Roman History, 54
54.1.1τῷ δ’ἐπιγιγνομένῳ ἔτει, ἐν ᾧ Μᾶρκοςτε Μάρκελλος καὶ Λούκιος Ἀρρούντιος ὑπάτευσαν, ἥτε πόλις πελαγίσαντος αὖθις τοῦ ποταμοῦ ἐπλεύσθη, καὶ κεραυνοῖς ἄλλατε πολλὰ ἐβλήθη καὶ οἱ ἀνδριάντες οἱ ἐν τῷ Πανθείῳ, ὥστε καὶ τὸ δόρυ ἐκ τῆς τοῦ Αὐγούστου χειρὸς ἐκπεσεῖν. πονούμενοι οὖν ὑπότε τῆς νόσου καὶ ὑπὸ τοῦ λιμοῦ (ἔντε γὰρ τῇ Ἰταλίᾳ πάσῃ ὁ λοιμὸς ἐγένετο καὶ τὴν χώραν οὐδεὶς εἰργάσατο ·
54.1.2δοκῶ δ’ὅτι καὶ ἐν τοῖς ἔξω χωρίοις τὸ αὐτὸ τοῦτο συνηνέχθη) νομίσαντες οἱ Ῥωμαῖοι οὐκ ἄλλως σφίσι ταῦτα συμβεβηκέναι, ἀλλ’ὅτι μὴ καὶ τότε ὑπατεύοντα τὸν Αὔγουστον ἔσχον, δικτάτορα αὐτὸν ἠθέλησαν προχειρίσασθαι, καὶ τήντε βουλὴν κατακλείσαντες ἐς τὸ συνέδριον ἐπηνάγκασαν τοῦτο ψηφίσασθαι, ἀπειλοῦντές σφας καταπρήσειν, καὶ μετὰ ταῦτα τὰς ῥάβδους τὰς τέσσαρας καὶ εἴκοσι λαβόντες προσῆλθον αὐτῷ, δικτάτοράτε ἅμα δεόμενοι λεχθῆναι καὶ ἐπιμελητὴν τοῦ σίτου, καθάπερ ποτὲ τὸν Πομπήιον, γενέσθαι.
54.1.4καὶ ὃς τοῦτο μὲν ἀναγκαίως ἐδέξατο, καὶ ἐκέλευσε δύο ἄνδρας τῶν πρὸ πέντε που ἀεὶ ἐτῶν ἐστρατηγηκότων πρὸς τὴν τοῦ σίτου διανομὴν κατ’ἔτος αἱρεῖσθαι, τὴν δὲ δικτατορίαν οὐ προσήκατο, ἀλλὰ καὶ τὴν ἐσθῆτα προσκατερρήξατο, ἐπειδὴ μηδένα τρόπον ἄλλως σφᾶς ἐπισχεῖν, μήτε διαλεγόμενος μήτε δεόμενος, ἠδυνήθη ·
54.1.5τήντε γὰρ ἐξουσίαν καὶ τὴν τιμὴν καὶ ὑπὲρ τοὺς δικτάτορας ἔχων, ὀρθῶς τότε ἐπίφθονον καὶ τὸ μισητὸν
54.2.1τῆς ἐπικλήσεως αὐτῶν ἐφυλάξατο. τὸ δ’αὐτὸ τοῦτο καὶ τιμητὴν αὐτὸν διὰ βίου χειροτονῆσαι βουλομένων ἐποίησεν · οὔτε γὰρ τὴν ἀρχὴν ὑπέστη, καὶ εὐθὺς ἑτέρους τιμητάς, Παῦλόντε Αἰμίλιον Λέπιδον καὶ Λούκιον Μουνάτιον Πλάγκον, τοῦτον μὲν ἀδελφὸν τοῦ Πλάγκου ἐκείνου τοῦ ἐπικηρυχθέντος ὄντα, τὸν δὲ δὴ Λέπιδον αὐτὸν τότε θανατωθέντα, ἀπέδειξεν.
54.2.2ἔσχατοι δὴ οὗτοι τὴν τιμητείαν ἰδιῶται ἅμα ἔσχον, ὥσπερ που καὶ παραχρῆμα αὐτοῖς ἐδηλώθη · τὸ γὰρ βῆμα ἀφ’οὗ τι πράξειν τῶν προσηκόντων σφίσιν ἤμελλον, συνέπεσεν ἀναβάντων αὐτῶν ἐν τῇ πρώτῃ τῆς ἀρχῆς ἡμέρᾳ καὶ συνετρίβη, καὶ μετὰ τοῦτ’οὐδένες ἄλλοι τιμηταὶ ὅμοιοι αὐτοῖς ἅμα ἐγένοντο.
