Homilies on Jeremiah, Homily 5

Origen

  1. Homily 1
  2. Homily 2
  3. Homily 3
  4. Homily 4
  5. Homily 5
  6. Homily 6
  7. Homily 7
  8. Homily 8
  9. Homily 9
  10. Homily 10
  11. Homily 11
  12. Homily 12
  13. Homily 13
  14. Homily 14
  15. Homily 15
  16. Homily 16
  17. Homily 17
  18. Homily 18
  19. Homily 19
  20. Homily 20
5.1σαφῶς μὲν ἐν ταῖς τῶν ἀποστόλων γέγραπται Πράξεσιν, ὅτι οἱ ἀπόστολοι εἰσῄεσαν πρῶτον εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν καταγγέλλοντες αὐτοῖς, ὡς συγγενέσι διὰ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν γεγραμμένων τὰ περὶ τῆς παρουσίας Ἰησοῦ Χριστοῦ. ὅτε δὲ ἐκείνων τὰ λεγόμενα μὴ δεχομένων ἔδει ἑτέρους εἶναι τοὺς ἀκροατὰς τῶν λεγομένων, τότε ἀπολογησάμενοι ἐκείνοις κατελίμπανον αὐτούς · γέγραπται γὰρ ὅτι ὑμῖν ἔδει καταγγελθῆναι τὸν λόγον τοῦ θεοῦ · ἐπεὶ δὲ οὐκ ἀξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη · τοῦτο δὲ σαφῶς εἰρημένον ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων δυνάμει πολλαχοῦ καὶ τῶν προφητῶν λέλεκται · καὶ γὰρ προηγουμένως μὲν λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν προφητῶν τοῖς ἀπὸ τοῦ λαοῦ ἐκείνου, εἰ δέ ποτε μετὰ τὸ πολλὰ εἰρηκέναι οὐκ ἠκούσθη, προφητεύει τὸν λόγον τὸν κηρυσσόμενον τοῖς ἔθνεσι. τοῦτο δὲ καὶ ἐπὶ τῆς ἀρχῆς τοῦ σήμερον ἀναγνώσματος γεγένηται, ἐπειδήπερ πρὸ μὲν τοῦ αὐτοῦ τοῖς ἀπὸ τοῦ Ἰσραὴλ λέγεται τὸ εἰ καὶ πατέρα με καλέσεις, καὶ ἀπ’ἐμοῦ οὐκ ἀποστραφήσῃ · πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ οἶκος Ἰσραήλ, λέγει κύριος, καὶ ὅτε προηγουμένως ταῦτα εἴρηται τὰ περὶ τοῦ Ἰσραὴλ καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν καὶ ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν, ἑξῆς καὶ τὸ πνεῦμα τὸ ἅγιον μετατίθησι τὸν λόγον ἐφ’ἡμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν καί φησιν · ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν · ἡμεῖς γάρ ἐσμεν οἱ πεπληρωμένοι συντριμμάτων. ἕκαστος εἴποι ἄν, εἰ καὶ νῦν κεκαθάρισται καὶ ἴαται ἀπὸ τῶν συντριμμάτων · ἦμεν γὰρ καὶ ἡμεῖς ἀπειθεῖς, ἀνόητοι, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς πολλαῖς καὶ ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους · ὅτε δὲ χρηστότης καὶ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, διὰλου τροῦ παλιγγενεσίας ἐπέχεε τὸν ἔλεον αὐτοῦ ἐφ’ἡμᾶς. καίτοιγε κἀκεῖνο τὸ ἀποστολικὸν ἅπαξ μνησθεὶς σαφέστερον πειράσομαι παραστῆσαι. οὐ γὰρ εἴρηκεν · ἦμεν γάρ ποτε ἀνόητοι, ἀπειθεῖς · ἀλλὰ Παῦλος, ἀπόστολος, ἀπὸ τοῦ Ἰσραήλ, κατὰ τὴν ἐν νόμῳ δικαιοσύνην γενόμενος ἄμεμπτος λέγει · ἦμεν γὰρ καὶ ἡμεῖς ποτε οἱ ἀπὸ τοῦ Ἰσραὴλ ἀπειθεῖς, ἀνόητοι, ἀλλ’οὐ μόνον οἱ ἀπὸ τῶν ἐθνῶν ἀνόητοι ἦσαν οὐ δὲ μόνοι οἱ ἀπὸ τῶν ἐθνῶν ἀπειθεῖς οὐ δὲ μόνοι ἐκεῖνοι ἁμαρτωλοί, καὶ ἡμεῖς δὲ οἱ τὸν νόμον δεδιδαγμένοι τοιοῦτοι ἐτυγχάνομεν πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ. λέγεται οὖν μετὰ τὰ εἰρημένα τῷ Ἰσραὴλ πρὸς ἡμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν · ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.
5.2ἀλλ’ἐρεῖ τις · ταῦτα εἴρηται πρὸς τὸν Ἰσραήλ, σὺ δὲ αὐτὰ ἕλκεις ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. θέλομεν παραστῆσαι ὅτι οὐ μετὰ πολλά, ἀλλ’εὐθύς, ὅπου βούλεται πρὸς τὸν Ἰσραὴλ λέγειν τὰ περὶ ἐπιστροφῆς, προστίθησι τὸ τοῦ Ἰσραὴλ ὄνομα. ἑξῆς γοῦν λέγεται · ἐὰν ἐπιστραφῇ Ἰσραήλ, λέγει κύριος, πρός με, καὶ ἐπιστραφήσεται, καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ · ζῇ κύριος, μετὰ ἀληθείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη · τὰ πρῶτα τοίνυν εἴρηται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν, εἶτ’ἐπὶ τοῦ Ἰσραὴλ λέγεται ἐπεὶ ἐὰν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, κατὰ τὰ εἰρημένα παρὰ τῷ ἀποστόλῳ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. πρόσχες τίνα τρόπον μὲν θεὸς προτρέπει ἡμᾶς ἐπιστρέφοντας τελείως ἐπιστρέφειν, ἐπαγγελλόμενος ὅτι ἐὰν ἐπιστρέφοντες ἐπιστρέψωμεν πρὸς αὐτόν, ἰάσεται ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τὰ συντρίμματα · ἡμεῖς δὲ ἀποκρινόμενοι, οἱ μὴ μέλλοντες μη δὲ βραδύνοντες περὶ τῆς σωτηρίας ὡς ἐκεῖνος Ἰσραήλ, φαμέν · οἵδε ἡμεῖς ἐσόμεθά σοι. μὲν θεὸς εἶπεν · ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν, οἱ δὲ ἀπὸ τῶν ἐθνῶν · δοῦλοι ἐσόμεθα ἡμεῖς, οὐ πρότερον ὄντες, σοί, ἀλλὰ δαιμόνων ὄντες, ἀλλὰ δυνάμεων ἀντικειμένων τυγχάνοντες · ὅτε γὰρ διεμέριζεν ὕψιστος ἔθνη, ἐγενήθημεν ἡμεῖς οὐ μερίς σου οὐ δὲ μετὰ τοῦ λαοῦ Ἰακὼβ σχοίνισμα κληρονομίας σου, ἀλλὰ γεγόναμεν ἄλλων μερίδες · ὅμως δὲ ἡμεῖς οἱ γενόμενοι ἄλλων ποτὲ μερίδες, σοῦ εἰπόντος ἡμῖν ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν ἀποκρινόμεθα · οἵδε ἡμεῖς · τοῦτο γὰρ περιεμένομεν, τὴν κλῆσιν, μόνον. οὐχ ὡς ἐκεῖνοι ἐκλήθησαν καὶ παρῃτήσαντο, οὕτω καὶ ἡμεῖς καλούμενοι παραιτούμεθα. ἔχομεν γὰρ ἐν ταῖς τοῦ εὐαγγελίου παραβολαῖς, ὅτι τινῶν κεκλημένων προηγουμένως μέν τις ἔλεγε · γυναῖκα ἔγημα, ἔχε με παρῃτημένον, δέ τις · ζεύγη βοῶν ἠγόρασα πέντε, πορεύομαι δοκιμάσαι αὐτά, ἔχε με παρῃτημένον. οὐχ οὕτως οὖν ἡμεῖς, οἱ ἀπὸ τῶν ἐθνῶν, ἐκλήθημεν καὶ παραιτούμεθα · διὰ τί; περὶ ποῖον ἀγρὸν ἵνα καταγενώμεθα; περὶ ποίαν γυναῖκα σοφήν; ἀλλὰ περὶ τί ἄλλο ἀσχοληθῶμεν; εἴρηκεν οὖν θεὸς ἡμῖν · ἐπιστράφητε, υἱοί, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν · καὶ βλέποντες ἑαυτῶν τὰ συντρίμματα καὶ περὶ τῆς ἰάσεως ἐπαγγελίαν, εὐθέως ἡμεῖς ἀποκρινόμεθα καὶ λέγομεν · ἰδοὺ ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος θεὸς ἡμῶν. ἐπακούσαντες οὖν καὶ εἰπόντες · ἐσόμεθά σοι, μνημονεύωμεν, ὅτι ὑπεσχόμεθα θεῷ, λέγοντες αὐτῷ τὸ ἐσόμεθά σοι · καὶ εἰπόντες αὐτῷ τὸ ἐσόμεθά σοι μηδενὸς ἄλλου γενώμεθα, μὴ πνεύματος ὀργῆς, μὴ πνεύματος λύπης, μὴ πνεύματος ἐπιθυμίας, μὴ τοῦ διαβόλου γενώμεθα, μὴ τῶν ἀγγέλων αὐτοῦ · ἀλλὰ κληθέντες καὶ εἰπόντες · ἰδοὺ ἡμεῖς ἐσόμεθά σοι, δείξωμεν τοῖς ἔργοις, ὅτι ἐπαγγειλάμενοι γενέσθαι αὐτοῦ, οὐδενὶ ἄλλῳ αὐτῷ ἑαυτοὺς ἀνεθήκαμεν. καὶ λέγομεν · ὅτι σὺ κύριος θεὸς ἡμῶν εἶ · οὐδένα γὰρ θεὸν ἡμεῖς ὁμολογοῦμεν, οὐ τὴν κοιλίαν ὡς οἱ γαστρίμαργοι, ὧν θεὸς κοιλία · οὐ τὸ ἀργύριον ὡς οἱ φιλάργυροι, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, οὐ δὲ ἄλλο τι ἐκθεοῦμεν καὶ θεοποιοῦμεν, ὧν οἱ πολλοὶ θεοποιοῦσιν, ἀλλὰ ἡμῖν ἐπὶ πᾶσι θεός, ἐπὶ πάντων, διὰ πάντων, ἐν πᾶσι θεός ἐστιν, καὶ ἐπεὶ ἠρτήμεθα τῆς ἀγάπης τῆς πρὸς τὸν θεόν γὰρ ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ λέγομεν · ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος θεὸς ἡμῶν.
5.3εἶτα καταγνόντες τῶν προτέρων ἡμῶν κακῶν ὅτε μεγάλα μὲν ἐνομίζομεν καὶ ὑψηλὰ τὰ εἴδωλα, προσεκυνοῦμεν καὶ θαυμαστὰ ἐνομίζομεν οἷς ἐλατρεύομεν, νυνὶ δὲ κατέγνωμεν ὅτι ἐκεῖνα πάντα ψευδῆ ἦν καὶ οὐδὲν ἐτύγχανεν λέγομεν ἐπιστρέφοντες · ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοί, καὶ ἡμεῖς καταγνόντες τῶν προτέρων ὑψηλῶν καὶ τῶν προτέρων θαυμασίων. καὶ τάχα ἐὰν φιλοτεχνῶμεν, εὑρήσομεν τὴν διαφορὰν τῶν ἐν τοῖς ἔθνεσι βουνῶν καὶ ὀρέων, ἅτινα καταλιπόντες οἱ εἰπόντες · ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος θεὸς ἡμῶν εἶ, κατηγοροῦσιν αὐτῶν ὡς ψευδῶν, καὶ τῶν βουνῶν καὶ τῶν ὀρέων. τίς οὖν διαφορὰ τῶν ἐν τοῖς ἔθνεσιν ὀρέων καὶ βουνῶν, ὧν κατεγνωκότες λέγομεν · ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ δύναμις τῶν ὀρέων; τοῦτο λέγομεν ἡμεῖς καταγνόντες τῶν προτέρων. τὰ προσκυνούμενα παρὰ τοῖς ἔθνεσι τὰ μὲν προσκυνεῖται ὡς θεοί, τὰ δὲ ὡς ἥρωες. ὁμολογοῦσι γὰρ καὶ αὐτοὶ περί τινων, ὅτι ἄνθρωποι πρότερον ἦσαν καὶ ἀπεθεώθησαν · Ἡρακλέα προσκυνοῦσιν οὐχ ὡς γεγεννημένον θεόν, ἀλλ’ὡς ἐξ ἀνθρώπου εἰς θεὸν μεταβληθέντα · Ἀσκληπιὸν προσκυνοῦσιν ὡς ἐξ ἀνθρώπων δι’ἀρετὴν εἰς θεὸν μεταβεβληκότα · ὅταν δὲ προσκυνῶσι τοὺς πατέρας τούτων ὀνομαζομένους παρ’αὐτοῖς θεούς, προσκυνοῦσιν οὐχ ὡς μεταβαλόντας ἐξ ἀνθρώπων εἰς θεούς, ἀλλ’ὡς ἐκεῖνοι οἴονται, θεοὺς ἀρχῆθεν ὄντας. ἔσονται μὲν οὖν οἱ ἀρχῆθεν μὲν θεοὶ νομιζόμενοι τοῖς ἔθνεσιν τὰ ὄρη καὶ δύναμις τῶν ὀρέων, οἱ δὲ νομιζόμενοι παρ’αὐτοῖς νῦν μὲν εἶναι θεοί, πρότερον δ’ἄνθρωποι γεγονέναι, οὗτοί εἰσιν οἱ βουνοί. ἐγνωκότες οὖν ἀμφότερα τὰ προσκυνούμενα τάγματά φασιν · ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ δύναμις τῶν ὀρέων. οὐ γὰρ ὑπολαμβάνουσιν οἱ αὐτοῖς λατρεύοντες, ὅτι ψευδῆ ἐστι ταῦτα · διόπερ οἴονται τοὺς χρησμοὺς ἀληθινοὺς εἶναι χρησμοὺς καὶ τὰς θεραπείας ἀληθινὰς εἶναι θεραπείας, οὐχ ὁρῶντες διαφορὰν πάσης δυνάμεως καὶ σημείων καὶ τεράτων ψεύδους ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις γινομένων πρὸς πᾶσαν δύναμιν σημείων καὶ τεράτων ἀληθείας. μὲν γὰρ ἐποίει Χριστὸς Ἰησοῦς, ταῦτα ἦν σημεῖα ἀληθείας, καὶ πρὸ αὐτοῦ μὲν ἐποίει Μωσῆς, δύναμις ἦν ἀληθείας, δὲ ἐποίουν οἱ Αἰγύπτιοι, σημεῖα μὲν ἦν καὶ τέρατα ψεύδους, οὕτως δὲ καὶ ἐποίει Σίμων μετὰ τὸν Ἰησοῦν μάγος, ὥστε ἀποπλανᾶν τὸ ἔθνος τῆς Σαμαρείας καὶ νομίζεσθαι αὐτὸν εἶναι δύναμιν θεοῦ, καὶ αὐτὰ ἦν σημεῖα καὶ τέρατα ψεύδους. ὅταν οὖν καταγνῶμεν ἐκείνων, λέγομεν οἱ κατεγνωκότες · ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ δύναμις τῶν ὀρέων ·
5.4εἶτα ἐπεὶ ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν ἴσμεν ὅτι τῷ παραπτώματι τοῦ Ἰσραὴλ ὁδὸν ἐλάβομεν σωτηρίας, καὶ ἐκεῖνοι ἔξω εἰσὶν ἐκβεβλημένοι, μέχρι τὸ πλήρωμα ἡμῶν εἰσέλθῃ, ἴσμεν δὲ ὅτι ἐὰν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραὴλ σωθήσεται, διὰ τοῦτό φαμεν πρῶτον μὲν τὸ ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ δύναμις τῶν ὀρέων, δεύτερον δὲ περὶ τοῦ Ἰσραὴλ σωθησομένου μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν · πλὴν διὰ κυρίου θεοῦ ἡμῶν σωτηρία τοῦ Ἰσραήλ. ἐπεὶ δὲ ἅπαξ ἐμνήσθημεν τοῦ ἀποστολικοῦ ῥητοῦ λέγοντος ὅτι τῷ παραπτώματι, παρέπεσεν Ἰσραήλ, σωτηρία γέγονε τοῖς ἔθνεσιν, καὶ ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, ἔξω μένοντος τοῦ Ἰσραήλ, μετὰ τὸ εἰσερχόμενον πλήρωμα τῶν ἐθνῶν τότε πᾶς Ἰσραὴλ σωθήσεται, φέρε τὰ κατὰ τοὺς τόπους τούτους ἀναπτύξωμεν. ἦν τις Ἰσραὴλ σῳζόμενος. ἐξέπεσεν πολὺς Ἰσραήλ ἀλλὰ λεῖμμα κατ’ἐκλογὴν χάριτος γέγονεν, περὶ οὗ λείμματος μυστικῶς ἐν Ἠλίᾳ λέλεκται · κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ, καὶ ἑρμηνεύων περὶ τοῦ λείμματος τούτου ἀπόστολός φησιν · ἄρ’οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ἐκλογὴν χάριτος γέγονεν. οὐκοῦν Ἰσραὴλ κἂν λεῖμμα σῳζόμενον, καταλειφθέντος τοῦ Ἰσραήλ. ταῦτα τὰ δύο τάγματα, εἰ δυνατὸς εἶ, μετάγαγέ μοι καὶ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν · οὐ γὰρ εἶπεν · ὅταν πάντα τὰ ἔθνη σωθῇ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, ἀλλ’ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται · οὐ τὶς Ἰσραὴλ σωθήσεται μετὰ πάντα τὰ ἔθνη, ἀλλὰ μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν. εἴ τις δύναται, τὸ λοιπόν, ὥσπερ εὗρεν τὸν Ἰσραὴλ σῳζόμενον μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν, διαβὰς τῷ λόγῳ κατανοησάτω, πότε πάντες δουλεύσουσιν κατὰ τὰ ἐν τῷ Σοφονίᾳ εἰρημένα τῷ θεῷ ὑπὸ ζυγὸν ἕνα καὶ ἐκ περάτων Αἰθιοπίας οἴσουσιν θυσίας αὐτῷ, ὅτε, ὡς ἐν ἑξηκοστῷ ἑβδόμῳ λέλεκται Ψαλμῷ · Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ, καὶ ταῖς βασιλείαις τῆς γῆς προστάσσει λόγος λέγων · ᾄσατε τῷ κυρίῳ, ψάλατε τῷ θεῷ Ἰακώβ.
5.5οὐκοῦν λέγομεν ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν περὶ μὲν ἑαυτῶν, μετανοοῦντες ἐπὶ τοῖς ψευδέσιν ἐνομίζομεν εἶναι ἀληθῆ · ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ δύναμις τῶν ὀρέων, περὶ δὲ τοῦ μεθ’ἡμᾶς σωθησομένου Ἰσραήλ · πλὴν διὰ κυρίου θεοῦ ἡμῶν σωτηρία τοῦ οἴκου Ἰσραήλ · εἶτα ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων, ἐν οἷς καὶ οἱ πατέρες ἡμῶν γεγόνασιν καὶ ἡμεῖς αὐτοὶ εἰδωλολατροῦντες, φαμέν · δὲ αἰσχύνη κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν. αἰσχύνη κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν καὶ τάδε τὰ εἰρημένα. οὐκοῦν εἰ μέλλει καταναλίσκεσθαι μοχθηρὸς μόχθος καὶ τὸ ψευδὲς ἔργον τῶν πατέρων, αἰσχύνην δεῖ γενέσθαι · πρὶν γὰρ αἰσχύνης οὐ καταναλίσκεται μόχθος τῶν πατέρων ἡμῶν καὶ τὰ ἐπιφερόμενα. διὰ τοῦτο κατανοήσωμεν ἁμαρτανόντων διαφοράς. εἰσὶν ἁμαρτάνοντες καὶ οὐκ αἰσχυνόμενοι οὐ δὲ αἰδούμενοι ἐπὶ ταῖς ἁμαρτίαις αὐτῶν οὐ δὲ ἐρυθριῶντες. τοιοῦτοί εἰσιν οἱ ἀπηλγηκότες καὶ ἑαυτοὺς παραδόντες πάσῃ ἀσελγείᾳ καὶ πάσῃ ἀκαθαρσίᾳ · βλέπεις γὰρ τοὺς ἀπὸ τῶν ἐθνῶν τίνα τρόπον ὡς ἀριστείας ἔσθ’ὅτε καταλέγουσιν τὰς πορνείας καὶ τὰς μοιχείας ἑαυτῶν, οὐ δὲ αἰδούμενοι ὁμολογεῖν τὰ τοιαῦτα πεποιηκέναι, καὶ οὐ λέγουσιν αὐτὰ ἁμαρτήματα. ὅσον οὐκ αἰσχύνονται, οὐκ ἀναλίσκονται αὐτῶν οἱ μόχθοι, οὐκ ἀναλίσκεται αὐτῶν τὰ ἁμαρτήματα. ἀρχὴ ἀγαθῶν ἐστιν τὸ αἰσχυνθῆναί τινα οὐκ ᾐσχύνετο. διὰ τοῦτο ἐγὼ οὐ κατάραν νομίζω ἐν τοῖς προφήταις λέγεσθαι ἐν τῷ αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν πάντες οἱ μισοῦντες Σιών · εὔχεται γὰρ τοὺς ἀναισθήτους τῶν τῆς αἰσχύνης ἔργων εἰς συναίσθησιν ἔρχεσθαι, ἵνα αἰσχυνθέντες δυνηθῶσιν ἀναλῶσαι τοὺς μόχθους καὶ τὰ ἁμαρτήματα αὐτῶν.
5.6τὰ δὲ ἄλογα τῶν πατέρων κινήματα πρόβατα εἶπεν καὶ μόσχους. οὐ γὰρ πάντα τὰ ἄλογα ἐπαινετά, ἀλλ’ἔστιν ἄλογά τινα ψεκτά, ὥσπερ τὰ πρόβατα τῶν πατέρων τῶν ἡμαρτηκότων, ἔστιν δέ τινα ἄλογα ἐπαινετά, οἷον · τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούουσιν. πρόβατα ἦν καὶ ταῦτα, οἷς ἀνάλογον ἔχομεν τὸν λόγον, ἔχοντες τὸν ποιμένα τὸν καλὸν ἐν ταῖς ψυχαῖς ἡμῶν. ἐπὰν γὰρ λέγῃ σωτήρ · ἐγώ εἰμι ποιμὴν καλός, οὐκ ἀκούω μόνον καθολικῶς, ὡς πάντες ἀκούουσιν, ὅτι ποιμήν ἐστιν τῶν πιστευόντων, καὶ τοῦτο μὲν γὰρ καὶ ὑγιὲς καὶ ἀληθές, ἀλλὰ καὶ ἐν τῇ ἐμῇ ψυχῇ ὀφείλω ἔχειν ἔνδον μου τὸν Χριστόν, ἔνδον μου τὸν καλὸν ποιμένα, ποιμαίνοντα τὰ ἐν ἐμοὶ ἄλογα κινήματα, ἵνα μηκέτι ἐπὶ τὴν νομὴν ὡς ἔτυχεν ἐξέρχηται, ἀλλ’ἀγόμενα ὑπὸ τοῦ ποιμένος ταῦτα τὰ ἀλλότριά ποτε τυγχάνοντα αὐτοῦ ἴδια γένηται αὐτοῦ. διὰ τοῦτο νῦν, ἐὰν ποιμὴν ἐν ἐμοί, ἄρχει μου τῶν αἰσθήσεων · οὐκέτι εἰσὶν ὑπὸ νοῦν ἀλλότριον, ὑπὸ Φαραώ, ὑπὸ Ναβουχοδονόσορ, ἀλλὰ ὑπὸ τὸν καλὸν ποιμένα.
