Homilies on Jeremiah, Homily 7
Origen
- Homily 1
- Homily 2
- Homily 3
- Homily 4
- Homily 5
- Homily 6
- Homily 7
- Homily 8
- Homily 9
- Homily 10
- Homily 11
- Homily 12
- Homily 13
- Homily 14
- Homily 15
- Homily 16
- Homily 17
- Homily 18
- Homily 19
- Homily 20
7.1ὁ “κρίνων κατὰ βραχὺ” θεὸς τοὺς κολαζομένους “δίδωσι τόπον μετανοίας”, καὶ οὐχ ἅμα τῷ ἁμαρτῆσαι κολάζων φέρει τὴν “συντέλειαν” τῆς κολάσεως ἐπὶ τὸν ἡμαρτηκότα · διὰ τοῦτο “κατὰ βραχὺ κρίνων” κολάζει, καὶ τούτου τὸ παράδειγμα ἐν τῷ Λευιτικῷ ἐστιν · ἐν γὰρ ταῖς τῶν παραβαινόντων τὸν νόμον ἀραῖς ἀναγέγραπται μετὰ τὰς κολάσεις τὰς προτέρας · “καὶ ἔσται, ἐὰν μετὰ ταῦτα μὴ ἐπιστραφῆτε, λέγει κύριος, προσθήσω ὑμῖν κα- κἀγὼ πληγὰς ἑπτά”, καὶ πάλιν διηγεῖται ἄλλην κόλασιν · “καὶ ἔσται, ἐὰν μετὰ ταῦτα μὴ ἐπιστραφῆτε, ἀλλὰ πορεύσησθε πρός με πλάγιοι, κα- κἀγὼ πορεύσομαι μεθ’ὑμῶν θυμῷ πλαγίῳ”, καὶ εὑρήσεις τὸν θεὸν ἐπιμετροῦντα κολάσεις μετὰ φειδοῦς, ἐπεὶ βούλεται εἰς ἐπιστροφὴν ἀγαγεῖν τὸν ἡμαρτηκότα, καὶ οὐκ ἀθρόως πάσας ἀποδιδόντα. τοιαῦτα οὖν ὅσον ἐπὶ τῷ ῥητῷ ἐγεγόνει περὶ τὸν λαόν, καὶ ἀπειλῶν αὐτοῖς ὁ λόγος ἃ πείσονται μετ’ἐκεῖνά φησιν · “καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος ὁ θεός σου, οὐ μὴ πατάξω ὑμᾶς εἰς συντέλειαν”. εἰ δὲ ταῦτα μάλιστα φθάνει καὶ ἐπὶ τὰς μελλούσας κολάσεις ζητήσεις · εἰ μή, ὁ δυνάμενος ἀπὸ τῶν ἐν τῷ βίῳ συμβεβηκότων περὶ τὸν λαὸν μεταβάτω καὶ ἐπ’ἐκείνας · ἐγὼ γὰρ πειθόμενος εἴποιμι, ὅτι ὡς “ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων”, οὕτως ὑποδείγματι καὶ σκιᾷ τῶν ἀληθινῶν κολάσεων ἐκολάσθη ὁ λαὸς ἐκεῖνος ἐπὶ τοῖς ἁμαρτήμασιν ἑαυτῶν, ὡς εἶναι πᾶσαν κόλασιν τὴν κατὰ τὸν νόμον καὶ τοὺς προφήτας ἀναγεγραμμένην περὶ τὸν λαὸν περιέχουσαν σκιὰν κολάσεων ἀληθινῶν. εἴπερ οὖν ἐκείνοις συντέλεια ἐπὶ ταῖς ἁμαρτίαις οὐ γέγονεν, ἀλλ’ἐπὶ τέλει ποτέ, οὕτω μήποτε ἔσται καὶ μετὰ τὴν ἔξοδον ἐπὶ τοὺς ἡμαρτηκότας κόλασις · συντέλεια δὲ ἐπὶ τὴν Ἱερουσαλήμ, ὅτε ἡ αἰχμαλωσία ἐστὶν ἡ Ναβουχοδονόσωρ. καίτοιγε ἐρεῖ τις ὅτι οὐ δὲ τότε συντέλεια, ἀλλ’οὐ δ’ἐπὶ τοῖς Μακκαβαϊκοῖς, ἀλλὰ συντέλεια τῷ λαῷ ἐπὶ τῆς τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ παρουσίας · ὅσον γὰρ οὐκ ἔλεγεν αὐτοῖς ὁ σωτήρ · “ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν”, οὐκ ἠφίετο · ὅτε δὲ ἔκλαυσεν ἐπὶ τὴν Ἱερουσαλὴμ λέγων · “Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ τοὺς προφήτας ἀποκτείνουσα καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε; ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος”, ἀφεῖται ὁ οἶκος, κεκύκλωται “ὑπὸ στρατοπέδων