Genesis, Chapter 48

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
48

48.1ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀπηγγέλη τῷ Ἰωσήφ, ὅτι πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ, ἦλθε πρὸς Ἰακώβ.

48.2ἀπηγγέλη δὲ τῷ Ἰακὼβ λέγοντες · ἰδοὺ υἱός σου Ἰωσὴφ ἔρχεται πρὸς σέ. καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθησεν ἐπὶ τὴν κλίνην.

48.3καὶ εἶπεν Ἰακὼβ τῷ Ἰωσήφ · Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν καὶ εὐλόγησέ με καὶ εἶπέ μοι ·

48.4ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον.

48.5νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραΐμ καὶ Μανασσῆ, ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι ·

48.6τὰ δέ ἔκγονα, ἐὰν γεννήσῃς μετὰ ταῦτα, ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν · κληθήσονται ἐπὶ τοῖς ἐκείνων κλήροις.

48.7ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανε Ῥαχὴλ μήτηρ σου ἐν γῇ Χαναάν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χαβραθὰ τῆς γῆς τοῦ ἐλθεῖν Ἐφραθά, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου (αὕτη ἐστὶ Βηθλεέμ).

48.8ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ εἶπε · τίνες σοι οὗτοι;

48.9εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ · υἱοί μου εἰσιν, οὓς ἔδωκέ μοι Θεὸς ἐνταῦθα. καὶ εἶπεν Ἰακώβ · προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς.

48.10οἱ ὀφθαλμοὶ δὲ Ἰσραὴλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύνατο βλέπειν · καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς.

48.11καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ · ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι Θεὸς καὶ τὸ σπέρμα σου.

48.12καὶ ἐξήγαγε αὐτοὺς Ἰωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς.

48.13λαβὼν δὲ Ἰωσὴφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόντε Ἐφραΐμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ Ἰσραήλ, τὸν δὲ Μανασσῆ ἐξ ἀριστερῶν, ἐκ δεξιῶν δὲ Ἰσραήλ, ἤγγισεν αὐτοὺς αὐτῷ.

48.14ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ, οὗτος δὲ ἦν νεώτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλὰξ τὰς χεῖρας.

48.15καὶ εὐλόγησεν αὐτοὺς καὶ εἶπεν · Θεός, εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἁβραὰμ καὶ Ἰσαάκ, Θεὸς τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης, ἄγγελος ῥυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα, καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἁβραὰμ καὶ Ἰσαάκ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς.

48.17ἰδὼν δὲ Ἰωσὴφ ὅτι ἐπέβαλεν πατὴρ αὐτοῦ τὴν χεῖρα τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ, βαρὺ αὐτῷ κατεφάνη, καὶ ἀντελάβετο Ἰωσὴφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς Ἐφραΐμ ἐπὶ τὴν κεφαλὴν Μανασσῆ.

48.18εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ · οὐχ οὕτως, πάτερ, οὗτος γὰρ πρωτότοκος · ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

48.19καὶ οὐκ ἠθέλησεν, ἀλλὰ εἶπεν · οἶδα, τέκνον, οἶδα · καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται · ἀλλὰ ἀδελφὸς αὐτοῦ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.

48.20καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων · ἐν ὑμῖν εὐλογηθήσεται Ἰσραὴλ λέγοντες · ποιήσαι σε Θεὸς ὡς Ἐφραΐμ καὶ ὡς Μανασσῆ. καὶ ἔθηκε τὸν Ἐφραΐμ ἔμπροσθεν τοῦ Μανασσῆ.

48.21εἶπε δὲ Ἰσραὴλ τῷ Ἰωσήφ · ἰδοὺ ἐγὼ ἀποθνῄσκω, καὶ ἔσται Θεὸς μεθ’ὑμῶν καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν ·

48.22ἐγὼ δὲ δίδωμί σοι Σίκιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Ἀμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ.