Homilies on Jeremiah, Homily 8
Origen
- Homily 1
- Homily 2
- Homily 3
- Homily 4
- Homily 5
- Homily 6
- Homily 7
- Homily 8
- Homily 9
- Homily 10
- Homily 11
- Homily 12
- Homily 13
- Homily 14
- Homily 15
- Homily 16
- Homily 17
- Homily 18
- Homily 19
- Homily 20
8.1τρεῖς οἱονεὶ ἀρετὰς παραλαβὼν ὁ προφήτης τοῦ θεοῦ, τὴν ἰσχὺν αὐτοῦ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν φρόνησιν αὐτοῦ, ἑκάστῃ αὐτῶν οἰκεῖόν τι ἔργον ἀπονέμει, τῇ μὲν ἰσχύϊ τὴν γῆν, τῇ δὲ σοφίᾳ τὴν οἰκουμένην, τῇ δὲ φρονήσει τὸν οὐρανόν · ἄκουε γὰρ τῆς λέξεως λεγούσης · “κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν”. καὶ ἡμεῖς δὲ πρὸς τὴν ἡμετέραν γῆν λέλεκται γὰρ πρὸς τὸν Ἀδάμ · “γῆ εἶ” χρείαν ἔχομεν τῆς ἰσχύος τοῦ θεοῦ, χωρὶς δὲ τῆς δυνάμεως τοῦ θεοῦ οὐχ οἷοίτέ ἐσμεν ἐπιτελέσαι ταῦτα, ὅσα οὐ κατὰ “τὸ φρόνημά” ἐστιν “τῆς σαρκός” · “νεκρωθέντων δὲ τῶν μελῶν τῶν ἐπὶ τῆς γῆς”, ἔσται τὸ κατὰ τὸ βούλημα τοῦ πνεύματος, ἐπεὶ τῷ “πνεύματι αἱ πράξεις τῆς σαρκὸς” κατὰ τὸν ἀπόστολον “θανατοῦνται”. “κύριος” οὖν “ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ” · ἐὰν δὲ ἔλθῃς καὶ ἐπὶ ταύτην τὴν γῆν, εἰ δύνασαι ἰδεῖν τὸ ἐν τῷ Ἰὼβ γεγραμμένον, ὡς ἐν τοῖς ἀκριβεστέροις ἀντιγράφοις εὕρομεν, ὅτι ἔστησεν αὐτὴν “ἐπ’οὐδενί”, ὄψῃ ὅτι ἰσχύϊ θεοῦ κατὰ τὸ μεσαίτατον κεῖται. ἔρχομαι καὶ ἐπὶ τὴν οἰκουμένην. οἶδα ψυχὴν οἰκουμένην, οἶδα ψυχὴν ἔρημον · εἰ γὰρ οὐκ ἔχει τὸν θεόν, εἰ οὐκ ἔχει τὸν Χριστὸν τὸν εἰπόντα · “ἐγὼ καὶ ὁ πατήρ μου ἐλευσόμεθα πρὸς αὐτὸν καὶ μονὴν παρ’αὐτῷ ποιησόμεθα”, εἰ οὐκ ἔχει τὸ πνεῦμα τὸ ἅγιον ψυχή, ἔρημός ἐστιν · οἰκουμένη δέ ἐστιν, ὅτε πεπλήρωται θεοῦ, ὅτε ἔχει τὸν Χριστόν, ὅτε πνεῦμα ἅγιόν ἐστιν ἐν αὐτῇ. ταῦτα δὲ ποικίλως καὶ διαφόρως ἐν ταῖς γραφαῖς λέγεται, τὸ εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ. ὁ γοῦν Δαβὶδ ἐν τῷ Ψαλμῷ τῆς ἐξομολογήσεως περὶ τούτων τῶν πνευμάτων αἰτεῖ τὸν πατέρα λέγων · “πνεύματι ἡγεμονικῷ στήριξόν με”, “πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου”, “καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ἐμοῦ”. τίνα τὰ τρία πνεύματα ταῦτα; τὸ ἡγεμονικὸν ὁ πατήρ, τὸ εὐθὲς ὁ Χριστός, καὶ τὸ πνεῦμα τὸ ἅγιον. ταῦτα εἰς τὸ παραστῆσαι τὴν οἰκουμένην οὐκ ἄλλως γινομένην ἢ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ · “ἡ” γὰρ “σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει” · “σοφίαν δὲ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτοῦ, καὶ οἱ κόποι αὐτοῦ ἀνόνητοι, καὶ ἄχρηστα τὰ ἔργα αὐτοῦ”, φησὶν ἡ Σοφία ἡ ἐπιγεγραμμένη Σολομῶντος. διὰ τοῦτο ὅση δύναμις, ἐπεὶ ἀνορθοῦται ἡ οἰκουμένη ἐν τῇ σοφίᾳ τοῦ θεοῦ, βουλώμεθα δὴ καὶ αὐτοὶ ἀνορθωθῆναι ἡμῶν τὴν οἰκουμένην τάχα πεσοῦσαν · πέπτωκεν γὰρ αὕτη ἡ οἰκουμένη ἡνίκα ἤλθομεν εἰς τὸν τόπον τῆς κακώσεως, πέπτωκεν αὕτη ἡ οἰκουμένη ἡνίκα “ἡμάρτομεν, ἠσεβήσαμεν, ἠδικήσαμεν”, καὶ δεῖται ἀνορθώσεως. θεὸς οὖν “ὁ ἀνορθώσας τὴν οἰκουμένην” ἐστίν · εἰ δὲ μὴ τοιοῦτον λαμβάνεις τὸ “ἀνορθώσας τὴν οἰκουμένην”, ἀλλὰ κοινότερον νοήσας τὴν οἰκουμένην, ζήτει πόθεν ἀνορθώσας ἐστὶν τὴν οἰκουμένην, ζήτει τῆς οἰκουμένης πτῶσιν, ἵνα εὑρὼν αὐτῆς τὴν πτῶσιν ἴδῃς αὐτῆς τὴν ἀνόρθωσιν. εἴ τις οὖν ἐστιν ἐν τῇ οἰκουμένῃ ταύτῃ, ἐὰν οὕτως νοήσῃς τὴν οἰκουμένην, δῆλον ὅτι δεῖται τῆς ἀνορθώσεως, οὐδεὶς δὲ μὴ πεσὼν δεῖται τῆς ἀνορθώσεως · δῆλον ὅτι πέπτωκεν ἕκαστος τῶν ἐν τῇ οἰκουμένῃ ἀπὸ ἁμαρτίας, καὶ “κύριός” ἐστιν ὁ “ἀνορθῶν τοὺς κατερραγμένους, καὶ ὑποστηρίζει πάντας τοὺς καταπίπτοντας”. “ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν”, καὶ οὕτως πέπτωκεν ἡ οἰκουμένη καὶ δεῖται ἀνορθώσεως, ἵν’“ἐν τῷ Χριστῷ πάντες ζωοποιηθῶσιν”. ὥστε διχῶς ἀποδέδωκα τὰ περὶ τῆς οἰκουμένης, πῇ μὲν ἐπὶ ἕνα ἕκαστον δεικνὺς πῶς ἑκάστη ψυχὴ ἤτοι οἰκουμένη ἐστὶν ἢ ἔρημος, πῇ δὲ ἐπ’αὐτῆς στήσας τὸν λόγον τῆς οἰκουμένης. 8.2“καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν”. οὐ συντυχικῶς τὴν φρόνησιν παρέλαβεν ἐπὶ τοῦ οὐρανοῦ · εὑρήσεις γὰρ ἐν ταῖς Παροιμίαις λεχθέν · “ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει”. ἔστιν οὖν τις φρόνησις θεοῦ, ἣν μὴ ζήτει εἰ μὴ ἐν Χριστῷ Ἰησοῦ · πάντα γὰρ ὅσα τοῦ θεοῦ τοιαῦτά ἐστιν, ὁ Χριστός ἔστιν · “σοφία τοῦ θεοῦ” αὐτός, “δύναμις θεοῦ” αὐτός, “δικαιοσύνη” θεοῦ αὐτός, “ἁγιασμὸς” αὐτός, “ἀπολύτρωσις” αὐτός, οὕτως φρόνησις αὐτός ἐστιν θεοῦ. ἀλλὰ τὸ μὲν ὑποκείμενον ἕν ἐστιν, ταῖς δὲ ἐπινοίαις τὰ πολλὰ ὀνόματα ἐπὶ διαφόρων ἐστίν, καὶ οὐ τα- ταὐτὸν νοεῖς περὶ τοῦ Χριστοῦ, ὅτε νοεῖς αὐτὸν σοφίαν, καὶ ὅτε νοεῖς αὐτὸν δικαιοσύνην · ὅτε μὲν γὰρ σοφίαν, τὴν ἐπιστήμην λαμβάνεις τῶν θείων καὶ ἀνθρωπίνων, ὅτε δὲ δικαιοσύνην, τὴν τοῦ κατ’ἀξίαν ἀπονεμητικὴν δύναμιν ἐν τῷ παντί, καὶ ὅτε ἁγιασμόν, τὸν περιποιητικὸν τοῦ ἁγίους γενέσθαι τοὺς πιστεύοντας καὶ ἀνακειμένους τῷ θεῷ. οὕτως οὖν καὶ φρόνησιν αὐτὸν νοήσεις, ὅτε ἐπιστήμη ἐστὶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων. ἐπεὶ οὖν χωρίζεται τοῖς ἐν οὐρανῷ κατοικοῦσιν ἢ τοῖς “τὸν οὐράνιον ἄνθρωπον φοροῦσιν” […] χωρίσαντος τὰ κακὰ ἀπὸ τῶν ἀγαθῶν, ἵνα μηκέτι μολύνηται ἐκεῖνος ὁ οὐρανὸς διὰ τὸ τῇ φρονήσει τοῦ θεοῦ ἐκτετάσθαι τὸν οὐρανὸν μήτε ὁ δίκαιος ὢν οὐρανός ἔστιν δὲ καὶ ὁ δίκαιος οὐρανός, ὡς παραστήσω, εἴρηται · “καὶ ἐξέτεινεν τὸν οὐρανὸν τῇ φρονήσει αὐτοῦ”. πῶς οὖν ἐκτείνεται ὁ οὐρανός; ἐκτεινούσης αὐτὸν τῆς σοφίας · δηλοῦται δὲ ὡς ἡ σοφία ἐκτείνει ἐν τῷ “ἐπειδὴ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε”, καὶ λέγει ἔκτασίν τινα εἶναι λόγων. οὕτως ἐκτείνεται ὁ οὐρανός, καὶ ἐν ἑκατοστῷ τρίτῳ λέγεται Ψαλμῷ · “ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν” · ἐκτείνεται δὲ καὶ ἡ ψυχὴ ἡμῶν πρότερον συνεσταλμένη, ἵνα δυνηθῇ χωρῆσαι τὴν σοφίαν τοῦ θεοῦ. ἀλλὰ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ἐλέγομεν περὶ τοῦ τὸν οὐρανὸν ἐν φρονήσει γεγονέναι, καί φαμεν ὅτι οἱ τὸν οὐράνιον ἄνθρωπον φοροῦντες καὶ αὐτοί εἰσιν οὐρανός. εἰ γὰρ πρὸς τὸν ἁμαρτάνοντα λέγεται · “γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ”, πρὸς τὸν δίκαιον οὐκ ἂν λεχθείη, οὗ “ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν” · οὐρανὸς εἶ, καὶ εἰς οὐρανὸν ἀπελεύσῃ; ἢ διὰ μὲν τὸν χοϊκὸν λεχθήσεται τῷ “φοροῦντι τὴν εἰκόνα τοῦ χοϊκοῦ” · “γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ”, διὰ δὲ τὸν οὐράνιον, ἐπὰν “φορέσῃς τὴν εἰκόνα τοῦ ἐπουρανίου”, οὐκέτι ἁρμόσει λέγεσθαι · οὐρανὸς εἶ, καὶ εἰς οὐρανὸν ἀπελεύσῃ; ἕκαστος οὖν ἡμῶν ἔχει ἔργα οὐράνια καὶ ἐπίγεια. ἐπίγειά ἐστιν ἔργα, ἃ ἐπὶ τὴν συγγενῆ αὐτοῖς γῆν κατάγει τὸν “θησαυρίζοντα” αὐτὰ “ἐπὶ τῆς γῆς, καὶ μὴ θησαυρίζοντα ἐν οὐρανῷ”. πάλιν ἐπὶ τὰ συγγενῆ τοῖς ἔργοις χωρία τὰ ἐν τῷ οὐρανῷ ἀνάγει τὸν “θησαυρίζοντα ἐν οὐρανῷ”, τὸν “φορέσαντα τὴν εἰκόνα τοῦ ἐπουρανίου” τὰ πραττόμενα κατ’ἀρετήν. 