Ἱερουσαλὴμ” ὡς ἀφεθέντος τοῦ οἴκου καὶ “ἤγγισεν ἡ ἐρήμωσις αὐτῆς” · εἶτα μετὰ τὸ ἐκείνων παράπτωμα ἦλθεν “ἡ σωτηρία” ἡμῖν “τοῖς ἔθνεσιν”. ἐκολάζοντο οὖν ἐκεῖνοι, καὶ συντέλεια οὐκ ἔφθανεν ἐπ’αὐτοὺς ἕως τῆς τοῦ κυρίου Ἰησοῦ μου ἐπιδημίας · 7.2σκοπῶ δὲ μήποτε καὶ περὶ ἡμᾶς τοιαῦτά ἐστιν, καὶ κολάσεις τινὲς γίνονται, ὥστε τούσδε μὲν μὴ πεῖραν ἔχειν δευτέρων κολάσεων ἀλλὰ ἀρκεσθῆναι ταῖς προτέραις, ἄλλους δὲ ἥκειν καὶ ἐπὶ τὰς δευτέρας, οὐ μὴν καὶ ἐπὶ τὰς τρίτας, ἄλλους δὲ ἐλεύσεσθαι καὶ ἐπὶ τὰς τετάρτας. τὸ γὰρ “προσθήσω πληγὰς ἑπτὰ” ὁτίποτε μυστήριον δηλοῖ μιᾶς πληγῆς γινομένης καὶ δευτέρας καὶ τρίτης μέχρι τῶν εἰρημένων ἑπτὰ ἐπί τινας · οὐ πάντες δὲ ἑπτὰ πληγὰς πλήσσονται, ἀλλ’οἶμαί τινας πληγήσεσθαι πληγὰς ἕξ, ἄλλους πέντε, ἄλλους τέσσαρας, ἄλλους τρεῖς ἢ δύο, τοὺς δὲ πάντων ὑποδεεστέρους ἐν κολάσεσιν πληγὴν νομίζω πληγήσεσθαι μίαν. οἶδεν οὖν ὁ θεὸς καὶ τὰ περὶ τῶν πληγῶν, διὸ γέγραπται ἐνθάδε κατὰ τὴν ἀρχὴν τοῦ ἀναγνώσματος · “καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις”, ταῖς περὶ τῶν εἰρημένων, “οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν” · ἀλλ’οὐκ ἐν ταῖς ἡμέραις ἐκείναις συντέλεια · εἰσὶν γάρ τινες ἡμέραι, ὅτε ποιήσει οὓς ποιήσει εἰς συντέλειαν. 7.3“καὶ ἔσται ὅταν εἴπητε · τίνος ἕνεκεν ἐποίησεν κύριος ὁ θεὸς ἡμῖν ἅπαντα τὰ κακὰ ταῦτα; καὶ ἐρεῖς αὐτοῖς · ἀνθ’ὧν ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἐν γῇ οὐχ ὑμῶν”. τὸ ῥητὸν νοηθήτω, καὶ ἀρκεῖ ἐπὶ τοῦ παρόντος τὴν ὑπόμνησιν τοῖς ἀκούειν δυναμένοις ἐκ τοῦ ῥητοῦ παραστῆσαι. οὐκοῦν οἱ υἱοὶ Ἰσραὴλ τὴν ἁγίαν γῆν, τὸν ναὸν εἶχον, τὸν οἶκον τῆς προσευχῆς. ἔδει αὐτοὺς λατρεύειν τῷ θεῷ, παραβαίνοντες δὲ τὰς θείας ἐντολὰς καὶ εἰδωλολάτρουν καὶ τὰ εἴδωλα παρελάμβανον Δαμασκοῦ, ὡς γέγραπται ἐν ταῖς Βασιλείαις, καὶ ἄλλα εἴδωλα ἀνελάμβανον τῶν ἐθνῶν εἰς τὴν ἁγίαν γῆν. δι’ὧν παρελάμβανον τῶν ἐθνῶν εἰδώλων, ἀξίους ἑαυτοὺς ἐποίουν καταβληθῆναι εἰς τὴν τῶν εἰδώλων γῆν, καταγενέσθαι ἐκεῖ, ὅπου προσεκύνουν τὰ εἴδωλα. φησὶν οὖν ὁ λόγος αὐτοῖς κατὰ τὸ ῥητόν · “ἀνθ’ὧν ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε θεοῖς ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν” · πᾶς δὲ ὁ θεοποιῶν τι δουλεύει θεοῖς ἀλλοτρίοις. ἐκθειάζεις τὰ βρώματα καὶ τὰ πόματα; “θεός” σού ἐστιν “ἡ κοιλία”. τιμᾷς τὸ ἀργύριον ὡς μέγα ἀγαθὸν καὶ τὸν πλοῦτον τὸν κάτω; θεός σού ἐστιν ὁ Μαμωνᾶς καὶ κύριος. Ἰησοῦς γὰρ αὐτὸν εἶπεν κύριον τῶν φιλαργύρων φάσκων · “οὐ δύνασθε θεῷ δουλεύειν καὶ Μαμωνᾷ · οὐδεὶς δύναται δυσὶν κυρίοις δουλεύειν”. οὐκοῦν ὁ τιμῶν τὸ ἀργύριον καὶ θαυμάζων τὸν πλοῦτον καὶ νομίζων