Genesis, Chapter 35

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
35

35.1εἶπε δὲ Θεὸς πρὸς Ἰακώβ · ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου.

35.2εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ’αὐτοῦ · ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ’ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσθητε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ἐμοῦ καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ἐπορεύθην.

35.4καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις καὶ ἀπώλεσαν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας.

35.5καὶ ἐξῇρεν Ἰσραὴλ ἐκ Σικίμων, καὶ ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ.

35.6ἦλθε δὲ Ἰακὼβ εἰς Λουζά, ἐστιν ἐν γῇ Χαναάν, ἐστι Βαιθήλ, αὐτὸς καὶ πᾶς λαός, ὃς ἦν μετ’αὐτοῦ.

35.7καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ. ἐκεῖ γὰρ ἐφάνη αὐτῷ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.

35.8ἀπέθανε δὲ Δεβῶρα τροφὸς Ῥεβέκκας καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς Βάλανος πένθους.

35.9ὤφθη δὲ Θεὸς τῷ Ἰακὼβ ἔτι ἐν Λουζᾷ, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ εὐλόγησεν αὐτὸν Θεός.

35.10καὶ εἶπεν αὐτῷ Θεός · τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι Ἰακώβ, ἀλλ’Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσραήλ.

35.11εἶπε δὲ αὐτῷ Θεός · ἐγὼ Θεός σου · αὐξάνου καὶ πληθύνου · ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.

35.12καὶ τὴν γῆν, ἣν ἔδωκα Ἁβραὰμ καὶ Ἰσαάκ, σοὶ δέδωκα αὐτήν · σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.

35.13ἀνέβη δὲ Θεὸς ἀπ’αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετ’αὐτοῦ.

35.14καὶ ἔστησεν Ἰακὼβ στήλην ἐν τῷ τόπῳ, ἐλάλησε μετ’αὐτοῦ Θεός, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ’αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ’αὐτὴν ἔλαιον.

35.15καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ἐλάλησε μετ’αὐτοῦ ἐκεῖ Θεός, Βαιθήλ.

35.16ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθήλ, ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν εἰς Χαβραθὰ τοῦ ἐλθεῖν εἰς τὴν Ἐφραθᾶ, ἔτεκε Ῥαχὴλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.

35.17ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ μαῖα · θάρσει, καὶ γὰρ οὗτός σοί ἐστιν υἱός.

35.18ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν, ἀπέθνησκε γάρ, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου · δὲ πατὴρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βενιαμίν.

35.19ἀπέθανε δὲ Ῥαχὴλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου Ἐφραθᾶ (αὕτη ἐστὶ Βηθλεέμ).

35.20καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς · αὕτη ἐστὶν στήλη ἐπὶ τοῦ μνημείου Ῥαχὴλ ἕως τῆς ἡμέρας ταύτης.

35.21ἐγένετο δέ ἡνίκα κατῴκησεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ῥουβὴν καὶ ἐκοιμήθη μετὰ Βαλλᾶς τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ Ἰακώβ · καὶ ἤκουσεν Ἰσραήλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ.

35.22ἦσαν δὲ οἱ υἱοὶ Ἰακὼβ δώδεκα.

35.23υἱοὶ Λείας · πρωτότοκος Ἰακὼβ Ῥουβήν, Συμεών, Λευί, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών.

35.24υἱοὶ δὲ Ῥαχήλ · Ἰωσὴφ καὶ Βενιαμίν.

35.25υἱοὶ δὲ Βαλλᾶς παιδίσκης Ῥαχήλ · Δὰν καὶ Νεφθαλείμ.

35.26υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας · Γὰδ καὶ Ἀσήρ. οὗτοι υἱοὶ Ἰακώβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.

35.27ἦλθε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ, εἰς πόλιν τοῦ πεδίου (αὕτη ἐστὶ Χεβρών) ἐν γῇ Χαναάν, οὗ παρῴκησεν Ἁβραὰμ καὶ Ἰσαάκ.

35.28ἐγένοντο δὲ αἱ ἡμέραι Ἰσαάκ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα, καὶ ἐκλείπων Ἰσαὰκ ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν, καὶ ἔθαψαν αὐτὸν Ἡσαῦ καὶ Ἰακὼβ οἱ υἱοὶ αὐτοῦ.