8.3“καὶ ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς”. τοῦτο τὸ ῥητὸν πρώην καὶ ἐν τῷ Ψαλμῷ ἐνέπεσεν, καὶ ἐλέγομεν, πῶς ὁ θεὸς “ἀνήγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς” · ἅπερ χρεία ἐστὶν ἐπαναλαβεῖν, τοῖς μὲν εἰδόσιν εἰς ἐπιτράνωσιν καὶ ὑπόμνησιν τῶν εἰρημένων, τοῖς δὲ ἐπιλαθομένοις ἢ μὴ παρατετυχηκόσιν εἰς σαφήνειαν τούτου, εἴτε ἀποκαλυπτομένου καὶ φανεροῦ γενομένου εἴτε ὁπώσποτε νοουμένου. ἐλέγομεν δὲ τοὺς ἁγίους εἶναι νεφέλας · τὸ γὰρ “ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν” οὐ δύναται ἀναφέρεσθαι ἐπὶ τὰς ἀψύχους νεφέλας, ἀλλὰ ἡ ἀλήθεια τοῦ θεοῦ ἕως τῶν νεφελῶν ἐστιν, αἵτινες ἀκούουσιν ἐντολῆς θεοῦ καὶ οἴδασιν, ποῦ ἐκπέμπωσιν ὑετὸν καὶ ἀπὸ τίνων κωλύσωσιν · ὡς οὐσῶν γὰρ νεφελῶν, αἷς ἐντέλλεται ὁ θεὸς μὴ βρέχειν ἢ βρέχειν, γέγραπται · “ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’αὐτὸν ὑετὸν”. ἐπὶ μὲν οὖν τούτων τῶν νεφελῶν, ἐὰν μὴ ὑετὸς ᾖ, οὐκ ἐντέλλεται ὁ θεὸς ταῖς νεφέλαις τοῦ μὴ βρέχειν ἐπὶ τὸν ἀμπελῶνα ἢ τὴν χώραν ὑετόν, ἀλλ’ὅλως οὐ φαίνεται νεφέλη, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν γέγραπται, ὅπου παρὰ τὸν καιρὸν τῆς ἀβροχίας νεφέλη οὐκ ἐφαίνετο, ἡνίκα δὲ κατὰ τὸν λόγον τῆς προφητείας τοῦ Ἠλίου ἔμελλεν ὁ ὑετὸς γίνεσθαι, ἴχνος ἐφάνη νεφέλης “ὡς ἴχνος ἀνδρὸς” καὶ ἐγένετο νεφέλη ποιοῦσα τὸν ὑετόν · ὡς δὲ ὑπαρχουσῶν μὲν τῶν νεφελῶν, κελευομένων δὲ μὴ ὕειν ὅταν ἀναξία ἡ ψυχὴ τοῦ ὑετοῦ τυγχάνῃ, λέγεται τὸ “ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’αὐτὸν ὑετόν”. οὐκοῦν ἕκαστος τῶν ἁγίων νεφέλη ἐστίν · Μωσῆς νεφέλη ἦν, καὶ ὡς νεφέλη ἔλεγεν · “πρόσεχε, οὐρανέ, καὶ λαλήσω · καὶ ἀκουέτω γῆ ῥήματα στόματός μου, προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου” εἰ μὴ ἦν νεφέλη, οὐδέποτ’ἂν εἶπε · “προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου” “καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου” · ὡς νεφέλη λέγει · “ὡσεὶ ὄμβρος