54.2.3καὶ τότε δὲ ὁ Αὔγουστος, καίπερ ἐκείνων αἱρεθέντων, πολλὰ τῶν ἐς αὐτοὺς ἀνηκόντων ἔπραξε. τῶντε συσσιτίων τὰ μὲν παντελῶς κατέλυσε, τὰ δὲ πρὸς τὸ σωφρονέστερον συνέστειλε. καὶ τοῖς μὲν στρατηγοῖς τὰς πανηγύρεις πάσας προσέταξεν, ἔκτε τοῦ δημοσίου δίδοσθαί τι αὐτοῖς κελεύσας, καὶ προσαπειπὼν μήτε ἐς ἐκείνας οἴκοθέν τινα πλεῖον τοῦ ἑτέρου ἀναλίσκειν μήθ’ὁπλομαχίαν μήτ’ἄλλως εἰ μὴ ἡ βουλὴ ψηφίσαιτο, μήτ’αὖ πλεονάκις ἢ δὶς ἐν ἑκάστῳ ἔτει, μήτε πλειόνων εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν ποιεῖν ·
54.2.4τοῖς δ’ἀγορανόμοις τοῖς κουρουλίοις τὴν τῶν ἐμπιμπραμένων κατάσβεσιν ἐνεχείρισεν, ἑξακοσίους σφίσι βοηθοὺς δούλους δούς.
54.2.5ἐπειδήτε καὶ ἱππῆς καὶ γυναῖκες ἐπιφανεῖς ἐν τῇ ὀρχήστρᾳ καὶ τότε γε ἐπεδείξαντο, ἀπηγόρευσεν οὐχ ὅτι τοῖς παισὶ τῶν βουλευτῶν, ὅπερ που καὶ πρὶν ἐκεκώλυτο, ἀλλὰ καὶ τοῖς ἐγγόνοις, τοῖς γε ἐν τῇ ἱππάδι δῆλον ὅτι ἐξεταζομένοις, μηδὲν ἔτι τοιοῦτο δρᾶν.
54.3.1καὶ ἐν μὲν τούτοις τότε τοῦ νομοθέτου καὶ τὸ τοῦ αὐτοκράτορος καὶ σχῆμα καὶ ὄνομα ἐπεδείκνυτο, ἐν δὲ δὴ τοῖς ἄλλοις ἐμετρίαζεν, ὥστε καὶ φίλοις τισὶν εὐθυνομένοις παραγίγνεσθαι.
54.3.2Μάρκουτέ τινος Πρίμου αἰτίαν ἔχοντος ὅτι τῆς Μακεδονίας ἄρχων Ὀδρύσαις ἐπολέμησε, καὶ λέγοντος τοτὲ μὲν τῇ τοῦ Αὐγούστου τοτὲ δὲ τῇ Μαρκέλλου γνώμῃ τοῦτο πεποιηκέναι, ἔςτε τὸ δικαστήριον αὐτεπάγγελτος ἦλθε, καὶ ἐπερωτηθεὶς ὑπὸ τοῦ στρατηγοῦ εἰ προστάξειέν οἱ πολεμῆσαι, ἔξαρνος ἐγένετο.
54.3.3τοῦτε συναγορεύοντος τῷ Πρίμῳ Λικινίου Μουρήνου ἄλλατε ἐς αὐτὸν οὐκ ἐπιτήδεια ἀπορρίψαντος, καὶ πυθομένου “τί δὴ ἐνταῦθα ποιεῖς, καὶ τίς σε ἐκάλεσεν”; τοσοῦτον μόνον ἀπεκρίνατο ὅτι “τὸ δημόσιον”. ἐπὶ οὖν τούτοις ὑπὸ μὲν τῶν εὖ φρονούντων ἐπῃνεῖτο, ὥστε καὶ τὸ τὴν βουλὴν ἀθροίζειν ὁσάκις ἂν ἐθελήσῃ λαβεῖν, τῶν δ’ἄλλων τινὲς κατεφρόνησαν αὐτοῦ.
54.3.4ἀμέλει καὶ τοῦ Πρίμου οὐκ ὀλίγοι ἀπεψηφίσαντο, καὶ ἐπιβουλὴν ἕτεροι ἐπ’αὐτῷ συνέστησαν. Φάννιος μὲν γὰρ Καιπίων ἀρχηγὸς αὐτῆς ἐγένετο, συνεπελάβοντο δὲ καὶ ἄλλοι · καί σφισι καὶ ὁ Μουρήνας συνομωμοκέναι, εἴτ’οὖν ἀληθῶς εἴτε καὶ ἐκ διαβολῆς, ἐλέχθη, ἐπειδὴ καὶ ἀκράτῳ καὶ κατακορεῖ τῇ παρρησίᾳ πρὸς πάντας ὁμοίως ἐχρῆτο.
54.3.5καὶ οὐ γὰρ ὑπέμειναν τὸ δικαστήριον, ἐρήμην μὲν ὡς καὶ φευξόμενοι ἥλωσαν, ἀπεσφάγησαν δὲ οὐ πολλῷ ὕστερον, οὐ δὲ ἐπήρκεσαν τῷ Μουρήνᾳ οὔτε ὁ Προκουλέιος ἀδελφὸς ὢν οὔτε ὁ Μαικήνας τῇ ἀδελφῇ αὐτοῦ συνοικῶν, καίπερ ἐς τὰ πρῶτα ὑπὸ τοῦ Αὐγούστου τιμώμενοι.
