Homilies on Jeremiah, Homily 1

Origen

  1. Homily 1
  2. Homily 2
  3. Homily 3
  4. Homily 4
  5. Homily 5
  6. Homily 6
  7. Homily 7
  8. Homily 8
  9. Homily 9
  10. Homily 10
  11. Homily 11
  12. Homily 12
  13. Homily 13
  14. Homily 14
  15. Homily 15
  16. Homily 16
  17. Homily 17
  18. Homily 18
  19. Homily 19
  20. Homily 20
1.1 θεὸς εἰς ἀγαθοποιίαν πρόχειρός ἐστιν, εἰς δὲ τὸ κολάσαι τοὺς ἀξίους κολάσεως μελλητής. δυνάμενος γοῦν ἐπαγαγεῖν τὴν κόλασιν τοῖς ὑπ’αὐτοῦ καταδικαζομένοις μετὰ σιωπῆς, μετὰ τοῦ μὴ προδιαμαρτύρασθαι, οὐδαμῶς τοῦτο ποιεῖ · ἀλλὰ κἂν καταδικάζῃ λέγει, τοῦ λέγειν αὐτῷ προκειμένου ἐπὶ τῷ ἐπιστρέψαι ἀπὸ τῆς καταδίκης τὸν καταδικασθησόμενον. τούτων μὲν παραδείγματα ἔστιν ἀπὸ τῶν γραφῶν λαβεῖν πολλά, ὀλίγα δὲ ἀρκεῖ τὰ ἐπὶ τοῦ παρόντος ὑποπίπτοντα, ἵνα ἔλθωμεν καὶ ἐπὶ τὸν σκοπὸν τῶν προκειμένων ἀναγνωσμάτων. οἱ Νινευῖται γὰρ ἁμαρτωλοὶ ἐγεγόνεισαν καὶ κατεδικάσθησαν ὑπὸ τοῦ θεοῦ · ἔτι τρεῖς ἡμέραι καὶ ἔμελλε Νινευὴ κατασκάπτεσθαι · οὐκ ἠθέλησε σιωπῶν θεὸς καταδικάσαι αὐτήν, ἀλλὰ διδοὺς αὐτοῖς τόπον μετανοίας καὶ ἐπιστροφῆς ἔπεμψεν Ἑβραῖον προφήτην, ἵνα εἰπόντος αὐτοῦ · ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται, οἱ καταδεδικασμένοι μὴ καταδικασθῶσιν, ἀλλὰ μετανοήσαντες τύχωσι τοῦ ἐλέους τοῦ θεοῦ. οἱ ἐν Σοδόμοις καὶ Γομόρροις ἦσαν καταδεδικασμένοι, ὡς δῆλον ἐκ τῶν λόγων τοῦ Θεοῦ τῶν πρὸς τὸν Ἀβραάμ · ἀλλ’ὅμως τὰ αὐτῶν πεποιήκασιν οἱ ἄγγελοι, θέλοντες σῴζεσθαι τοὺς μὴ θέλοντας σῴζεσθαι, λέγοντες τῷ Λώτ · εἰσί τινές σοι ὧδε γαμβροὶ υἱοὶ θυγατέρες; οὐκ ἀγνοοῦντες ὅτι οὐχ ἕπονται ἐκεῖνοι τῷ Λώτ, ἀλλὰ ποιοῦντες τὰ τῆς τοῦ πέμψαντος αὐτοὺς χρηστότητος καὶ φιλανθρωπίας.
1.2τὸ ὅμοιον εὑρήσετε καὶ ἐπὶ τῶν κατὰ τὸν Ἱερεμίαν. ἀναγέγραπται χρόνος τῆς προφητείας αὐτοῦ, πότε ἤρξατο καὶ μέχρι πότε προεφήτευσεν · εἶτα ἐντυγχάνων, ἐὰν μὴ προσέχῃ τῇ ἀναγνώσει μη δὲ ἐξετάζῃ τὸ βούλημα τῶν γεγραμμένων ἀναγνωσμάτων, ἐρεῖ ὅτι ἱστορία ἐστὶν καὶ ἀναγέγραπται, πότε ἤρξατο προφητεύειν Ἱερεμίας καὶ μέχρι πόσου προφητεύσας χρόνου κατέληξε προφητεύων · τί οὖν πρὸς ἐμὲ αὕτη ἱστορία; ἀνέγνων, ἔμαθον ὅτι ἤρξατο προφητεύειν ἐν ἡμέραις Ἰωσίου τοῦ υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα ἕως ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ · εἶτα ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα προφητεύων ἕως τῆς συντελείας τοῦ ἑνδεκάτου ἔτους Σεδεκίου υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, καὶ ἔμαθον ὅτι κατὰ τρεῖς βασιλεῖς προφητεία αὐτοῦ συνεξέτεινεν ἕως τῆς αἰχμαλωσίας Ἱερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί · τί οὖν διὰ τούτων διδασκόμεθα, ἐὰν προσέχωμεν τῇ ἀναγνώσει;
1.3κατεδίκασεν θεὸς τὴν Ἱερουσαλὴμ διὰ τὰ ἁμαρτήματα αὐτῆς, καὶ ἦσαν κριθέντες εἰς αἰχμαλωσίαν ἐγκαταλειφθῆναι · ὅμως φιλάνθρωπος θεὸς ἐνεστηκότος τοῦ καιροῦ πέμπει καὶ τοῦτον τὸν προφήτην ἀνωτέρω τρίτης βασιλείας τῆς ἐπὶ τῆς αἰχμαλωσίας, ἵν’οἱ βουλόμενοι κατανοήσαντες μετανοήσωσι διὰ τοὺς προφητικοὺς λόγους · ἐξαπέσταλκε προφήτην προφητεύειν καὶ ἐπὶ τοῦ δευτέρου μετὰ τὸν πρῶτον βασιλέα καὶ ἐπὶ τοῦ τρίτου μέχρι τῶν χρόνων αὐτῆς τῆς αἰχμαλωσίας · ἐδίδου γὰρ ἀνοχὴν μακρόθυμος θεὸς καὶ πρὸ μιᾶς ἡμέρας, ὡς ἔστιν εἰπεῖν, τῆς αἰχμαλωσίας, προτρέπων μετανοεῖν τοὺς ἀκούοντας, ἵνα παύσηται τὰ τῆς αἰχμαλωσίας σκυθρωπά. ὅθεν γέγραπται ὅτι ἕως τῆς αἰχμαλωσίας Ἱερουσαλὴμ προεφήτευσεν Ἱερεμίας ἕως τοῦ πέμπτου μηνός · ἤρξατο αἰχμαλωσία, καὶ ἔτι προεφήτευεν οἱονεὶ λέγων · αἰχμάλωτοι γεγόνατε, κἂν οὕτω μετανοήσατε · μετανοησάντων γὰρ ὑμῶν οὐ προκόψει τὰ τῆς αἰχμαλωσίας, ἀλλὰ τὸ ἔλεος τοῦ θεοῦ ἐπισταθήσεται ὑμῖν. ἔχομεν οὖν χρήσιμον ἀπὸ τῆς ἀναγραφῆς ἐχούσης τοὺς χρόνους τῆς προφητείας, ὅτι προτρέπει κατὰ φιλανθρωπίαν ἑαυτοῦ θεὸς τοὺς ἀκούοντας μὴ παθεῖν τὰ τῆς αἰχμαλωσίας. τοιαῦτα καὶ περὶ ἡμᾶς ἐστιν. ἐὰν ἁμαρτάνωμεν, αἰχμάλωτοι καὶ ἡμεῖς μέλλομεν γίνεσθαι · τὸ γὰρ παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ οὐδὲν διαφέρει τοῦ παραδοῦναι τοὺς ἀπὸ Ἱερουσαλὴμ τῷ Ναβουχοδονόσορ · ὡς γὰρ ἐκείνῳ παρεδίδοντο διὰ τὰς ἁμαρτίας, οὕτω τῷ σατανᾷ παραδιδόμεθα διὰ τὰς ἁμαρτίας ὄντι Ναβουχοδονόσορ, καὶ οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν φησὶ περὶ ἄλλων ἁμαρτωλῶν ἀπόστολος.
