Homilies on Jeremiah, Homily 10
Origen
- Homily 1
- Homily 2
- Homily 3
- Homily 4
- Homily 5
- Homily 6
- Homily 7
- Homily 8
- Homily 9
- Homily 10
- Homily 11
- Homily 12
- Homily 13
- Homily 14
- Homily 15
- Homily 16
- Homily 17
- Homily 18
- Homily 19
- Homily 20
10.1εἰ θεοῦ λόγιά ἐστιν ἐν νόμῳ καὶ προφήταις, εὐαγγελίοιςτε καὶ ἀποστόλοις, δεήσει τὸν μαθητευόμενον θεοῦ λογίοις διδάσκαλον ἐπιγράφεσθαι θεόν · “ὁ” γὰρ “διδάσκων ἄνθρωπον γνῶσιν” ὁ θεός ἐστιν, ὡς καὶ ἐν Ψαλμοῖς γέγραπται, καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ μὴ δεῖν ἐπιγράφεσθαί τινα διδάσκαλον ἐπὶ τῆς γῆς λέγων · “καὶ ὑμεῖς μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς · εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς” · “ὁ πατὴρ” δὲ “ὁ ἐν τοῖς οὐρανοῖς” διδάσκει ἤτοι καθ’αὑτὸν ἢ διὰ τοῦ Χριστοῦ ἢ ἐν ἁγίῳ πνεύματι ἢ διὰ Παύλου, φέρ’εἰπεῖν, ἢ διὰ Πέτρου ἢ διά τινος τῶν ἄλλων ἁγίων, μόνον θεοῦ πνεῦμα καὶ θεοῦ λόγος ἐπιδημείτω καὶ διδασκέτω. ταῦτά μοι πρὸς τί εἴρηται; ἐπειδήπερ φησὶν ὁ προφήτης · “γνώρισόν μοι, κύριε, καὶ γνώσομαι” · οὐ γὰρ γνώσομαι, ἐὰν μὴ σύ μοι γνωρίσῃς, ἐὰν δὲ γνωρίζοντος σοῦ ἐμοὶ γνῶ, “τότε” ὄψομαι “τὰ ἐπιτηδεύματα αὐτῶν” καὶ νοήσω, ὃ ἕκαστος πράττει καὶ ποίας ἐστὶν προαιρέσεως. ταῦτα ὁ προφήτης · εἶτα ὁ σωτὴρ ἐν τῷ προφήτῃ ἴδωμεν τίνα λέγει · “ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἐπ’ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες · δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι” · ὡς φησὶν καὶ ὁ προφήτης Ἡσαΐας, Χριστὸς “ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ”. ἐκεῖ μὲν οὖν περὶ αὐτοῦ Ἡσαΐας λέγει, ἐνταῦθα δὲ ὁ Χριστὸς περὶ αὑτοῦ · “ἐγὼ” φησὶν “ὡς ἀρνίον ἄκακον ἐπὶ σφαγὴν ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων”. οὐκ εἶπεν τί οὐκ ἔγνω. οὐ γὰρ εἴρηκεν · οὐκ ἔγνων κακά, οὐκ εἴρηκεν · οὐκ ἔγνων ἀγαθά, οὔτε εἴρηκεν · οὐκ ἔγνων ἁμαρτίαν, ἀλλ’ἁπλῶς “οὐκ ἔγνων”. σοὶ οὖν καταλέλοιπεν ἐξετάζειν τί οὐκ ἔγνω, καὶ μάνθανε τί οὐκ ἔγνω ἀπὸ τοῦ “τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν” · γνῶναι γὰρ ἁμαρτίαν ἁμαρτῆσαί ἐστιν, ὡς γνῶναι δικαιοσύνην δικαιοπραγῆσαί ἐστιν · ὁ οὖν ἀπαγγέλλων τὰ περὶ δικαιοσύνης καὶ μὴ δικαιοπραγῶν οὐκ ἔγνω δικαιοσύνην. 10.2“ἐπ’ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες · δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ”. ὅτι μὲν ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, δῆλον τοῦτό ἐστιν καὶ παρρησίᾳ τοῦτο κηρύσσομεν · πῶς δὲ τοῦτο ἐφαρμόσεις τῷ “ἐλογίσαντο ἐπ’ἐμὲ λογισμόν, λέγοντες · δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ”, ἔργον ἐστὶ νοῆσαι. ὁ τοῦ Ἰησοῦ ἄρτος ὁ λόγος ἐστὶν ἐν ᾧ τρεφόμεθα. ἐπεὶ τοίνυν διδάσκοντος αὐτοῦ ἐν τῷ λαῷ ἠθέλησαν τὸ σκάνδαλον ἐν τῇ διδασκαλίᾳ αὐτοῦ προσθεῖναι διὰ τοῦ σταυρῶσαι αὐτόν, εἶπον · “βάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ” · ὅταν γὰρ τῷ λόγῳ τῆς Ἰησοῦ διδασκαλίας προσάπτηται τὸ ἐσταυρῶσθαι τὸν διδάσκαλον, εἰς τὸν ἄρτον αὐτοῦ ξύλον ἐμβέβληται. ἐκεῖνοι μὲν οὖν ἐξ ἐπιβουλῆς βουλευσάμενοι λεγέτωσαν · “δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ” · ἐγὼ δὲ παραδοξότερον ἐρῶ · τὸ ξύλον ἐμβληθὲν εἰς τὸν ἄρτον αὐτοῦ κρείττονα τὸν ἄρτον πεποίηκεν. παράδειγμα λαμβάνω ἀπὸ τοῦ Μωσέως νόμου · “τὸ ξύλον βληθὲν εἰς τὸ πικρὸν ὕδωρ ἐποίησεν αὐτὸ γλυκύ” · οὕτως τὸ ξύλον τοῦ πάθους Ἰησοῦ Χριστοῦ ἐλθὸν εἰς τὸν λόγον πεποίηκεν τὸν ἄρτον αὐτοῦ γλυκύτερον. πρὶν ἔλθῃ γοῦν εἰς τὸν ἄρτον αὐτοῦ τὸ ξύλον, ὅτε ἄρτος μόνον ἦν καὶ ξύλον οὐκ ἦν ἐν τῇ διδασκαλίᾳ αὐτοῦ, “εἰς πᾶσαν τὴν γῆν” οὐκ “ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ” · ἀλλ’ἐπεὶ προσέλαβεν δύναμιν ὁ ἄρτος διὰ τοῦ ξύλου τοῦ βληθέντος εἰς αὐτόν, διὰ τοῦτο ὁ λόγος τῆς διδασκαλίας αὐτοῦ νενέμηται ὅλην τὴν οἰκουμένην. καὶ τότε τὸ ξύλον σύμβολον ἦν τοῦ πάθους Ἰησοῦ, δι’οὗ τὸ πικρὸν ὕδωρ γλυκὺ γίνεται · ἐγὼ γὰρ λέγω ὅτι ὁ νόμος μὴ νοούμενος πικρὸν ὕδωρ ἐστίν, ἐὰν δὲ ἔλθῃ τὸ ξύλον Ἰησοῦ καὶ ἡ διδασκαλία τοῦ σωτῆρός μου ἐπιδημήσῃ, γλυκάζεται καὶ ἥδιστος γίνεται ὁ Μωσέως νόμος ἀναγινωσκόμενος καὶ γινωσκόμενος. 10.3εἶπον οὖν · “δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ” · λέγουσιν δὲ καὶ τὸ “ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι”. οὕτως αὐτὸν ἀπέκτειναν, ὡς ἐξαφανίζοντες αὐτοῦ τὸ ὄνομα. ἀλλὰ ὁ Ἰησοῦς οἶδεν πῶς ἀποθνῄσκει καὶ διὰ τί · διό φησιν · “ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει · ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει” · ὥστε ὁ θάνατος τοῦ Ἰησοῦ στάχυς σίτου γίνεται ποιῶν