4040.1ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου.
40.2καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ, καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ εἰς τὸ δεσμωτήριον, εἰς τὸν τόπον, οὗ Ἰωσὴφ ἀπῆκτο ἐκεῖ.
40.4καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ Ἰωσὴφ αὐτούς, καὶ παρέστη αὐτοῖς · ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ.
40.5καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἐν μιᾷ νυκτί · ἡ δὲ ὅρασις τοῦ ἐνυπνίου τοῦ ἀρχιοινοχόου καὶ ἀρχισιτοποιοῦ, οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ, ἦν αὕτη.
40.6εἰσῆλθε δὲ πρὸς αὐτοὺς Ἰωσὴφ τῷ πρωῒ καὶ εἶδεν αὐτούς, καὶ ἦσαν τεταραγμένοι.
40.7καὶ ἠρώτα τοὺς εὐνούχους Φαραώ, οἳ ἦσαν μετ’αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων · τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον;
40.8οἱ δὲ εἶπαν αὐτῷ · ἐνύπνιον εἴδομεν, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό. εἶπε δὲ αὐτοῖς Ἰωσήφ · οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; διηγήσασθε οὖν μοι.
40.9καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ Ἰωσὴφ καὶ εἶπεν · ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου ·
40.10ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες, καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς · πέπειροι οἱ βότρυες σταφυλῆς.
40.11καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου · καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον καὶ ἔδωκα τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραώ.
40.12καὶ εἶπεν αὐτῷ Ἰωσήφ · τοῦτο ἡ σύγκρισις αὐτοῦ · οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν ·
40.13ἔτι τρεῖς ἡμέραι καὶ μνησθήσεται Φαραὼ τῆς ἀρχῆς σου καὶ ἀποκαταστήσει σε ἐπί τὴν ἀρχιοινοχοΐαν σου, καὶ δώσεις τὸ ποτήριον Φαραὼ εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσθα οἰνοχοῶν.
40.14ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ γένηταί σοι, καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησθήσει περὶ ἐμοῦ πρὸς Φαραὼ καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου ·
40.15ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν, ἀλλ’ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον.
40.16καὶ εἶδεν ὁ ἀρχισιτοποιός, ὅτι ὀρθῶς συνέκρινε, καὶ εἶπε τῷ Ἰωσήφ · κα- κἀγὼ εἶδον ἐνύπνιον καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου ·
40.17ἐν δὲ κανῷ τῷ ἐπάνω ἀπὸ πάντων τῶν γενῶν, ὧν Φαραὼ ἐσθίει ἔργον σιτοποιοῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατήσθιεν αὐτὰ ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεφαλῆς μου.
40.18ἀποκριθεὶς δὲ Ἰωσὴφ εἶπεν αὐτῷ · αὕτη ἡ σύγκρισις αὐτοῦ · τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν ·
40.19ἔτι τριῶν ἡμερῶν καὶ ἀφελεῖ Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ.
40.20ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἡμέρα γενέσεως ἦν Φαραώ, καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ. καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ οἰνοχόου καὶ τῆς ἀρχῆς τοῦ σιτοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ, καὶ ἀποκατέστησε τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτοῦ, καὶ ἔδωκε τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραώ, τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασε, καθὰ συνέκρινεν αὐτοῖς Ἰωσήφ.
40.23καὶ οὐκ ἐμνήσθη ὁ ἀρχιοινοχόος τοῦ Ἰωσήφ, ἀλλ’ἐπελάθετο αὐτοῦ.