1.4ὅρα οὖν πηλίκον κακόν ἐστι τὸ ἁμαρτάνειν, ἵνα παραδοθῶσι τῷ σατανᾷ αἰχμαλωτίζοντι τὰς ψυχὰς τῶν ἐγκαταλειπομένων ὑπὸ θεοῦ, οὐκ ἀναιτίως δὲ οὐ δὲ ἀκρίτως ἐγκαταλιπόντος θεοῦ, οὓς ἐγκατέλιπε · ἐπὰν γὰρ πέμψῃ τὸν ὑετὸν ἐπὶ τὸν ἀμπελῶνα, δὲ ἀμπελὼν φέρῃ ἀντὶ σταφυλῆς ἀκάνθας, τί ποιήσει θεὸς ταῖς νεφέλαις ἐντελεῖται τοῦ μὴ βρέξαι ὑετὸν ἐπὶ τὸν ἀμπελῶνα; ἐπίκειται οὖν διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἡμῖν αἰχμαλωσία καὶ μέλλομεν παραδίδοσθαι, ἐὰν μὴ μετανοῶμεν, τῷ Ναβουχοδονόσορ καὶ τοῖς Βαβυλωνίοις, ἵνα ἡμᾶς σπαράξωσιν οἱ νοητοὶ Βαβυλώνιοι · ἐπικειμένων τούτων οἱ λόγοι τῶν προφητῶν, οἱ λόγοι τοῦ νόμου, οἱ λόγοι τῶν ἀποστόλων, οἱ λόγοι τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγουσιν ἡμῖν περὶ μετανοίας, παρακαλοῦσιν ἡμᾶς εἰς ἐπιστροφήν · ἐὰν ἀκούσωμεν, πιστεύωμεν τῷ εἰρηκότι · μετανοήσω κἀγὼ περὶ πάντων τῶν κακῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.
1.5ταῦτα μὲν εἰς τὸ προοίμιον · μετὰ δὲ τὸ προοίμιον γέγραπται ὅτι ἐγένετο λόγος κυρίου πρὸς αὐτόν, δῆλον ὅτι τὸν Ἱερεμίαν. τί δὲ λέγει λόγος τοῦ κυρίου πρὸς αὐτόν; ἐξαίρετον παρὰ τὸ εἰρημένον πρὸς τοὺς λοιποὺς προφήτας. τοῦτο γὰρ πρὸς οὐδένα εὕρομεν τῶν προφητῶν εἰρημένον · Ἀβραὰμ προφήτης ἐχρημάτισεν ἐν τῷ προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ, καὶ οὐκ εἶπεν πρὸς αὐτὸν θεός · πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, ἀλλὰ ὕστερόν ποτε ἡγιάσθη Ἀβραάμ, ὅτε ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ · ἐξ ἐπαγγελίας γεγέννηται Ἰσαάκ, καὶ οὐχ εὕρομεν οὐ δὲ πρὸς αὐτὸν τοῦτον λεγόμενον τὸν λόγον, καὶ τί με δεῖ καταλέγειν περὶ τῶν ἑξῆς; Ἱερεμίας ἐξαιρέτου ἔτυχε δωρεᾶς, τῆς πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.
1.6οὐκ ἀγνοοῦμεν ὅτι ταῦτα ἀναφέρουσί τινες ὡς μείζονα Ἱερεμίου ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν · καὶ ἰστέον ὅτι τὰ μὲν πολλὰ αὐτῷ συνᾴδει καὶ δύναται ἀναφέρεσθαι ἐπὶ τὸν σωτῆρα, παραθήσομαι, ὀλίγα δέ τινα τῶν εἰρημένων πρὸς τὸν Ἱερεμίαν θλίβει τὸν λόγον, οὐ δυνάμενα ὡς πρὸς τοὺς πολλοὺς ἐφαρμόσαι τῷ σωτῆρι. τίνα οὖν ἐστι τὰ ἐφαρμόζοντα τῷ σωτῆρι; πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις · μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύριος · οὔπω ταῦτα ἐναργῶς πρὸς τὸν σωτῆρα δόξει ἀναφέρεσθαι, τὰ ἑξῆς δὲ καὶ ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με · ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου · ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν. Ἱερεμίας ποῖα ἔθνη ἐξερρίζωσε, ποίας κατέστρεψε βασιλείας; γέγραπται γάρ · ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν. ποίαν δὲ εἶχεν ἐξουσίαν Ἱερεμίας εἰς τὸ ἀπολλύειν, ὅπερ εἴρηται ὡς πρὸς Ἱερεμίαν ἐν τῷ καὶ ἀπολλύειν; τίνας δὲ τοσούτους ᾠκοδόμησεν Ἱερεμίας, ἵνα λέγηται καὶ οἰκοδομεῖν; Ἱερεμίας φησίν · οὐκ ὠφέλησα, οὐ δὲ ὠφέλησέ με οὐδείς · πῶς οὖν δέδοται αὐτῷ τὸ οἰκοδομεῖν καὶ καταφυτεύειν; πῶς ἐπὶ τὸν Ἱερεμίαν ἐφαρμόσει τὸ καταφυτεύειν; ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναφερόμενα οὐ θλίβει τὸν ἑρμηνεύοντα, ὅτι Ἱερεμίας ἐν τούτοις σύμβολον τοῦ σωτῆρός ἐστιν · τὰ δὲ παρατεθησόμενα πάνυ θλίβει καὶ τὸν πάνυ συνετώτατον βουλόμενον δεῖξαι, πῶς καὶ ταῦτα δύναται ἁρμόζειν ἐπὶ τὸν σωτῆρα · καὶ εἶπα · ὢν δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν · ὅστις ἐστὶ σοφία, ὅστις ἐστὶ δύναμις θεοῦ, ὃς ἤνεγκεν ἡμῖν τὸ πλήρωμα τῆς θεότητος, κατῴκησεν ἐν