Homilies on Jeremiah, Homily 11

Origen

  1. Homily 1
  2. Homily 2
  3. Homily 3
  4. Homily 4
  5. Homily 5
  6. Homily 6
  7. Homily 7
  8. Homily 8
  9. Homily 9
  10. Homily 10
  11. Homily 11
  12. Homily 12
  13. Homily 13
  14. Homily 14
  15. Homily 15
  16. Homily 16
  17. Homily 17
  18. Homily 18
  19. Homily 19
  20. Homily 20
11.1τίς ἔστιν λέγων · δι’ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα γῆ; Χριστὸς ταῦτά φησιν, οὗ πρὸ τῆς ἐπιδημίας πολλὰ μὲν γεγένηται ἁμαρτήματα τῷ λαῷ, ἀλλ’οὐ τοιαῦτα ὥστε αὐτοὺς πάντῃ ἐγκαταλειφθῆναι καὶ εἰς αἰχμαλωσίαν πολυχρόνιον παραδοθῆναι · ὅτε δὲ ἐπλήρωσαν τὸ μέτρον τῶν πατέρων αὐτῶν καὶ προσέθηκαν τῷ ἀνῃρηκέναι τοὺς προφήτας καὶ δεδιωχέναι τοὺς δικαίους τὸ ἀποκτεῖναι τὸν Χριστὸν τοῦ θεοῦ, τότε γεγένηται τὸ ἀφίεται ὑμῖν οἶκος ὑμῶν καὶ δι’αὐτὸν ταῦτα πεπόνθασιν καὶ ἀφανισμῷ ἠφανίσθη πᾶσα γῆ.
11.2εἰ δὲ καὶ ὑψηλότερον ἀκοῦσαι βούλει τοῦ δι’ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα γῆ, ἴδε τὴν ἐν σοὶ γῆν τίνα τρόπον ἠφανίσθη ἐλθόντος τοῦ Ἰησοῦ · ἠφανίσθη γὰρ νεκρωθέντων τῶν μελῶν τῶν ἐπὶ τῆς γῆς καὶ οὐκέτι γῆ ἐργάζεται τὰ ἑαυτῆς, οὐκέτι γίνεται παρὰ τῷ δικαίῳ τὰ ἔργα τῆς σαρκὸς οἷς ἔθαλλεν σάρξ, οὐκέτι πορνεία, οὐκέτι ἀκαθαρσία, οὐκ ἀσέλγεια, οὐκ εἰδωλολατρία, οὐ φαρμακεία καὶ τὰ λοιπά. καὶ σωτὴρ δὲ λέγει · τί νομίζετε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς; οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν · ἀληθῶς γὰρ πρὶν μὲν ἔλθῃ, μάχαιρα οὐκ ἦν ἐπὶ τῆς γῆς οὐ δὲ σὰρξ ἐπεθύμει κατὰ τοῦ πνεύματος οὐ δὲ τὸ πνεῦμα κατὰ τῆς σαρκός, ὅτε δὲ ἦλθεν καὶ δεδιδάγμεθα τίνα μέν ἐστιν τῆς σαρκός, τίνα δὲ τοῦ πνεύματος, διδασκαλία ὥσπερ μάχαιρα γεγενημένη ἐν γῇ διεῖλεν τὴν σάρκα καὶ τὴν γῆν ἀπὸ τοῦ πνεύματος. καὶ ἠφανίσθη μὲν γῆ, ὅτε τὴν νέκρωσιν Ἰησοῦ ἐν τῷ σώματι περιφέρομεν, καὶ οὐκέτι ζῶμεν κατὰ σάρκα, ζῇ δὲ τὸ πνεῦμα, καὶ σπείρομεν οὐδὲν εἰς τὴν σάρκα ἀλλὰ πάντα εἰς τὸ πνεῦμα, ἵνα μὴ θερίσωμεν φθορὰν ἐκ τῆς σαρκὸς ἀλλ’ἀπὸ τοῦ πνεύματος ζωὴν αἰώνιον ·