ἐπ’ἄγρωστιν, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον · ὅτι ὄνομα κυρίου ἐκάλεσα”. οὕτως ὡς νεφέλη καὶ Ἡσαΐας λέγει · “ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν”. καὶ ἐπειδήπερ καὶ αὐτὸς ἦν νεφέλη, ἔλεγεν δὲ νεφέλας τοὺς συμπροφητεύοντας αὐτῷ, φησὶν προφητεύων · “ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν”. 8.4εἰ δὲ νενόηται ἡμῖν, τίνες εἰσὶν αἱ νεφέλαι, ἴδωμεν πῶς ὁ θεὸς “ἀνάγων” ἐστὶν “νεφέλας ἐξ ἐσχάτου τῆς γῆς”. πῶς “ἀπ’ἐσχάτου τῆς γῆς”; φησὶν ὁ σωτήρ · “ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔσται πάντων ἔσχατος”. ἐτήρησεν ταύτην τὴν ἐντολὴν Παῦλος, καὶ ἦν ἔσχατος ἐν τούτῳ τῷ κόσμῳ · διό φησιν · “δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις”. εἴ τις οὖν ἐστιν τηρῶν τὴν τοῦ σωτῆρος ἐντολὴν καὶ γενόμενος ἔσχατος ὡς πρὸς τὸν βίον τοῦτον, οὗτος γίνεται νεφέλη καὶ ἀνάγει νεφέλας ὁ θεὸς οὐκ ἀπὸ τῶν πρώτων τῆς γῆς, οὐκ ἀπὸ ὑπατικῶν ἀνάγει νεφέλας, οὐκ ἀπὸ ἡγουμένων ἀνάγει νεφέλας, οὐκ ἀπὸ πλουσίων · “μακάριοι” γὰρ “οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ”. ὁρᾷς πῶς ἀπὸ τῶν ἐσχάτων ἀνάγει ὁ θεὸς καὶ σωματοποιεῖ τὰς νεφέλας; διὰ τοῦτο εἰ βουλόμεθα γενέσθαι “νεφέλαι, ἐφ’ἃς φθάνει ἡ ἀλήθεια” τοῦ θεοῦ, ἔσχατοι πάντων γενώμεθα καὶ εἴπωμεν ἔργοις καὶ διαθέσει τὸ “δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν”. κα- κἂν μὴ ἀπόστολος ὦ, ἔξεστί μοι γενέσθαι ἐσχάτῳ, ἵνα ὁ θεὸς ἀνάγων νεφέλας ἀπ’“ἐσχάτου τῆς γῆς” ἀναγάγῃ με. “καὶ ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν”. λέγουσιν οἱ περὶ ταῦτα δεινοί, ὅτι ἡ γένεσις τῶν ἀστραπῶν ἀπὸ τῶν νεφελῶν γίνεται ἀλλήλαις προστριβομένων · ὅπερ γὰρ συμβαίνει περὶ τοὺς πυροβόλους λίθους ἐπὶ γῆς, ἵνα δύο λίθων προσκρουσάντων πῦρ γενηθῇ, τοῦτο γίνεσθαι καὶ ἐπὶ τῶν νεφελῶν φασιν · προσκρουομένων τῶν νεφελῶν κατὰ τοὺς χειμῶνας γίνεται ἡ ἀστραπή, διὸ ὡς ἐπίπαν ἡ ἀστραπὴ ἅμα βροντῇ γίνεται, τῆς μὲν βροντῆς ἐμφαινούσης τὸν ἦχον τοῦ συγκρουσμοῦ τῶν νεφελῶν, τῆς δὲ ἀστραπῆς γεννώσης τὸ φῶς. 8.5εἰ νενόηκας τὸ παράδειγμα, ἴδε μοι καὶ τὴν νοητὴν νεφέλην. Μωσῆς νεφέλη ἦν, Ἰησοῦς ὁ τοῦ Ναυῆ νεφέλη ἦν · αὗται δὴ ὁμιλοῦσιν ἀλλήλαις, καὶ ἀπὸ τῶν λόγων αὐτῶν ἀστραπὴ γίνεται. Ἱερεμίας νεφέλη ἦν, Βαροὺχ νεφέλη ἦν · διαλέγονται πρὸς ἀλλήλους · ἦλθεν ἡ ἀστραπὴ ἀπὸ τῶν λόγων Ἱερεμίου καὶ τῶν λόγων Βαρούχ. οὕτως εἰ δύνασαι συνάγαγε ἀπὸ τῶν γραφῶν, τίνα τρόπον ἀστραπὴ ἔρχεται · καὶ ἐν τῇ καινῇ διαθήκῃ Παῦλος καὶ Σιλουανὸς δύο νεφέλαι ἦσαν, ἦλθον ἐπὶ τὸ αὐτό, γέγονεν ἡ τῆς ἐπιστολῆς ἀστραπή. “ἀστραπὰς” οὖν ὁ θεὸς “εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ”. ἆρα οὖν οὗτοι οἱ ἄνεμοι ἐν θησαυροῖς εἰσιν; ἢ οὐχὶ φαίνεται ἡ τούτων φύσις πνεόντων ἐπὶ γῆς τίνα τρόπον ὑφίσταται; ἀλλ’εἰσί τινες ἀνέμων θησαυροί, πνευμάτων θησαυροί, “πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας”, “πνεῦμα φόβου θεοῦ”, “πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ”, καὶ δύνασαι αὐτὸς ἀπὸ τῶν γραφῶν συναγαγεῖν τοὺς ἀνέμους τούτους. τὰ πνεύματα ταῦτα ἐν θησαυροῖς ἐστιν · οἱ θησαυροὶ τίνες εἰσίν; “ἐν ᾧ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι” · οὗτοι οἱ θησαυροὶ ἐν Χριστῷ εἰσιν. ἐκεῖθεν οὖν ἔρχονται οἱ ἄνεμοι οὗτοι, τὰ πνεύματα ταῦτα, ἵν’ὁ μέν τις ᾖ σοφός, ὁ δέ τις πιστός, ὁ δέ τις ᾖ ἔχων γνῶσιν, ὁ δέ τις ὁτιποτοῦν ἀναλαβὼν χάρισμα θεοῦ · “ὧι μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι”. 8.6“ἀνήγαγεν” οὖν “νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, καὶ ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ”. καὶ ἡμεῖς διὰ τὸν θεὸν ἐπὶ τοὺς θησαυροὺς τούτους ἐλπίζομεν καταντήσεσθαι, καὶ ἐπεὶ εἰσίν τινες πολλοὶ θησαυροί, τάχα κατὰ τάγματα τῶν ἀνισταμένων ἔσονται ἀναπαύσεις ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ἡ ἀνάστασις τῶν νεκρῶν ἐν τάγμασίν τισιν γίνεται φησὶ γὰρ ὁ ἀπόστολος · “ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι” καὶ ἐπεὶ μὴ ὡς ἔτυχεν συμφύρεται τὰ τάγματα, τόδε τὸ τάγμα ἔσται ἔν τινι θησαυρῷ θεοῦ καὶ τόδε τὸ τάγμα ἐν ἑτέρῳ θησαυρῷ θεοῦ καὶ τρίτον ἕτερον τάγμα ἔσται ἐν ἄλλῳ θησαυρῷ. οὗτοι μέντοιγε πάντες οἱ θησαυροὶ ἕνα ἔχουσιν θησαυρόν, ἐν ᾧ κατοικοῦσιν · διὸ παρὰ τῷ Παύλῳ λέλεκται · “ἐν ᾧ εἰσιν οἱ θησαυροὶ καὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι” · καὶ ὥσπερ κτῶμαι τὸν “ἕνα πολύτιμον μαργαρίτην” διὰ τῶν πολλῶν μαργαριτῶν, οὕτως ἔρχομαι ἐπὶ τὸν θησαυρὸν τῶν θησαυρῶν, “τὸν κύριον τῶν κυρίων, τὸν βασιλέα τῶν βασιλέων”, ἐπὰν γένωμαι ἄξιος τῶν πνευμάτων τῶν ἀπὸ θησαυρῶν τοῦ θεοῦ · “ἐξήγαγεν” γὰρ “ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ”. 