αὐτῷ σωματικῶς, πῶς οὖν δύναται ἁρμόζειν τὸ οὐκ ἐπίσταμαι λαλεῖν τῷ σωτῆρι; ἀλλὰ καὶ τὸ νεώτερος ἐγώ εἰμι ἀπαγορεύεται πρὸς τὸν σωτῆρα, ὡς λέγοντα αὐτὸν οὐ καλῶς · εἰ γὰρ αὐτῷ λέγει κύριος · μὴ λέγε τόδε, δῆλον ὅτι οὐ καλῶς λεγόμενον ἀπαγορεύει αὐτό. οὐχ ἁρμόζει οὖν ταῦτα ἐπὶ τὸν σωτῆρα, ἐκεῖνα δ’οὐ δοκεῖ δυσωπεῖν ἐπὶ τὸν σωτῆρα · εἰπεῖν δὲ ὅτι ταῦτα μὲν ἐπὶ τὸν Ἱερεμίαν ἀναφέρεται, ἐκεῖνα δὲ ἐπὶ τὸν σωτῆρα, οὐ χαλεπόν. μέντοι εὐγνώμων πάνυ θλιβήσεται ἐν τῷ τόπῳ, ὁρῶν ὅτι τὸ διακόψαι ἐν εἱρμῷ λόγων λόγους εἰρημένους εἴτε πρὸς τὸν Ἱερεμίαν εἴτε πρὸς τὸν σωτῆρα, καὶ λέγειν ταῦτα οὐ τῷ Χριστῷ ἀλλὰ τῷ Ἱερεμίᾳ ἁρμόζειν, καὶ ταῦτα, ἐπεὶ μείζονά ἐστιν Ἱερεμίου, οὐ τῷ Ἱερεμίᾳ ἀλλὰ τῷ Χριστῷ ἁρμόζειν, ἀγνωμόνων ἐστίν. ὅλος οὖν ἐπὶ τὸν Ἱερεμίαν ἀναφερέσθω, καὶ ταῦτα τὰ δοκοῦντα εἶναι μείζονα Ἱερεμίου ἑρμηνευέσθω.
1.7πᾶς λαβὼν λόγους ἀπὸ θεοῦ καὶ ἔχων τὴν χάριν τῶν οὐρανίων λόγων, ἔλαβεν αὐτοὺς ἐπὶ τῷ ἔθνη καὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν, ἀλλὰ ἔθνη καὶ βασιλείας ἐὰν λέγηται ἐκριζοῦν πᾶς λαβὼν λόγους ἀπὸ θεοῦ, μὴ σωματικῶς μοι νόει τὰ ἔθνη καὶ τὰς βασιλείας, ἀλλὰ κατανοήσας τὰς ἀνθρωπίνας ψυχὰς βασιλευομένας ὑπὸ τῆς ἁμαρτίας κατὰ τὸ εἰρημένον παρὰ τῷ ἀποστόλῳ · μὴ οὖν βασιλευέτω ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι, βλέπων δὲ καὶ τὰ πολλὰ εἴδη τῶν ἁμαρτημάτων, τροπολόγει καὶ τὰ ἔθνη καὶ τὰς βασιλείας, τὰ φαῦλα τὰ ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὄντα, ἅτινα ἐκριζοῦται καὶ κατασκάπτεται ὑπὸ τῶν δεδομένων εἴτε Ἱερεμίᾳ εἴτε ᾡτινιοῦν λόγων τοῦ θεοῦ · καὶ δύναται καὶ τὰ πρῶτα, τὰ θλίβοντα ὡς πρὸς τὸν σωτῆρα, ἐφαρμόσαι τῷ Ἱερεμίᾳ καὶ τὰ δεύτερα τῷ εἰδότι τροπολογεῖν ἐφαρμόσαι τῷ Ἱερεμίᾳ. ἐρεῖ μοί τις τῶν ἀκουόντων · γύμνασον καὶ τὸν ἄλλον λόγον καὶ ὅλα πειράθητι παραστῆσαι τὰ γεγραμμένα ἁρμόζοντα τῷ σωτῆρι · περὶ τῶν δευτέρων μὴ ἀγωνία · φαίνεται γὰρ ὅτι σωτὴρ ἐξερρίζωσε τὰς τοῦ διαβόλου βασιλείας καὶ τὰ ἔθνη κατέσκαψε τὸν ἐθνικὸν βίον καθελών · ἐνταῦθα, κατὰ τὸ δοκοῦν δύσφημον ὡς πρὸς τὸν σωτῆρα, γύμνασόν πως τὸν λόγον, πῶς δύναται λέγειν σωτήρ · οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι καὶ τὰ ἑξῆς. ὁρᾷς ὅτι λόγος στενοχωρεῖται · τὸν σωτῆρα οἴδαμεν κύριον, ζητοῦμεν κατὰ τὴν ἀξίαν τοῦ λόγου καὶ κατὰ τὴν ἀλήθειαν ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναγαγεῖν, μάρτυρας δεῖ λαβεῖν τὰς γραφάς · ἀμάρτυροι γὰρ αἱ ἐπιβολαὶ ἡμῶν καὶ αἱ ἐξηγήσεις ἄπιστοί εἰσιν, καὶ τὸ ἐπὶ στόματι δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα μᾶλλον ἁρμόζει ἐπὶ τῶν διηγήσεων ἐπὶ τῶν ἀνθρώπων, ἵνα στήσω τὰ ῥήματα τῆς ἑρμηνείας λαβὼν μάρτυρας δύο ἀπὸ καινῆς καὶ παλαιᾶς διαθήκης, λαβὼν μάρτυρας τρεῖς ἀπὸ εὐαγγελίου, ἀπὸ προφήτου, ἀπὸ ἀποστόλου · οὕτως γὰρ σταθήσεται πᾶν ῥῆμα. πῶς οὖν δυνάμεθα ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναγαγεῖν; φέρε μάρτυρα παλαιὰν διαθήκην · διότι πρὶν γνῶναι τὸ παιδίον ἀγαθὸν κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ ἄντικρυς ταῦτα περὶ τοῦ σωτῆρος ἐν τῷ Ἡσαΐᾳ λέλεκται · ἰδοὺ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, καὶ ἐκεῖ ἐπιφέρεται · πρὶν γνῶναι τὸ παιδίον · εἰ δὲ καὶ ἀπὸ τοῦ εὐαγγελίου δεῖ λαμβάνειν παράδειγμα, Ἰησοῦς οὐκ ἀνὴρ γενόμενος, ἀλλ’ἔτι παιδίον ὤν, ἐπεὶ ἐκένωσεν ἑαυτόν, προέκοπτεν οὐδεὶς γὰρ προκόπτει τετελειωμένος, ἀλλὰ προκόπτει δεόμενος προκοπῆς · οὐκοῦν προέκοπτεν ἡλικίᾳ, προέκοπτε σοφίᾳ, προέκοπτε χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις · εἰ γὰρ ἐκένωσεν ἑαυτὸν καταβαίνων ἐνταῦθα, καὶ κενώσας ἑαυτὸν ἐλάμβανε πάλιν ταῦτα ἀφ’ὧν ἐκένωσεν ἑαυτὸν ἑκὼν κενώσας ἑαυτόν, τί ἄτοπον αὐτὸν καὶ προκεκοφέναι σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις καὶ ἀληθεύεσθαι περὶ αὐτοῦ τὸ πρὶν γνῶναι αὐτὸν καλὸν πονηρὸν ἐκλέξεται τὸ ἀγαθὸν καὶ ἀπειθεῖ πονηρίᾳ καὶ παρεθέμην ἀπὸ τοῦ Ἡσαΐου;
1.8ἀλλ’ἐρεῖ τις · εἰ καὶ δύνασαι ἐπὶ τὸν σωτῆρα ἀναγαγεῖν τὸ οὐκ οἶδεν, καὶ δύνασαι λέγειν ἐπὶ τὸν σωτῆρα τὸ τοιοῦτο καὶ παιδίον αὐτὸν λαμβάνειν, οὐ προσκόπτει σοι ταῦτα λέγειν περὶ τοῦ μονογενοῦς, περὶ τοῦ πρωτοτόκου πάσης κτίσεως, περὶ τοῦ πρὶν συλλήψεως εὐαγγελισθέντος κατὰ τὸ πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι; καὶ λέγει · οὐκ ἐπίσταμαι λαλεῖν; ὅρα εἰ δύνασαί τι ἀξιόλογον καὶ μέγα περὶ τὸν σωτῆρα ἐν τῷ τόπῳ ἰδεῖν, ὅτι τινὰ μὴ ἐπιστάμενος, μείζων ἐστὶ μὴ ἐπιστάμενος ἐπιστάμενος αὐτά, καὶ χρῶμαι αὐτοῦ τῇ φωνῇ μαρτυροῦντος, ὅτι τινὰ οὐκ ἐπίσταται. λέγει γοῦν τοῖς φάσκουσιν αὐτῷ · οὐ τῷ ὀνόματί σου ἐφάγομεν, καὶ τῷ ὀνόματί σου ἐπίομεν, καὶ τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; ἀποχωρεῖτε ἀπ’ἐμοῦ, οὐδέποτε ἔγνων ὑμᾶς. ἆρα τὸ οὐδέποτε ἔγνων ὑμᾶς ἐκεῖ λεγόμενον ὑπὸ τοῦ σωτῆρος ἐλάττονα τὴν δύναμιν αὐτοῦ παρίστησιν μείζονα καὶ θαυμασιωτέραν, διότι τοὺς χείρονας καὶ τοὺς ἀπολλυμένους οὐκ ἔγνω; ἔγνω γὰρ τὰ διαφέροντα καὶ κρείττονα, καὶ ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καὶ εἴ τις ἀγνοεῖ, ἀγνοεῖται. οὐκοῦν ἁμαρτωλὸς ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ. ἐρεῖ μοί τις τῶν ἀκροατῶν · ἔδειξας ὅτι οὐκ οἶδε τοὺς ἁμαρτωλούς, ἔδειξας ὅτι οὐκ οἶδε τοὺς ἐργαζομένους τὴν ἀνομίαν · οὐ γὰρ ἄξιοί εἰσι τῆς γνώσεως αὐτοῦ · πῶς γὰρ παραστήσεις μέγα καὶ ἔνδοξον εἶναι τὸ οὐκ ἐπίσταμαι λαλεῖν λεγόμενον ὑπὸ τοῦ σωτῆρος; τὸ λαλεῖν ἀνθρώπινόν ἐστι, τὸ λαλεῖν διαλέκτῳ χρήσασθαί ἐστιν, ὥστε εἰπεῖν Ἑβραίων, φέρε εἰπεῖν, φωνὴν Ἑλλήνων ἄλλων τινῶν. ἐὰν ἀναβῇς ἐπὶ τὸν σωτῆρα καὶ εἰδῇς αὐτὸν λόγον ἐν ἀρχῇ πρὸς τὸν θεόν, ὄψει ὅτι οὐκ ἐπίσταται λαλεῖν ἀνθρωπίνου ὄντος τοῦ λαλεῖν, ἀλλ’ἐπεί ἐστι μεῖζον ἐπίσταται τοῦ λαλεῖν · ἐὰν δὲ καὶ ἀγγέλων γλώσσας συγκρίνῃς ἀνθρώπων γλώσσαις, καὶ εἰδῇς ὅτι οὗτος μείζων ἐστὶ καὶ ἀγγέλων, ὡς ἐμαρτύρησεν ἐν τῇ πρὸς Ἑβραίους ἀπόστολος ἐπιστολῇ, ἐρεῖς ὅτι καὶ τῆς ἀγγέλων γλώσσης μείζων ἦν, ὅτε θεὸς ἦν λόγος πρὸς τὸν πατέρα. μανθάνει οὖν καὶ οἱονεὶ ἀναλαμβάνει ἐπιστήμην οὐ μεγάλων, ἀλλ’ὑποδεεστέρων καὶ μικροτέρων · καὶ ὥσπερ μανθάνω βιαζόμενος ἐμαυτὸν ψελλίζειν, ὅτε παιδίοις διαλέγομαι οὐ γὰρ ἐπιστάμενος παιδιστί, ἵν’οὕτως εἴπω, λαλεῖν, βιάζομαι τέλειος ὢν διαλέγεσθαι παιδίοις, τὸν αὐτὸν τρόπον καὶ σωτήρ, ὢν μὲν ἐν τῷ πατρὶ καὶ ἐν τῇ μεγαλειότητι τῆς δόξης τοῦ θεοῦ τυγχάνων, οὐ λαλεῖ ἀνθρώπινα, οὐκ οἶδε φθέγγεσθαι τοῖς κάτω, ὅτε δὲ ἔρχεται εἰς σῶμα ἀνθρώπινον, λέγει κατὰ τὰς ἀρχάς · οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι, νεώτερος δὲ διὰ τὴν γένεσιν τὴν σωματικήν, πρεσβύτερος δὲ κατὰ τὸ πρωτότοκος πάσης κτίσεως, νεώτερος, ὅτι ἐπὶ συντελείᾳ τῶν αἰώνων ἦλθεν καὶ ὕστερον τῷ βίῳ ἐπιδεδήμηκε. λέγει οὖν τὸ οὐκ ἐπίσταμαι λαλεῖν, οἶδά τινα μείζονα τοῦ λαλεῖν, οἶδά τινα μείζονα τοῦ φθόγγου τούτου τοῦ ἀνθρωπίνου · θέλεις με λαλεῖν ἀνθρώποις; οὔπω διάλεκτον ἀνθρωπίνην ἀνείληφα, ἔχω διάλεκτον σοῦ, τοῦ θεοῦ, λόγος εἰμὶ σοῦ, τοῦ θεοῦ, σοὶ οἶδα προσδιαλέγεσθαι, ἀνθρώποις οὐκ ἐπίσταμαι λαλεῖν, νεώτερός εἰμι.
