Genesis, Chapter 18

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
18

18.1ὤφθη δὲ αὐτῷ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.

18.2ἀναβλέψας δέ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ · καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ εἶπε ·

18.3κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου ·

18.4ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον ·

18.5καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. καὶ εἶπαν · οὕτω ποίησον, καθὼς εἴρηκας.

18.6καὶ ἔσπευσεν Ἁβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάρραν καὶ εἶπεν αὐτῇ · σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας.

18.7καὶ εἰς τὰς βόας ἔδραμεν Ἁβραὰμ καὶ ἔλαβεν μοσχάριον ἁπαλὸν καὶ καλὸν καὶ ἔδωκε τῷ παιδί, καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό.

18.8ἔλαβε δὲ βούτυρον, καὶ γάλα, καὶ τὸ μοσχάριον ἐποίησε, καὶ παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον · αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.

18.9εἶπε δὲ πρὸς αὐτόν · ποῦ Σάρρα γυνή σου; δὲ ἀποκριθεὶς εἶπεν · ἰδοὺ ἐν τῇ σκηνῇ.

18.10εἶπε δέ · ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα γυνή σου. Σάρρα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ.

18.11Ἁβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν, ἐξέλιπε δὲ Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα.

18.12ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ, λέγουσα · οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, δὲ κύριός μου πρεσβύτερος.

18.13καὶ εἶπε Κύριος πρὸς Ἁβραάμ · τί ὅτι ἐγέλασε Σάρρα ἐν ἑαυτῇ, λέγουσα · ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα.

18.14μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ ῥῆμα; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.

18.15ἠρνήσατο δὲ Σάρρα λέγουσα · οὐκ ἐγέλασα · ἐφοβήθη γάρ. καὶ εἶπε · οὐχί, ἀλλὰ ἐγέλασας.

18.16ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας, Ἁβραὰμ δὲ συνεπορεύετο μετ’αὐτῶν συμπροπέμπων αὐτούς.

18.17 δὲ Κύριος εἶπεν · μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου, ἐγὼ ποιῶ;

18.18Ἁβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.

18.19ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ’αὐτόν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν · ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ πάντα, ὅσα ἐλάλησε πρὸς αὐτόν.

18.20εἶπε δὲ Κύριος · κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα.

18.21καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ.

18.22καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα, Ἁβραὰμ δὲ ἦν ἑστηκὼς ἐναντίον Κυρίου.

18.23καὶ ἐγγίσας Ἁβραὰμ εἶπε · μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται δίκαιος ὡς ἀσεβής;

18.24ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ;

18.25μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται δίκαιος ὡς ἀσεβής. μηδαμῶς · κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;

18.26εἶπε δὲ Κύριος · ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι’αὐτούς.

18.27καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπε · νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός ·

18.28ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι πέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν · οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσαράκοντα πέντε.

18.29καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν · ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; καὶ εἶπεν · οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα.

18.30καὶ εἶπε · μή τι κύριε, ἐὰν λαλήσω · ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν · οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τριάκοντα.

18.31καὶ εἶπεν · ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν · οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν εἴκοσι.

18.32καὶ εἶπε · μή τι κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ · ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν · οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.

18.33ἀπῆλθε δὲ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἁβραάμ, καὶ Ἁβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.