Genesis, Chapter 42

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
42

42.1ἰδὼν δὲ Ἰακὼβ ὅτι ἐστὶ πρᾶσις ἐν Αἰγύπτῳ, εἶπε τοῖς υἱοῖς αὐτοῦ · ἱνατί ῥαθυμεῖτε;

42.2ἰδοὺ ἀκήκοα ὅτι ἐστὶ σῖτος ἐν Αἰγύπτῳ · κατάβητε ἐκεῖ καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα, ἵνα ζήσωμεν καὶ μὴ ἀποθάνωμεν.

42.3κατέβησαν δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ οἱ δέκα πρίασθαι σῖτον ἐξ Αἰγύπτου ·

42.4τὸν δὲ Βενιαμὶν τὸν ἀδελφὸν Ἰωσὴφ οὐκ ἀπέστειλε μετὰ τῶν ἀδελφῶν αὐτοῦ, εἶπε γάρ · μή ποτε συμβῇ αὐτῷ μαλακία.

42.5ἦλθον δὲ οἱ υἱοὶ Ἰσραὴλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων · ἦν γὰρ λιμὸς ἐν γῇ Χαναάν.

42.6Ἰωσὴφ δὲ ἦν ἄρχων τῆς γῆς, οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς · ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.

42.7ἰδὼν δὲ Ἰωσὴφ τούς ἀδελφοὺς αὐτοῦ ἐπέγνω καὶ ἠλλοτριοῦτο ἀπ’αὐτῶν καὶ ἐλάλησεν αὐτοῖς σκληρὰ καὶ εἶπεν αὐτοῖς · πόθεν ἥκατε; οἱ δὲ εἶπον · ἐκ γῆς Χαναὰν ἀγοράσαι βρώματα.

42.8ἐπέγνω δὲ Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν.

42.9καὶ ἐμνήσθη Ἰωσὴφ τῶν ἐνυπνίων αὐτοῦ, ὧν εἶδεν αὐτός, καὶ εἶπεν αὐτοῖς · κατάσκοποί ἐστε, κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε.

42.10οἱ δὲ εἶπαν · οὐχί, κύριε, οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα ·

42.11πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου · εἰρηνικοί ἐσμεν, οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι.

42.12εἶπε δὲ αὐτοῖς · οὐχί, ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθετε ἰδεῖν.

42.13οἱ δὲ εἶπαν · δώδεκά ἐσμεν οἱ παῖδες σου ἀδελφοὶ ἐν γῇ Χαναάν, καὶ ἰδοὺ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον, δὲ ἕτερος οὐχ ὑπάρχει.

42.14εἶπε δὲ αὐτοῖς Ἰωσήφ · τοῦτό ἐστιν εἴρηκα ὑμῖν λέγων, ὅτι κατάσκοποί ἐστε ·

42.15ἐν τούτῳ φανεῖσθε · νὴ τὴν ὑγίειαν Φαραώ, οὐ μὴ ἐξέλθητε ἐντεῦθεν, ἐὰν μὴ ἀδελφὸς ὑμῶν νεώτερος ἔλθῃ ὧδε.

42.16ἀποστείλατε ἐξ ὑμῶν ἕνα καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν, ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ῥήματα ὑμῶν, εἰ ἀληθεύετε οὔ · εἰ δὲ μή, νὴ τὴν ὑγίειαν Φαραώ, μὴν κατάσκοποί ἐστε.

42.17καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ ἡμέρας τρεῖς.

42.18εἶπε δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ · τοῦτο ποιήσατε καὶ ζήσεσθε, τὸν Θεὸν γὰρ ἐγὼ φοβοῦμαι ·

42.19εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν κατασχεθήτω εἷς ἐν τῇ φυλακῇ, αὐτοὶ δὲ βαδίσατε καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν, καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με, καὶ πιστευθήσονται τὰ ῥήματα ὑμῶν ·

42.20εἰ δὲ μή, ἀποθανεῖσθε. ἐποίησαν δὲ οὕτως.

42.21καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ · ναί, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ · καὶ ἕνεκεν τούτου ἐπῆλθεν ἐφ’ἡμᾶς θλῖψις αὕτη.

42.22ἀποκριθεὶς δὲ Ῥουβὴν εἶπεν αὐτοῖς · οὐκ ἐλάλησα ὑμῖν λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον; καὶ οὐκ ἠκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται.

42.23αὐτοὶ δὲ οὐκ ᾔδεισαν ὅτι ἀκούει Ἰωσήφ · γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ἦν.

42.24ἀποστραφεὶς δὲ ἀπ’αὐτῶν ἔκλαυσεν Ἰωσήφ. καὶ πάλιν προσῆλθε πρὸς αὐτοὺς καὶ εἶπεν αὐτοῖς · καὶ ἔλαβε τὸν Συμεὼν ἀπ’αὐτῶν καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν.

42.25ἐνετείλατο δὲ Ἰωσήφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου καὶ ἀποδοῦναι τὸ ἀργύριον αὐτῶν ἑκάστῳ εἰς τὸν σάκκον αὐτοῦ καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν. καὶ ἐγενήθη αὐτοῖς οὕτως.

42.26καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοὺς ὄνους αὐτῶν ἀπῆλθον ἐκεῖθεν.

42.27λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ, οὗ κατέλυσαν, καὶ εἶδε τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ, καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου ·

42.28καὶ εἶπε τοῖς ἀδελφοῖς αὐτοῦ · ἐπεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου, καὶ ἐξέστη καρδία αὐτῶν, καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες · τί τοῦτο ἐποίησεν Θεὸς ἡμῖν;

42.29ἦλθον δὲ πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν εἰς γῆν Χαναὰν καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβάντα αὐτοῖς, λέγοντες ·

42.30λελάληκεν ἄνθρωπος κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρὰ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ὡς κατασκοπεύοντας τὴν γῆν.

42.31εἴπαμεν δὲ αὐτῷ · εἰρηνικοί ἐσμέν, οὐκ ἐσμὲν κατάσκοποι ·

42.32δώδεκα ἀδελφοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν · εἷς οὐχ ὑπάρχει, δὲ μικρὸς μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χαναάν.

42.33εἶπε δὲ ἡμῖν ἄνθρωπος κύριος τῆς γῆς · ἐν τούτῳ γνώσομαι ὅτι εἰρηνικοί ἐστε · ἀδελφὸν ἕνα ἄφετε ὧδε μετ’ἐμοῦ, τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε.

42.34καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον, καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλ’ὅτι εἰρηνικοί ἐστε, καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῇ γῇ ἐμπορεύσεσθε.

42.35ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν, καὶ ἦν ἑκάστου δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν · καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν αὐτοὶ καὶ πατὴρ αὐτῶν, καὶ ἐφοβήθησαν.

42.36εἶπε δὲ αὐτοῖς Ἰακὼβ πατὴρ αὐτῶν · ἐμὲ ἠτεκνώσατε, Ἰωσὴφ οὔκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπ’ἐμὲ ἐγένετο ταῦτα πάντα.

42.37εἶπε δὲ Ῥουβὴν τῷ πατρὶ αὐτῶν λέγων · τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ · δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ.

42.38 δὲ εἶπεν · οὐ καταβήσεται υἱός μου μεθ’ὑμῶν, ὅτι ἀδελφὸς αὐτοῦ ἀπέθανε καὶ αὐτὸς μόνος καταλέλειπται · καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ἐὰν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ἅδου.

42.39 δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς.