55.1αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων · ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ’εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν ·
5.2ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς · καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς ·
5.3ἔζησε δὲ Ἀδὰμ διακόσια καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ.
5.4ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδὰμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ ἑπτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
5.5καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησε, ἐννακόσια καὶ τριάκοντα ἔτη, καὶ ἀπέθανεν.
5.6ἔζησε δὲ Σὴθ διακόσια καὶ πέντε ἔτη καὶ ἐγέννησε τὸν Ἐνώς.
5.7καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτακόσια καὶ ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
5.8καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ ἐννακόσια καὶ δώδεκα ἔτη, καὶ ἀπέθανε.
5.9καὶ ἔζησεν Ἐνὼς ἑκατὸν ἐνενήκοντα ἔτη καὶ ἐγέννησε τὸν Καϊνᾶν.
5.10καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἑπτακόσια καὶ δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
5.11καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς ἐννακόσια καὶ πέντε ἔτη, καὶ ἀπέθανε.
5.12καὶ ἔζησε Καϊνᾶν ἑκατὸν ἑβδομήκοντα ἔτη, καὶ ἐγέννησε τὸν Μαλελεήλ.
5.13καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ ἑπτακόσια καὶ τεσσαράκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
5.14καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνᾶν ἐννακόσια καὶ δέκα ἔτη, καὶ ἀπέθανε.
5.15καὶ ἔζησε Μαλελεὴλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησε τὸν Ἰάρεδ.
5.16καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
5.17καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη, καὶ ἀπέθανε.
5.18καὶ ἔζησεν Ἰάρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη καὶ ἐγέννησε τὸν Ἐνώχ.
5.19καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
5.20καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη, καὶ ἀπέθανε.
5.21καὶ ἔζησεν Ἐνὼχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα.
5.22εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
5.23καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼχ τριακόσια ἑξήκοντα πέντε ἔτη.
5.24καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.
5.25καὶ ἔζησε Μαθουσάλα ἑκατὸν καὶ ἑξήκοντα ἑπτὰ ἔτη καὶ ἐγέννησε τὸν Λάμεχ.
5.26καὶ ἔζησε Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ ὀκτακόσια δύο ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
5.27καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα, ἃς ἔζησεν, ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη, καὶ ἀπέθανε.
5.28καὶ ἔζησε Λάμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη καὶ ἐγέννησεν υἱόν καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε λέγων ·
5.29οὗτος διαναπαύσει ἡμᾶς ἀπό τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός.
5.30καὶ ἔζησε Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
5.31καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη, καὶ ἀπέθανε.
5.32καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ.