Genesis, Chapter 29

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
29

29.1καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.

29.2καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ, ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ’αὐτοῦ · ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια, λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος, καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀποκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ.

29.4εἶπε δὲ αὐτοῖς Ἰακώβ · ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν · ἐκ Χαρρὰν ἐσμέν.

29.5εἶπε δὲ αὐτοῖς · γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν · γινώσκομεν.

29.6εἶπε δὲ αὐτοῖς · ὑγιαίνει; οἱ δὲ εἶπαν · ὑγιαίνει. καὶ ἰδοὺ Ῥαχὴλ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων.

29.7καὶ εἶπεν Ἰακώβ · ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη · ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε.

29.8οἱ δὲ εἶπαν · οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.

29.9ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ ἰδοὺ Ῥαχὴλ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς · αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.

29.10ἐγένετο δέ, ὡς εἶδεν Ἰακὼβ τὴν Ῥαχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.

29.11καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ῥαχήλ · καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσε.

29.12καὶ ἀπήγγειλε τῇ Ῥαχήλ, ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστι καὶ ὅτι υἱὸς Ῥεβέκκας ἐστί, καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς κατὰ τά ῥήματα ταῦτα.

29.13ἐγένετο δέ, ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησε καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους.

29.14καὶ εἶπεν αὐτῷ Λάβαν · ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ’αὐτοῦ μῆνα ἡμερῶν.

29.15εἶπε δὲ Λάβαν τῷ Ἰακώβ · ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν · ἀπάγγειλόν μοι, τίς μισθός σου ἐστί;

29.16τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ.

29.17οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα.

29.18ἠγάπησε δὲ Ἰακὼβ τὴν Ῥαχὴλ καὶ εἶπε · δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας.

29.19εἶπε δὲ αὐτῷ Λάβαν · βέλτιον δοῦναί με αὐτήν σοι, δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ · οἴκησον μετ’ἐμοῦ.

29.20καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν.

29.21εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν · δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.

29.22συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησε γάμον.

29.23καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγε πρὸς Ἰακὼβ καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.

29.24ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.

29.25ἐγένετο δὲ πρωΐ, καὶ ἰδοὺ ἦν Λεία. εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν · τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ σοί; καὶ ἱνατί παρελογίσω με;

29.26ἀπεκρίθη δὲ Λάβαν · οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν τὴν πρεσβυτέραν ·

29.27συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ’ἐμοί, ἔτι ἑπτὰ ἔτη ἕτερα.

29.28ἐποίησε δὲ Ἰακὼβ οὕτως καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λάβαν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.

29.29ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.

29.30καὶ εἰσῆλθε πρὸς Ῥαχήλ · ἠγάπησε δὲ Ῥαχὴλ μᾶλλον Λείαν · καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.

29.31ἰδὼν δὲ Κύριος Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς · Ῥαχὴλ δὲ ἦν στεῖρα ·

29.32καὶ συνέλαβε Λεία καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ · ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν λέγουσα · διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν · νῦν οὖν ἀγαπήσει με ἀνήρ μου.

29.33καὶ συνέλαβε πάλιν καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ καὶ εἶπεν · ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον · ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Συμεών ·

29.34καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν · ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς · διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Λευεί.

29.35καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπε · νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ · διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰούδαν. καὶ ἔστη τοῦ τίκτειν.