Genesis, Chapter 20

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
20

20.1καὶ ἐκίνησεν ἐκεῖθεν Ἁβραὰμ εἰς γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σοὺρ καὶ παρῴκησεν ἐν Γεράροις.

20.2εἶπε δὲ Ἁβραὰμ περὶ Σάρρας τῆς γυναικὸς αὐτοῦ, ὅτι · ἀδελφή μου ἐστίν · ἐφοβήθη γὰρ εἰπεῖν ὅτι · γυνή μου ἐστί, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι’αὐτήν. ἀπέστειλε δὲ Ἀβιμέλεχ, βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάρραν.

20.3καὶ εἰσῆλθεν Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν · ἰδοὺ σὺ ἀποθνῄσκεις περὶ τῆς γυναικός, ἧς ἔλαβες, αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί.

20.4Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπε · Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς;

20.5οὐκ αὐτός μοι εἶπεν · ἀδελφή μου ἐστί; καὶ αὐτὴ μοι εἶπεν · ἀδελφός μου ἐστίν · ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο.

20.6εἶπε δὲ αὐτῷ Θεὸς καθ’ὕπνον · κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην ἐγὼ σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ · ἕνεκα τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς.

20.7νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ · εἰ δὲ μὴ ἀποδίδως, γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά.

20.8καὶ ὤρθρισεν Ἀβιμέλεχ τὸ πρωῒ καὶ ἐκάλεσε πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησε πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν, ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα.

20.9καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν Ἁβραάμ, καὶ εἶπεν αὐτῷ · τί τοῦτο ἐποίησας ἡμῖν; μή τι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ’ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον, οὐδεὶς ποιήσει, πεποίηκάς μοι.

20.10εἶπε δὲ Ἀβιμέλεχ τῷ Ἁβραάμ · τί ἐνιδὼν ἐποίησας τοῦτο;

20.11εἶπε δὲ Ἁβραάμ · εἶπα γάρ · ἄρα οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέτε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.

20.12καὶ γὰρ ἀληθῶς ἀδελφή μου ἐστὶν ἐκ πατρός, ἀλλ’οὐκ ἐκ μητρός · ἐγενήθη δέ μοι εἰς γυναῖκα.

20.13ἐγένετο δέ, ἡνίκα ἐξήγαγέ με Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ · ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ’ἐμέ · εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὸν ἐμέ, ὅτι · ἀδελφός μου ἐστίν.

20.14ἔλαβε δὲ Ἀβιμέλεχ χίλια δίδραχμα, πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκε τῷ Ἁβραὰμ καὶ ἀπέδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ.

20.15καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραάμ · ἰδοὺ γῆ μου ἐναντίον σου · οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει.

20.16τῇ δὲ Σάρρᾳ εἶπεν · ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου · ταῦτα ἔσται σοι εἰς τιμὴν τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ · καὶ πάντα ἀλήθευσον.

20.17προσηύξατο δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν, καὶ ἰάσατο Θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον ·

20.18ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ, ἕνεκεν Σάρρας τῆς γυναικὸς Ἁβραάμ.