Genesis, Chapter 43

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
43

43.1ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον, ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς πατὴρ αὐτῶν · πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα.

43.2εἶπε δὲ αὐτῷ Ἰούδας λέγων · διαμαρτυρίᾳ μεμαρτύρηται ἡμῖν ἄνθρωπος κύριος τῆς γῆς λέγων · οὐκ ὄψεσθε τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀδελφὸς ὑμῶν νεώτερος μεθ’ὑμῶν ·

43.3εἰ μὲν οὖν ἀποστέλλῃς τὸν ἀδελφὸν ἡμῶν μεθ’ἡμῶν, καταβησόμεθα, καὶ ἀγοράσομέν σοι βρώματα.

43.4εἰ δὲ μὴ ἀποστέλλῃς τὸν ἀδελφὸν ἡμῶν μεθ’ἡμῶν, οὐ πορευσόμεθα. γὰρ ἄνθρωπος εἶπεν ἡμῖν, λέγων · οὐκ ὄψεσθέ μου τὸ πρόσωπον, ἐὰν μὴ ἀδελφὸς ὑμῶν νεώτερος μεθ’ὑμῶν .

43.5εἶπε δὲ Ἰσραήλ · τί ἐκακοποιήσατέ με, ἀναγγείλαντες τῷ ἀνθρώπῳ ὅτι ἐστὶν ὑμῖν ἀδελφός;

43.6οἱ δὲ εἶπαν · ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων · εἰ ἔτι πατὴρ ὑμῶν ζῇ καὶ εἰ ἔστιν ὑμῖν ἀδελφός; καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην. μὴ ᾔδειμεν ὅτι ἐρεῖ ἡμῖν · ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν;

43.7εἶπε δὲ Ἰούδας πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτοῦ · ἀπόστειλον τὸ παιδάριον μετ’ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἀποσκευὴ ἡμῶν.

43.8ἐγὼ δὲ ἐκδέχομαι αὐτόν, ἐκ χειρός μου ζήτησον αὐτόν · ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας.

43.9εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς.

43.10εἶπε δὲ αὐτοῖς Ἰσραὴλ πατὴρ αὐτῶν · εἰ οὕτως ἐστί, τοῦτο ποιήσατε · λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ῥητίνης καὶ τοῦ μέλιτος, θυμίαμάτε καὶ στακτὴν καὶ τερέβινθον καὶ κάρυα.

43.11καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν · καὶ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεθ’ὑμῶν · μή ποτε ἀγνόημά ἐστι.

43.12καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον.

43.13 δὲ Θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν · ἐγὼ μὲν γὰρ καθάπερ ἠτέκνωμαι, ἠτέκνωμαι.

43.14λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμὶν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ἰωσήφ.

43.15εἶδε δὲ Ἰωσὴφ αὐτοὺς καὶ τὸν Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπε τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ · εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν καὶ σφάξον θύματα καὶ ἑτοίμασον · μετ’ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν.

43.16ἐποίησε δὲ ἄνθρωπος, καθὰ εἶπεν Ἰωσήφ, καὶ εἰσήγαγε τοὺς ἀνθρώπους εἰς τὸν οἶκον Ἰωσήφ.

43.17ἰδόντες δὲ οἱ ἄνδρες ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον τοῦ Ἰωσήφ, εἶπαν · διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας καὶ τοὺς ὄνους ἡμῶν.

43.18προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ τοῦ οἴκου τοῦ Ἰωσὴφ ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου λέγοντες ·

43.19δεόμεθα, κύριε, κατέβημεν τὴν ἀρχὴν πρίασθαι βρώματα ·

43.20ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν, καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ · τὸ ἀργύριον ἡμῶν ἐν σταθμῷ ἀπεστρέψαμεν νῦν ἐν ταῖς χερσὶν ἡμῶν καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ’ἑαυτῶν ἀγοράσαι βρώματα ·

43.21οὐκ οἴδαμεν, τίς ἐνέβαλε τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν.

43.22εἶπε δὲ αὐτοῖς · ἵλεως ὑμῖν, μὴ φοβεῖσθε · Θεὸς ὑμῶν καὶ Θεὸς τῶν πατέρων ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν, καὶ τὸ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. καὶ ἐξήγαγε πρὸς αὐτοὺς τὸν Συμεὼν καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν καὶ ἔδωκε χορτάσματα τοῖς ὄνοις αὐτῶν.

43.24ἡτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλθεῖν τὸν Ἰωσὴφ μεσημβρίας · ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾶν.

43.25εἰσῆλθε δὲ Ἰωσὴφ εἰς τὴν οἰκίαν, καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα, εἶχον ἐν ταῖς χερσὶν αὐτῶν, εἰς τὸν οἶκον καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.

43.26ἠρώτησε δὲ αὐτούς, πῶς ἔχετε; καὶ εἶπεν αὐτοῖς · εἰ ὑγιαίνει πατὴρ ὑμῶν πρεσβύτης, ὃν εἴπατε; ἔτι ζῇ;

43.27οἱ δὲ εἶπαν · ὑγιαίνει παῖς σου πατὴρ ἡμῶν, ἔτι ζῇ · καὶ εἶπεν · εὐλογημένος ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ. καὶ κύψαντες προσεκύνησαν αὐτῷ.

43.28ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ Ἰωσὴφ εἶδε Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν · οὗτος ἀδελφὸς ὑμῶν νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν; καὶ εἶπεν · Θεὸς ἐλεήσαι σε τέκνον.

43.29ἐταράχθη δὲ Ἰωσήφ, συνεστρέφετο γὰρ τὰ ἔγκατα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι · εἰσελθὼν δὲ εἰς τὸ ταμεῖον ἔκλαυσεν ἐκεῖ.

43.30καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο καὶ εἶπε · παράθετε ἄρτους.

43.31καὶ παρέθηκαν αὐτῷ μόνῳ καὶ αὐτοῖς καθ’ἑαυτοὺς καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσι μετ’αὐτοῦ καθ’ἑαυτούς · οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν Ἑβραίων ἄρτους, βδέλυγμα γάρ ἐστι τοῖς Αἰγυπτίοις.

43.32ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ, πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ · ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ.

43.33ᾖραν δὲ μερίδας παρ’αὐτοῦ πρὸς αὐτούς · ἐμεγαλύνθη δὲ μερὶς Βενιαμὶν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων, ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ’αὐτοῦ.