5.7 αἰσχύνη οὖν κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν. ἔστι τι ἐν ἡμῖν γεωργοῦν ἡμᾶς, ἤτοι δὲ κακῶς γεωργοῦν, εἴ γε δεῖ λέγειν τὸ κακῶς ἐπὶ τοῦ γεωργοῦντος, καλῶς γεωργοῦν. εἰ μὲν οὖν κακῶς γεωργεῖ, μόχθος ἐστὶ τῶν πατέρων καταναλισκόμενος ὑπὸ τῆς αἰσχύνης αὐτῶν · εἰ δὲ καλῶς γεωργεῖ, οὐκ ἔστι τῶν πατέρων μόχθος. ἀλλὰ μόσχος ἐστὶν ἀφ’ὧν τὰ πρωτότοκα ἀναφέρεται ἐπὶ τοῦ θυσιαστηρίου τοῦ θεοῦ. τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν λέγουσιν οὗτοι · τίνων αὐτῶν τῶν πατέρων οἱ υἱοὶ ἀναλίσκονται ὑπὸ τῆς αἰσχύνης αὐτῶν καὶ αἱ θυγατέρες; πολλάκις εἴπομεν τὰ τῆς ψυχῆς γεννήματα, ὅτι τὰ νοήματα μέν εἰσιν υἱοί, τὰ δὲ ἔργα καὶ αἱ πράξεις αἱ διὰ τοῦ σώματος θυγατέρες · ἐπεὶ οὖν ἐστί τινα νοήματα μοχθηρά, ὁποῖα ἐνόησαν οἱ ἀπὸ τῶν ἐθνῶν, ἔστιν δὲ καὶ ἔργα μοχθηρά, διὰ τοῦτο υἱοὶ καὶ θυγατέρες ἀναλίσκονται ὑπὸ τῶν πεποιηκότων, ἐὰν αἰσχύνη αὐτοῖς ἐγγένηται περὶ τῶν ἡμαρτημένων. ἡμᾶς δὲ μὴ εἴη ποιεῖν υἱοὺς καὶ θυγατέρας δεομένους ἀναλώσεως τῆς ἀπὸ τῆς αἰσχύνης.
5.8μετὰ ταῦτα λέγουσιν οὗτοι οἱ ἐξομολογούμενοι τὸ ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν καὶ μετὰ τοῦτό φασιν · καὶ ἐπεκάλυψεν φησὶν ἡμᾶς ἀτιμία ἡμῶν. περὶ τοῦ καλύμματος πολλάκις ἡμῖν εἴρηται τοῦ ἐπικειμένου τῷ προσώπῳ τῶν μὴ ἐπιστρεφόντων πρὸς κύριον · δι’ κάλυμμα ἐὰν ἀναγινώσκηται Μωσῆς, ἁμαρτωλὸς οὐ νοεῖ αὐτόν · κάλυμμα γὰρ εἰς τὴν καρδίαν αὐτοῦ κεῖται · δι’ κάλυμμα, ἐὰν ἀναγινώσκηται παλαιὰ διαθήκη, οὐ συνήσει ἀκούων · δι’ κάλυμμα καὶ τὸ εὐαγγέλιον τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον. ἐλέγομεν τοίνυν περὶ τοῦ καλύμματος ὅτι αἰσχύνη ἐστὶ τὸ κάλυμμα · ὅσον γὰρ ἔχομεν τὰ ἔργα τῆς αἰσχύνης, δῆλον ὅτι ἔχομεν τὸ κάλυμμα κατὰ τὸ εἰρημένον που ἐν τεσσαρακοστῷ καὶ τρίτῳ Ψαλμῷ · καὶ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με. παρεθέμην ὅτι μὴ ἔχων αἰσχύνης ἔργα οὐκ ἔχει κάλυμμα, ὁποῖος ἦν Παῦλος λέγων · ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα. Παῦλος οὖν ἀνακεκαλυμμένον ἔχει τὸ πρόσωπον · οὐ γὰρ ἔχει αἰσχύνης ἔργα · μὴ ὡς Παῦλος ὢν κεκαλυμμένον ἔχει τὸ πρόσωπον. ὡς οὖν ἐκεῖ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με εἴρηται ἐν τεσσαρακοστῷ καὶ τρίτῳ Ψαλμῷ, τὸν αὐτὸν τρόπον εἴρηται ἐνθάδε · ἐκάλυψεν φησὶν ἡμᾶς ἀτιμία ἡμῶν. ὅσον ἀτιμίας ἔργα ἐργαζόμεθα, κάλυμμα ἔχομεν ἐπὶ τὴν καρδίαν ἡμῶν κείμενον. εἰ θέλομεν τὸ κάλυμμα τὸ ἀπὸ τῆς ἀτιμίας ἀποθέσθαι, ἐπὶ τὰ τῆς τιμῆς ἔργα καταντήσωμεν καὶ νοήσωμεν ἐκεῖνο τὸ ὑπὸ τοῦ σωτῆρος εἰρημένον · ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα, νοήσωμεν καὶ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον · διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις. δίκαιος ὡς τιμᾷ τὸν πατέρα τιμᾷ τὸν υἱόν · ἀτιμία, ὅταν ἀτιμάζω τὸν υἱόν, αὐτὴ καθ’ἣν ἀτιμάζω τὸν πατέρα τὸν υἱόν, ἐπικάλυμμα γίνεται τοῦ προσώπου μου, καὶ λέγω · καὶ ἐπεκάλυψεν ἡμᾶς ἀτιμία. διὰ τοῦτο νοήσαντες τὸ κάλυμμα τὸ ἐπικείμενον ἀπὸ τῶν τῆς αἰσχύνης ἔργων, ἀπὸ τῶν τῆς ἀτιμίας πράξεων, περιελώμεθα τὸ κάλυμμα. ἐφ’ἡμῖν ἐστιν περιαιρεθῆναι τὸ κάλυμμα, οὐδενὸς ἄλλου ἐστίν · ἡνίκα γὰρ ἐπέστρεφεν πρὸς κύριον Μωσῆς, περιῃρεῖτο τὸ κάλυμμα. ὁρᾷς ὡς Μωσῆς ποτε λαμβάνεται καὶ ἐπὶ τοῦ λαοῦ; ὅσον οὐκ ἐπέστρεφεν πρὸς κύριον σύμβολον ὢν τοῦ λαοῦ τοῦ μὴ ἐπιστρέφοντος πρὸς κύριον, κάλυμμα εἶχεν ἐπικείμενον αὐτοῦ τῷ προσώπῳ · ὅτε δὲ ἐπέστρεφε πρὸς κύριον σύμβολον γινόμενος τῶν ἐπιστρεφόντων πρὸς κύριον, τότε περιῃρεῖτο τὸ κάλυμμα · καὶ οὐχ οἷον θεὸς αὐτῷ ἐκέλευεν · περίθου τὸ κάλυμμα, οὐ γὰρ εἶπεν κύριος πρὸς Μωσῆν · περίθου τὸ κάλυμμα, ἀλλ’ἰδὼν Μωσῆς, ὅτι οὐ δύναται λαὸς ἰδεῖν τὴν δόξαν αὐτοῦ, τότε ἐπετίθει τὸ κάλυμμα ἐπὶ τὸ πρόσωπον, καὶ οὐ περιέμενεν θεὸν λέγοντα · περιελοῦ τὸ κάλυμμα, ἡνίκα ἂν ἐπέστρεφεν πρὸς κύριον.
5.9τοῦτο οὖν γέγραπται, ἵνα καὶ σύ, τὸ κάλυμμα ἐπιτιθείς σου τῷ προσώπῳ διὰ τῶν τῆς ἀτιμίας καὶ τῶν τῆς αἰσχύνης ἔργων, αὐτὸς ἐργάσῃ καὶ τὸ περιαιρεθῆναι τὸ κάλυμμα · ἐὰν ἐπιστρέψῃς πρὸς κύριον, τότε περιαιρεῖς τὸ κάλυμμα, καὶ οὐκέτι ἐρεῖς τὸ ἐπεκάλυψεν ἡμᾶς ἀτιμία ἡμῶν. οἷον ὀργὴ ἐπικειμένη τῇ ψυχῇ ἡμῶν κατά τινος ἐπίκειται κάλυμμα ἡμῶν ἐπὶ τὸ πρόσωπον · διὰ τοῦτο εἰ θέλομεν προσευχόμενοι εἰπεῖν · ἐσημειώθη ἐφ’ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε, περιαιρῶμεν τὸ κάλυμμα καὶ ποιήσωμεν τὸ ἀποστολικὸν ἐκεῖνο τὸ βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. ἐὰν περιέλωμεν τὴν ὀργήν, περιείλομεν τὸ κάλυμμα, ἐὰν τὰ πάθη πάντα · ὅσον δὲ ταῦτά ἐστιν ἐν τῷ νῷ ἡμῶν, ἐν τῷ λογισμῷ ἡμῶν, ἐπίκειται τῷ ἔνδον προσώπῳ, τῷ ἡγεμονικῷ ἡμῶν, τὸ κάλυμμα καὶ ἀτιμία, τοῦ μὴ βλέπειν ἡμᾶς τὴν δόξαν τοῦ θεοῦ λάμπουσαν. οὐκ ἔστιν θεὸς ἀποκρύπτων αὐτοῦ τὴν δόξαν ἀφ’ἡμῶν, ἀλλ’ἡμεῖς τὸ κάλυμμα ἀπὸ τῆς κακίας ἐπιτιθέντες τῷ ἡγεμονικῷ.
5.10διότι ἐναντίον τοῦ θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν. εἴθε καὶ ἡμεῖς λέγωμεν, ὡς οὗτοι κατὰ τὴν προσωποποιίαν τοῦ προφήτου, ἡμάρτομεν. οὐ ταὐτόν ἐστιν τὸ ἡμάρτομεν τῷ ἁμαρτάνομεν · μὲν γὰρ ἔτι ἐν ἁμαρτίᾳ ὢν μὴ λεγέτω ἡμάρτομεν, δὲ προαμαρτήσας, ἀκριβῶς δὲ μετανοήσας λεγέτω ἡμάρτομεν, ὡς καὶ ἐν τῷ Δανιὴλ γέγραπται ἐξομολόγησις τῶν μηκέτι ἁμαρτανόντων λεγόντων · ἡμάρτομεν, ἠνομήσαμεν, καὶ ἐν Ψαλμοῖς · μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων φησὶν προφήτης. καὶ ἡμεῖς οὖν ἐξομολογησώμεθα τὰς ἁμαρτίας, εἴθε μὴ χθιζάς, εἴθε μὴ τριθημερινάς, ἀλλ’εἴθε ἐξομολογούμενοι ἐξομολογησώμεθα περὶ ἁμαρτημάτων πρὸ πεντεκαίδεκα ἐτῶν γεγενημένων, τῷ μηκέτι ἁμαρτίαν ἔχειν μετ’ἐκεῖνα ἐπὶ πεντεκαίδεκα ἔτη · εἰ δὲ χθὲς ἡμάρτομεν, οὔπω ἀξιόπιστοί ἐσμεν ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων ἡμῶν, οὐ δὲ χώραν ἔχει ἀπαλειφθῆναι τὰ ἁμαρτήματα ἡμῶν ταῦτα. διότι ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης ἐκεῖνα μὲν ἄλλως λελέχθω εἰς διδασκαλίαν τὴν περὶ τρόπου ἀρίστου ἐξομολογήσεως, ταῦτα δέ ἐστιν κατηγορία τοῦ ἐκ πολλοῦ ἁμαρτάνειν ἀπὸ νεότητος φησὶν ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν · ἡμάρτομεν, καὶ οὐχ ὑπηκούσαμεν ἕως τοῦ παρόντος, εἶτα ἐπιστρέψαντες καὶ ἀρχὴν ἔχοντες ἐπιστροφῆς λέγουσιν τὸ ἡμάρτομεν, καὶ οὐχ ὑπηκούσαμεν. οὐ δὲ γὰρ ἅμα τῷ θέλειν ὑπακοῦσαι ἤδη εὐθέως ὑπακούομεν · καὶ γὰρ ἔτι χρόνου δεῖ, ὥσπερ ἐπὶ τῶν τραυμάτων πρὸς τὴν ἴασιν, οὕτως καὶ ἐπὶ τῆς ἐπιστροφῆς, πρὸς τὸ τελείως καὶ καθαρῶς ἐπιστρέψαι πρὸς τὸν θεόν.
5.11ἐπὶ τούτοις περὶ τοῦ Ἰσραὴλ λέγει θεός · ἐὰν ἐπιστραφῇ Ἰσραὴλ πρός με, λέγει κύριος, καὶ ἐπιστραφήσεται, τουτέστιν ἐὰν τελείως ἐπιστρέψῃ, καὶ ἐπιστραφήσεται ἐπιστροφῇ, οἱονεὶ ἄρξηται ἐπιστρέφειν · εἶτά φησι · καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ · ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη. ἐὰν τάδε ποιήσωσιν, εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη · τίνα δὲ τάδε ποιήσωσιν, ἵνα εὐλογήσωσιν ἐν αὐτῷ ἔθνη; ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ. τί δὲ τὸ περιελεῖν τὰ βδελύγματα ἐκ τοῦ στόματος; ὅσα κακῶς λέγομεν, βδελύγματά εἰσιν ἐν τῷ στόματι ἡμῶν. περιέλωμεν τοίνυν τὰ βδελύγματα ἐκ τοῦ στόματος ἡμῶν, περιαιροῦντες καταλαλιάς, λόγους ματαίους, ἀργοὺς λόγους καὶ μέλλοντας ἡμᾶς ποιεῖν ἐγκαλεῖσθαι ἐν ἡμέρᾳ κρίσεως · ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. εἴπερ οὖν θέλομεν ἀπαντῆσαι ἡμῖν τὸ καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἱερουσαλήμ, ποιήσωμεν τὰ ἀπ’ἀρχῆς εἰρημένα, ποῖον δὲ πρῶτον; περιελεῖν τὰ βδελύγματα ἐκ τοῦ στόματος ἡμῶν · ἑξῆς ἐστιν καὶ τὸ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθήσῃ · δεύτερον τοῦτο ποιήσωμεν, οὐχ ἁπλῶς, ἵνα εὐλαβηθῶμεν · τάχα γάρ ἐστιν εὐλάβεια γινομένη, οὐκ ἀπὸ προσώπου δὲ τοῦ θεοῦ. οἱ γοῦν οὐκ ἐπιστημόνως φοβούμενοι, προτιθέμενοι δὲ φοβεῖσθαι, οὐκ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβοῦνται · ὅσοι δὲ μετ’ἐπιστήμης εὐλαβοῦνται, τῷ ἀεὶ βλέπειν καὶ ἀναζωγραφεῖν ἑαυτοῖς τὸ πρόσωπον τοῦ θεοῦ γινόμενον ἐπὶ τοὺς ποιοῦντας τὰ κακά, τοῦ ἐξολοθρευθῆναι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, οὗτοί εἰσιν οἱ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβούμενοι.
5.12ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἀπὸ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ · ζῇ κύριος, ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ. ἴδωμεν ἡμεῖς ἑαυτοὺς οἱ ὀμνύοντες, τίνα τρόπον οὐκ ἐν κρίσει ὀμνύομεν ἀλλ’ἀκρίτως, ὥστε γενέσθαι ἡμῶν τοὺς ὅρκους ἔθει μᾶλλον κρίσει. συναρπαζόμεθα γοῦν, καὶ τοῦτο ἐλέγχων λόγος φησίν · καὶ ἐὰν ὀμόσῃ · ζῇ κύριος, ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ. οἴδαμεν ἐν τῷ εὐαγγελίῳ εἰρημένον ὑπὸ τοῦ κυρίου πρὸς τοὺς μαθητάς · ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, ἴδωμεν δὲ καὶ τοῦτο τὸ ῥητόν · καὶ ἐὰν διδῷ θεός, συνεξετασθήσεται τὰ ἀμφότερα. τάχα γὰρ πρῶτον δεῖ ὀμόσαι ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, ἵνα μετὰ τοῦτο προκόψας τις ἄξιος γένηται τοῦ μὴ ὀμνύειν ὅλως, ἀλλ’ἔχειν ναὶ μὴ δεόμενον μαρτύρων τοῦ εἶναι τοῦτο, καὶ ἔχειν αὐτὸν οὒ μὴ δεόμενον μαρτύρων τοῦ εἶναι αὐτὸ ἀληθῶς οὔ. καὶ ὀμόσῃ οὖν ζῇ κύριος ἐν ἀληθείᾳ. ἐν τῷ ὀμνύοντι πρῶτον ζητῶ τὸ μὴ ψεῦδος, ἀλλὰ τὸ ἀληθές, ἵνα μετὰ ἀληθείας ὀμόσῃ, ἡμεῖς δὲ οἱ τάλανες καὶ ἐπιορκοῦμεν, ἀλλ’ἔστω μετὰ ἀληθείας, οὐ δὲ οὕτως καλῶς ὅρκος γίνεται, ἀλλ’ἐν κρίσει · δεδόσθω γάρ, ἔθει ὀμνύω · οὐκ ὀμνύω ἐν κρίσει. εἰ δέοι παραλαμβάνειν εἰς τὸν τοιοῦτον ὅρκον τὸν θεὸν τὸν τοῦ παντὸς καὶ τὸν Χριστὸν αὐτοῦ ἐπὶ τόδε τὸ πρᾶγμα, πηλίκον δεῖ εἶναι τὸ πρᾶγμα, ἵνα γόνατα θῶ καὶ ὀμόσω; πρὸς τὴν ἀπιστίαν γενομένην ἔν τισιν περὶ τοῦ λόγου μου θεραπεύων τοῦτο ποιήσαιμί ποτε, εἰ δὲ ὡς ἔτυχεν, εἰ οὕτως ὀμνύοιμι, ἁμάρτοιμι ἄν. ἐὰν οὖν ὀμόσῃ · ζῇ κύριος, μετὰ ἀληθείας, καὶ ἐν κρίσει μὴ ἀκρίτως καὶ ἐν δικαιοσύνῃ μὴ ἀδίκως, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη · ἥνωσεν ἀμφότερα, τοὺς ἀπὸ τῶν ἐθνῶν καὶ τὸν Ἰσραήλ, εἶπεν περὶ τῶν ἐθνῶν, εἶπεν καὶ περὶ τοῦ Ἰσραήλ ·
5.13ἐπιφέρει · καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἱερουσαλήμ. ὅτι τάδε λέγει κύριος τοῖς ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ · εἴρηκεν τοῖς ἀπὸ τῶν ἐθνῶν, εἴρηκεν καὶ τοῖς ἀπὸ τοῦ Ἰσραήλ, λέγει τοῖς ἀπὸ τοῦ Ἰούδα. μέμνημαι τῶν πρώην εἰρημένων περὶ τοῦ Ἰούδα καὶ τῶν κατοικούντων ἐν Ἱερουσαλὴμ τροπολογιῶν · κατοικοῦμεν γὰρ ἡμεῖς, ἐὰν θεὸς διδῷ, ἐν τῇ Ἱερουσαλήμ. ἐπεὶ ὅπου θησαυρός, ἐκεῖ καὶ καρδία, ἐὰν θησαυρίζωμεν ἐν οὐρανῷ, καὶ ἔχομεν τὴν καρδίαν ἐν Ἱερουσαλὴμ τῇ ἄνω, περὶ ἧς ἀπόστολός φησιν · δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν, ὡς γέγραπται καὶ τὰ ἑξῆς. τάδε οὖν λέγει κύριος τοῖς ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ · νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ’ἀκάνθαις. λόγος οὗτος μάλιστα τοῖς διδάσκουσι λέγεται, ἵνα μὴ πρότερον ἐμπιστεύσωσιν τὰ λεγόμενα τοῖς ἀκροαταῖς πρὸ τοῦ νεώματα ποιῆσαι ἐν ταῖς ψυχαῖς αὐτῶν. ὅταν γὰρ ἀρότρῳ ἐπιβαλόντες τὴν χεῖρα νεώματα ποιήσωσιν ἐν ταῖς ψυχαῖς, κατὰ τὴν γῆν τὴν καλὴν καὶ ἀγαθὴν τούτων ἀκουόντων, τότε σπείροντες οὐ σπείρουσιν ἐπ’ἀκάνθαις. ἐὰν δὲ πρὸ τοῦ ἀρότρου καὶ πρὸ τοῦ νεώματα ποιῆσαι ἐν τῷ ἡγεμονικῷ τῶν ἀκουόντων, λάβῃ τις τὰ σπέρματα τὰ ἅγια, τὸν περὶ τοῦ πατρὸς λόγον, τὸν περὶ τοῦ υἱοῦ, τὸν περὶ τοῦ ἁγίου πνεύματος, τὸν λόγον τὸν περὶ ἀναστάσεως, τὸν λόγον τὸν περὶ κολάσεως, τὸν λόγον τὸν περὶ ἀναπαύσεως, τὸν περὶ νόμου, τὸν περὶ προφητῶν, καὶ ἁπαξαπλῶς ἑκάστου τῶν γεγραμμένων, καὶ σπείρῃ, παραβαίνει τὴν λέγουσαν ἐντολὴν πρῶτον νεώσατε ἑαυτοῖς νεώματα, δεύτερον καὶ μὴ σπείρετε ἐπ’ἀκάνθαις. ἀλλὰ ἐρεῖ τις τῶν ἀκουόντων · ἐγὼ οὐ διδάσκω, οὐχ ὑπόκειμαι ταύτῃ τῇ ἐντολῇ. καὶ σὺ γεωργὸς γενοῦ σεαυτοῦ, καὶ μὴ σπείρῃς ἐπ’ἀκάνθαις, ἀλλὰ νέωμα ποίησόν μοι τὸ χωρίον, πεπίστευκέν σοι θεὸς τῶν ὅλων · κατανόησον τὸ χωρίον, ἴδε ποῦ εἰσιν ἄκανθαι, ποῦ μέριμναι βιωτικαὶ καὶ πλούτου ἀπάτη καὶ φιληδονία · καὶ κατανοήσας τὰς ἀκάνθας τὰς ἐν τῇ ψυχῇ σου ζήτησον τὸ λογικὸν ἄροτρον, περὶ οὗ Ἰησοῦς φησιν τὸ οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ’ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ · ζητήσας αὐτὸ καὶ εὑρών, ἀπὸ τῶν γραφῶν συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας τοὺς καθαρούς, ἀροτρίασον καὶ νέωσον τὴν γῆν, καὶ ἵνα μηκέτι παλαιά, ποίησον αὐτὴν νέαν ἐκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενος τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν. ποιήσεις σεαυτῷ νέωμα, καὶ ἐὰν ποιήσῃς τὸ νέωμα, λάβε σπέρματα ἀπὸ τῶν διδασκόντων, λάβε σπέρματα ἀπὸ τοῦ νόμου, λάβε ἀπὸ τῶν προφητῶν, ἀπὸ τῶν εὐαγγελικῶν γραφῶν, ἀπὸ τῶν ἀποστολικῶν λόγων, καὶ λαβὼν ταῦτα τὰ σπέρματα σπεῖρον τὴν ψυχὴν διὰ τῆς μνήμης καὶ τῆς μελέτης. αὐτόματα ταῦτα δόξει ἀνατέλλειν · τὸ δ’ἀληθὲς οὐκ αὐτὰ ἀνατελεῖ μετὰ τὴν μνήμην αὐτῶν, ἀλλ’ θεὸς αὐτὰ αὐξήσει · ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλ’ θεὸς ηὔξησεν. καὶ εἴ τίς γε δεδύνηται κατανοῆσαι τὰς γραφάς, οὗτος πεποίηκεν νέωμα καὶ ποιήσας νέωμα ἔσπειρεν οὐκ ἐν ἀκάνθαις. ταῦτα τὰ σπέρματα οἰκονομεῖται ὑπὸ θεοῦ οὐκ αἰφνίδιον γενέσθαι στάχυς, ἀλλ’ὡς ἐν τῷ κατὰ Μάρκον εὐαγγελίῳ πρῶτον χόρτος, εἶτα στάχυς, εἶτα ἕτοιμον γίνεται πρὸς θερισμόν · ὅταν γένηται ἕτοιμον πρὸς θερισμόν, ἐλεύσονται οἱ ἐπὶ τὸν θερισμὸν ἐξαποστελλόμενοι · ὅταν γένηται ἕτοιμον πρὸς θερισμόν, ἐλεύσονται πρὸς οὓς λόγος φησίν · ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη. φησὶν οὖν ἡμῖν · νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ’ἀκάνθαις, ἐὰν δὲ πρὶν καθάρῃς σου τὴν ψυχὴν ἔτι ἔχων ἀκάνθας προσίῃς τῷ διδάσκειν δυναμένῳ νομιζομένῳ ἐπαγγελλομένῳ καὶ αἰτῇς μαθήματα καὶ σπέρματα πνευματικά, παραβαίνεις τὴν λέγουσαν ἐντολήν ·
5.14μὴ σπείρετε ἐπ’ἀκάνθαις · καὶ ἑξῆς τούτῳ λέγεται · περιτμήθητε τῷ θεῷ ὑμῶν, καὶ περιτέμεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν. περιτμήθητε τῷ θεῷ ὑμῶν · ἀναγκαίως πρόσκειται τὸ περιτμήθητε τῷ θεῷ ὑμῶν, νοήσεις δὲ αὐτὸ ἀπὸ τοῦ παραδείγματος τοῦ αἰσθητοῦ. περιτέμνονται, κατὰ τὸ αἰσθητὸν λέγω, οὐ μόνον οἱ ἐκ περιτομῆς κατὰ τὸν Μωσέως νόμον, ἀλλὰ καὶ ἄλλοι πολλοί. τῶν Αἰγυπτίων εἰδώλοις οἱ ἱερεῖς περιτέμνονται, ἀλλ’ἐκείνη περιτομὴ εἰδώλοις περιτομή ἐστιν καὶ οὐκ ἔστιν τῷ θεῷ γινομένη περιτομή · δὲ Ἰουδαίων τάχα, πάντως δὲ τότε, τῷ θεῷ ἐγίνετο. ἐὰν οὖν λέγῃ λόγος · περιτμήθητε τῷ θεῷ ὑμῶν, νοήσας τὸ ῥητὸν μετάβηθι καὶ ἐπὶ τὴν τροπολογίαν, ἵνα εὕρῃς πῶς τῶν περιτεμνομένων τροπολογικῶς ὥστ’ἂν εἰπεῖν τάχα τινὰς αὐτῶν · ἡμεῖς ἐσμεν περιτομή οἱ μὲν περιτέμνονται τῷ θεῷ, οἱ δὲ περιτέμνονται μέν, οὐ τῷ θεῷ δέ. εἰσὶν δὲ καὶ ἄλλοι λόγοι παρὰ τὸν λόγον τὸν τῆς ἀληθείας, παρὰ τὸν λόγον τὸν τῆς ἐκκλησίας · περιτέμνονται τὰ ἤθη καὶ τὴν καρδίαν ὥςτε εἰπεῖν σωφρονίζουσιν οἱ φιλοσοφοῦντες, σωφρονίζουσιν οἱ ἀπὸ τῶν αἱρέσεων καὶ γίνεται αὐτοῖς περιτομή, ἀλλὰ περιτομὴ μέν, οὐ τῷ θεῷ δέ · περιτομὴ γὰρ λόγῳ ψευδεῖ παρ’ἐκείνοις γίνεται · ὅταν δὲ κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα, κατὰ τὴν πρόθεσιν τῆς ὑγιοῦς διδασκαλίας κοινωνικὸς ᾖς, οὐ περιτέτμησαι μόνον, ἀλλὰ περιτέτμησαι τῷ θεῷ. περιτμήθητε οὖν τῷ θεῷ ὑμῶν, καὶ περιτέμεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν. τίς ταῦτα οὐ παρέρχεται ὡς σαφῆ; οὐκοῦν ἔστιν τις ἀκροβυστία τῆς καρδίας καὶ ταύτην δεῖ περιτέμνεσθαι. ἀκριβώσας τὸν λόγον τοιαῦτα ζητῶν ἐν τῷ τόπῳ ἐξετάσει · ἀκροβυστία συγγεννᾶται, περιτομὴ ἐπίκτητός ἐστιν, καὶ ὅπερ ἐκ γενέσεως ἐλήλυθεν, τοῦτο περιαιρεῖ περιτομή · εἰ τοίνυν περιαιρεῖσθαι κελεύει λόγος τὴν ἀκροβυστίαν τῆς καρδίας, ὀφείλει τι εἶναι συγγεγεννημένον τῇ καρδίᾳ, λέγει ἀκροβυστίαν, ὅπερ περιαιρεθῆναι δεῖ, ἵνα τις περιτετμῆται τὴν ἀκροβυστίαν τῆς καρδίας. ἐάν τις νοήσῃ τὸ ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί, ἐάν τις νοήσῃ τὸ σῶμα τῆς ταπεινώσεως ἐν γεγεννήμεθα, ἐάν τις νοήσῃ τὸ οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐ δὲ εἰ μία ἡμέρα εἴη ζωὴ αὐτοῦ · ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ, ὄψεται τίνα τρόπον γεγεννήμεθα μετὰ ἀκαθαρσίας καὶ ἀκροβυστίας τῆς καρδίας ἡμῶν.
5.15ἵνα δὲ κατὰ τὸ ἁπλούστερον παράδειγμα λεχθῇ δυνάμενον προσαγαγεῖν ὑμᾶς τῷ ἰδεῖν τὴν ἀκροβυστίαν τῆς καρδίας, παραθήσομαι ὅτι κατὰ τὴν πρώτην ἡλικίαν ψευδοδοξίαι πάντως γίνονται ἐν τῇ ψυχῇ · οὐ γὰρ οἷόντέ ἐστιν ἀρχῆθεν ἀληθῆ δόγματα καὶ καθαρὰ λαβεῖν τὸν ἄνθρωπον · προενοήσατο δὲ θεῖος λόγος ἱστορίας καὶ γραφῆς τῆς κατὰ τὸ ῥητόν, ἵνα θρέψῃ τὸν κατὰ σάρκα γεγεννημένον τῷ Ἀβραὰμ ἐν τοῖς κατὰ σάρκα πρῶτον λόγοις καὶ γένηται πρῶτος ἐκ τῆς παιδίσκης, εἰς τὸ δυνηθῆναι μετὰ τοῦτον γεννηθῆναι τὸν τῆς ἐλευθέρας καὶ τὸν διὰ τῆς ἐπαγγελίας. εἰ νενόηται τοῦτο διὰ τί παρελήφθη, δύναται νοεῖσθαι ἀκροβυστία τῆς καρδίας προγινομένη τῆς περιτομῆς. χρεία οὖν ἡμῖν τὸν λόγον παραλαβεῖν τὸν καθαίροντα τὰ δόγματα καὶ περιαιροῦντα πάντα τὰ γενόμενα κατὰ ψευδοδοξίαν ἐν ἡμῖν. τοῦτο οὖν ἐστιν τὸ ἀποθέσθαι τὴν ἀκροβυστίαν τῆς καρδίας ἡμῶν · εἰ γὰρ καρδία ἐστὶν ἔχουσα καθ’ἡμᾶς τὸ ἡγεμονικόν, ἔνθα ἐστὶν τὰ νοήματα, ὅθεν οἱ διαλογισμοὶ ἐξέρχονται οἱ πονηροί, περιαιρούμενος τοὺς διαλογισμοὺς τοὺς πονηροὺς τὴν ἀκροβυστίαν τῆς καρδίας περιαιρεῖται, ἀποτιθέμενος τὴν ψευδοδοξίαν περιτέτμηται τὴν ἀκροβυστίαν τῆς καρδίας αὐτοῦ καὶ γίνεται ἀνὴρ Ἰούδα καὶ κατοικῶν Ἱερουσαλήμ, καθαρῶς περιτεμνόμενος. ἐὰν δέ τις μὴ ἀποθῆται τὴν ἀκροβυστίαν τῆς καρδίας αὐτοῦ, ἴδωμεν τί ἀπειλεῖ αὐτῷ λόγος · μή πως ἐξέλθῃ φησὶν ὡς πῦρ θυμός μου καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται σβέσων. ἐξέρχεται οὖν ὡς πῦρ θυμὸς τοῦ κυρίου ἐπὶ τοὺς μὴ περιτμηθέντας τῷ θεῷ, ἐπὶ τοὺς μὴ ἀποθεμένους τὴν ἀκροβυστίαν τῆς καρδίας αὐτῶν, καὶ οὐκ ἔσται σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων αὐτῶν. τὸ πῦρ ἐκεῖνο ὕλην ἔχει τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν · ὅπου οὐκ ἔνι πονηρία ἐπιτηδευμάτων, οὐκ ἔχει τὸ πῦρ ὅπου νεμηθῇ · ὅτι δὲ ὕλη ἐκείνου τοῦ πυρὸς πονηρία ἐστὶν τῶν ἐπιτηδευμάτων, ἄκουε τοῦ προφήτου λέγοντος · καὶ οὐκ ἔσται σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν. ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ, καὶ ἐν Ἱερουσαλὴμ ἀκουσθήτω · εἴπατε, σημάνατε σάλπιγγι ἐπὶ τῆς γῆς, καὶ κεκράξατε μέγα. ταῦτα, φησίν, τὰ ἀπαγγελλόμενα εἴπατε ἐν τῷ Ἰούδᾳ, τοῖς ἀπὸ τῆς φυλῆς τοῦ Ἰούδα τοῦ Χριστοῦ, πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν σωτὴρ ἡμῶν.
5.16σημάνατε σάλπιγγι ἐπὶ τῆς γῆς · λόγος ὑψηλός, διεγείρων τὸν ἀκροατήν, παρασκευάζων αὐτὸν εἰς τὸν πόλεμον τὸν κατὰ τῶν παθῶν, εἰς τὸν πόλεμον τὸν κατὰ τῶν ἐνεργειῶν τῶν ἀντικειμένων, παρασκευάζων αὐτὸν εἰς τὰς ἑορτὰς τὰς οὐρανίους εἰς ἀμφότερα γὰρ ταῦτα λέγεται παραλαμβάνεται σάλπιγξ. ἐν τοῖς Ἀριθμοῖς τοιοῦτος λόγος σάλπιγξ ἐστίν · οἷον ἐμοὶ κελεύει λόγος καὶ εἴ τινι ἄλλῳ δέδοται δὲ τῷ βουλομένῳ καὶ ζητήσαντι τὸν νοῦν τῶν γραφῶν κελεύει ποιῆσαι σάλπιγγας ἀργυρᾶς ἐλατάς. οὕτω φησὶν λόγος · σημάνατε σάλπιγγι ἐπὶ τῆς γῆς, καὶ κεκράξατε μέγα · εἴπατε · συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις. εἰς ἀτείχιστον πόλιν οὐ βούλεται ἡμᾶς εἰσελθεῖν λόγος τοῦ θεοῦ, ἀλλ’εἰς τετειχισμένην. ἐκκλησία τοῦ ζῶντος θεοῦ τετειχισμένη ὑπὸ τῆς ἀληθείας τοῦ λόγου · οὗτος γάρ ἐστιν τὸ τεῖχος, ὡς ἐν τῷ ἑπτακαιδεκάτῳ κεῖται Ψαλμῷ, ὅτι καὶ τεῖχός ἐστιν θεός. ἀναλαβόντες φεύγετε εἰς Σιών, ὅσοι ἐστὲ ἔξω τῆς Σιών, ἀναλαβόντες φεύγετε εἰς Σιών · σπεύσατε, μὴ στῆτε, οἱ ἐν τῇ προκοπῇ σπεύσατε ἐπὶ τὸ Σκοπευτήριον, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην. τῶν κακῶν ἐπαγομένων ἀπὸ βορρᾶ, βορρᾶ τοῦ ἀντικειμένου, ὡς πολλάκις λέλεκται, ὃς ἐὰν εὑρεθῇ μὴ σπεύσας μη δὲ εἰσελθὼν εἰς τὰς πόλεις τὰς τειχήρεις, μὴ γενόμενος ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ, ἀλλ’ἔξω ἑστηκώς, αὐτὸς ὑπὸ τῶν πολεμίων καταληφθεὶς ἀναιρεθήσεται. τίς δέ ἐστιν πολέμιος; ἴδωμεν ἐκ τῶν ἑξῆς τίνα τρόπον λέγεται · ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρεν. οὗτός ἐστιν πολέμιος, ὃν δεῖ ἡμᾶς φυγεῖν. λέων ἡμᾶς καταδιώκει · τίς οὗτος; Πέτρος ἡμᾶς διδάσκει λέγων · ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ · ἀντίστητε στερεοὶ τῇ πίστει · καὶ κατὰ τὸν ἔνατον Ψαλμὸν ἐνεδρεύει ἐν ἀποκρύφῳ, ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, καὶ ἐνεδρεύει οὗτος λέων οὐχ ἡμέρας, ἀλλ’ἐπὰν γένηται νύξ · κατὰ γὰρ τὸν ἑκατοστὸν τρίτον Ψαλμόν · ἔθου σκότος καὶ ἐγένετο νύξ · ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ, σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς.
5.17ἀνέβη οὖν λέων ἐκ τῆς μάνδρας αὐτοῦ · ποῦ; πότε; κάτω ἐστὶν πεσών, εἰς τὰ κατώτατα τῆς γῆς κατελήλυθεν · ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ. ἄνθρωπος εἶ, ἀνωτέρω εἶ τοῦ διαβόλου · κρείττων γὰρ εἶ αὐτοῦ, ὁποῖος ἐὰν ᾖς · ἐκεῖνος διὰ τὴν κακίαν κάτω ἐστίν. ἀνέβη οὖν λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρεν · ἀναβὰς ἐκ τῆς μάνδρας αὐτοῦ, τόπου τοῦ οἰκείου τῇ κολάσει ἑαυτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρεν · ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι τὴν γῆν σου εἰς ἐρήμωσιν · βούλεται εἰσελθεῖν σου εἰς τὴν γῆν, περὶ ἧς πρὸ βραχέως ἐλέγομεν, ἕκαστον ἡμῶν βούλεται νεμηθῆναι · ἔρχεται οὖν τοῦ θεῖναι τὴν γῆν σου εἰς ἐρήμωσιν, ἵνα καταπατήσῃ τὰ σπέρματα, λέων, ἵνα ποιήσῃ ἔρημόν σου τὴν γῆν, καὶ πόλεις σου καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς · ἐπὶ τούτοις περιζώσασθε σάκκους. ἐπεὶ οὖν ἀνέβη λέων καὶ ἀπειλεῖ σοι λέων καὶ βούλεταί σου ἀφανίσαι τὴν γῆν, περίζωσαι σάκκον, κλαῖε καὶ πένθει, διὰ τῶν εὐχῶν παρακάλει τὸν θεόν, ἵνα τοῦτον τὸν λέοντα ἐξολοθρεύσῃ ἀπὸ σοῦ καὶ μὴ ἐμπέσῃς αὐτοῦ εἰς τὸ στόμα. ὃν τρόπον γὰρ ὅταν ἐκσπάσῃ ποιμὴν ἐκ στόματος λέοντος δύο σκέλη λοβὸν ὠτίου, οὗτος λέων ζητεῖ τῶν ὤτων σε λαβεῖν, ἵνα διὰ τῆς λιχνείας σου λόγους ψευδεῖς σοι παραβαλὼν ἐκστήσῃ σε ἀπὸ τῆς ἀληθείας, βούλεταί σου ἀπὸ τῆς ἀληθείας ἁρπάσαι τοὺς πόδας καὶ καταφαγεῖν · ἀλλὰ σὺ περίζωσαι σάκκους καὶ κόπτου καὶ κλαῖε καὶ ἀλάλαζε βλέπων τὸν πολέμιον τὸν ἐνεστηκότα, ἵνα ἀποστραφῇ θυμὸς ὀργῆς κυρίου ἀπὸ σοῦ, καὶ ἀποστραφέντος τοῦ θυμοῦ δυνηθῇς ἐν ἀμεριμνίᾳ γενόμενος, μηκέτι τοῦ λέοντος ὑπεισερχομένου σοι, τῷ σε εἰσεληλυθέναι εἰς τὴν τειχήρη πόλιν, δοξάζειν τὸν ῥυόμενόν σε θεὸν ἐν Χριστῷ Ἰησοῦ, ἐστιν δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.