶμεν ζῆν, ἐὰν ἄρα δυνηθῶμεν πρὸ τῆς ἐξόδου καθαροὶ γενέσθαι, καὶ ἑτοιμάσαντες εἰς τὴν ἔξοδον τὰ ἔργα ἡμῶν ἐξελθόντες ἐν αὐτοῖς τοῖς ἀγαθοῖς παραληφθῆναι καὶ ἐν Χριστῷ Ἰησοῦ σωθῆναι, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.