Genesis, Chapter 30

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
30

30.1ἰδοῦσα δὲ Ῥαχὴλ ὅτι οὐ τέτοκε τῷ Ἰακώβ, καὶ ἐζήλωσε Ῥαχὴλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπε τῷ Ἰακώβ · δός μοι τέκνα · εἰ δὲ μή, τελευτήσω ἐγώ.

30.2θυματωθεὶς δὲ Ἰακὼβ τῇ Ῥαχὴλ εἶπεν αὐτῇ · μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας;

30.3εἶπε δὲ Ῥαχὴλ τῷ Ἰακώβ · ἰδοὺ παιδίσκη μου Βαλλά · εἴσελθε πρὸς αὐτήν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς.

30.4καὶ ἔδωκεν αὐτῷ Βαλλὰν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα · καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.

30.5καὶ συνέλαβε Βαλλὰ παιδίσκη Ῥαχὴλ καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν.

30.6καὶ εἶπε Ῥαχήλ · ἔκρινέ μοι Θεὸς καὶ ἐπήκουσε τῆς φωνῆς μου καὶ ἔδωκέ μοι υἱόν · διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Δάν.

30.7καὶ συνέλαβεν ἔτι Βαλλὰ παιδίσκη Ῥαχὴλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ.

30.8καὶ εἶπε Ῥαχήλ · συναντελάβετό μου Θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην · καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νεφθαλείμ.

30.9εἶδε δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβε Ζελφὰν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ἰακὼβ γυναῖκα. καὶ εἰσῆλθε πρὸς αὐτὴν καὶ συνέλαβε Ζελφὰ παιδίσκη Λείας καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν.

30.11καὶ εἶπε Λεία. ἐν τύχῃ · καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Γάδ.

30.12καὶ συνέλαβεν ἔτι Ζελφὰ παιδίσκη Λείας καὶ ἔτεκε τῷ Ἰακὼβ υἱὸν δεύτερον.

30.13καὶ εἶπε Λεία · μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες · καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀσήρ.

30.14ἐπορεύθη δὲ Ῥουβὴν ἐν ἡμέρᾳ θερισμοῦ πυρῶν καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ · εἶπε δὲ Ῥαχὴλ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς · δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.

30.15εἶπε δὲ Λεία · οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; εἶπε δὲ Ῥαχήλ · οὐχ οὕτως · κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.

30.16εἰσῆλθε δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθε Λεία εἰς συνάντησιν αὐτῷ καὶ εἶπε · πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον · μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήθη μετ’αὐτῆς τὴν νύκτα ἐκείνην.

30.17καὶ ἐπήκουσεν Θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱὸν πέμπτον.

30.18καὶ εἶπε Λεία · δέδωκέ μοι Θεὸς τὸν μισθόν μου, ἀνθ’οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου · καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσσάχαρ, ἐστι μισθός.

30.19καὶ συνέλαβεν ἔτι Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ.

30.20καὶ εἶπε Λεία · δεδώρηται Θεός μοι δῶρον καλὸν ἐν τῷ νῦν καιρῷ · αἱρετιεῖ με ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ · καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών.

30.21καὶ μετὰ τοῦτο ἔτεκε θυγατέρα καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δείνα.

30.22ἐμνήσθη δὲ Θεὸς τῆς Ῥαχήλ, καὶ ἐπήκουσεν αὐτῆς Θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν, καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱόν.

30.23εἶπε δὲ Ῥαχήλ · ἀφεῖλεν Θεός μου τὸ ὄνειδος ·

30.24καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ λέγουσα · προσθέτω Θεός μοι υἱὸν ἕτερον.

30.25ἐγένετο δὲ ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσήφ, εἶπεν Ἰακὼβ τῷ Λάβαν · ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.

30.26ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω · σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι.

30.27εἶπε δὲ αὐτῷ Λάβαν · εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν · εὐλόγησε γάρ με Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ.

30.28διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω.

30.29εἶπε δὲ Ἰακώβ · σὺ γινώσκεις δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ’ἐμοῦ ·

30.30μικρὰ γὰρ ἦν ὅσα σοι ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ εὐλόγησέ σε Κύριος Θεὸς ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;

30.31καὶ εἶπεν αὐτῷ Λάβαν · τί σοι δώσω; εἶπε δὲ αὐτῷ Ἰακώβ · οὐ δώσεις μοι οὐδέν · ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω.

30.32παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξίν · ἔσται μοι μισθός.

30.33καὶ ἐπακούσεταί μοι δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ ἐπαύριον, ὅτι ἐστὶν μισθός μου ἐνώπιόν σου · πᾶν, ἐὰν μὴ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶ καὶ φαιὸν ἐν τοῖς ἄρνασι, κεκλεμμένον ἔσται παρ’ἐμοί.

30.34εἶπε δὲ αὐτῷ Λάβαν · ἔστω κατὰ τὸ ῥῆμά σου.

30.35καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν, ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν ἦν λευκὸν ἐν αὐτοῖς, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ.

30.36καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ. Ἰακὼβ δὲ ἐποίμανε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα.

30.37ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυΐνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν · ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκόν, ἐλέπισε, ποικίλον.

30.38καὶ παρέθηκε τὰς ῥάβδους, ἃς ἐλέπισεν ἐν τοῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ῥάβδων, ἐλθόντων αὐτῶν πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ῥάβδους ·

30.39καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ῥάβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά.

30.40τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακὼβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς · καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ’ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν.

30.41ἐγένετο δὲ ἐν τῷ καιρῷ, ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν τοῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους ·

30.42ἡνίκα δ’ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει · ἐγένετο δὲ τὰ μὲν ἄσημα τοῦ Λάβαν, τά δὲ ἐπίσημα τοῦ Ἰακώβ.

30.43καὶ ἐπλούτισεν ἄνθρωπος σφόδρα σφόδρα, καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες, καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι.