Genesis, Chapter 46

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
46

46.1ἀπάρας δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.

46.2εἶπε δὲ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών · Ἰακώβ, Ἰακώβ, δὲ εἶπε · τί ἐστιν;

46.3 δὲ λέγει αὐτῷ · ἐγώ εἰμι Θεὸς τῶν πατέρων σου · μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον · εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ, καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου.

46.5ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν, καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ’αὐτοῦ, υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ’αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ ·

46.7καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.

46.8ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ υἱοὶ αὐτοῦ · πρωτότοκος Ἰακὼβ Ῥουβήν.

46.9υἱοὶ δὲ Ῥουβήν · Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼν καὶ Χαρμί.

46.10υἱοὶ δὲ Συμεών · Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἀὼδ καὶ Ἰαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος.

46.11υἱοὶ δὲ Λευΐ · Γηρσών, Καὰθ καὶ Μεραρί.

46.12υἱοὶ δὲ Ἰούδα · Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρὲς καὶ Ζαρά · ἀπέθανε δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν · ἐγένοντο δὲ υἱοὶ Φαρές · Ἐσρὼν καὶ Ἰεμουήλ.

46.13υἱοὶ δὲ Ἰσσάχαρ · Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺβ καὶ Ζαμβράμ.

46.14υἱοὶ δὲ Ζαβουλών · Σερὲδ καὶ Ἀλλὼν καὶ Ἀχοήλ.

46.15οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ · πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς.

46.16υἱοὶ δὲ Γάδ · Σαφὼν καὶ Ἀγγὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ Ἀηδεὶς καὶ Ἀροηδεὶς καὶ Ἀρεηλείς.

46.17υἱοὶ δὲ Ἀσήρ · Ἰεμνά, Ἰεσσουὰ καὶ Ἰεοὺλ καὶ Βαριὰ καὶ Σάρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά · Χοβόρ καὶ Μελχιίλ.

46.18οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἔτεκε τούτους τῷ Ἰακὼβ δεκαὲξ ψυχάς.

46.19υἱοὶ δὲ Ῥαχὴλ γυναικὸς Ἰακώβ · Ἰωσὴφ καὶ Βενιαμίν.

46.20ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ. ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ παλλακὴ Σύρα, τὸν Μαχίρ · Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ. υἱοὶ δὲ Ἐφραΐμ ἀδελφοῦ Μανασσῆ · Σουταλαὰμ καὶ Ταάμ. υἱοὶ δὲ Σουταλαάμ · Ἐδέμ.

46.21υἱοὶ δὲ Βενιαμίν · Βαλὰ καὶ Χοβὼρ καὶ Ἀσβήλ · ἐγένοντο δὲ υἱοὶ Βαλά · Γηρὰ καὶ Νεομὰν καὶ Ἀγχὶς καὶ Ῥὼς καὶ Μαμφὶμ καὶ Ὀφιμίν. Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ.

46.22οὗτοι υἱοὶ Ῥαχήλ, οὓς ἔτεκε τῷ Ἰακώβ · πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ.

46.23υἱοὶ δὲ Δάν · Ἀσόμ.

46.24καὶ υἱοὶ Νεφθαλείμ · Ἀσιὴλ καὶ Γωυνὶ καὶ Ἰσσάαρ καὶ Συλλήμ.

46.25οὗτοι υἱοὶ Βαλᾶς, ἣν ἔδωκε Λάβαν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἔτεκε τούτους τῷ Ἰακώβ · πᾶσαι αἱ ψυχαὶ ἑπτά.

46.26πᾶσαι δέ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακώβ, πᾶσαι ψυχαὶ ἑξηκονταέξ.

46.27υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον ψυχαὶ ἑβδομηκονταπέντε.

46.28τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ’Ἡρώων πόλιν, εἰς γῆν Ῥαμεσσῆ.

46.29ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ’Ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσε κλαυθμῷ πίονι.

46.30καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ · ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου · ἔτι γὰρ σὺ ζῇς.

46.31εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ · ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ · οἱ ἀδελφοί μου καὶ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χαναάν, ἥκασι πρός με ·

46.32οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες · ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν · καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν.

46.33ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν · τί τὸ ἔργον ὑμῶν ἐστίν;

46.34ἐρεῖτε · ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ Ἀραβίας · βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.