Homilies on Jeremiah, Homily 17
Origen
- Homily 1
- Homily 2
- Homily 3
- Homily 4
- Homily 5
- Homily 6
- Homily 7
- Homily 8
- Homily 9
- Homily 10
- Homily 11
- Homily 12
- Homily 13
- Homily 14
- Homily 15
- Homily 16
- Homily 17
- Homily 18
- Homily 19
- Homily 20
17.1ἐπὶ τὸ διαβόητον ζήτημα ἐληλύθαμεν ἰδεῖν τίς ἐστιν ὁ πέρδιξ, περὶ οὗ νῦν φησιν ἡ γραφή · “ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε, ποιῶν τὸν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως. ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπ’ἐσχάτων αὐτοῦ ἔσται ἄφρων”. ἐκ τοῦ περὶ φύσεως ζώων δεῖ ἀναλαβεῖν τίνα ἱστόρηται περὶ τοῦ πέρδικος, ἵνα εἰδότες τὰ περὶ τὸ ζῶον εἰδῶμεν πότερον ἐπὶ κρείττονος τάξαι δεῖ νῦν λεγόμενον τὸν πέρδικα ἢ ἐπὶ χείρονος. λέγεται δὴ τὸ ζῶον εἶναι κακοηθέστατον καὶ δόλιον καὶ πανοῦργον, καὶ ἀπατᾶν βουλόμενον τοὺς θηρεύοντας καὶ πολλάκις κυλιόμενον περὶ τοὺς πόδας τοῦ θηρεύοντος, ἵνα αὐτὸν περισπάσῃ ὡς ἐγγὺς ὂν τὸ ζῶον πρὸς τὸ μὴ ἥκειν ἐπὶ τὴν καλιάν. καὶ ἡνίκα ἐὰν στοχάσηται περιεσπακέναι τὸν θηρευτὴν καὶ τὰ νεοσσία πεφευγέναι, τότε καὶ αὐτὸς ἀφίπταται. ἔστι δὲ τὸ ζῶον πάνυ ἀκάθαρτον ὥστε τοὺς ἄρρενας μονομαχεῖν πρὸς ἀλλήλους περὶ τῆς μίξεως καὶ ἄρρενα ἄρρενα ἐπιβαίνειν. εἰ οὖν καὶ κακόηθες, εἰ καὶ ἀκάθαρτον, εἰ καὶ πανοῦργον, εἰ καὶ ἀπατηλὸν τοῦτο τὸ ζῶόν ἐστι, δῆλον ὅτι τάξαι ἐπὶ κρείττονος αὐτὸ καὶ εἰπεῖν ἐπὶ τὸν σωτῆρα δύνασθαι ἀναφέρεσθαι ἀσεβὲς εἶναι φαίνεται. δεῖ οὖν ἰδεῖν, ἂν θέλωμεν αὐτὸ ἑρμηνεῦσαι ἐπὶ τὸν ἀντικείμενον, εἰ ἀκολουθεῖ ἡμῖν ὅλη ἡ ἑρμηνεία. 17.2ἀρξώμεθα δὴ ἀπὸ τοῦ “ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν”. οὐκοῦν οὐ τὰ ἴδια κτίσματα συνάγει ὁ διάβολος, οὐχὶ ἃ ἐγέννησε συνάγει, ἀλλ’ἐπὰν φωνήσῃ, συνάγει τὰ ἄλλου κτίσματα καὶ ποιεῖ αὐτὰ ἴδια. ἐφώνησε πέρδιξ διὰ Οὐαλεντίνου, ἐφώνησε πέρδιξ διὰ Μαρκίωνος, ἐφώνησε διὰ Βασιλείδου, διὰ πάντων τῶν ἑτεροδόξων · οὐδεὶς γὰρ ἐκείνων ἠδύνατο εἰπεῖν τὴν φωνὴν Ἰησοῦ · “τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσιν”. ἀλλ’ἡ φωνὴ μὲν τοῦ Ἰησοῦ ἐν Παύλῳ καὶ Πέτρῳ · διὸ ἔλεγεν ὁ Παῦλος · “εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ”; φωνὴ δὲ τοῦ συναγαγόντος ἃ οὐκ ἔτεκε πέρδικος ἐν τοῖς ἀποπλανῶσι καὶ ἀπατῶσι διὰ τὴν ἀκεραιότητα καὶ διὰ τὸ ἀπαράσκευον τοὺς ἁπλουστέρους τῶν πιστευόντων. “ἐφώνησεν” οὖν “πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως”. ἐπλούτησεν ὁ πέρδιξ. ἴδε πόσαι αὐτοῦ εἰσι μυριάδες · πολλαὶ τοῦ πέρδικος γεγόνασι, τῆς δυνάμεως τῆς ἀντικειμένης. καὶ ἐποίησε πλοῦτον αὐτοῦ οὐ μεριμνῶν κρίσεως οὐ δὲ κρίσιν ἔχων, ἀλλ’ἀκρίτως πράττων. διὸ λέγεται ὅτι “ποιῶν” ἐστιν ὁ πέρδιξ “πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως”. ὁ δὲ ἐμὸς σωτὴρ ποιεῖ πλοῦτον αὐτοῦ μετὰ κρίσεως, καὶ κεκριμένος ἐστὶν ὁ πλοῦτος αὐτοῦ καὶ ἐκλελεγμένος. 17.3“ἐν ἡμίσει” δὲ “ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν”. ἡμεῖς πάντες οἱ γενόμενοί ποτε ὑπὸ τὸν πέρδικα τὸν φωνήσαντα · ἐφώνησε γὰρ οὐ μόνον διὰ τῶν προειρημένων, ἀλλὰ καὶ διὰ πάντων ἁπαξαπλῶς τῶν ἀπατώντων καὶ ὡς ἐπὶ εὐσέβειαν τὴν ἀθεότητα προκαλουμένων ἐπὶ δόγματα ἐναντία τῇ ἀληθείᾳ ἀλλ’“ἐν ἡμίσει ἡμερῶν αὐτοῦ” ἐγκαταλελοίπαμεν αὐτόν. πᾶσαι μὲν γὰρ αἱ ἡμέραι αὐτοῦ αἱ ἡμέραι εἰσὶ τοῦ αἰῶνος τούτου · ἐπεὶ δὲ ἐξείλατο “ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ” Χριστὸς Ἰησοῦς, διὰ τοῦτο “ἐν ἡμίσει ἡμερῶν αὐτοῦ” ἐγκαταλελοίπαμεν αὐτόν. “καὶ ἐπ’ἐσχάτων αὐτοῦ ἔσται ἄφρων”. πότε γὰρ φρόνιμος ἦν, ἵν’ἐπ’ἐσχάτων αὐτοῦ γένηται ἄφρων; ἀλλὰ φήσομεν, ὅτι φρόνιμος ἦν · “ὁ” γὰρ “ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς ὧν ἐποίησε κύριος ὁ θεός”. φρόνιμος ἦν κατὰ τὸ εἰρημένον ἐν τῷ Ἡσαΐᾳ · “ἐπάξω γὰρ ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων. εἶπε γάρ · τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ. 17.4ὁ Χριστός ἐστιν · ” ὅτε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες “. ” ὑπομονὴ Ἰσραήλ “. ὥσπερ αὐτοδικαιοσύνη ἐστὶν ὁ σωτήρ, αὐτοαλήθεια, αὐτοαγιασμός, οὕτως αὐτοϋπομονή. καὶ οὐκ ἔστιν οὔτε δίκαιον εἶναι χωρὶς Χριστοῦ οὔτε ἅγιον χωρὶς αὐτοῦ οὔτε ὑπομένειν μὴ Χριστὸν ἔχοντα. ὑπομονὴ γὰρ Ἰσραὴλ αὐτός ἐστι. κα- κἂν δὲ ἐπὶ τὸν θεὸν ἀναφέρῃς, οὐ δ’οὕτως ἀσεβήσεις. ” κύριε, πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν ἀφεστηκότες “. ἕκαστος ἡμῶν ὅτε ἁμαρτάνει, δι’ὧν ἁμαρτάνει καταλείπει τὸν Χριστόν, καταλιπὼν δὲ τὸν Χριστὸν καταλείπει τὸν θεόν. ἀδικῶν γὰρ καταλείπει δικαιοσύνην καὶ βέβηλος γινόμενος καταλείπει ἁγιασμὸν καὶ πολεμῶν καταλείπει εἰρήνην καὶ ὑπὸ τῷ πολεμίῳ γινόμενος καταλείπει τὴν ἀπολύτρωσιν καὶ ἔξω τῆς σοφίας ὢν τοῦ θεοῦ καταλείπει τὴν σοφίαν. πᾶσιν οὖν τοῖς καταλείπουσι τὸν θεὸν ἀρᾶται ὁ προφήτης, διδάσκων ἡμᾶς τὸ ἐσόμενον αὐτοῖς, λέγων τὸ” πάντες οἱ καταλείποντές σε καταισχυνθήτωσαν “. ὅσον ἀφεστήκασι, καταισχυνθήτωσαν τοσοῦτον. ” ἐπὶ τῆς γῆς γραφήτωσαν “. πάντες ἄνθρωποι γράφονται · οἱ μὲν ἅγιοι ἐν οὐρανῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐπὶ τῆς γῆς. λέγεται πρὸς τοὺς μαθητὰς ὑπὸ τοῦ Ἰησοῦ · ” χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς “. οὐκοῦν χαίρειν δεῖ, ἐὰν τοιοῦτός τις γένηται, ἵνα τὸ ὄνομα αὐτοῦ ἐγγράφηται ἐν τοῖς οὐρανοῖς. ὡς δὲ τὸ ὄνομα τῶν ἁγίων ἐγγράφεται ἐν τοῖς οὐρανοῖς, οὕτως τῶν πολιτευομένων γηΐνως, τῶν οὐ παραπορευομένων τὴν γῆν Ἐδὼμ ἀλλὰ τοὺς ἀγροὺς γῆς Ἐδὼμ ἐχόντων καὶ τοὺς ἀμπελῶνας, γράφεται τὰ ὀνόματα ὡς καταλειπόντων τὸν θεὸν ἐπὶ τῆς γῆς. ” καταισχυνθήτωσαν “γάρ φησιν” ἀφεστηκότες, ἐπὶ τῆς γῆς γραφήτωσαν “· καὶ γὰρ” ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν “. αἴτιος ἕκαστος ἑαυτῷ ἐστι τοῦ γραφῆναι. εἰ τὰ ἐπὶ γῆς ζητεῖς, οὐ ζητεῖς τὰ οὐράνια. εἰ νένευκέ σου ἡ ψυχὴ περὶ τὰ τῇδε πράγματα, σὺ σεαυτῷ αἴτιος γίνῃ, τοῦ Ἰησοῦ λέγοντος · ” μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζουσι, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν · ἀλλὰ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανοῖς “. θησαυρίζεις ἐν οὐρανῷ; σαυτῷ αἴτιος εἶ τοῦ τὸ ὄνομά σου ἐγγράφεσθαι ἐν τοῖς οὐρανοῖς. ταῦτα διὰ τὸ” ἐπὶ τῆς γῆς γραφήτωσαν “. καὶ τὴν αἰτίαν λέγει · ” ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον “. καὶ ἐν τῇ ἀρχῇ ὁ αὐτὸς προφήτης ἔλεγεν ἐκ προσώπου τοῦ θεοῦ · ” ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς “, καὶ νῦν · ” ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον “. εἴπωμεν οὖν καὶ ἡμεῖς, εἴπερ θέλομεν μὴ ἐγκαταλιπεῖν πηγὴν ζωῆς τὸν κύριον, τὴν φωνὴν τῶν γνησίων Ἰησοῦ μαθητῶν, ἣν εἰρήκασι πρὸς τὸν διδάσκαλον εἰπόντα αὐτοῖς · ” μὴ καὶ ὑμεῖς θέλετε πορεύεσθαι “; τί οὖν εἴπωμεν; ” κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις “. ἐνθάδε ἔληξε καὶ ἡ δευτέρα περικοπή. 