54.3.6ὡς δ’οὖν καὶ τούτους τῶν δικαζόντων τινὲς ἀπέλυσαν, ἐνομοθέτησε μήτε κρύφα τὰς ψήφους ἐν ταῖς ἐρήμοις δίκαις φέρεσθαι, καὶ πάσαις αὐταῖς τὸν εὐθυνόμενον ἁλίσκεσθαι. καὶ ὅτι γε ταῦτ’οὐχ ὑπ’ὀργῆς ἀλλ’ὡς καὶ συμφέροντα τῷ δημοσίῳ διέταξεν, ἰσχυρῶς διέδειξε ·
54.3.7τοῦ γοῦν πατρὸς τοῦ Καιπίωνος τὸν μὲν ἕτερον τῶν δούλων τῶν συμφυγόντων τῷ υἱεῖ ἐλευθερώσαντος, ὅτι ἀμῦναί οἱ θνήσκοντι ἠθέλησε, τὸν δὲ ἕτερον τὸν προδόντα αὐτὸν διάτε τῆς ἀγορᾶς μέσης μετὰ γραμμάτων τὴν αἰτίαν τῆς θανατώσεως αὐτοῦ δηλούντων διαγαγόντος καὶ μετὰ ταῦτα ἀνασταυρώσαντος, οὐκ ἠγανάκτησε.
54.3.8κα- κἂν ἐξηκέσατο πᾶσαν τὴν τῶν οὐκ ἀρεσκομένων τοῖς πραχθεῖσι μέμψιν, εἰ μὴ καὶ θυσίας ὡς καὶ ἐπὶ νίκῃ τινὶ καὶ ψηφισθείσας περιεῖδε καὶ γενομένας.
54.4.1τότε δ’οὖν καὶ τὴν Κύπρον καὶ τὴν Γαλατίαν τὴν Ναρβωνησίαν ἀπέδωκε τῷ δήμῳ ὡς μηδὲν τῶν ὅπλων αὐτοῦ δεομένας · καὶ οὕτως ἀνθύπατοι καὶ ἐς ἐκεῖνα τὰ ἔθνη πέμπεσθαι ἤρξαντο.
54.4.2καὶ τὸν τοῦ Διὸς τοῦ Βροντῶντος ἐπικαλουμένου ναὸν καθιέρωσε · περὶ οὗ δύο ταῦτα παραδέδοται, ὅτι τότετε ἐν τῇ ἱερουργίᾳ βρονταὶ ἐγένοντο, καὶ μετὰ ταῦτα ὄναρ τῷ Αὐγούστῳ τοιόνδε ἐπέστη. τῶν γὰρ ἀνθρώπων, τὸ μέν τι πρὸς τὸ ξένον καὶ τοῦ ὀνόματος αὐτοῦ καὶ τοῦ εἴδους, τὸ δὲ καὶ ὅτι ὑπὸ τοῦ Αὐγούστου ἵδρυτο, μέγιστον δὲ ὅτι πρώτῳ οἱ ἀνιόντες ἐς τὸ Καπιτώλιον ἐνετύγχανον, προσερχομένωντε αὐτῷ καὶ σεβόντων, ἔδοξε τὸν Δία τὸν ἐν τῷ μεγάλῳ ναῷ ὄντα ὀργὴν ὡς καὶ τὰ δεύτερα αὐτοῦ φερόμενον ποιεῖσθαι, καὶ ἐκ τούτου ἐκείνῳτε εἰπεῖν ἔλεγεν ὅτι προφύλακα τὸν Βροντῶντα ἔχοι, καὶ ἐπειδὴ ἡμέρα ἐγένετο, κώδωνα αὐτῷ περιῆψε, βεβαιῶν τὴν ὀνείρωξιν ·
54.4.4οἱ γὰρ τὰς συνοικίας νύκτωρ φυλάσσοντες κωδωνοφοροῦσιν, ὅπως σημαίνειν σφίσιν ὁπόταν δεηθῶσι δύνωνται.
54.5.1ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτ’ἐγίγνετο, ὑπὸ δὲ δὴ τοὺς αὐτοὺς τούτους χρόνους καὶ οἱ Κάνταβροι οἵτε Ἄστυρες ἐπολέμησαν αὖθις, οὗτοι μὲν διάτε τρυφὴν καὶ δι’ὠμότητα τοῦ Καρισίου, οἱ δὲ δὴ Κάνταβροι, ἐπειδὴ ἐκείνουςτε νεωτερίζοντας ᾔσθοντο καὶ τοῦ ἄρχοντός σφων Γαΐου Φουρνίου κατεφρόνησαν, ὅτιτε νεωστὶ ἀφῖκτο καὶ ὅτι ἄπειρον αὐτὸν τῶν παρ’ἑαυτοῖς πραγμάτων εἶναι ἔδοξαν.
54.5.2οὐ μέντοι καὶ ἐν τῷ ἔργῳ τοιοῦτός σφισιν ἐφάνη, ἀλλ’ἡττηθέντες ἀμφότεροι ὑπ’αὐτοῦ (καὶ γὰρ τῷ Καρισίῳ προσήμυνεν) ἐδουλώθησαν. καὶ τῶν μὲν Καντάβρων οὐ πολλοὶ ἑάλωσαν · ἐπειδὴ γὰρ ἀνέλπιστον τὴν ἐλευθερίαν ἔσχον, οὐ δὲ ζῆν ἠθέλησαν, ἀλλ’οἱ μὲν τὰ ἐρύματα προεμπρήσαντες ἑαυτοὺς ἀπέσφαξαν, οἱ δὲ καὶ ἐκείνοις ἐθελονταὶ συγκατεκαύθησαν, ἄλλοι δημοσίᾳ φαρμάκων ἐνεπλήσθησαν, ὥστε τότε πλεῖστον καὶ τὸ ἀγριώτατον αὐτῶν φθαρῆναι ·
54.5.3οἱ δ’Ἄστυρες ὡς τάχιστα χωρίοντέ τι πολιορκοῦντες ἀπηλάθησαν καὶ μάχῃ μετὰ τοῦτ’ἐνικήθησαν, οὐκέτ’ἀντῆραν ἀλλ’εὐθὺς ἐχειρώθησαν.
54.5.4ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον οἱ Αἰθίοπες οἱ ὑπὲρ Αἰγύπτου οἰκοῦντες προεχώρησαν μὲν μέχρι τῆς πόλεως τῆς Ἐλεφαντίνης ὠνομασμένης, πάντα τὰ ἐν ποσὶ πορθοῦντες, ἡγουμένης σφίσιν Κανδάκης · πυθόμενοι δὲ ἐνταῦθά που Γάιον Πετρώνιον τὸν τῆς Αἰγύπτου ἄρχοντα προσιέναι, προαπῆλθον μὲν ὡς καὶ διαφευξόμενοι, καταληφθέντες δὲ ἐν τῇ ὁδῷ ἡττήθησαν, κα- κἀκ τούτου καὶ ἐς τὴν οἰκείαν αὐτὸν ἐπεσπάσαντο.
54.5.5καὶ καλῶς καὶ ἐκεῖ ἀγωνισάμενος πόλεις ἄλλαςτε καὶ τὴν Ναπάτην τὸ βασίλειον αὐτῶν ἔλαβεν. καὶ ἐκείνη μὲν κατεσκάφη, ἐν ἑτέρῳ δέ τινι χωρίῳ φρουρὰ κατελείφθη · ὁ γὰρ Πετρώνιος μήτε περαιτέρω διάτε τὴν ἄμμον καὶ διὰ τὸ καῦμα προελθεῖν μήτε κατὰ χώραν μετὰ παντὸς τοῦ στρατοῦ μεῖναι καλῶς δυνηθεὶς ἀνεχώρησε, τὸ πλεῖον αὐτοῦ ἐπαγόμενος.
54.5.6κα- κἀν τούτῳ τῶν Αἰθιόπων τοῖς φρουροῖς ἐπιθεμένων αὖθίςτε ἐπ’αὐτοὺς ἐστράτευσε, καὶ τοὺς σφετέρους ἐρρύσατο, καὶ τὴν Κανδάκην συμβῆναί οἱ ἠνάγκασεν.
54.6.1ἐν ᾧ δὲ ταῦτα ἐγίγνετο, ὁ Αὔγουστος ἐς Σικελίαν ἦλθεν, ὅπως καὶ ἐκείνην καὶ τα- τἆλλα τὰ μέχρι τῆς Συρίας καταστήσηται. καὶ αὐτοῦ ἐνταῦθα ἔτ’ὄντος ὁ δῆμος τῶν Ῥωμαίων τοὺς ὑπάτους χειροτονῶν ἐστασίασεν, ὥστε καὶ ἐκ τούτου διαδειχθῆναι ὅτι ἀδύνατον ἦν δημοκρατουμένους σφᾶς σωθῆναι.
54.6.2μικροῦ γοῦν τινος ἔντε ταῖς ἀρχαιρεσίαις καὶ ἐν ταῖς ἀρχαῖς αὐταῖς κυριεύοντες ἐθορύβησαν. ἐτηρεῖτο μὲν γὰρ ἡ ἑτέρα χώρα τῷ Αὐγούστῳ, καὶ διὰ τοῦτο Μᾶρκος Λόλλιος κατ’ἀρχὰς τοῦ ἔτους μόνος ἦρξεν · ἐκείνου δὲ μὴ δεξαμένου αὐτὴν Κύιντόςτε Λέπιδος καὶ Λούκιος Σιλουανὸς ἐσπουδαρχίασαν, καὶ οὕτωτε πάντα συνετάραξαν ὥστε καὶ τὸν Αὔγουστον ὑπὸ τῶν ἐμφρόνων ἀνακληθῆναι.
54.6.3ἐπειδὴ δὲ οὐχ ὑπέστρεψε μέν, ἐλθόντας δὲ αὐτοὺς πρὸς αὐτὸν ἀπέπεμψεν ἐπιτιμήσας σφίσι καὶ κελεύσας ἀμφοτέρων αὐτῶν ἀπόντων τὴν ψῆφον δοθῆναι, οὐδὲν μᾶλλον ἡσύχασαν, ἀλλὰ καὶ πάνυ αὖθις διηνέχθησαν, ὥστε τὸν Λέπιδον ὀψέ ποτε αἱρεθῆναι.