ἀγαθὸν αὐτὸν εἶναι καὶ ἀποδεχόμενος τοὺς πλουσίους ὡς θεούς, τοὺς δὲ πένητας ὡς μὴ ἔχοντας τὸν θεὸν αὐτῶν ἐξουθενῶν, οὗτος θεοποιεῖ τὸ ἀργύριον. ἐάν τις ἐν τῇ γῇ τοῦ θεοῦ, τῇ ἐκκλησίᾳ, τυγχάνων προσκυνήσῃ θεοῖς ἀλλοτρίοις θεοποιῶν τὰ μὴ θεοποιεῖσθαι ἄξια, ἐκβληθήσεται εἰς γῆν ἀλλοτρίαν καὶ προσκυνείτω τοὺς θεούς, οὓς ἔνδον προσεκύνησεν γενόμενος · ἔξω φιλάργυρος ἔστω ἀπὸ τῆς ἐκκλησίας ἐκβληθείς, γαστρίμαργος ἔξω ἔστω τῆς ἐκκλησίας γενόμενος. ταῦτα κατὰ μίαν τροπολογίαν, ἵνα μὴ νῦν περιεργάζωμαι τὰ ὑπὲρ ἐμαυτὸν καὶ περὶ τῆς γῆς, περὶ ἧς εἶπεν ὁ σωτήρ · “τὸ ἡμέτερον τίς δώσει ὑμῖν”; καὶ ὅτι γενομένης προσκυνήσεως ἐν τῇ γῇ τινος οὕτως ὁ θεὸς ᾠκονόμησεν ἐκβληθῆναί τινας ἀπὸ τῆς ἑαυτοῦ καὶ ἐλθεῖν ἐπὶ τὴν γῆν, περὶ ἧς γέγραπται · “ἄκουε, Ἰσραήλ · τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; συνελογίσθης μετὰ τῶν καταβαινόντων εἰς ᾅδου · ἐγκατέλιπες πηγὴν ζωῆς τὸν κύριον · τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα χρόνον”. νῦν οὖν ἐν γῇ ἀλλοτρίᾳ ἐσμέν, καὶ εὐχόμεθα τὸ ἐναντίον ποιῆσαι, ὡς ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ γῇ τῇ ἁγίᾳ · ἐκεῖνοι μὲν γὰρ ἐν τῇ γῇ τῇ ἁγίᾳ ἀλλοτρίοις προσεκύνησαν, ἡμεῖς δὲ ἐν ἀλλοτρίᾳ γῇ τὸν ἀλλότριον τῆς γῆς προσκυνοῦμεν θεόν, ἀλλότριον τῶν ἐπὶ γῆς πραγμάτων. ἄρχει μὲν γὰρ “ὁ ἄρχων τοῦ αἰῶνος τούτου” ἐνθάδε, καὶ ἀλλότριος τῶν υἱῶν αὐτοῦ ἐστιν ὁ θεός · ἀλλότριον δὲ ἂν εἴπω οὐ τοῦτο λέγω · οὐ κτίσαντα τὸν κόσμον, ἀλλὰ ἀλλότριον τοῦ κυρίου τῆς κακίας, ἀλλότριον τῶν παρόντων ἁμαρτημάτων. καίτοιγε καὶ θέλοντες τὸν ἀλλότριον τῶν τῆς ἁμαρτίας πραγμάτων προσκυνεῖν θεὸν ἐν τῇ γῇ ταύτῃ τῆς κακώσεως, τί ποιοῦμεν ἴδωμεν. οὐ λέγομεν · “πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας”; ἀλλά · πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου οὐκ ἐπὶ γῆς ἀλλοτρίας; τούτου τόπον ζητοῦμεν τοῦ ᾄδειν τὴν ᾠδὴν κυρίου, τόπον τοῦ προσκυνεῖν κύριον τὸν θεὸν ἡμῶν ἐπὶ γῆς ἀλλοτρίας. τίς οὖν ὁ τόπος; εὗρον τοῦτον · ἦλθεν ἐπὶ ταύτην φορέσας σῶμα τὸ σῶσαν, ἀναλαβὼν “τὸ σῶμα τὸ τῆς ἁμαρτίας” “ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας”, ἵν’ἐν τούτῳ τῷ τόπῳ διὰ τὸν ἐπιδημήσαντα Χριστὸν Ἰησοῦν καὶ καταργήσαντα τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου καὶ καταργήσαντα τὴν ἁμαρτίαν, δυνηθῶ προσκυνῆσαι τὸν θεὸν ἐνθάδε καὶ μετὰ τοῦτο προσκυνήσω ἐν τῇ γῇ τῇ ἁγίᾳ. εἰ γὰρ προσκυνήσας τις τὰ εἴδωλα ἐν τῇ γῇ τῇ ἁγίᾳ ἀπελήλυθεν εἰς τὴν γῆν τὴν ἀλλοτρίαν, προσκυνήσας τις τὸν θεὸν ἐν τῇ γῇ τῇ ἀλλοτρίᾳ ἀπελεύσεται ἐπὶ τὴν γῆν τὴν ἁγίαν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.