17.5εἶτα πάλιν εὐχή ἐστιν οὕτως ἔχουσα · ” ἴασαί με, κύριε, καὶ ἰαθήσομαι · σῶσόν με, καὶ σωθήσομαι, ὅτι καύχημά μου σὺ εἶ. ἰδοὺ αὐτοὶ λέγουσι πρός με · ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλθέτω. ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστασαι “. μόνῳ τῷ ἐληλυθότι διὰ τοὺς κακῶς ἔχοντας ἰατρῷ καὶ λέγοντι · ” οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’οἱ κακῶς ἔχοντες “ἔστιν εἰπεῖν τεθαρρηκότως πάντα τὸν βουλόμενον θεραπευθῆναι ἀπὸ τοῦ νοσεῖν τὴν ψυχὴν αὐτοῦ · ” ἴασαί με, κύριε, καὶ ἰαθήσομαι “. εἰ δέ τις ἄλλος παρὰ τοῦτον ἐπαγγέλλεται τὴν τῶν ψυχῶν ἰατρικήν, οὐκ ἂν λέγοις ἐκείνῳ ἀληθεύων · ” ἴασαί με, κύριε, καὶ ἰαθήσομαι “. καὶ γὰρ ἐκείνη ἡ” αἱμορροοῦσα “ἐδαπάνησε” τὰ παρ’αὐτῆς πάντα “εἰς τοὺς ἰατρούς, καὶ” οὐκ ἴσχυσεν ὑπ’οὐδενὸς αὐτῶν θεραπευθῆναι “· πρὸς οὐδένα γὰρ ἐκείνων εὔλογον ἦν εἰπεῖν · ” ἴασαί με, κύριε, καὶ ἰαθήσομαι “, ἢ πρὸς μόνον, οὗ ἀρκεῖ ἅψασθαι” τοῦ κρασπέδου τοῦ ἱματίου “. λέγω οὖν πρὸς τοῦτον · ” ἴασαί με, κύριε, καὶ ἰαθήσομαι “· ἐὰν γὰρ ἰάσῃ, τὸ τέλος ἐπακολουθήσει τῇ ἀπὸ σοῦ ἰάσει, ἡ θεραπεία, ὥστ’ἄν με σωθῆναι. ὅσοι δὲ ἄλλοι σώσουσιν, οὐ σωθήσομαι · μόνη δὲ καὶ ἀληθῶς σωτηρία, ἐὰν σώσῃ Χριστός, ἐπεὶ τότε σωθήσομαι. ” ψευδὴς ἵππος εἰς σωτηρίαν “, ψευδῆ καὶ τὰ ἄλλα πάντα παρὰ τὸν θεὸν εἰς σωτηρίαν. διὰ τοῦτο αὐτῷ εἴποιμι ἄν · ” σῶσόν με, κύριε, καὶ σωθήσομαι “. καὶ λέγω τοῦτο, ἐὰν καὶ τὸ ἑξῆς δυνηθῶ λέγειν τῷ ἀποτετάχθαι παντὶ καυχήματι, ἵνα εἴπω · ” ὅτι καύχημά μου εἶ σύ “, ἢ ὅτε πληρῶ τὴν λέγουσαν ἐντολήν · ” μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μη δὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, μη δὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ’ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, τοῦ συνιεῖν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος “. μακάριος οὖν ὁ ἀποταξάμενος πάσῃ τῇ κάτω καυχήσει, οἷον ἐπὶ καλουμένῃ εὐγενείᾳ καὶ ἐπὶ κάλλει καὶ τοῖς σωματικοῖς πράγμασιν, ἐπὶ πλούτῳ, ἐπὶ δόξῃ, καὶ ἀρκούμενος μιᾷ καυχήσει ἵνα εἴπῃ · ” ὅτι καύχημά μου εἶ σύ “. 17.6” ἰδοὺ αὐτοὶ λέγουσι πρός με · ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλθέτω. ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου “. ὁ Ἰησοῦς σοι λέγει · ” ἆρον τὸν σταυρόν σου, καὶ ἀκολούθει μοι “, καὶ” ἄφες πάντα, καὶ ἀκολούθει μοι “, καὶ” ὅστις οὐ καταλείψει τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος εἶναι μαθητής “. ἐὰν οὖν γένῃ τοιοῦτος ὥστε πάντοτε ἀκολουθεῖν τῷ Ἰησοῦ, καὶ ἀκολουθήσεις καὶ ὅσον ἀκολουθεῖς οὐ κοπιάσεις · ” οὐκ ἔσται “γὰρ” μόχθος ἐν Ἰακώβ, οὐ δὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ “. οὐκ ἔστι κόπος ἀκολουθοῦντι Ἰησοῦ, αὐτὸ τὸ ἀκολουθεῖν περιαιρεῖ τὸν κόπον. διὰ τοῦτο αὐτός φησιν, ἵνα μηκέτι κοπιῶμεν, κοπιάσαντες πρὸ τοῦ ἄρξασθαι αὐτῷ ἀκολουθεῖν · ” δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κα- κἀγὼ ἀναπαύσω ὑμᾶς “. ἐὰν οὖν κοπιῶντες ἔλθωμεν πρὸς αὐτὸν καὶ ἀκολουθήσωμεν αὐτῷ, ἐροῦμεν · ” ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου “. τούτῳ δὲ ἀκόλουθόν ἐστιν εἰπεῖν ἡμᾶς καὶ τὸ” ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα “. ἔστι τις ἡμέρα ἀνθρώπου, ἔστι τις ἡμέρα τοῦ θεοῦ. τὴν ἡμέραν τῆς ἀναστάσεως τῶν ἁγίων ἐπιθυμησάτω ἕκαστος ἡμῶν, μὴ ἐκείνην περὶ ἧς γέγραπται · ” οὐαὶ οἱ ἐπιθυμοῦντες ἡμέραν κυρίου · καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς “. τίς ἐστιν ὁ λέγων · ” καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα “; ἡ σαφήνεια τοῦ λόγου ἐλέγξει ἡμᾶς, ὅτι ἡμέραν ἀνθρώπου ἐπεθυμήσαμεν. πολλάκις νοσήσαντες καὶ ἐν φαντασίᾳ θανάτου γενόμενοι ἐπὶ τῆς ἐξόδου παρακαλοῦμεν τοὺς ἐπισκοποῦντας ἡμᾶς ἀδελφοὺς καί φαμεν · αἴτησαί μοι κομίατον, αἴτησαί μοι ἐπιμένειν τῷ βίῳ. ταῦτα λέγοντες οὐχ ἡμέραν ἐπιθυμοῦμεν ἁγίαν θεοῦ, ἀλλ’ἡμέραν ἀνθρώπου. διόπερ ἀποθέμενοι τὴν φιλοζωίαν καὶ τὸ ἐπιθυμεῖν ἀνθρωπίνην ἡμέραν, ζητήσωμεν τὴν ἡμέραν ἐκείνην ἰδεῖν, ἐν ᾗ τευξόμεθα τῆς ἐν Χριστῷ Ἰησοῦ μακαριότητος, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.