54.6.4ἀγανακτήσας οὖν ἐπὶ τούτῳ ὁ Αὔγουστος, καὶ μήτε μόνῃ τῇ Ῥώμῃ σχολάζειν δυνάμενος μήτ’αὖ ἄναρχον αὐτὴν καταλιπεῖν τολμῶν, ἐζήτει τινὰ αὐτῇ ἐπιστῆσαι, καὶ ἔκρινε μὲν τὸν Ἀγρίππαν ἐπιτηδειότατον ἐς τοῦτο εἶναι, βουληθεὶς δὲ δὴ καὶ ἀξίωμα αὐτῷ μεῖζον περιθεῖναι, ἵνα καὶ ἐκ τούτου ῥᾷον αὐτῶν ἄρχῃ, μετεπέμψατο αὐτόν, καὶ καταναγκάσας τὴν γυναῖκα, καίπερ ἀδελφιδῆν αὐτοῦ οὖσαν, ἀπαλλάξαντα τῇ Ἰουλίᾳ συνοικῆσαι, ἐς τὴν Ῥώμην παραχρῆμα καὶ ἐπὶ τῷ γάμῳ καὶ ἐπὶ τῇ τῆς πόλεως διαχειρίσει ἔπεμψε, διάτε τα- τἆλλα καὶ ὅτι ὁ Μαικήνας συμβουλευομένῳ οἱ περὶ αὐτῶν τούτων εἰπεῖν λέγεται ὅτι “τηλικοῦτον αὐτὸν πεποίηκας ὥστ’ἢ γαμβρόν σου γενέσθαι ἢ φονευθῆναι”.
54.6.6καὶ ὃς τὰ μὲν ἄλλα οἰδοῦντα ἔτι εὑρὼν κατεστήσατο, τάτε ἱερὰ τὰ Αἰγύπτια ἐπεσιόντα αὖθις ἐς τὸ ἄστυ ἀνέστειλεν, ἀπειπὼν μηδένα μη δὲ ἐν τῷ προαστείῳ αὐτὰ ἐντὸς ὀγδόου ἡμισταδίου ποιεῖν · ταραχῆς δέ τινος περὶ τὴν τοῦ πολιάρχου τοῦ διὰ τὰς ἀνοχὰς αἱρουμένου χειροτονίαν συμβάσης οὐκ ἐπεκράτησεν αὐτῆς, ἀλλὰ ἄνευ τῆς ἀρχῆς ταύτης τὸν ἐνιαυτὸν ἐκεῖνον διεγένοντο.
54.7.1καὶ ὁ μὲν ταῦτ’ἔπραττεν, ὁ δὲ Αὔγουστος τάτε ἄλλα τὰ ἐν τῇ Σικελίᾳ διοικήσας, καὶ τὰς Συρακούσας ἑτέραςτέ τινας πόλεις ἀποίκους Ῥωμαίων ἀποδείξας ἐς τὴν Ἑλλάδα ἐπεραιώθη.
54.7.2καὶ Λακεδαιμονίους μὲν τοῖςτε Κυθήροις καὶ τῇ συσσιτίᾳ ἐτίμησεν, ὅτι ἡ Λιουία, ὅτε ἐκ τῆς Ἰταλίας σύντε τῷ ἀνδρὶ καὶ σὺν τῷ υἱεῖ ἔφυγεν, ἐκεῖ διέτριψεν · Ἀθηναίων δὲ τήντε Αἴγιναν καὶ τὴν Ἐρέτριαν (ἐκαρποῦντο γὰρ αὐτάς), ὥς τινές φασιν, ἀφείλετο, ὅτι τὸν Ἀντώνιον ἐσπούδασαν, καὶ προσέτι καὶ ἀπηγόρευσέ σφισι μηδένα πολίτην ἀργυρίου ποιεῖσθαι.
54.7.3καὶ αὐτοῖς ἐς ταῦτα ἔδοξε τὸ τῷ τῆς Ἀθηνᾶς ἀγάλματι συμβὰν ἀποσκῆψαι · ἐν γὰρ τῇ ἀκροπόλει πρὸς ἀνατολῶν ἱδρυμένον πρόςτε τὰς δυσμὰς μετεστράφη καὶ αἷμα ἀπέπτυσεν.
