2828.1προσκαλεσάμενος δὲ Ἰσαὰκ τὸν Ἰακὼβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων · οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων Χαναάν ·
28.2ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν, εἰς τὸν οἶκον Βαθουὴλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λαβὲ σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου.
28.3ὁ δὲ Θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν ·
28.4καὶ δῴη σοι τὴν εὐλογίαν Ἁβραὰμ τοῦ πατρός μου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ Θεὸς τῷ Ἁβραάμ.
28.5καὶ ἀπέστειλεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ ἐπορεύθη εἰς τὴν Μεσσοποταμίαν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας τῆς μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ.
28.6εἶδε δὲ Ἡσαῦ ὅτι εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ἀπῴχετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβεῖν ἑαυτῷ ἐκεῖθεν γυναῖκα ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων · οὐ λήψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων Χαναάν ·
28.7καὶ ἤκουσεν Ἰακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν Συρίας, καὶ εἶδεν Ἡσαῦ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χαναὰν ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπορεύθη Ἡσαῦ πρὸς Ἰσμαὴλ καὶ ἔλαβε τὴν Μαελὲθ θυγατέρα Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραάμ, ἀδελφὴν Ναβεώθ, πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα.
28.10καὶ ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν.
28.11καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ · ἔδυ γὰρ ὁ ἥλιος · καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ.
28.12καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’αὐτῆς.
28.13ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ’αὐτῆς καὶ εἶπεν · ἐγώ Κύριος ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ · μὴ φοβοῦ · ἡ γῆ, ἐφ’ἧς σὺ καθεύδεις ἐπ’αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου.
28.14καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν, καὶ ἐπ’ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου.
28.15καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.
28.16καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ὅτι · ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν.
28.17καὶ ἐφοβήθη καὶ εἶπεν · ὡς φοβερὸς ὁ τόπος οὗτος · οὐκ ἔστι τοῦτο ἀλλ’ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
28.18καὶ ἀνέστη Ἰακὼβ τὸ πρωῒ καὶ ἔλαβε τὸν λίθον, ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς.
28.19καὶ ἐκάλεσε Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Οἶκος Θεοῦ · καὶ Οὐλαμλοὺζ ἦν ὄνομα τῇ πόλει τὸ πρότερον.
28.20καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων · ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ’ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται μοι Κύριος εἰς Θεόν, καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ, καὶ πάντων, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.