Genesis, Chapter 27

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
27

27.1ἐγένετο δὲ μετὰ τὸ γηρᾶσαι Ἰσαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καί εἶπεν αὐτῷ · υἱέ μου · καὶ εἶπεν · ἰδοὺ ἐγώ.

27.2καὶ εἶπεν · ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου ·

27.3νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήντε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ψυχή μου πρὶν ἀποθανεῖν με.

27.5Ῥεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ ·

27.6Ῥεβέκκα δὲ εἶπε πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς, τὸν ἐλάσσω · ἰδέ, ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου λέγοντος, ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, καὶ φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με.

27.8νῦν οὖν, υἱέ, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι, καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται, ὅπως εὐλογήσῃ σε πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.

27.11εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ · ἔστιν Ἡσαῦ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος ·

27.12μήποτε ψηλαφήσῃ με πατήρ μου, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ’ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.

27.13εἶπε δὲ αὐτῷ μήτηρ · ἐπ’ἐμὲ κατάρα σου, τέκνον · μόνον ὑπάκουσον τῆς φωνῆς μου καὶ πορευθεὶς ἔνεγκέ μοι.

27.14πορευθεὶς δὲ ἔλαβε καὶ ἤνεγκε τῇ μητρί, καὶ ἐποίησεν μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει πατὴρ αὐτοῦ.

27.15καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν, ἦν παρ’αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς.

27.18καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. εἶπε δέ · πάτερ. δὲ εἶπεν · ἰδοὺ ἐγώ · τίς εἶ σὺ τέκνον;

27.19καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ αὐτοῦ · ἐγὼ Ἡσαῦ πρωτότοκός σου · ἐποίησα καθὰ ἐλάλησάς μοι · ἀναστὰς κάθισον καὶ φάγε τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ψυχή σου.

27.20εἶπε δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ · τί τοῦτο, ταχὺ εὗρες, τέκνον; δὲ εἶπεν · παρέδωκε Κύριος Θεός σου ἐναντίον μου.

27.21εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακώβ · ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ υἱός μου Ἡσαῦ οὔ.

27.22ἤγγισε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν · μὲν φωνὴ φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες χεῖρες Ἡσαῦ.

27.23καὶ οὐκ ἐπέγνω αὐτόν · ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι · καὶ εὐλόγησεν αὐτὸν ·

27.24καὶ εἶπε · σὺ εἶ υἱός μου Ἡσαῦ; δὲ εἶπεν · ἐγώ.

27.25καὶ εἶπε · προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ψυχή μου. καὶ προσήγαγεν αὐτῷ, καὶ ἔφαγε · καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε.

27.26καὶ εἶπεν αὐτῷ Ἰσαὰκ πατὴρ αὐτοῦ · ἔγγισόν μοι καὶ φίλησόν με τέκνον.

27.27καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν · ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος.

27.28καὶ δῴη σοι Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου.

27.29καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνήσουσί σοι ἄρχοντες · καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. καταρώμενός σε ἐπικατάρατος, δὲ εὐλογῶν σε εὐλογημένος.

27.30καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο, ὡς ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας.

27.31καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ καὶ εἶπε τῷ πατρί · ἀναστήτω πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ψυχή σου.

27.32καὶ εἶπεν αὐτῷ Ἰσαὰκ πατὴρ αὐτοῦ · τίς εἶ σύ; δὲ εἶπεν · ἐγώ εἰμι υἱός σου πρωτότοκος Ἡσαῦ.

27.33ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπε · τίς οὖν θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σε ἐλθεῖν καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔστω.

27.34ἐγένετο δέ, ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν · εὐλόγησον δή κἀμέ, πάτερ.

27.35εἶπε δὲ αὐτῷ · ἐλθὼν ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου.

27.36καὶ εἶπε · δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ · ἐπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο · τάτε πρωτοτόκιά μου εἴληφε καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου · καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ · οὐχ ὑπελίπω μοι εὐλογίαν, πάτερ;

27.37ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ · εἰ κύριον αὐτὸν ἐποίησα σου καὶ πάντας τοὺς ἀδελφούς αὐτοῦ ἐποίησα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήρισα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον;

27.38εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ · μὴ εὐλογία μία σοί ἐστι, πάτερ; εὐλόγησον δὴ κἀμέ, πάτερ. κατανυχθέντος δὲ Ἰσαὰκ ἀνεβόησε φωνὴν Ἡσαῦ καὶ ἔκλαυσεν.

27.39ἀποκριθεὶς δὲ Ἰσαὰκ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ · ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν.

27.40καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις · ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς, καὶ ἐκλύσεις τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.

27.41καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν πατὴρ αὐτοῦ · εἶπε δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ · ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου.

27.42ἀπηγγέλη δὲ Ῥεβέκκᾳ τὰ ῥήματα Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ · ἰδοὺ Ἡσαῦ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε ·

27.43νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρρὰν καὶ οἴκησον μετ’αὐτοῦ ἡμέρας τινάς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται πεποίηκας αὐτῷ, καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μήποτε ἀτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.

27.46εἶπε δὲ Ῥεβέκκα πρὸς Ἰσαάκ · προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ · εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι ζῆν;