11.3λέγεται δὲ τοῖς ἡμαρτηκόσιν · σπείρετε πυροὺς καὶ ἀκάνθας θερίζετε · κἂν γὰρ τοῖς λογίοις τοῦ θεοῦ ὁμιλῶσιν, οἱ μὴ καλῶς αὐτοῖς ὁμιλοῦντες μη δὲ ὃν δεῖ τρόπον βιοῦντες μη δὲ πιστεύοντες σπείρουσιν πυροὺς καὶ θερίζουσιν ἀκάνθας. μάλιστα δὲ ἔστιν ταῦτα νοῆσαι ἐπὶ τῶν ἑτεροδόξων ἐντυγχανόντων ταῖς γραφαῖς καὶ ἀκάνθας οὐκ ἀπὸ τῶν γραφῶν, ἀλλ’ἀπὸ τῶν ἰδίων ἐπινοιῶν θεριζόντων. οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς. ταῦτα καὶ πρὸ ἡμῶν ἄλλοι διηγήσαντο, καὶ ἐπειδὴ οὐκ ἀποδοκιμάζομεν αὐτῶν τὴν διήγησιν, εὐγνωμόνως φέρομεν αὐτὴν εἰς μέσον, οὐχ ὡς αὐτοὶ εὑρόντες ἀλλ’ὡς μεμαθηκότες καλὸν μάθημα. οὗτος λόγος ὠφελήσει καὶ ὑμᾶς καὶ ἡμᾶς, ἐὰν προσέχωμεν τῷ γεγραμμένῳ, οἳ δοκοῦμεν εἶναι ἀπὸ κλήρου τινὲς προκαθεζόμενοι ὑμῶν, ὥστε τινὰς θέλειν ἥκειν ἐπὶ τὸν κλῆρον τοῦτον · ἴστε δὲ ὅτι οὐ πάντως κλῆρος σῴζει · πολλοὶ γὰρ καὶ πρεσβύτεροι ἀπολοῦνται, πολλοὶ καὶ λαϊκοὶ μακάριοι ἀποδειχθήσονται. ἐπεὶ οὖν τινές εἰσιν ἐν κλήρῳ οὐχ οὕτως βιοῦντες ὥστε ὠφεληθῆναι καὶ κοσμῆσαι τὸν κλῆρον, διὰ τοῦτο, φασὶν οἱ διηγησάμενοι, γέγραπται · οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς · τὸ γὰρ ὠφελοῦν οὐκ αὐτὸ τὸ καθέζεσθαι ἐν πρεσβυτερίῳ ἐστίν, ἀλλὰ τὸ βιοῦν ἀξίως τοῦ τόπου, ὡς ἀπαιτεῖ λόγος. ἀπαιτεῖ καὶ ὑμᾶς βιοῦν λόγος καλῶς καὶ ἡμᾶς, ἀλλ’εἰ δεῖ οὕτως εἰπεῖν · δυνατοὶ δυνατῶς ἐτασθήσονται, πλεῖον ἐγὼ ἀπαιτοῦμαι παρὰ τὸν διάκονον, πλεῖον διάκονος παρὰ τὸν λαϊκόν, δὲ τὴν πάντων ἡμῶν ἐγκεχειρισμένος ἀρχὴν αὐτὴν τὴν ἐκκλησιαστικὴν ἔτι πλεῖον ἀπαιτεῖται · διὰ τοῦτο πεπιστευμένος τὰ μεγάλα, ἀπόστολος, ἀκούετε, φησίν · οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ · ὧδε λοιπὸν ζητεῖτε ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ, καὶ οὕτως σπάνιόν ἐστιν εὑρεθῆναι οἰκονόμον πιστὸν καὶ καλόν, ὡς Ἰησοῦς εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν λέγει · τίς ἄρα ἐστὶν πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς δούλοις αὐτοῦ; εἶτα μέμφεταί τινας οἰκονόμους καὶ λέγει · ἐὰν δὲ ἄρξηται κακὸς δοῦλος λέγειν · χρονίζει μου κύριος ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ καὶ τὰς παιδίσκας, ἐσθίειντε καὶ πίνειν καὶ μεθύσκεσθαι, ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ οὐ γινώσκει καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. ταῦτα μὲν εἰς τὸ οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς ·
11.4ἴδωμεν δὲ καὶ ἑξῆς ἐπίπληξιν ἀναγκαίαν, ἣν καλὸν εἰς τὸν ἠθικὸν τόπον ἀναλαβεῖν, λέγουσαν · αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἐναντίον κυρίου. ἔστιν τινά, ἐν οἷς καυχώμεθα διὰ τὴν ἄνοιαν οὐκ οὖσιν καυχήσεως ἀξίοις · οἷον ἐὰν καυχήσηταί τις ὅτι πλούσιός ἐστιν καὶ πολλὰ κέκτηται, λέγοιτ’ἂν πρὸς αὐτόν · αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν · ἐὰν καυχήσηταί τις ἐπὶ εὐγενείᾳ ταύτῃ τῇ ἐκτός, λεχθήσεται πρὸς αὐτόν · αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν · ἐὰν καυχήσηταί τις ἐπὶ πολυτελείᾳ ἱματίων, ἐπὶ οἰκοδομῇ οἰκίας πλουσίως κατεσκευασμένης, ἀλλοτρία ἐστὶν καύχησις καυχήσεως ἁγίων, διὸ λεχθήσεται πρὸς τὸν τοιοῦτον · αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν. ἄκουε τοῦ λόγου διὰ τοῦ προφήτου Ἱερεμίου κελεύοντος ἡμᾶς μὴ καυχᾶσθαι μη δὲ ἐπὶ σοφίᾳ · μὴ καυχάσθω γάρ φησιν σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ μη δὲ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ μη δὲ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλὰ ἐν τούτῳ καυχάσθω καυχώμενος, συνιεῖν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος. θέλεις καυχᾶσθαι καὶ καυχώμενος μὴ ἀκοῦσαι · αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, καύχησαι ὡς ἀπόστολος καὶ εἰπέ · ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ · θέλεις καυχᾶσθαι, ἵνα μὴ λεχθῇ · αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἄκουε Παύλου καυχωμένου καὶ μάνθανε ὅταν λέγῃ · ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ἐμὲ δύναμις τοῦ Χριστοῦ, ἄκουε οἷα καυχᾶται καυχήματα · ἐν κόποις περισσοτέρως τίς δύναται ἡμῶν τοῦτο εἰπεῖν; ἐν φυλακαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις · ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα. μανθάνομεν οὖν καὶ καυχήσεων εἶναι διαφοράς, ὡς τινὰς μὲν καυχήσεις εἶναι αἰσχύνης ἀξίας, ἐφ’οἷς λέγοιτ’ἂν ἐκεῖνο τὸ ἀποστολικόν · καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν · ἐφ’οἷς ἔδει αὐτοὺς αἰσχύνεσθαι, ἐπὶ τούτοις οἴονται δοξάζεσθαι.