πολλαπλασίονα καὶ πολύχουν τὸ ἐσπαρμένον, ὡς εἰ καθ’ὑπόθεσιν μὴ ἐσταύρωτο μη δὲ τεθνήκει, ἔμεινεν ἂν μόνος ὁ κόκκος τοῦ σίτου, καὶ πολλοὶ οὐκ ἐγένοντο ἐξ αὐτοῦ. πρόσχες οὖν αὐτοῦ τῇ λέξει, εἰ μὴ τοῦτο βεβούληται λέγων · “ὁ κόκκος τοῦ σίτου ἐὰν μὴ πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει · ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει” · ὁ θάνατος τοῦ Ἰησοῦ τούτους πάντας ἐκαρποφόρησεν · εἰ δὲ ὁ θάνατος τοσούτους ἐκαρποφόρησε, πόσους καρποφορήσει ἡ ἀνάστασις; 10.4“κύριε τῶν δυνάμεων κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν”. προφητικῶς ταῦτα εὔχεται, ἰδεῖν τὴν παρὰ τοῦ θεοῦ ἐκδίκησιν ἐξ αὐτῶν · “κεκύκλωται γὰρ ὑπὸ στρατοπέδων ἡ Ἱερουσαλήμ, καὶ ἤγγισεν ἡ ἐρήμωσις αὐτῆς”, καὶ εἴρηται αὐτῇ · “ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν”. “ἴδοιμι” οὖν “τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας · οὐ μὴ προφητεύσῃς ἐν ὀνόματι κυρίου, εἰ δὲ μή, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν. ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ’αὐτούς · οἱ νεανίσκοι αὐτῶν ἐν ῥομφαίᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ, καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας Ἀναθὼθ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν”. προσχήματος ἕνεκεν τὸ ὄνομα τῆς Ἀναθὼθ ἐνθάδε λαμβάνεται, ὅλον δὲ τὸ Ἰουδαϊκὸν μυστήριον τροπικῶς ἐν αὐτῇ εἴρηται · ἑρμηνεύεται γὰρ Ἀναθὼθ Ἐπακουσμός. ἐπεὶ οὖν ἐπακουσμὸς τοῦ θεοῦ ἐν ἐκείνῳ ἦν τῷ λαῷ, ὡς καὶ ἡ βασιλεία τοῦ θεοῦ, καὶ γέγονεν ἐπὶ τῆς βασιλείας τὸ “ἀρθήσεται ἀφ’ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς”, κατὰ τοῦτο γέγονεν καὶ τὸ “τοὺς ἄνδρας Ἀναθώθ”, τοὺς ὄντας ἐν τῷ Ἐπακουσμῷ, “ζητεῖν τὴν ψυχὴν” οὐχ Ἱερεμίου, οὐ δὲ γὰρ ἡ ἱστορία λέγει ὅτι ἄνδρες Ἀναθὼθ ἐζήτησαν τὴν ψυχὴν Ἱερεμίου · ἔχομεν τὰς Βασιλείας, μέμνηται ἡ γραφὴ ἐκεῖ τοῦ Ἱερεμίου, οὐδὲν τοιοῦτον ἐν αὐταῖς εἴρηται, οὐ δ’ἐν ταῖς Παραλειπομέναις · ἔχομεν γὰρ αὐτὴν τὴν βίβλον τοῦ προφήτου, οὐδὲν εἰρήκασιν οἱ ἄνδρες Ἀναθώθ, ἀλλὰ ταῦτα λέγεται περὶ Χριστοῦ. “τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας · οὐ μὴ προφητεύσῃς ἐπὶ τῷ ὀνόματι κυρίου” ἐκώλυσαν Ἰουδαῖοι διδάσκειν Ἰησοῦν “εἰ δὲ μή, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν. ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ’αὐτούς · οἱ νεανίσκοι αὐτῶν ἐν ῥομφαίᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ”. οὐ τότε τετελευτήκασιν ἐν ῥομφαίᾳ, ἀλλὰ μετὰ τὴν πόρθησιν νῦν λιμὸς ἦλθεν ἐπ’αὐτούς, “οὐ λιμὸς ἄρτου οὐ δὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου” · οὐκέτι γὰρ “τάδε λέγει κύριος παντοκράτωρ” λέγεται παρ’αὐτοῖς. αὕτη ἡ λιμός, ἵνα ἡ προφητεία μηκέτι ᾖ, καὶ τί λέγω προφητεία; οὐ δὲ διδασκαλία. κα- κἂν μυριάκις χρηματίζωσιν παρ’αὐτοῖς σοφοί, οὐκ ἔστιν λόγος κυρίου ἔτι ἐν αὐτοῖς, ἐπεὶ πεπλήρωτο τὸ “ἀφελεῖ κύριος ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν”. οὐκέτι ἔστιν παρ’αὐτοῖς δυνάμενος εἰπεῖν · “ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα”. μετέβησαν οἱ ἀρχιτέκτονες, ἦλθον ἐπὶ τὴν ἐκκλησίαν, ἔθηκαν τὸν θεμέλιον Ἰησοῦν Χριστόν · τούτῳ ἐποικοδομοῦσιν καὶ οἱ μετ’ἐκείνους. 10.5“ἐν λιμῷ” οὖν ὁ λαὸς ἐκεῖνος ἐγκαταλελειμμένοι εἰσίν · “ἐπάξω” γὰρ ἐπ’αὐτοὺς “κακὰ ἐπὶ τοὺς κατοικοῦντας Ἀναθὼθ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν. δίκαιος εἶ, κύριε, ὅτι ἀπολογήσομαι πρός σε. πλὴν κρίματά μου λαλήσω πρός σε. τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα”. ἔτι ζητοῦμεν, εἰ ἀγαθὸς ὁ θεός ἐστιν ὁ τὸν νόμον καὶ τοὺς προφήτας δεδωκώς, ὁρῶντες ὅτι “ὁδὸς ἀσεβῶν εὐοδοῦται” καὶ οὐ κολάζει τοὺς ἀσεβεῖς. “εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα” · αὐτοὶ οἱ κατὰ τοῦ δημιουργοῦ λέγοντες, δυσφημοῦντες αὐτὸν “εὐθήνησαν, ἐφυτεύθησαν καὶ ἐρριζώθησαν, ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν”. πόσος καρπὸς Μαρκίωνος τεκνοποιήσαντος, πόσος Βασιλείδου, πόσος Οὐαλεντίνου; τοῦτο γάρ ἐστι τὸ περὶ τῶν ἀσεβῶν προφητευόμενον καὶ λεγόμενον ἐν τῷ “ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν”. “ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν αὐτῶν” · ὀνομάζουσι τὸ Ἰησοῦ ὄνομα, οὐκ ἔχουσι δὲ τὸν Ἰησοῦν · οὐ γὰρ ὁμολογοῦσιν αὐτὸν ὡς χρή. “καὶ σύ, κύριε, γινώσκεις με, εἶδές με, ἐδοκίμασας τὴν καρδίαν μου ἐναντίον σου · ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν”. τί ποιήσω, ἵνα ταῦτα σαφηνίσω; τὰς κολάσεις ἁγνισμὸν λέγει τῶν κολαζομένων · “ἅγνισον” γὰρ “αὐτοὺς εἰς ἡμέραν” φησὶν “σφαγῆς αὐτῶν”, διὰ τοῦ σφαγῆναι αὐτοὺς ἅγνισον αὐτούς · “ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται”. 