1.9μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ · οὕτως ἐκτείνει τὴν χεῖρα, ἅπτεται τοῦ στόματος αὐτοῦ, δίδωσιν αὐτῷ λόγους, καὶ δίδωσιν αὐτῷ λόγους διὰ τὰς βασιλείας, ἵν’ἐκριζώσῃ · οὐ χρείαν δὲ εἶχεν ἐκριζούντων λόγων, ὅτε ἦν ἐν τῷ πατρί, οὐ χρείαν εἶχε κατασκαπτόντων λόγων καὶ καθαιρούντων τὰ χείρονα · οὐδὲν γὰρ ἦν ἄξιον κατασκαφῆς ἐκεῖ, οὐδὲν ἦν ἄξιον ἐκριζώσεως. μέγα οὖν ἐστιν, ὡς τὸ οὐκ οἶδα ὑμᾶς, ὅτι ἐργάται ἐστὲ ἀνομίας, οὕτως ὑπὸ τοῦ σωτῆρος λεγόμενον διὰ τὸ ὑπερβάλλον μέγεθος τῆς δόξης αὐτοῦ, ἴσον δυνάμενον τῷ οὐκ ἐπίσταμαι λαλεῖν ἀνθρώπινα τὸ οὐκ ἐπίσταμαι λαλεῖν ·
1.10εἴτε δὲ πρὸς τὸν Ἱερεμίαν εἴτε πρὸς τὸν σωτῆρα λέγεται · πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, ἀναγνοὺς τὴν Γένεσιν καὶ τηρήσας τὰ εἰρημένα περὶ τῆς κτίσεως τοῦ κόσμου εὑρήσεις, ὅτι γραφὴ πάνυ διαλεκτικώτατα οὐκ εἶπεν ὅτι πρὸ τοῦ με ποιῆσαί σε ἐν κοιλίᾳ ἐπίσταμαί σε · ὅτε μὲν γὰρ κατ’εἰκόνα ἐκτίζετο, εἶπεν θεός · ποιήσωμεν ἄνθρωπον κατ’εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν, οὐκ εἶπεν · πλάσωμεν, ὅτε δὲ ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, οὐ πεποίηκε τὸν ἄνθρωπον, ἀλλ’ἔπλασε τὸν ἄνθρωπον καὶ ἔθετο ἐν τῷ παραδείσῳ τὸν ἄνθρωπον ὃν ἔπλασεν, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. εἰ δύνασαι, ὅρα διαφορὰν ποιήσεως καὶ πλάσεως ὅτι λέγων κύριος εἴτε πρὸς τὸν Ἱερεμίαν εἴτε πρὸς τὸν σωτῆρα οὐκ εἶπεν · πρὸ τοῦ με ποιῆσαί σε ἐν κοιλίᾳ ἐπίσταμαί σε · τὸ γὰρ ποιούμενον οὐκ ἐν κοιλίᾳ γίγνεται, ἀλλὰ τὸ πλασσόμενον ἀπὸ τοῦ χοῦ τῆς γῆς τοῦτο ἐν κοιλίᾳ κτίζεται. πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε. εἰ πάντας ἠπίστατο κύριος λεκτέον γὰρ πρὸς τὸ τοιοῦτον τὸ οὐκ ἐπίσταμαι λαλεῖν, οὐκ ἂν ὡς ἐξαίρετον ἔλεγε τῷ Ἱερεμίᾳ τὸ καὶ ἐπίσταμαί σε. οὐκοῦν τοὺς διαφέροντας ἐπίσταται θεός, τοὺς ἀξίους τῆς γνώσεως αὐτοῦ ἐπίσταται θεός, καὶ ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, τοὺς δὲ ἀναξίους οὐκ ἐπίσταται θεός, ὡς οὐ δὲ σωτὴρ λέγων · οὐδέποτε ἔγνων ὑμᾶς. ἡμεῖς ἄνθρωποι ὄντες, ὅσον προκόπτομεν, κρίνομέν τινα ἄξια ὄντα τοῦ ἐπίστασθαι ἡμᾶς αὐτά · καί τινα οὐ δὲ ἀκούειν θέλομεν, ἵνα μὴ αὐτὰ ἐπιστώμεθα μη δὲ εἰδῶμεν, τινὰ δὲ θέλομεν ἐπίστασθαι. τί δέ; τῶν ὅλων θεὸς θέλει ἐπίστασθαι τὸν Φαραώ, θέλει ἐπίστασθαι τοὺς Αἰγυπτίους, οὐκ εἰσὶ δὲ ἄξιοι τῆς ἐπιστήμης τοῦ θεοῦ · Μωσῆς δὲ ἄξιος, καὶ ἕκαστος τῶν προφητῶν τηλικοῦτος. πολλά σε δεῖ κατορθῶσαι, ἵνα θεὸς ἄρξηταί σε ἐπίστασθαι · τὸν μὲν γὰρ Ἱερεμίαν πρὸ τοῦ πλάσαι ἐν κοιλίᾳ ἠπίστατο, ἄλλον δὲ ἄρχεται ἐπίστασθαι τριάκοντα ἔτη γεγονότα, τεσσαράκοντα ἔτη γεγονότα. λόγοι εἰσὶν ἀπόρρητοι, περὶ μὲν οὖν τοῦ σωτῆρος οὐ ζητούμενοι, περὶ δὲ τοῦ Ἱερεμίου τοῖς ὦτα ἔχουσιν ἐπιστάσεως δεόμενοι.
1.11πῶς λέγει · πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε ;Ὁ θεὸς ἑαυτῷ ἁγιάζει τινάς · τοῦτον οὐ περιέμεινεν, ἵνα ἐλθόντα εἰς γένεσιν ἁγιάσῃ, ἀλλὰ πρὶν ἐξελθεῖν ἐκ μήτρας ἤδη ἡγίασεν. ἐὰν ἐπὶ τὸν σωτῆρα ἀναφέρῃς, οὐ χαλεπὸν εἰπεῖν, ὅτι πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγίασται · ἐπὶ τὸν σωτῆρα ἐὰν ἀναφέρῃς, οὐ μόνον πρὶν ἐξελθεῖν ἡγίασται, ἀλλὰ καὶ ἔτι πρότερον ἡγίασται · οὗτος δὲ Ἱερεμίας πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγίασται.
1.12προφήτην εἰς ἔθνη τέθεικά σε. ἐπὶ τοῦ Ἱερεμίου ἐὰν ἀναζητήσῃς τὸ προφήτην εἰς ἔθνη τέθεικά σε, τήρησον ἐν τοῖς ἑξῆς, ὅτι κελεύεται προφητεῦσαι ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἔστι προγραφή · προεφήτευσεν Ἱερεμίας ἐπὶ πάντα τὰ ἔθνη τῇ Αἰλὰμ, τῇ Δαμασκῷ, τῇ Μωάβ, καὶ ἔχομεν, ὅτι προεφήτευσεν ἐπὶ πάντα τὰ ἔθνη, ὡς πρὸς τὸ ῥητὸν ὅτι προφήτην εἰς ἔθνη τέθεικά σε πρὸς ἐκεῖνον · ἐὰν δὲ πρὸς ἀναγωγήν, ἐὰν μὲν ἐπὶ τοῦ Ἱερεμίου, προειρήκαμεν, ἐὰν δὲ ἐπὶ τοῦ σωτῆρος, τί δεῖ καὶ λέγειν; οὗτος ἀληθῶς ἐπὶ πάντα τὰ ἔθνη προεφήτευσεν · ἔστι γὰρ ὥσπερ ἄλλα μυρία οὕτως καὶ προφήτης · ὥς ἐστιν ἀρχιερεύς, ὥς ἐστι σωτήρ, ὥς ἐστιν ἰατρός, οὕτως καὶ προφήτης. Μωσῆς γοῦν προφητεύων περὶ αὐτοῦ οὐχὶ προφήτην μόνον, ἀλλὰ καὶ ἐξαιρέτως εἶπεν εἰπών · προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἀναστήσει ὑμῖν κύριος θεὸς ὡς ἐμέ, αὐτοῦ ἀκούσετε. καὶ ἔσται, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ. οὗτος οὖν ἐστιν καὶ προφήτης εἰς ἔθνη τεθειμένος καὶ ἔλαβε χάριν ἀπὸ θεοῦ ἐκχυθεῖσαν ἐν τοῖς χείλεσιν αὐτοῦ, ἵνα μὴ μόνον, ὅτε παρῆν τῷ σώματι, ἀλλὰ καὶ νῦν, ὅτε πάρεστι δυνάμει καὶ τῷ πνεύματι, προφητεύῃ ἐπὶ πάντα τὰ ἔθνη, ὥστε ἀπὸ πάντων τῶν ἐθνῶν ἀνύειν αὐτοῦ τὴν προφητείαν καὶ ἕλκειν ἀνθρώπους ἐπὶ σωτηρίαν.
1.13καὶ εἶπα · ὢν δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. καὶ εἶπε κύριος πρός με · μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ. πολλάκις εἴπομεν, ὅτι ἔστι κατὰ τὸν ἔσω ἄνθρωπον εἶναι παιδίον, κἂν ἐν γεροντικῇ τις ἡλικίᾳ σώματος · ἔστι δέ ποτε κατὰ τὸν ἔξω ἄνθρωπον εἶναι παιδίον, κατὰ δὲ τὸν ἔσω ἄνδρα. τοιοῦτος ἦν Ἱερεμίας, ἤδη ἔχων τὴν χάριν ἀπὸ θεοῦ ἔτι ὢν ἐν τῇ τοῦ παιδίου ἡλικίᾳ κατὰ τὸ σῶμα · διό φησιν αὐτῷ κύριος · μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, σημεῖον δὲ τοῦ μὴ εἶναι αὐτὸν νεώτερον, ἀλλ’ἄνδρα τέλειον, τὸ πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις · μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν. οἶδεν τοῦ θεοῦ λόγος ὅτι οἱ πρεσβεύοντες τὸν λόγον κινδυνεύουσιν ἐν τοῖς ἀκούουσιν · ἐλεγχόμενοι γὰρ μισοῦσιν αὐτούς, ἐπιπλησσόμενοι διώκουσι. πᾶν ὁτιοῦν πάσχουσιν οἱ προφῆται · οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι καὶ τῇ οἰκίᾳ αὐτοῦ, οὗ καὶ πρώην ἐμνημονεύομεν. οἶδεν οὖν θεὸς πέμπων τὸν προφήτην, ὅσους κινδύνους ἀναδέξεται, καὶ λέγει αὐτῷ · μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύριος. πέπονθεν Ἱερεμίας, ἀναγέγραπται · εἰς λάκκον βορβόρου βέβληται, ἔμεινεν ἐκεῖ ἕνα ἄρτον ἐσθίων τῆς ἡμέρας καὶ ὕδωρ μόνον πίνων, καὶ ἄλλα δὲ μυρία πέπονθεν προφητεία αὐτοῦ δεδήλωκεν. τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; εἴρηται πρὸς τοὺς Ἰουδαίους, καὶ ἀναγκαῖόν ἐστι τοὺς θέλοντας ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ πάντως ὑπὸ δυνάμεων ἀντικειμένων δι’ὧν εὑρίσκουσι σκευῶν διώκεσθαι. διὰ τοῦτο μὴ ξενιζόμενοι οἱ διωκόμενοι πάντα πραττέτωσαν, μόνον εὐχόμενοι, ἵνα ἀδίκως διώκωνται καὶ μὴ δικαίως, μὴ δι’ἀδικίαν, μὴ δι’ἁμαρτίαν, μὴ διὰ πλεονεξίαν · ἐὰν δὲ διώκηται ποτέ τις διὰ δικαιοσύνην, καὶ ἀκουέτω τοῦ μακάριοί ἐστε ὅταν ὀνειδίζωσιν ὑμᾶς καὶ διώκωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ · χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς · οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