11.5μετὰ ταῦτα ἴδωμεν τὰ περὶ τοῦ περιζώματος. τάδε γὰρ λέγει κύριος · βάδιζε καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν, καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσῃ. καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου, καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων · λάβε τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου, καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας · μετὰ ἡμέρας ἔρχεται ἐκεῖ, εὑρίσκει διασεσηπὸς τοῦτο τὸ περίζωμα, καὶ ἐπιφέρει κύριος διδοὺς ἀφορμὴν τῆς ἑρμηνείας τοῦ περιζώματος λέγων · καθάπερ κολλᾶται τὸ περίζωμα πρὸς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ πάντα τὸν οἶκον Ἰούδα, φησὶν κύριος, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου. οὐκοῦν προφήτης ἀντὶ τοῦ θεοῦ παραλαμβάνεται περιζωννὺς περὶ τὴν ὀσφὺν αὐτοῦ τὸ περίζωμα τὸ λινοῦν, ὡς θεὸς τὸν λαόν · ἐκόλλησα γὰρ πρὸς ἐμαυτόν φησιν τοῦτον τὸν λαόν, φησὶν θεός, καὶ οἱονεὶ περίζωμα λαὸς γίνεται τοῦ θεοῦ · διὰ τί δὲ περίζωμα γίνεται τοῦ θεοῦ περὶ τὴν ὀσφὺν αὐτοῦ; δυνάμενος ἀναγινώσκων τὸν Ἰεζεκιὴλ καὶ ὁρῶν τὸν θεὸν τῷ λόγῳ οἱονεὶ σωματοποιούμενον, καὶ τίνα μὲν τρόπον αὐτοῦ τὰ ἀπὸ τῆς ὀσφύος κάτω ἐστὶν πῦρ, τὰ δὲ ἀπὸ τῆς ὀσφύος καὶ ἄνω ἐστὶν ἤλεκτρον, ἐρευνησάτω τὸν λόγον, διὰ τί τὸ κάτω τοῦ θεοῦ πῦρ ἐστιν. τὰ ἀπὸ ὀσφύος καὶ γενέσεως πράγματα, ταῦτα πῦρ ἐστιν · πάντα γὰρ τὰ ἐν γενέσει χρῄζει τοῦ καθαρσίου τοῦ ἀπὸ τοῦ πυρός, πάντα τὰ ἐν γενέσει χρῄζει τῆς κολάσεως. τὰ δὲ ἀνωτέρω τῆς ὀσφύος ὑπερβεβηκότα τὴν γένεσιν, ταῦτά ἐστιν ὕλη ὡς ἤλεκτρον ἐν κόσμῳ καθαριωτάτη καὶ τιμιωτάτη · λέγεται γὰρ τὸ ἤλεκτρον χρυσοῦ εἶναι τιμαλφέστερον. ἐπεὶ οὖν παραδείγμασιν χρῆται γραφή, ἵνα διδάξῃ τοῦ θεοῦ τὸ σῶμα τὸ ἀνωτέρω εἶναι τιμιώτερον καὶ τὸ σῶμα τὸ κατωτέρω εἶναι ὑποδεέστερον, διὰ τοῦτο εἰσήγαγεν τὸν θεὸν ἐκ πυρὸς καὶ ἠλέκτρου συνεστηκότα. ἐν γενέσει πῦρ ἐστιν ἕκαστος ἡμῶν, καὶ ἔστιν σῶμα τοῦ θεοῦ καὶ αὐτός · οὐκ ἐσμὲν τὸ ἤλεκτρον, ἐὰν δὲ ἀναβαίνωμεν καὶ προκόπτωμεν δυνατὸν γὰρ μεταβῆναι ἀπὸ τοῦ σήμερον εἶναι ἐν τοῖς κατωτέρω, ὥστε γενέσθαι τοῦ θεοῦ σῶμα τὸ ἀνωτέρω ἐσόμεθα διαβάντες τὸ πῦρ ἤλεκτρον τὸ περὶ τὸ σῶμα τοῦ θεοῦ τὸ ὑψηλότερον.