54.7.4ὁ δ’οὖν Αὔγουστος τότε Ἑλληνικὸν διήγαγε καὶ ἐς Σάμον ἔπλευσεν, ἐνταῦθάτε ἐχείμασε, καὶ ἐς τὴν Ἀσίαν ἐν τῷ ἦρι ἐν ᾧ Μᾶρκοςτε Ἀπουλέιος καὶ Πούπλιος Σίλιος ὑπάτευσαν κομισθεὶς πάντα τάτε ἐκεῖ καὶ τὰ ἐν τῇ Βιθυνίᾳ διέταξεν, οὐχ ὅτι τοῦ δήμου καὶ ταῦτα τὰ ἔθνη καὶ τὰ πρότερα ἐδόκει εἶναι ἐν ὀλιγωρίᾳ αὐτὰ ποιησάμενος, ἀλλὰ καὶ πάνυ πάντων σφῶν ὡς καὶ ἑαυτοῦ ὄντων ἐπιμεληθείς ·
54.7.5τάτε γὰρ ἄλλα ὅσαπερ καὶ προσῆκον ἦν ἐπηνώρθωσε, καὶ χρήματα τοῖς μὲν ἐπέδωκε τοῖς δὲ καὶ ὑπὲρ τὸν φόρον ἐσενεγκεῖν προσέταξε.
54.7.6τούςτε Κυζικηνούς, ὅτι Ῥωμαίους τινὰς ἐν στάσει μαστιγώσαντες ἀπέκτειναν, ἐδουλώσατο. καὶ τοῦτο καὶ τοὺς Τυρίους τούςτε Σιδωνίους διὰ τὰς στάσεις ἐποίσεν, ἐν τῇ Συρίᾳ γενόμενος.
54.8.1κα- κἀν τούτῳ ὁ Φραάτης φοβηθεὶς μὴ καὶ ἐπιστρατεύσῃ οἱ, ὅτι μηδέπω τῶν συγκειμένων ἐπεποιήκει τι, τάτε σημεῖα αὐτῷ καὶ τοὺς αἰχμαλώτους, πλὴν ὀλίγων οἳ ὑπ’αἰσχύνης σφᾶς ἔφθειραν ἢ καὶ κατὰ χώραν λαθόντες ἔμειναν, ἀπέπεμψε.
54.8.2καὶ αὐτοὺς ἐκεῖνος ὡς καὶ πολέμῳ τινὶ τὸν Πάρθον νενικηκὼς ἔλαβε · καὶ γὰρ ἐπὶ τούτοις ἐφρόνει μέγα, λέγων ὅτι τὰ πρότερόν ποτε ἐν ταῖς μάχαις ἀπολόμενα ἀκονιτὶ ἐκεκόμιστο.
54.8.3ἀμέλει καὶ θυσίας ἐπ’αὐτοῖς καὶ νεὼν Ἄρεως Τιμωροῦ ἐν τῷ Καπιτωλίῳ, κατὰ τὸ τοῦ Διὸς τοῦ Φερετρίου ζήλωμα, πρὸς τὴν τῶν σημείων ἀνάθεσιν καὶ ψηφισθῆναι ἐκέλευσε καὶ ἐποίησε, καὶ προσέτι καὶ ἐπὶ κέλητος ἐς τὴν πόλιν ἐσήλασε καὶ ἁψῖδι τροπαιοφόρῳ ἐτιμήθη.
54.8.4ταῦτα μὲν ἐπ’ἐκείνοις ὕστερον ἐπράχθη · τότε δὲ αὐτόςτε προστάτης τῶν περὶ τὴν Ῥώμην ὁδῶν αἱρεθεὶς καὶ τὸ χρυσοῦν μίλιον κεκλημένον ἔστησε, καὶ ὁδοποιοὺς αὐταῖς ἐκ τῶν ἐστρατηγηκότων, ῥαβδούχοις δύο χρωμένους, προσέταξε.
54.8.5καὶ ἡ Ἰουλία τὸν Γάιον ὀνομασθέντα ἔτεκε, βουθυσίατέ τις τοῖς γενεθλίοις αὐτοῦ ἀίδιος ἐδόθη · καὶ τοῦτο μὲν ἐκ ψηφίσματος, ὥσπερ που καὶ τα- τἆλλα, ἐγένετο · ἰδίᾳ δὲ δὴ οἱ ἀγορανόμοι ἱπποδρομίαντε ἐν τοῖς τοῦ Αὐγούστου γενεθλίοις καὶ θηρίων σφαγὰς ἐποίησαν.
54.9.1ἐν μὲν οὖν τῇ πόλει ταῦτ’ἐπράττετο, ὁ δὲ Αὔγουστος τὸ μὲν ὑπήκοον κατὰ τὰ τῶν Ῥωμαίων ἔθη διῴκει, τὸ δὲ ἔνσπονδον τῷ πατρίῳ σφίσι τρόπῳ εἴα ἄρχεσθαι · οὐ δ’ἠξίωσεν οὔτε ἐκείνῳ τι προσθέσθαι οὔτε ἕτερόν τι προσκτήσασθαι, ἀλλ’ἀκριβῶς ἀρκεῖσθαι τοῖς ὑπάρχουσιν ἐδικαίου, καὶ τοῦτο καὶ τῇ βουλῇ ἐπέστειλεν.