1.14ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύριος. καὶ ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε κύριος πρός με. τήρει διαφορὰς Ἱερεμίου καὶ Ἡσαΐου · Ἡσαΐας φησίν · ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου, καὶ ἐπεὶ ἐξωμολογήσατο οὐκ ἔχων ἔργα ἀκάθαρτα, ἀλλὰ μόνον ῥημάτια μέχρι γὰρ τούτου ἁμαρτωλὸς ἦν, οὐκ ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ, τὸ δὲ ἓν τῶν Σεραφὶμ ἥψατο τῇ χειρὶ αὐτοῦ τῶν χειλέων αὐτοῦ, καὶ εἶπεν · ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου · ἐπεὶ δὲ οὗτος ἡγιάσθη ἐκ μήτρας, οὐ λαβὶς αὐτῷ πέμπεται οὐ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἄνθραξ, οὐκ εἶχεν οὐδὲν ἄξιον τοῦ πυρός, ἀλλ’αὐτὴ χεὶρ τοῦ κυρίου ἥψατο αὐτοῦ. διὸ λέγει · ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με · ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου · ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν. τίς οὕτως μακάριός ἐστιν ὡς τὰς βασιλείας πολλὰς οὔσας, ἃς δείκνυσιν διάβολος, βασιλείας οὔσας δυνάμεων ἀντικειμένων, βασιλείας κατὰ τὰς ἁμαρτίας, ἐκριζοῦν τοῖς διδομένοις ὑπὸ τοῦ θεοῦ λόγοις; γέγραπται γάρ · ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου · ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν. ὥσπερ δὲ βασιλεῖαί εἰσιν, οὕτως καὶ ἔθνη · οἷον βασιλεία ἐστὶ τῆς πορνείας, ἔθνη τῆς πορνείας ἑκάστη πορνεία · μία βασιλεία ἐστὶν αὐτὸ τὸ γενικὸν ἁμάρτημα τῆς πλεονεξίας καὶ τῆς ἀποστερήσεως, καὶ εἰσὶ πολλαὶ βασιλεῖαι ἐν τοῖς πολλὰ εἴδη ἔχουσιν ἁμαρτημάτων, εἶτα καθ’ἕκαστον τῶν ἁμαρτωλῶν νόει μοι τὰ ἔθνη τὰ ὑπὸ τὴν βασιλείαν, ὡς εἰπεῖν, ὅτι δεῖνα ἔχει ἔθνη πολλὰ τῆς βασιλείας τῆς κατὰ τὴν πορνείαν, δεῖνα ἔχει ἔθνη πολλὰ τῆς βασιλείας τῆς κατὰ τὴν ἀποστέρησιν, τῆς κατὰ τὴν καταλαλιάν, τῆς κατὰ τὴν ὀργήν. ἔργον ἐστὶ τῶν λόγων τοῦ θεοῦ ἐπὶ ἔθνη καὶ βασιλείας ἐξαποσταλέντων ἐκριζοῦν καὶ κατασκάπτειν, ἐκριζοῦν τίνα; ἐδίδαξεν σωτὴρ λέγων · πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν πατήρ μου οὐράνιος ἐκριζωθήσεται. ἔστι τινὰ ἔνδον ἐν ταῖς ψυχαῖς, οὐκ ἐφύτευσεν πατὴρ οὐράνιος · πάντες γὰρ οἱ διαλογισμοὶ οἱ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι, φυτεῖαί εἰσι πεφυτευμέναι οὐχ ὑπὸ τοῦ οὐρανίου πατρός · εἰ θέλεις δὲ ἰδεῖν, τίνος εἰσὶ φυτεῖαι οἱ τοιοῦτοι διαλογισμοί, ἄκουε ὅτι ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν, ἐπισπείρας τὰ ζιζάνια ἀνὰ μέσον τοῦ σίτου. ἐφέστηκεν οὖν θεὸς ἔχων τὰ σπέρματα, καὶ διάβολος · ἐὰν διδῶμεν τόπον τῷ διαβόλῳ, ἐχθρὸς ἐπισπείρει φυτείαν, ἣν οὐκ ἐφύτευσεν πατὴρ οὐράνιος, πάντως ἐκριζωθησομένην · ἐὰν μὴ διδῶμεν τόπον τῷ διαβόλῳ, ἀλλὰ διδῶμεν τόπον τῷ θεῷ, χαίρων θεὸς σπείρει τὰ σπέρματα αὐτοῦ ἐπὶ τὸ ἡγεμονικὸν ἡμῶν. μὴ νόμιζε τοίνυν τὸν Ἱερεμίαν σκυθρωπόν τι εἰληφέναι δῶρον ἀπὸ τοῦ θεοῦ, ὅτι καθίσταται ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, ἐκριζοῦν · ἀγαθὸς θεός ἐστι διὰ τῶν λόγων ἐκριζῶν τὰ φαῦλα, τὰς ἐχθρὰς βασιλείας τῶν οὐρανῶν τῇ βασιλείᾳ, τὰ πολεμικὰ ἔθνη τῷ ἔθνει τῷ τοῦ θεοῦ.
1.15ἐκριζοῦν καὶ κατασκάπτειν. ἔστι τις οἰκοδομὴ τοῦ διαβόλου, ἔστι τις οἰκοδομὴ τοῦ θεοῦ · ἐπὶ τὴν ἄμμον οἰκοδομὴ τοῦ διαβόλου ἐστίν, ἐπ’οὐδενὶ γὰρ ἐστήρικται ἑδραίῳ καὶ βεβαίῳ καὶ ἡνωμένῳ · δὲ οἰκοδομὴ ἐπὶ τὴν πέτραν τοῦ θεοῦ ἐστιν. ὅρα τί λέγεται τοῖς τοῦ θεοῦ · θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε. οἱ λόγοι τοίνυν τοῦ θεοῦ ἐπὶ ἔθνη καὶ βασιλείας εἰσίν, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν. ἐὰν ἐκριζωθῇ μέν, μὴ ἀπόληται δὲ τὸ ἐκριζωθέν, ἔστι τὸ ἐκριζωθέν · ἐὰν κατασκαφῇ μέν, οἱ λίθοι δὲ τῆς κατασκαφῆς μὴ ἀπόλωνται, ἔστι τὸ κατασκαφέν · ἔργον οὖν ἐστι τῆς ἀγαθότητος τοῦ θεοῦ μετὰ τὸ ἐκριζῶσαι ἀπολέσαι τὸ ἐξερριζωμένον, μετὰ τὸ καθελεῖν ἀπολέσαι τὸ καθῃρημένον. ἀνάγνωθι ἐπιμελῶς ἐπὶ μὲν τῶν ἀπολλυμένων καὶ ἐκριζουμένων, πῶς ἀπόλλυνται τὰ τοιαῦτα · τὸ δὲ ἄχυρον κατακαύσατε πυρὶ ἀσβέστῳ καὶ δήσατε δέσμας δέσμας τὰ ζιζάνια καὶ παράδοτε αὐτὰ πυρί · οὕτως μετὰ τὸ ἐκριζοῦσθαι ἀπόλλυται · εἰ θέλεις ἰδεῖν καὶ μετὰ καθαίρεσιν τὰ ἀπολλύμενα τῆς οἰκοδομῆς τῆς ὕλης τῆς φαύλης · χοῦς γίνεται οἰκία ἐκείνη διὰ τὴν λέπραν καθῃρημένη καὶ ἐκβάλλεται χοῦς γενομένη ἔξω τῆς πόλεως, ἵνα μη δὲ λίθος μένων, ὁμοίως τῷ ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς. δεῖ γὰρ μηδαμῶς συνεστάναι τὰ χείρονα · κατεσκάφη δέ, μὴ οἱ λίθοι ἔστωσαν χρήσιμοι πρὸς τὴν ἄλλην οἰκοδομήν, ἣν δύναται οἰκοδομεῖν πονηρός · ἐξερριζώθη, μὴ πάλιν ἐκ τῶν ἐξερριζωμένων εὕρῃ σπέρματα, ἵνα ἐπισπείρῃ πάλιν τὰ ζιζάνια · πάντως γὰρ ἔχων τὰ σπέρματα τῶν ζιζανίων, ἐπέσπειρεν αὐτά · διὰ τοῦτο δήσατε τὰ ζιζάνια καὶ κατακαύσατε αὐτὰ πυρί, ἵνα μετὰ τὸ ἐκριζωθῆναι ἀπόληται, καὶ μετὰ τὸ κατασκαφῆναι τοῦ διαβόλου οἰκοδομὴ ἀπόληται.