8.7“ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως”. εἰ πᾶς ἄνθρωπος ἐμωράνθη ἀπὸ γνώσεως, καὶ Παῦλός ἐστιν ἄνθρωπος, Παῦλος ἐμωράνθη ἀπὸ γνώσεως “ἐκ μέρους γινώσκων καὶ ἐκ μέρους προφητεύων”, ἐμωράνθη ἀπὸ γνώσεως “δι’ἐσόπτρου βλέπων”, “ἐν αἰνίγματι βλέπων”, πολλοστημόριον καί, εἰ ἔστιν εἰπεῖν, ἀπειροστημόριον βλέπων καὶ καταλαμβάνων τῶν πραγμάτων, ἐκ τοῦ ἐναντίου δὲ νοήσεις τὸ “ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως”. ἔστιν ἁμαρτήματα τῆς Ἱερουσαλήμ, ἁμαρτήματα καὶ Σοδόμων, ἀλλὰ συγκρίσει τῶν χειρόνων ἁμαρτημάτων τῆς Ἱερουσαλὴμ δικαιοσύνη ἐστὶν τὰ Σοδόμων ἁμαρτήματα · “ἐδικαιώθη” γάρ φησι “Σόδομα ἐκ σοῦ”. ὥσπερ οὖν οὐχὶ δικαιοσύνη τὰ Σοδόμων ἁμαρτήματα ἀλλὰ ἀδικία, ὡς πρὸς τὴν πλείονα δὲ ἀδικίαν δικαιοσύνη ἐστίν, οὕτως ἐκ τοῦ ἐναντίου γνῶσις · ἡ οὖσα Παύλῳ γνῶσις ὡς πρὸς τὴν γνῶσιν ἐκείνην τὴν οὖσαν ἐν τοῖς οὐρανοῖς, ὡς πρὸς τὴν τελείαν γνῶσιν μωρία ἐστίν · διὰ τοῦτο “ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως”. τοιοῦτόν τι οἶμαι καταλαμβάνων ὁ Ἐκκλησιαστὴς ἔλεγεν · “εἶπα · σοφισθήσομαι · καὶ αὐτὴ ἐμακρύνθη ἀπ’ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό”; 8.8μέλλει τι ἐπιτολμᾶν ὁ λόγος καὶ λέγειν, ὅτι τὸ ἐπιδημῆσαν τῷ βίῳ “ἐκένωσεν ἑαυτό”, ἵνα τῷ κενώματι αὐτοῦ πληρωθῇ ὁ κόσμος · εἰ δὲ ἐκένωσεν ἑαυτὸ ἐκεῖνο τὸ ἐπιδημῆσαν τῷ βίῳ, αὐτὸ ἐκεῖνο τὸ κένωμα σοφία ἦν, “ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν”. εἰ ἐγὼ εἰρήκειν “τὸ μωρὸν τοῦ θεοῦ”, πῶς ἂν οἱ φιλαίτιοι ἐνεκάλεσάν μοι; πῶς ἂν ἐμέμψαντό μοι; πῶς ἂν χιλίων μὲν εἰρημένων τῶν νομιζομένων καὶ αὐτοῖς καλῶν, τούτου δὲ ὡς οἴονται οὐ καλῶς εἰρημένου κατηγορήθην, διότι εἶπον “τὸ μωρὸν τοῦ θεοῦ”; νυνὶ δὲ Παῦλος ὡς σοφὸς καὶ ἐξουσίαν ἔχων ἀποστολικὴν ἐτόλμησεν εἰπεῖν πᾶσαν τὴν ἐπὶ γῆς σοφίαν, καὶ τὴν ἐν αὐτῷ καὶ τὴν ἐν Πέτρῳ καὶ τοῖς ἀποστόλοις, πᾶσαν τὴν ἐπιδημήσασαν τῷ κόσμῳ εἶναι “τὸ μωρὸν τοῦ θεοῦ” · ὡς γὰρ πρὸς ἐκείνην τὴν σοφίαν, ἣν οὐ χωρεῖ ἐπὶ γῆς τόπος, ὡς πρὸς ἐκείνην τὴν σοφίαν τὴν ὑπερουράνιον, τὴν ὑπερκόσμιον, τοῦτο τὸ ἐπιδημῆσαν μωρὸν τοῦ θεοῦ. ἀλλὰ τοῦτο “τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν” · ποίων ἀνθρώπων; οὐ τῶν μωρῶν λέγω, ἀλλὰ σοφώτερόν ἐστι καὶ τῶν σοφῶν ἀνθρώπων · κα- κἂν τοὺς σοφοὺς εἴπῃς τοῦ αἰῶνος τούτου εἴτε “ἄρχοντας” εἴτε προφήτας τῶν “ἀρχόντων τοῦ αἰῶνος τούτου”, “τὸ μωρὸν τοῦ θεοῦ”, ὃ διηγησάμην, “σοφώτερον τῶν ἀνθρώπων ἐστίν”. 8.9παράδοξόν τι μέλλει λέγειν ὁ λόγος, ὅτι “ἡ σοφία τοῦ κόσμου μωρία παρὰ τῷ θεῷ ἐστιν”, καὶ “ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου”. ἆρα ἐν σοφίᾳ ἐμώρανεν τὴν σοφίαν τοῦ κόσμου; καὶ δύναται χωρῆσαι τὴν σοφίαν, ἵν’ἐλεγχθῇ μωρὰ εἶναι, ἡ τοῦ κόσμου σοφία; ἀγωνίζεται γὰρ ἡ σοφία τοῦ θεοῦ πρὸς τὴν σοφίαν τοῦ κόσμου, ἵνα ἐλεγχθῇ πρὸς αὐτήν; ἀλλ’ὀλίγου τινὸς χρεία ἐστίν, ὅπερ ὀλίγον μωρὸν τοῦ θεοῦ ἐστιν, ἵνα τούτῳ τῷ βραχεῖ μωρῷ τοῦ θεοῦ μωρανθῇ ἡ σοφία τοῦ κόσμου καὶ ἐλεγχθῇ · οὐ γὰρ ἔφερεν ἡ σοφία τοῦ κόσμου τούτου τὴν σοφίαν τοῦ θεοῦ. οἷον ἐπὶ παραδείγματος, ἵνα νοήσῃς ὅτι “τὸ μωρὸν τοῦ θεοῦ” “ἐμώρανεν τὴν σοφίαν τοῦ κόσμου”, δεδόσθω με ἀγωνίζεσθαι, δοκοῦντά με εἰδέναι πολλὰ καὶ πλείονα, πρός τινα ἀνόητον καὶ ἀπαίδευτον καὶ μηδὲν συνιέντα καὶ μὴ ἀγωνιζόμενον ὑπὲρ λόγων γενναίων ὁποιωνδήποτε · ἆρα χρείαν ἔχω διαλεκτικῆς πρὸς ἐκεῖνον ἢ θεωρημάτων βαθυτέρων, ἐὰν ᾖ μωρὰ αὐτοῦ τὰ νοήματα; οὐχ ἑνός μοι λεξιδίου χρεία ἐστὶν ὀλίγῳ δριμυτέρου παρὰ τὴν ἐκείνου λέξιν, ἵνα ἐλέγξαι δυνηθῶ τὴν ἐκείνου μωρίαν; οὕτως ἵνα μωρανθῇ ἡ σοφία τοῦ κόσμου τούτου, οὐ χρεία τῆς σοφίας τοῦ θεοῦ ἀγωνιζομένης πρὸς αὐτήν, αὐτὴ γὰρ κάτω ἐστίν, ἀλλὰ ἀρκεῖ τὸ μωρὸν τοῦ θεοῦ, ὅτι “τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν”. καὶ πάντα τὰ ἐναντία ὁ σωτήρ μου καὶ κύριος ἀνείληφεν, ἵνα τοῖς ἐναντίοις λύσῃ τὰ ἐναντία, καὶ ἡμεῖς ἰσχυροποιηθῶμεν ἀπὸ τῆς ἀσθενείας Ἰησοῦ καὶ σοφισθῶμεν ἀπὸ τοῦ μωροῦ τοῦ θεοῦ καὶ εἰσαχθέντες ἐν τούτοις δυνηθῶμεν ἀναβῆναι ἐπὶ τὴν σοφίαν, ἐπὶ τὴν ἰσχὺν τοῦ θεοῦ, Χριστὸν Ἰησοῦν, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.