10.6“ἕως πότε πενθήσει ἡ γῆ καὶ ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ”; ὡσπερεὶ ἐμψύχου τῆς γῆς καὶ ἐνταῦθα διαλέγεται ὁ προφήτης λέγων τὴν γῆν πενθεῖν διὰ τὴν κακίαν τῶν ἐπιβαινόντων ἐπ’αὐτήν. καθ’ἕκαστον οὖν ἡμῶν ἡ γῆ ἤτοι πενθεῖ ἢ εὐφραίνεται · ἢ γὰρ πενθεῖ “ἀπὸ κακίας τῶν ἐνοικούντων ἐν αὐτῇ” ἢ εὐφραίνεται ἀπὸ ἀρετῆς “τῶν ἐνοικούντων ἐν αὐτῇ”. ἐφ’ἑκάστου οὖν ἡμῶν αὐτὸ τὸ στοιχεῖον ἢ εὐφραίνεται ἢ πενθεῖ · εἰ δὲ ἡ γῆ, τάχα καὶ τὰ λοιπὰ στοιχεῖα. ὁμοίως ἐρῶ καὶ ὕδωρ καὶ ὁ ἐπὶ τοῦ ὕδατος τεταγμένος ἄγγελος, ἵνα διηγήσωμαι καὶ τὴν γῆν πενθοῦσαν ἢ μὴ πενθοῦσαν · οὐ γὰρ τοῦτο τὸ σῶμα, ἡ γῆ, “πενθεῖ ἀπὸ τῶν κατοικούντων ἐν αὐτῇ”, ἀλλὰ νόει μοι πρὸς τῇ διατάξει τοῦ παντὸς τεταγμένον τινὰ ἄγγελον ἐπὶ τῆς γῆς καὶ ἄλλον τεταγμένον ἐπὶ τῶν ὑδάτων καὶ ἄλλον ἐπὶ τοῦ ἀέρος καὶ τέταρτον ἐπὶ τοῦ πυρός. οὕτως ἀνάβα μοι τῷ λόγῳ ἐπὶ τὴν διάταξιν πᾶσαν τὴν ἐν ζῴοις, τὴν ἐν φυτοῖς, τὴν ἐν τοῖς οὐρανίοις ἄστροις · ἄγγελός τις τέτακται καὶ ἐπὶ τοῦ ἡλίου καὶ ἐπὶ τῆς σελήνης ἄλλος, ἄλλοι καὶ ἐπὶ τῶν ἄστρων. οὗτοι δὴ οἱ ἄγγελοι, μεθ’ὧν ἐσμεν ὅσον ἐσμὲν ἐπὶ γῆς, ἤτοι εὐφραίνονται, ἢ πενθοῦσιν ἐφ’ἡμῖν ὅταν ἁμαρτάνωμεν · πενθεῖ, φησίν, ἡ γῆ ἀπὸ τῶν κατοικούντων ἐν αὐτῇ. ὁμωνύμως εἶπεν τὸν ἄγγελον γῆν αὐτῇ τῇ γῇ · ὥσπερ γὰρ “τὸ χειροποίητον ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό”, οὐχ ὅτι ἐπικατάρατον αὐτὸ τὸ ἄψυχον, ἀλλ’εἴρηται χειροποίητον τὸ προσκαθεζόμενον τῷ ἀψύχῳ ἀγάλματι καὶ χρηματίζον ἐκείνῳ τῷ ὀνόματι, οὕτως δὴ ἐρῶ καὶ γῆν λέγεσθαι τὸν ἐπὶ γῆς τεταγμένον ἄγγελον, καὶ ὕδωρ λέγεσθαι τὸν ἐπὶ ὕδατος τεταγμένον ἄγγελον, καθ’ὃ λέλεκται · “ἴδοσάν σε ὕδατα, ὁ θεός, ἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι πλήθους ἤχους ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται”. 10.7“ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς”. ἴδε μοι τὸν “ἐν μορφῇ θεοῦ” ὑπάρχοντα ὄντα ἐν τοῖς οὐρανοῖς, ἴδε αὐτοῦ τὸν οἶκον ὑπερουράνιον. εἰ βούλει καὶ ὑψηλότερον ἰδεῖν ὅτι “ἐγὼ ἐν τῷ πατρί” ἴδε αὐτοῦ οἶκον ὄντα τὸν θεόν. καταλείπει “τὸν πατέρα καὶ τὴν μητέρα” τὴν “ἄνω Ἱερουσαλήμ” καὶ ἔρχεται εἰς τὸν περίγειον τόπον καί φησιν · “ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου” ἐκείνη