1.16ἀλλ’οὐκ ἐν τούτοις ἵστανται οἱ λόγοι τοῦ θεοῦ, ἐπὶ τῷ ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν. ἔστω γὰρ ἐκρεριζωμένα ἀπ’ἐμοῦ τὰ φαῦλα, κατασκαφέντα τὰ χείρονα, τί μοι ὄφελος, ἐὰν μὴ ἀντὶ τῶν ἐκριζωθέντων καταφυτευθῇ τὰ κρείττονα; τί μοι ὄφελος, ἐὰν μὴ ἀντὶ τούτων ἀνοικοδομηθῇ τὰ διαφέροντα; διὰ τοῦτο οἱ τοῦ θεοῦ λόγοι ποιοῦσι πρῶτον ἀναγκαίως τὸ ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν, μεθ’ τὸ οἰκοδομεῖν καὶ καταφυτεύειν, καὶ ἀεὶ ἐν τῇ γραφῇ τετηρήκαμεν τὰ σκυθρωποφανῆ, ἵν’οὕτως ὀνομάσω, πρῶτα ὀνομαζόμενα, εἶτα τὰ δοκοῦντα εἶναι ἱλαρὰ δεύτερα λεγόμενα · ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω · οὐκ εἶπεν · ἐγὼ ζῆν ποιήσω, καὶ μετὰ τοῦτο · ἀποκτενῶ · ἀμήχανον γάρ, πεποίηκε ζῆν θεός, ἀναιρεθῆναι ὑπ’αὐτοῦ ὑπ’ἄλλου τινός · ἀλλ’ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω. τίνα ἀποκτενῶ; Παῦλον τὸν προδότην, Παῦλον τὸν διώκτην · καὶ ζῆν ποιήσω, ἵνα γένηται Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ. ταῦτα εἰ νενοήκεισαν οἱ ταλαίπωροι οἱ ἀπὸ τῶν αἱρέσεων, οὐκ ἂν αὐτὰ συνεχῶς προέφερον ἡμῖν λέγοντες · ὁρᾷς τὸν θεὸν τὸν τοῦ νόμου πῶς ἐστιν ἄγριος καὶ ἀπάνθρωπος καὶ λέγει · ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω; οὐ βλέπεις ἐν ταῖς γραφαῖς ἐπαγγελίαν ἀναστάσεως νεκρῶν; οὐχ ὁρᾷς τὴν ἀνάστασιν τῶν νεκρῶν ἤδη προοιμιαζομένην καθ’ἕκαστον; συνετάφημεν τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος καὶ συνανέστημεν αὐτῷ. οὐκοῦν ἀπὸ σκυθρωποτέρων μὲν φωνῶν, ἀναγκαίων δὲ ἄρχεται οἷον ἀποκτενῶ, εἶτα ἀποκτείνας καὶ ζῆν ποιήσω · πατάξω, κἀγὼ ἰάσομαι ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται πρῶτον πατάσσει καὶ μετὰ τοῦτο ἰᾶται, αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν · οὕτω δὲ καὶ ἐνθάδε · καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. πλὴν πρῶτόν ἐστιν ἐκεῖνα τὰ φαῦλα ἀφαιρεθῆναι ἀφ’ἡμῶν · οὐ δύναται εἰς τὸν τόπον τῆς οἰκοδομῆς τῆς φαύλης οἰκοδομεῖν θεός · τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς κοινωνία φωτὶ πρὸς σκότος; δεῖ τὴν κακίαν ἐκ βάθρων ἐκριζωθῆναι, δεῖ τὴν οἰκοδομὴν τῆς κακίας καταναλωθῆναι ἀπὸ τῆς ψυχῆς ἡμῶν, ἵνα μετὰ ταῦτα οἱ λόγοι οἰκοδομῶσι καὶ φυτεύωσιν · οὐ δύναμαι γὰρ ἄλλως νοῆσαι τὰ γεγραμμένα · ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου, τὶ ποιοῦσιν οἱ λόγοι; ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν · λόγοι ἐκριζοῦσιν ἔθνη, λόγοι κατασκάπτουσι βασιλείας, ἀλλ’οὐ τὰς βασιλείας ταύτας τὰς σωματικὰς καὶ κοσμικάς · ἀξίως λόγων κατασκαπτόντων, ἀξίως λόγων ἐκριζούντων νόει τὰ ἐκριζούμενα ὑπὸ λόγων, τὰ κατασκαπτόμενα ὑπὸ λόγων. ἆρα ἄρτι ἐν τοῖς λεγομένοις οὐκ ἔστι δύναμις, ἐὰν θεὸς διδῷ κατὰ τὸ κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, δύναμις ἐκριζοῦσα, εἴ τις ἀπιστία, εἴ τις ὑπόκρισις, εἴ τις πονηρία, εἴ τις ἀκολασία; οὐκ ἔστι κατασκάπτουσα, εἴ που εἰδωλεῖον ᾠκοδόμηται εἰς τὴν καρδίαν; ἵνα ἐκείνου κατασκαφέντος οἰκοδομηθῇ ναὸς τοῦ θεοῦ, καὶ δόξα τοῦ θεοῦ εὑρεθῇ ἐν τῷ ἀνοικοδομηθέντι ναῷ, καὶ γένηται οὐκ ἄλσος, ἀλλὰ φυτεία παράδεισος τοῦ θεοῦ, ὅπου ναὸς τοῦ θεοῦ, ἐν Χριστῷ Ἰησοῦ · ἐστιν δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.