3131.1ἤκουσε δὲ Ἰακὼβ τὰ ῥήματα τῶν υἱῶν Λάβαν λεγόντων · εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην.
31.2καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον τοῦ Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν.
31.3εἶπε δὲ Κύριος πρὸς Ἰακώβ · ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ.
31.4ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ῥαχὴλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια.
31.5καὶ εἶπεν αὐταῖς · ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν · ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ’ἐμοῦ.
31.6καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν.
31.7ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με.
31.8ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα · ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά ·
31.9καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέ μοι αὐτά.
31.10καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί.
31.11καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ’ὕπνον · Ἰακώβ · ἐγὼ δὲ εἶπα · τί ἐστι;
31.12καὶ εἶπεν · ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς · ἑώρακα γάρ ὅσα σοι Λάβαν ποιεῖ ·
31.13ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν · νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.
31.14καὶ ἀποκριθεῖσαι Ῥαχὴλ καὶ Λεία εἶπαν αὐτῷ · μή ἐστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν;
31.15οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν.
31.16πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεός, ποίει.
31.17ἀναστὰς δὲ Ἰακὼβ ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους.
31.18καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτῷ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χαναάν.
31.19Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ · ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.
31.20ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει.
31.21καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ.
31.22ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτι ἀπέδρα Ἰακώβ, καὶ παραλαβὼν τοὺς ἀδελφοὺς αὐτοῦ μεθ’ἑαυτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ.
31.24ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθ’ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ · φύλαξε σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.
31.25καὶ κατέλαβε Λάβαν τὸν Ἰακώβ · Ἰακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει · Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ.
31.26εἶπε δὲ Λάβαν τῷ Ἰακώβ · τί ἐποίησας; ἱνατί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ;
31.27καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ’εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας, καὶ οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου.
31.28νῦν δὲ ἀφρόνως ἔπραξας.
31.29καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε · ὁ δὲ Θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπε πρός με λέγων · φύλαξε σεαυτόν, μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.
31.30νῦν οὖν πεπόρευσαι · ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου · ἱνατί ἔκλεψας τοὺς θεούς μου;
31.31ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπε τῷ Λάβαν · ὅτι ἐφοβήθην · εἶπα γάρ · μή ποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ’ἐμοῦ καὶ πάντα τὰ ἐμά.
31.32καὶ εἶπεν Ἰακώβ · παρ’ᾧ ἂν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν · ἐπίγνωθι τί ἐστι παρ’ἐμοὶ τῶν σῶν καὶ λαβέ. καὶ οὐκ ἐπέγνω παρ’αὐτῷ οὐδέν. οὐκ ᾔδει δὲ Ἰακώβ, ὅτι Ῥαχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς.
31.33εἰσελθὼν δὲ Λάβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας καὶ οὐχ εὗρεν · καὶ ἐξῆλθεν ἐκ τοῦ οἴκου Λείας καὶ ἠρεύνησε τὸν οἶκον Ἰακὼβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν. εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ῥαχήλ.
31.34Ῥαχὴλ δὲ ἔλαβε τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς.
31.35καὶ εἶπε τῷ πατρὶ αὐτῆς · μὴ βαρέως φέρε, κύριε · οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ’ἐθισμὸν τῶν γυναικῶν μοι ἐστίν · ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρε τὰ εἴδωλα.
31.36ὠργίσθη δὲ Ἰακὼβ καὶ ἐμαχέσατο τῷ Λάβαν · ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπε τῷ Λάβαν · τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη τοῦ οἴκου μου;
31.37τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θές ὧδε ἐνώπιον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν.
31.38ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ · τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν · κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον ·
31.39θηριάλωτον οὐκ ἐνήνοχά σοι, ἐγὼ ἀπετίννυον παρ’ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός ·
31.40ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος μου ἀπὸ τῶν ὀφθαλμῶν μου.
31.41ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκιίᾳ σου · ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν.
31.42εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ καὶ ὁ φόβος Ἰσαὰκ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας · τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ Θεὸς καὶ ἤλεγξέ σε ἐχθές.
31.43ἀποκριθεὶς δὲ Λάβαν εἶπε τῷ Ἰακώβ · αἱ θυγατέρες θυγατέρες μου, καὶ οἱ υἱοὶ υἱοί μου, καὶ τὰ κτήνη κτήνη μου, καὶ πάντα, ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι καὶ τῶν θυγατέρων μου · τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον;
31.44νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγώτε καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, εἶπε δὲ αὐτῷ · ἰδοὺ οὐδεὶς μεθ’ἡμῶν ἐστιν, ἰδέ, ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
31.45λαβὼν δὲ Ἰακὼβ λίθον ἔστησεν αὐτὸν στήλην.
31.46εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ · συλλέγετε λίθους. καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν, καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ.
31.47καὶ εἶπεν αὐτῷ Λάβαν · ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον.
31.48καὶ ἐκάλεσεν αὐτὸν Λάβαν Βουνὸς τῆς μαρτυρίας. Ἰακὼβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς. εἶπε δὲ Λάβαν τῷ Ἰακώβ · ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, μαρτυρεῖ ὁ βουνὸς οὗτος, καὶ μαρτυρεῖ ἡ στήλη αὕτη · διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Βουνὸς μαρτυρεῖ.
31.49καὶ ἡ Ὅρασις, ἣν εἶπεν · ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος ἀφ’ἑτέρου.
31.50εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λήψῃ γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐδεὶς μεθ’ἡμῶν ἐστιν ὁρῶν · Θεὸς μάρτυς μεταξὺ ἐμοῦ καὶ μεταξὺ σοῦ.
31.51καὶ εἶπε Λάβαν τῷ Ἰακώβ · ἰδοὺ ὁ βουνὸς οὗτος καὶ μάρτυς ἡ στήλη αὕτη.
31.52ἐὰντε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μη δὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ, ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ Θεὸς Ναχὼρ κρινεῖ ἀνὰ μέσον ἡμῶν.
31.54καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, καὶ ἔθυσε θυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει.
31.55ἀναστὰς δὲ Λάβαν τὸ πρωῒ κατεφίλησε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς, καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.