Homilies on Jeremiah, Homily 13
Origen
- Homily 1
- Homily 2
- Homily 3
- Homily 4
- Homily 5
- Homily 6
- Homily 7
- Homily 8
- Homily 9
- Homily 10
- Homily 11
- Homily 12
- Homily 13
- Homily 14
- Homily 15
- Homily 16
- Homily 17
- Homily 18
- Homily 19
- Homily 20
13.1τὰ λεγόμενα πρὸς τὴν Ἱερουσαλὴμ μετὰ πολλῆς ἀπειλῆς νοῆσαι θέλομεν οὕτως ἔχοντα · “τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; ἢ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι εἰς εἰρήνην σου; σὺ ἀπεστράφης με, λέγει κύριος. ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω σε. καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ”. εἶτα “ἠτεκνώθην”. ἀπορία κατέσχε με, παράδειγμα λαμβάνω πολέμιόν τινα ἀποδειχθέντα τοῦ βασιλεύοντος ἐπὶ γῆς, ὅτι τῷ τοιούτῳ οὐ δὲ μεταδιδόναι ἐλέου ἔξεστιν, ἵνα μὴ δοκῇ τις προσκρούειν τῷ καταδικάσαντι βασιλεῖ. καὶ προσεπιτείνουσί τινες οὐ δὲ σκυθρωπάζοντες ἐπ’αὐτῷ, ἵνα μὴ ἐπὶ τῷ σκυθρωπάζειν δοκῶσι δυσαρεστεῖσθαι τῷ κριθέντι ὑπὸ τοῦ βασιλέως. εἰ νενόηκας τοῦτο, ἴδε μοι τὸν καταδικασθέντα ὑπὸ τοῦ θεοῦ διὰ τὰς πολλὰς ἑαυτοῦ ἁμαρτίας, καὶ ὅρα τὸν τοιοῦτον, λεγιώνων ὄντων ἀγγέλων τῶν τεταγμένων ἐπὶ τὸ βοηθεῖν τῇ τῶν ἀνθρώπων φύσει, ὑπὸ μηδενὸς ἐλεούμενον. ἕκαστος γὰρ τῶν ἀγγέλων ἰδὼν τὸν καταδικάσαντα ὅτι θεός ἐστι, τὸν ἀποστραφέντα ὅτι δημιουργός ἐστι, τὴν φύσιν τῶν ἁμαρτιῶν ὅτι τοιαύτη ὥστε τὸν ἀγαθὸν θεὸν ἀναγκασθῆναι, ἵν’οὕτως εἴπω τὴν ψῆφον ἀγαγεῖν κατὰ τοῦ ἡμαρτηκότος, ἕκαστος τῶν ὁρώντων οὐ φείδεται, οὐ σκυθρωπάζει, οὐκ ἐλεεῖ, οὐκ ἐπανέρχεται ὥστε παρακαλέσαι περὶ τῆς πρὸς τὸν τοιοῦτον εἰρήνης. ἡ Ἱερουσαλὴμ τοίνυν αὕτη (οὕτω γὰρ λελέξεται διὰ τὸ γράμμα) ἡμαρτηκέτω μου εἰς τὸν Ἰησοῦν, καὶ τοιαῦτα πεποιηκέτω, ἵνα εἴπῃ περὶ αὐτῆς ὁ Ἰησοῦς · “Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν”. καταλειπέσθω αὕτη ἡ Ἱερουσαλὴμ ὡς καταλέλειπται. οἱ ἄγγελοι οἱ ἀεὶ βοηθοῦντες τῇ Ἱερουσαλήμ, δι’ὧν διετάγη καὶ ὁ Μωσέως νόμος “διαταγεὶς δι’ἀγγέλων ἐν χειρὶ μεσίτου”, καταλειπέτωσαν τὴν Ἱερουσαλὴμ καὶ λεγέτωσαν · τὰ ἁμαρτήματα αὐτῆς μεγάλα γέγονε, τὸν Ἰησοῦν ἀπέκτειναν, ἐπὶ τὸν Χριστὸν τὰς χεῖρας ἐπιβεβλήκασιν. ὅσον ἔτι μικρότερα ἦν τὰ ἁμαρτήματα, ἐδυνάμεθα ἔτι περὶ αὐτῶν ἀξιοῦν καὶ παρακαλεῖν, ἐδυνάμεθα φείδεσθαι τῆς Ἱερουσαλήμ · τίς ἐπὶ τούτῳ φείσεται; “ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ · ἐὰν δὲ εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ”; “ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο” · καὶ λέγεται πρὸς αὐτὴν ταύτην πρῶτον · “τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί”; ἡμεῖς οὐ σκυθρωπάζομεν ἐπὶ τῇ Ἱερουσαλὴμ καὶ ταῖς συμφοραῖς αὐτῆς καὶ τοῖς γενομένοις παντὶ τῷ λαῷ ἐκείνῳ · “τῷ γὰρ ἐκείνων παραπτώματι ἡ σωτηρία ἡμῶν γέγονεν εἰς τὸ παραζηλῶσαι αὐτούς”. καὶ ἐπεὶ τὸ παράπτωμα αὐτῶν τηλικαύτη γέγονεν ἁμαρτία ὥστε διὰ φωνῆς κυρίου λεχθῆναι · “τίς οὖν φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ”, λέγω πρὸς τὴν ἀποκτείνασάν μου τὸν Ἰησοῦν καὶ ἐγώ · “τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί”; 13.2μεταβαίνω ἀπὸ τοῦ γράμματος, καίτοιγε ὁδὸν ἐσχηκώς, ἣν ἔδωκεν ὁ λόγος, ἐπὶ ἑκάστην ψυχὴν ἤδη ἀξιωθεῖσαν τοῦ ὁρᾶν τὴν εἰρήνην · μετὰ γὰρ τὰ μαθήματα τὰ θεῖα γέγονας Ἱερουσαλήμ, τὸ πρότερον οὖσα Ἰεβούς. ἡ ἱστορία λέγει, ὅτι τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἦν Ἰεβούς, δεύτερον δὲ μετέβαλε τὸ ὄνομα καὶ γέγονεν Ἱερουσαλήμ. Ἰεβούς φασιν Ἑβραίων παῖδες ὅτι ἑρμηνεύεται Πεπατημένη. Ἰεβοὺς οὖν, ἡ Πεπατημένη ὑπὸ δυνάμεων ἀντικειμένων ψυχή, μεταβέβληται καὶ γέγονεν Ἱερουσαλήμ, Ὅρασις εἰρήνης. εἰ οὖν, ὅτε μεταβέβληκας ἀπὸ Ἰεβοὺς εἰς τὸ γενέσθαι Ἱερουσαλήμ, ἥμαρτες καὶ “τὸν υἱὸν τοῦ θεοῦ καταπεπάτηκας καὶ τὸ αἷμα τῆς καινῆς διαθήκης κοινὸν (ὡς ἐκείνη καὶ σύ) ἡγήσω” καὶ ἐν ἁμαρτήμασι γέγονας χαλεποῖς, λεχθήσεται καὶ περὶ σοῦ · “τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ”; “καὶ τίς σκυθρωπάσει ἐπὶ σοί”, ἐὰν γένῃ τοιοῦτος ὡς προδοῦναι τὸν Ἰησοῦν; ἕκαστος ἡμῶν ἁμαρτάνων, καὶ μάλιστα εἰ μείζονα, εἰς Ἰησοῦν ἁμαρτάνει. ἐὰν δὲ καὶ ἀποστάτης ᾖ, ἔτι μάλιστα ταῦτα ποιεῖ τῷ Ἰησοῦ πνευματικῶς ἃ ἐποίησεν αὐτῷ Ἱερουσαλὴμ σωματικῶς. διὸ “πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας”; εἰ κατεπάτησας τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνύβρισας, τίς “φείσεται ἐπὶ σοί; τίς σκυθρωπάσει ἐπὶ σοί; τίς ἀνακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σου”; αὐτὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν ἐρωτήσαντά σοι τὰ εἰς εἰρήνην προέδωκεν ἡ τοῦ ἁμαρτωλοῦ ψυχή · τίς δύναται παρακαλέσαι ἀνακάμψας πάλιν περὶ τῆς εἰρήνης; γινώσκοντες οὖν ὅτι “ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας γευσαμένουςτε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμειςτε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἐν ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ, καὶ παραδειγματίζοντας” πάντα πράττωμεν, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται τὸ “τίς φείσεται ἐπὶ σοί, Ἱερουσαλήμ; καὶ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι εἰς εἰρήνην σοι”; 13.3καὶ πρὸς ἑκατέραν δὲ ἑρμηνείαν τῆς Ἱερουσαλὴμ ἁρμόσει καὶ τὸ ἑξῆς · “σὺ ἀπεστράφης με, λέγει κύριος, ὀπίσω πορεύσῃ”. ὅτι ἀπεστράφης τὸν υἱὸν τοῦ θεοῦ, καὶ διὰ τὸ ἀπεστράφθαι τὸν υἱὸν τοῦ θεοῦ ἀπεστράφης τὸν θεόν, τί δεῖ καὶ λέγειν; καὶ ἐπειδὴ ἀπεστράφη ἡ Ἱερουσαλὴμ ἡ ἐν τῇ Ἰουδαίᾳ τὸν Χριστόν, ἀφ’ἧς συνεκδοχικῶς πάντας τοὺς Ἰουδαίους νοητέον, διὰ τοῦτο “ὀπίσω πορεύσῃ”. ἦν γὰρ ὅτε οὐκ ὀπίσω ἐπορεύετο, ἀλλὰ ἔμπροσθεν · νῦν δὲ ὀπίσω πορεύεται “καὶ ἐστράφησαν ταῖς καρδίαις εἰς Αἴγυπτον”, δῆλον ὅτι ἵνα ὀπίσω πορευθῶσι. περὶ δὲ τοῦ τί ἐστι τὸ “ὀπίσω πορεύσῃ” ἢ τί τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι, οὕτω παραστήσομεν. ὁ δίκαιος “τοῖς ἔμπροσθεν ἐπεκτείνεται, τῶν ὄπισθεν ἐπιλανθάνεται”. δῆλον ὅτι ὁ ἐναντίως τῷ δικαίῳ διακείμενος τῶν ὀπίσω μέμνηται καὶ τοῖς ἔμπροσθεν οὐκ ἐπεκτείνεται. τῶν δὲ ὀπίσω μεμνημένος παρακούει τοῦ Ἰησοῦ διδάσκοντος καὶ λέγοντος · “μὴ στραφήτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ”, παρακούει τοῦ Ἰησοῦ λέγοντος · “μνημονεύετε τῆς γυναικὸς Λώτ”, παρακούει τοῦ Ἰησοῦ λέγοντος · “οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ’ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστι τῇ βασιλείᾳ τοῦ θεοῦ”. καὶ ἐν τῷ νόμῳ δὲ γέγραπται, ὅτι εἶπον οἱ ἄγγελοι πρὸς τὸν ἐξελθόντα ἀπὸ Σοδόμων Λώτ · “μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω μη δὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ · εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραληφθῇς”. καὶ τοῦτο δὲ ἔχει διάνοιαν ἀξίαν ἀγγελικοῦ πνεύματος · “μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω”, ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτείνου. καταλέλοιπας Σόδομα, μὴ στρέφου εἰς Σόδομα. καταλέλοιπας τὴν κακίαν καὶ τὴν ἁμαρτίαν, μὴ ἐπιστραφῇς πρὸς αὐτὴν “μη δὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ”. κα- κἂν τηρήσῃς τὴν προτέραν ἐντολὴν τὴν λέγουσαν · “μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω”, οὐκ ἀρκεῖ σοι πρὸς τὸ σωθῆναι, ἐὰν μὴ καὶ τῆς δευτέρας ἐντολῆς ἀκούσῃς λεγούσης · “μη δὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ”. οὐ δεῖ γὰρ ἀρξάμενον προκόπτειν ἑστάναι ἐν τῇ περιχώρῳ Σοδόμων, εἰ καὶ Σόδομα διαβέβηκεν, ἀλλὰ διαβάντα ἀπὸ τοῦ ἑστάναι ἐν τῇ περιχώρῳ σῴζεσθαι εἰς τὸ ὄρος κατὰ τὸ “μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω μη δὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ · εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραληφθῇς”. εἰ βούλει μὴ συμπαραληφθῆναι Σοδομίταις, μήποτε εἰς τὰ ὀπίσω στραφῇς μη δὲ στῇς ἐν τῇ περιχώρῳ Σοδόμων μη δὲ ἀλλαχοῦ γένῃ ἢ εἰς τὸ ὄρος · ἐκεῖ γάρ ἐστι μόνον σωθῆναι. ἔστι δὲ τὸ ὄρος κύριος Ἰησοῦς, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.