11.6κολλᾷ οὖν περὶ τὴν ὀσφὺν αὐτοῦ τὸ περίζωμα τὸ λινοῦν, ἵνα τί; ἵνα δηλωθῇ ὅτι λαὸς οἱονεὶ σκέπη ἐστὶ τοῦ θεοῦ · πρὸς γὰρ τοὺς βουλομένους κατηγορεῖν τοῦ θεοῦ ἵσταται λαὸς καὶ ὡσπερεὶ ὑπερασπίζει αὐτοῦ καὶ οὐκ ἐᾷ τι ἄτοπον λέγεσθαι ἐν τοῖς περὶ τοῦ θεοῦ. ἐπὰν δὲ ἁμαρτήσωμεν, τὸ περίζωμα τοῦτο ὡς ἀποτίθεται προφήτης καὶ καταδικάζει αὐτὸ εἰς τὸν Εὐφράτην ποταμόν, ἵνα ἐκεῖ διαφθαρῇ, οὕτως ἁμαρτάνων ἀποβάλλεται ἀπὸ τῆς ὀσφύος τοῦ θεοῦ καὶ ἐκβληθεὶς ἐκβάλλεται εἰς τὸν Εὐφράτην ποταμόν, τὸν τῆς Μεσοποταμίας ποταμόν, ὅπου οἱ Ἀσσύριοι ἐχθροὶ τῷ Ἰσραήλ, ὅπου οἱ Βαβυλώνιοι, καὶ ἐκεῖ διαφθείρεται. ὄντων γὰρ τοσούτων ποταμῶν πέμπεται προφήτης ἀπὸ τῆς Ἰουδαίας εἰς τὸν Εὐφράτην ποταμὸν πραγματεύσασθαι καὶ ἀπαγαγεῖν περιζωμάτιον λινοῦν · διὰ τί δὲ καὶ λινοῦν; ὅτι τὴν γένεσιν ἔχει ἀπὸ γῆς · φυτὸν γάρ ἐστιν ἀνατέλλον ἀπὸ γῆς, εἶτα μετὰ τὸ γεωργηθῆναι ξαινόμενον καὶ πλυνόμενον καὶ σμηχόμενον καὶ πολλῇ ἐργασίᾳ γινόμενον, ἵνα γένηται τοιοῦτον ὥστε γενέσθαι περίζωμα ὁτιδήποτε. καὶ ἡμεῖς οὖν πάντες τὴν γένεσιν ἔχομεν ὡς τὸ περίζωμα τοῦ θεοῦ, καὶ ἔχοντες τὴν γένεσιν ἀπὸ γῆς, πολλῆς κατασκευῆς χρῄζομεν, ἵνα ξανθῶμεν, ἵνα πλυνθῶμεν, ἵνα τὸ χρῶμα τῆς γῆς ἀποβάλωμεν. ἄλλο γὰρ τὸ τῆς γενέσεως τοῦ λινοῦ χρῶμα, ἄλλο τὸ ἀπὸ τῆς ἐργασίας · τὸ μὲν γὰρ τῆς γενέσεως τοῦ λινοῦ χρῶμα μελανώτερόν ἐστιν, ἀπὸ δὲ τῆς ἐργασίας γίνεται λαμπρότατον. τοιοῦτον οὖν τι καὶ ἐπὶ ἡμᾶς τοὺς ἐν γενέσει φθάνει. μέλανές ἐσμεν κατὰ τὴν ἐν τῷ πιστεύειν ἀρχήν, διὸ ἐν ἀρχῇ τοῦ Ἄισματος τῶν ᾀσμάτων λέγεται · μέλαινά εἰμι καὶ καλή, καὶ Αἰθίοψιν ἡμεῖς κατ’ἀρχὰς τὴν ψυχὴν ἐοίκαμεν, εἶτα ἀποσμηχόμεθα, ἵνα λαμπρότεροι γενώμεθα κατὰ τὸ τίς αὕτη ἀναβαίνουσα λελευκανθισμένη; καὶ γινόμεθα λινοῦν λαμπρὸν καὶ καθαρόν. εἶτα καὶ πλεκόμεθα ἐπὶ τὸ περίζωμα τοῦ θεοῦ, ὅταν ἄξιοι ὦμεν κολλᾶσθαι τῷ θεῷ. οὐκ ἀποτίθεται ἡμᾶς θεός. ἀπέθετο τὸν πρῶτον λαόν, πάντα τὸν οἶκον Ἰούδα καὶ τὸν οἶκον Ἰσραήλ. ἐγένετο εἰς τὸ μὴ χρησθῆναι ἔτι · οὐκέτι γὰρ αὐτοὺς περιζώννυται. ἡμᾶς ἀντὶ ἐκείνων περιεζώσατο θεός · οὐ γὰρ ἀποβαλὼν τὸ περίζωμα ἔμεινε γυμνός, ἀλλὰ ἄλλο περίζωμα ἑαυτῷ ὕφανεν. τοῦτο τὸ περίζωμα ἐκκλησία ἐστὶν ἀπὸ τῶν ἐθνῶν · ἥτις ἴστω ὅτι εἰ τῶν προτέρων οὐκ ἐφείσατο θεός, πόσῳ πλέον οὐ δὲ αὐτῆς ἁμαρτανούσης φείσεται, ἐὰν μὴ ἀξία τῆς ὀσφύος τοῦ θεοῦ · δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν ἐν Χριστῷ Ἰησοῦ, ἐστιν δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.