54.9.2ὥστε πολέμου μὲν οὐδὲν τότε γ’ἐφήψατο, δυναστείας δὲ δὴ Ἰαμβλίχῳτε τῷ Ἰαμβλίχου τὴν τῶν Ἀραβίων τὴν πατρῴαν καὶ Ταρκονδιμότῳ τῷ Ταρκονδιμότου τὴν τῆς Κιλικίας, ἣν ὁ πατὴρ αὐτοῦ ἔσχε, πλὴν παραθαλασσιδίων τινῶν ἔδωκεν · ἐκεῖνα γὰρ τῷ Ἀρχελάῳ μετὰ τῆς σμικροτέρας Ἀρμενίας ἐχαρίσατο, ὅτι ὁ Μῆδος ὁ πρὶν αὐτῆς βασιλεύων ἐτεθνήκει.
54.9.3τῷτε Ἡρώδῃ Ζηνοδώρου τινὸς τετραρχίαν, καὶ Μιθριδάτῃ τινὶ τὴν Κομμαγηνήν, ἐπειδὴ τὸν πατέρα αὐτοῦ ὁ βασιλεὺς αὐτῆς ἀπεκτόνει, καίτοι παιδίσκῳ ἔτ’ὄντι ἐπέτρεψε.
54.9.4τῶντε Ἀρμενίων τῶν ἑτέρων τοῦτε Ἀρτάξου κατηγορησάντων καὶ τὸν Τιγράνην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ Ῥώμῃ ὄντα μεταπεμψαμένων, ἔστειλε τὸν Τιβέριον, ὅπως τὸν μὲν ἐκβάλῃ τῆς βασιλείας, τὸν δὲ ἐς αὐτὴν ἀποκαταστήσῃ.
54.9.5καὶ ἐπράχθη μὲν οὐδὲν τῆς παρασκευῆς αὐτοῦ ἄξιον · οἱ γὰρ Ἀρμένιοι τὸν Ἀρτάξην προαπέκτειναν · ὁ δ’οὖν Τιβέριος, ἄλλωςτε καὶ ἐπειδὴ θυσίαι ἐπὶ τούτῳ ἐψηφίσθησαν, ἐσεμνύνετο ὡς καὶ κατ’ἀρετήν τι ποιήσας.
54.9.6καὶ ἤδη γε καὶ περὶ τῆς μοναρχίας ἐνενόει, ἐπειδὴ πρὸς τοὺς Φιλίππους αὐτοῦ προσελαύνοντος θόρυβόςτέ τις ἐκ τοῦ τῆς μάχης χωρίου ὡς καὶ ἐκ στρατοπέδου ἠκούσθη, καὶ πῦρ ἐκ τῶν βωμῶν τῶν ὑπὸ τοῦ Ἀντωνίου ἐν τῷ ταφρεύματι ἱδρυθέντων αὐτόματον ἀνέλαμψε.
54.9.7Τιβέριος μὲν δὴ ἐκ τούτων ἐγαυροῦτο, ὁ δὲ Αὔγουστος ἔςτε τὴν Σάμον ἐπανῆλθε κα- κἀνταῦθα αὖθις ἐχείμασε, καὶ ἐκείνοιςτε ἐλευθερίαν μισθὸν τῆς διατριβῆς ἀντέδωκε, καὶ ἄλλα οὐκ ὀλίγα προσδιῴκησε.
54.9.8πάμπολλαι γὰρ δὴ πρεσβεῖαι πρὸς αὐτὸν ἀφίκοντο, καὶ οἱ Ἰνδοὶ προκηρυκευσάμενοι πρότερον φιλίαν τότε ἐσπείσαντο, δῶρα πέμψαντες ἄλλατε καὶ τίγρεις, πρῶτον τότε τοῖς Ῥωμαίοις, νομίζω δ’ὅτι καὶ τοῖς Ἕλλησιν, ὀφθείσας. καί τι καὶ μειράκιόν οἱ ἄνευ ὤμων, οἵους τοὺς Ἑρμᾶς ὁρῶμεν, ἔδωκαν.
54.9.9καὶ μέντοι τοιοῦτον ὂν ἐκεῖνο ἐς πάντα τοῖς ποσὶν ἅτε καὶ χερσὶν ἐχρῆτο, τόξοντε αὐτοῖς ἐπέτεινε καὶ βέλη ἠφίει καὶ ἐσάλπιζεν, οὐκ οἶδ’ὅπως ·
54.9.10γράφω γὰρ τὰ λεγόμενα. εἷς δ’οὖν τῶν Ἰνδῶν Ζάρμαρος, εἴτε δὴ τοῦ τῶν σοφιστῶν γένους ὤν, καὶ κατὰ τοῦτο ὑπὸ φιλοτιμίας, εἴτε καὶ ὑπὸ τοῦ γήρως κατὰ τὸν πάτριον νόμον, εἴτε καὶ ἐς ἐπίδειξιν τοῦτε Αὐγούστου καὶ τῶν Ἀθηναίων (καὶ γὰρ ἐκεῖσε ἦλθεν) ἀποθανεῖν ἐθελήσας ἐμυήθητε τὰ τοῖν θεοῖν, τῶν μυστηρίων καίπερ οὐκ ἐν τῷ καθήκοντι καιρῷ, ὥς φασι, διὰ τὸν Αὔγουστον καὶ αὐτὸν μεμυημένον γενομένων, καὶ πυρὶ ἑαυτὸν ζῶντα ἐξέδωκεν.