γὰρ ἦν ἡ κληρονομία αὐτοῦ, τὰ χωρία τὰ μετὰ τῶν ἀγγέλων, ἡ τάξις ἡ μετὰ τῶν ἁγίων δυνάμεων “ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς” · παρέδωκεν αὐτοῦ τὴν ψυχὴν εἰς τὰς χεῖρας τῶν ἐχθρῶν τῆς ψυχῆς, εἰς χεῖρας Ἰουδαίων τῶν ἀποκτεινάντων αὐτόν, εἰς χεῖρας ἀρχόντων συναχθέντων κατ’αὐτοῦ, εἰς χεῖρας βασιλέων, ὅτε “παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ”. 10.8“ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ”. αὕτη ἡ ἐπὶ γῆς κληρονομία αὐτοῦ ἣν κεκληρονόμηκεν ἀπεθηριώθη πρὸς αὐτόν, καὶ γέγονεν ἡ κληρονομία Ἰουδαῖοι ἐξαγριωθέντες κατ’αὐτοῦ “ὡς λέων ἐν δρυμῷ”. οὐ θαυμαστὸν εἰ τότε ἐγένετο ἡ κληρονομία αὐτοῦ “ὡς λέων ἐν δρυμῷ” · νῦν ἔτι ἐν δρυμῷ λέοντές εἰσιν καταθεματίζειν θέλοντες τὸν Ἰησοῦν καὶ δυσφημοῦντες αὐτὸν καὶ ἐπιβουλεύοντες τοῖς πιστεύουσιν εἰς αὐτόν. “ἐγενήθη” οὖν “ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί”; προφητεύει περὶ τῆς κληρονομίας ταύτης · ἡ κληρονομία μου μήτι σπήλαιον ὑαίνης γέγονεν, σπήλαιον ὑαίνης, τῆς ἀγριωτάτης, τῆς νεκροβόρου, τῆς περὶ τὰ μνημεῖα, τῆς ἐσθιούσης τὰ θνησιμαῖα σώματα; “μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί; ἢ σπήλαιον ἐπ’αὐτὴν κύκλῳ αὐτῆς; βαδίζετε” · ἐπεὶ τοιοῦτοι γεγόνασιν, κελεύω ὑμῖν τοῖς ἀγγέλοις, ἵνα βαδίσητε καὶ συναγάγητε τὰ θηρία καὶ παραδῶτε αὐτοὺς τοῖς θηρίοις · “βαδίζετε καὶ συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν”. ἐλήλυθεν “τὰ θηρία τοῦ ἀγροῦ”, διεσθίει τὸν λαὸν ἐκεῖνον · βλέπετε αὐτῶν τὰς καρδίας διεσθιομένας ὑπὸ τῶν δυνάμεων τῶν ἀντικειμένων. εἰ ἐκείνων ὁ Ἰησοῦς οὐκ ἐφείσατο ἀλλὰ εἶπεν · “βαδίζετε, συναγάγετε τὰ θηρία”, πόσῳ πλέον ἡμῶν οὐ φείσεται; ἐὰν μὴ ποιῶμεν τὸν νόμον τοῦ θεοῦ, τὸν λόγον τοῦ εὐαγγελίου, ἐρεῖ πάλιν · βαδίσατε, συναγάγετε τὰ θηρία καὶ παράδοτε αὐτήν, ἀλλ’ἡμεῖς παρρησίαν ἔχομεν, ἵνα εἴπωμεν ἐν ταῖς εὐχαῖς · “μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι”. ἐξομολογησώμεθα περὶ τῶν παραπτωμάτων μετανοοῦντες, καὶ τοῖς θηρίοις οὐ παραδοθησόμεθα, ἀλλ’ἀγγέλοις ἁγίοις τιθηνοῖς ἐσομένοις, ἐπὶ κόλπων βαστάζουσιν, μεταβιβάζουσιν ἡμᾶς ἀπὸ τοῦ αἰῶνος τούτου ἐπὶ τὸν μέλλοντα ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν τὸ κράτος καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.