Homilies on Jeremiah, Homily 6

Origen

  1. Homily 1
  2. Homily 2
  3. Homily 3
  4. Homily 4
  5. Homily 5
  6. Homily 6
  7. Homily 7
  8. Homily 8
  9. Homily 9
  10. Homily 10
  11. Homily 11
  12. Homily 12
  13. Homily 13
  14. Homily 14
  15. Homily 15
  16. Homily 16
  17. Homily 17
  18. Homily 18
  19. Homily 19
  20. Homily 20
6.1κύριε φησὶν οἱ ὀφθαλμοί σου εἰς πίστιν. ὡς ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, ἀπὸ γὰρ ἀδίκων ἀποστρέφει αὐτούς, οὕτως οἱ ὀφθαλμοὶ κυρίου εἰς πίστιν, ἀπὸ γὰρ ἀπιστίας ἀποστρέφει αὐτούς · διὸ καλῶς λέλεκται ὑπὸ τοῦ νοοῦντος, τί λέγει ἐν τῇ εὐχῇ, τὸ κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. τὸ μὲν οὖν ἐνταῦθα γεγραμμένον ἐστίν · κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν · ἐπεὶ δὲ λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ’αὐτὸν προσθήσει, ὅρα πόσα ἔστιν ποιῆσαι ἀπὸ τοῦ κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. φησὶν Παῦλος · νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη · μείζων δὲ τούτων ἀγάπη · ὡς ὀφθαλμοὶ κυρίου εἰς πίστιν, ὀφθαλμοὶ κυρίου εἰς ἐλπίδα, ὀφθαλμοὶ κυρίου εἰς ἀγάπην · ἐπεὶ δέ ἐστιν πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ, ὡς ὀφθαλμοὶ κυρίου εἰς ἀγάπην, οὕτως ὀφθαλμοὶ κυρίου εἰς δύναμιν, οὕτως ὀφθαλμοὶ κυρίου εἰς σωφρονισμόν, ὀφθαλμοὶ κυρίου ἐπὶ δικαιοσύνην, οὕτως ἐπὶ πάσας ἀρετὰς ὀφθαλμοὶ κυρίου. εἰ οὖν βούλει καὶ σὺ τὰς ἀκτῖνας τῶν νοητῶν ὀφθαλμῶν τοῦ θεοῦ φθάνειν ἐπὶ σέ, ἀνάλαβε τὰς ἀρετάς, καὶ ἔσται ὡς τὸ κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν, οὕτως κύριε, οἱ ὀφθαλμοί σου εἰς ἕκαστον ὧν ἐὰν κτήσῃ ἀγαθῶν · καὶ ἐὰν τηλικοῦτος ᾖς, ὡς τοὺς ὀφθαλμοὺς κυρίου ἐλλάμπειν σοι, ἐρεῖς · ἐσημειώθη ἐφ’ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.
6.2εἶτα περὶ τῶν ἁμαρτωλῶν ἴδωμεν τὸ λεγόμενον · ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνησαν. αὗται αἱ αἰσθηταὶ μάστιγες ζῶσιν προσφερόμεναι σώμασιν, εἴτε βούλονται εἴτε μὴ βούλονται οἱ μαστιγούμενοι, πόνον ἐμποιοῦσιν αὐτοῖς · αἱ δὲ τοῦ θεοῦ μάστιγες τοιαῦταί εἰσιν ὡς τινὰς μὲν τῶν μαστιγουμένων πονεῖν, τινὰς δὲ τῶν μαστιγουμένων μὴ πονεῖν. ἴδωμεν εἰ δυνάμεθα διηγήσασθαι, τί ἐστιν τὸ πονεῖν ἀπὸ μαστίγων θεοῦ καὶ τί τὸ μὴ πονεῖν, καὶ ὅτι κακοδαίμονες οἱ μὴ πονοῦντες ἀπὸ μαστίγων θεοῦ, μακάριοι δὲ οἱ πονοῦντες ἀπὸ μαστίγων θεοῦ. φησὶν γὰρ Σοφία · τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας, καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανούργων, ἵνα ἐπὶ τοῖς ἀγνοήμασίν μου μὴ φείσωνται, καὶ αἱ ἁμαρτίαι μου μὴ ἀπολέσωσίν με; πρόσχες τῷ τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας; οὐκοῦν εἰσι μάστιγες τὸ διανόημα μαστιγοῦσαι. αἱ μάστιγες τοῦ θεοῦ τὸ διανόημα μαστιγοῦσιν · λόγος γὰρ καθαπτόμενος τῆς ψυχῆς καὶ εἰς συναίσθησιν αὐτὴν ἄγων τῶν ἡμαρτημένων μαστιγοῖ · μαστιγοῖ δὲ τὸν μὲν μακάριον πονοῦντα ἐπὶ ταῖς μάστιξι, καθικνεῖται γὰρ αὐτοῦ τὰ λεγόμενα, καὶ οὐκ ἐξευτελίζει τὸν ἐλέγχοντα ἀπ’αὐτοῦ, ἐπὰν δέ τις εὑρεθῇ, ἵν’οὕτως εἴπω, ἀναίσθητος, λεχθήσεται περὶ αὐτοῦ · ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνησαν. τοῦ αὐτοῦ λόγου λεγομένου ἐλεγκτικῶς, φέρε εἰπεῖν, ἐπὶ τῷ καθικέσθαι διανοίας τοῦ τὴν συνείδησιν μεμολυσμένου ἐπί τινι ἁμαρτίᾳ τὸ λεγόμενον, ἐὰν μέν τις τῶν ἀκουόντων ἀλγήσῃ, ὥστε λεχθῆναι περὶ αὐτοῦ · ἑώρακας ὡς κατενύγη δεῖνα, δέ τις τῶν ἀκουόντων μὴ ἀλγήσῃ, ἀλλὰ ἀναισθητῇ τῶν ἐλεγχόντων, δῆλον ὅτι λεχθήσεται περὶ τοῦ μη δ’αἰσθανομένου · ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνησαν. μία μὲν διήγησις αὕτη περὶ τοῦ οὐκ ἐπόνησαν ἐπόνησαν · ἴδωμεν δὲ εἰ ἔχομεν καὶ ἑτέραν. γίνονταί τινες ἐν τοῖς σώμασιν μελῶν τινων νεκρότητες καὶ ξηρότητες, καὶ πολλάκις τοιαῦτα πάσχει τὰ νενεκρωμένα μέλη παρὰ τὰ ζῶντα, ὥστε προσαγομένων μὲν τῶν πόνον ποιῆσαι δυναμένων τῷ ζῶντι μέλει ἀλγεῖν ἐκεῖνον προσάγεται τὸ ποιοῦν πονεῖν, προσαγομένων δὲ τῶν ποιούντων πονεῖν τῷ μέλει τῷ ἀναισθήτῳ οὐκ αἰσθάνεται ἐκεῖνος, ὅταν νεκρότης περὶ αὐτό. ταῦτα εἴπερ εἶδες ἐπὶ τοῦ σώματος, μετάθες ἐπὶ τὴν ψυχὴν καὶ ὅρα ὅτι ἔστιν τις καὶ ψυχὴ νεκρουμένη τὰ μέλη, ὥστε μὴ αἰσθάνεσθαι ἀπὸ τῶν μαστίγων, κἂν ἐπίπονα προσφέρηταί τινα. δεινὰ προσφέρεται, ἀλλ’οὐκ αἰσθανθήσεται δεῖνα ψυχή, ἄλλη δὲ αἰσθανθήσεται · καὶ τάχα ὡσπερεὶ λυπεῖται μᾶλλον ἐπὶ τῷ μὴ αἰσθάνεσθαι ἤπερ ἐπὶ τῷ αἰσθάνεσθαι μὴ αἰσθανόμενος ἀπὸ πόνων αὐτῷ προσφερομένων, εὐχόμενος μᾶλλον πονεῖν εἰ προσάγοιτο τὰ ἐπίπονα, ἐπεὶ σημεῖόν ἐστι τοῦτο τοῦ ζῆν αὐτόν, ἀηδιζόμενος δὲ ἐπὶ τῷ μὴ αἰσθάνεσθαι ἐπὶ τοῖς ἐπιπόνοις. ὥσπερ δὴ τοῦτο γίνεται ἐπὶ τῶν σωμάτων, οὕτω νομίζω ἐν τῷ θελήσωσιν εἰ ἐγένοντο πυρίκαυστοι τοιοῦτόν τι δηλοῦσθαι · οἷον τοῦ πυρὸς προσφερομένου τινὶ καὶ μὴ αἰσθανομένου τοῦ καιομένου, θελήσωσιν ἐκεῖνοι, καταλαβόντες σύγκρισιν μὴ αἰσθανομένων ἐπὶ ταῖς ἀλγηδόσιν καὶ αἰσθανομένων, μᾶλλον αἰσθάνεσθαι ἐπὶ τῷ πυρὶ μὴ αἰσθάνεσθαι · καὶ εὔξαιτο ἄν τις προσαγομένου κἀκείνου τοῦ κεκριμένου πυρὸς ἐπὶ τοὺς ἁμαρτωλοὺς αἰσθάνεσθαι μᾶλλον μὴ αἰσθάνεσθαι. ταῦτα διὰ τὸ ἐμαστίγωσας αὐτούς, καὶ οὐκ ἐπόνησαν. συνετέλεσας αὐτούς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν. ὅτε τὰ καθαρτικὰ ποιεῖ προνοῶν τῶν ὅλων θεὸς ἐπὶ ψυχῆς σωτηρίᾳ, τὸ ἐπ’αὐτῷ συνετέλεσεν · νοήσεις δὲ τὸ συνετέλεσας αὐτοὺς καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν ἀπὸ παραδείγματος τοῦ κατὰ τὸν παραδιδόντα τὴν ἐπιστήμην καὶ τὸν μὴ βουλόμενον παραλαβεῖν τὴν ἐπιστήμην ἀπὸ τοῦ παραδιδόντος. πάντα γὰρ τὰ παρ’αὐτῷ ποιείτω διδάσκαλος καὶ συντελείτω πάντα εἰς παράδοσιν ἐπιστήμης, ἐκεῖνος δὲ μὴ παραδεχέσθω τὰ λεγόμενα · εἴποιμ’ἂν περὶ τοῦ τοιούτου τῷ διδασκάλῳ · συνετέλεσας τόνδε καὶ οὐκ ἠθέλησεν δέξασθαι παιδείαν. ἐπὰν οὖν τὰ ἀπὸ τῆς προνοίας γίγνηται πάντα εἰς ἡμᾶς, ἵνα συντελεσθῶμεν καὶ τελειωθῶμεν, ἡμεῖς δὲ μὴ παραδεχώμεθα τὰ τῆς προνοίας τῆς ἐπὶ τελειότητα ἡμᾶς ἑλκούσης, λεχθείη ἂν ὑπὸ τοῦ νοοῦντος τῷ θεῷ · κύριε, συνετέλεσας αὐτοὺς καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν.
6.3ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν. νοήσεις καὶ τοῦτο ἀπὸ τῶν σωματικωτέρων. τῶν ἁμαρτανόντων οἱ μὲν ἀκούοντες λόγους ἐλεγκτικοὺς ἐπὶ τῇ ἁμαρτίᾳ ἐρυθριῶσιν καὶ καταδύονται καὶ ὑποπίπτουσιν ἁπτομένου τοῦ λόγου τοῦ ἐλεγκτικοῦ αὐτῶν · οἱ δὲ τοιοῦτοί εἰσιν, ὥστε αὐτοὺς ἀνερυθριάστους εἶναι, μὴ αἰδουμένους ἐφ’οἷς ἐλέγχονται, ἐφ’οἷς ἡμαρτήκασιν. εἴποις ἂν οὖν περὶ τούτων οἳ οὐκ αἰδοῦνται · ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν. εἰ νενόηκας ἐπὶ τῶν σωματικῶν αὐτό, μετάβα μοι τῷ λόγῳ ἐπὶ τὴν ψυχὴν νοήσας πρόσωπον, περὶ οὗ λέγεται · τότε δὲ πρόσωπον πρὸς πρόσωπον, καὶ ὅρα ψυχὴν στερεάν, ὁποία ἦν καρδία Φαραὼ ἐσκληρυμμένη, ὥστε αὐτὴν ἐπὶ τοῖς ἀπαγγελλομένοις ἑστάναι ἀντίτυπον καὶ ὥσπερ ἀποβάλλουσαν τὰ λεγόμενα μὴ μορφουμένην κατὰ τὰ ἀπαγγελλόμενα · ἐκεῖ γὰρ εὑρήσεις ὅτι ἁρμόζει τὸ ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν. καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι, κἀγὼ εἶπα · ἴσως πτωχοί εἰσιν, ὅτι οὐκ ἠθέλησαν γνῶναι ὁδὸν κυρίου καὶ κρίσιν θεοῦ · πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς. ταῦτα νοήσας περὶ τῶν μὴ θελόντων παιδευθῆναι, μὴ νοούντων ἐπὶ ταῖς μάστιξιν τοῦ θεοῦ, φησὶν νενοηκὼς τὸ τούτων αἴτιον · πτωχή ἐστιν αὐτῶν ψυχή. κἀγὼ εἶπα · ἴσως πτωχοί εἰσιν, διότι οὐκ ἠδυνήθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν θεοῦ · πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς. οἱ ἁδροὶ ταῖς ψυχαῖς ἐν ἐπαίνῳ λέγονται. καὶ παρ’Ἕλλησι γὰρ τὸ ἁδρὸν συνεχῶς ὀνομάζεται καὶ τὸ μεγαλεῖον τῆς λογικῆς ψυχῆς · ὅταν γάρ τις μεγάλοις ἐπιβάλλῃ πράγμασιν καὶ προθέσεις ἔχῃ ἀξιολόγους καὶ σκοπῇ ἀεὶ τὰ δέοντα, πῶς βιώσῃ κατὰ τὸν ὀρθὸν λόγον, μηδὲν ταπεινὸν καὶ μικρὸν θέλων μη δὲ ὁρᾶν, τοιοῦτος τὸ ἁδρὸν καὶ τὸ μεγαλεῖον ἔχει ἐν τῇ ψυχῇ. οὗτοι οὖν, ἐπεὶ ἦσαν πτωχοί, οἱ πρότεροι οὓς ἔψεξεν λόγος, οὐκ ἤκουσαν, φησὶν προφήτης, διὰ τοῦτο οὐκ ἤκουσαν, ἐπεὶ πτωχοί εἰσιν, πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς, καὶ εἰ ἔστιν μακάριον εἶναι ἐπὶ τῷ λέγειν εἰς ὦτα ἀκουόντων, μακάριόν ἐστιν ἐάνπερ τύχῃ τις ἁδροῦ καὶ μεγάλου ἀκροατοῦ. διὰ τοῦτο τούτων οὕτως λεγομένων, εἰδότες ὅτι οὐ ζημία τοῖς λέγουσιν ὅσον τοῖς ἀκούουσίν ἐστιν τὸ μὴ παραδέχεσθαι τὰ ἀπαγγελλόμενα, καὶ κατηγορεῖ πτωχείας τοῦ νοῦ αὐτῶν καὶ τῆς διανοίας, παρακαλέσωμεν ἀπὸ τοῦ θεοῦ λαβεῖν αὔξοντος τοῦ λόγου ἐν ἡμῖν ἁδρότητα καὶ μεγαλειότητα ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἀκοῦσαι τῶν ἱερῶν καὶ ἁγίων λόγων δυνηθῶμεν, δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.