54.10.1ὑπάτευε μὲν δὴ ἐν τῷ ἔτει ἐκείνῳ Γάιος Σέντιος · ἐπεὶ δὲ καὶ τὸν συνάρξοντα αὐτῷ προσαποδειχθῆναι ἔδει (ὁ γὰρ Αὔγουστος οὐ δὲ τότε τηρηθεῖσάν οἱ τὴν ἀρχὴν ἐδέξατο), στάσιςτε αὖθις ἐν τῇ Ῥώμῃ συνηνέχθη καὶ σφαγαὶ συνέβησαν, ὥστε τοὺς βουλευτὰς φρουρὰν τῷ Σεντίῳ ψηφίσασθαι.
54.10.2ἐπειδήτε μὴ ἠθέλησεν αὐτῇ χρήσασθαι, πρέσβεις πρὸς τὸν Αὔγουστον, μετὰ δύο ῥαβδούχων ἕκαστον, ἔπεμψαν. μαθὼν οὖν ταῦτ’ἐκεῖνος, καὶ συνιδὼν ὅτι οὐδὲν πέρας τοῦ κακοῦ γενήσοιτο, οὐκέτ’αὐτοῖς ὁμοίως ὥσπερ καὶ πρὶν προσηνέχθη, ἀλλ’ἔκτε τῶν πρεσβευτῶν αὐτῶν Κύιντον Λουκρήτιον, καίπερ ἐν τοῖς ἐπικηρυχθεῖσιν ἀναγραφέντα, ὕπατον ἀπέδειξε, καὶ αὐτὸς ἐς τὴν Ῥώμην ἠπείχθη.
54.10.3καὶ αὐτῷ ἐπίτε τούτοις καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς ἐν τῇ ἀποδημίᾳ πραχθεῖσι πολλὰ καὶ παντοῖα ἐψηφίσθη · ὧν οὐδὲν προσήκατο, πλὴν Τύχῃτε Ἐπαναγώγῳ (οὕτω γάρ πως αὐτὴν ἐκάλεσαν) βωμὸν ἱδρυθῆναι καὶ τὴν ἡμέραν ἣν ἀφίξοιτο ἔντε ταῖς ἱερομηνίαις ἀριθμεῖσθαι καὶ Αὐγουστάλια ὀνομάζεσθαι.
54.10.4ἐπεὶ δὲ καὶ ὣς αἵτε ἀρχαὶ καὶ οἱ ἄλλοι προαπαντῆσαί οἱ προπαρεσκευάσαντο, νύκτωρ ἐς τὴν πόλιν ἐσεκομίσθη, καὶ τῇ ὑστεραίᾳ τῷτε Τιβερίῳ τὰς τῶν ἐστρατηγηκότων τιμὰς ἔδωκε, καὶ τῷ Δρούσῳ πέντε ἔτεσι θᾶσσον παρὰ τὰ νομιζόμενα τὰς ἀρχὰς αἰτῆσαι ἐπέτρεψεν.
54.10.5ἐπειδήτε μηδὲν ὡμολόγει ὅσατε ἀπόντος αὐτοῦ στασιάζοντες καὶ ὅσα παρόντος φοβούμενοι ἔπρασσον, ἐπιμελητήςτε τῶν τρόπων ἐς πέντε ἔτη παρακληθεὶς δὴ ἐχειροτονήθη, καὶ τὴν ἐξουσίαν τὴν μὲν τῶν τιμητῶν ἐς τὸν αὐτὸν χρόνον τὴν δὲ τῶν ὑπάτων διὰ βίου ἔλαβεν, ὥστε καὶ ταῖς δώδεκα ῥάβδοις ἀεὶ καὶ πανταχοῦ χρῆσθαι, καὶ ἐν μέσῳ τῶν ἀεὶ ὑπατευόντων ἐπὶ τοῦ ἀρχικοῦ δίφρου καθίζεσθαι.
54.10.6ψηφισάμενοι δὲ ταῦτα διορθοῦντε πάντα αὐτὸν καὶ νομοθετεῖν ὅσα βούλοιτο ἠξίουν, καὶ τούςτε νόμους τοὺς γραφησομένους ὑπ’αὐτοῦ Αὐγούστους ἐκεῖθεν ἤδη προσηγόρευον, καὶ ἐμμενεῖν σφισιν ὀμόσαι ἤθελον. ὁ δὲ τὰ μὲν ἄλλα ὡς καὶ ἀναγκαῖα ἐδέξατο, τοὺς δ’ὅρκους ἀφῆκεν αὐτοῖς ·
54.10.7καὶ γὰρ εὖ ᾔδει ὅτι, εἰ μὲν ἀπὸ γνώμης τι ψηφίσαιντο, τηρήσουσιν αὐτὸ κα- κἂν μὴ ὀμόσωσιν, εἰ δὲ μή, οὐδὲν αὐτοῦ, κα- κἂν μυρίας πίστεις ἐπαγάγωσι, προτιμήσουσιν.
54.11.1Αὔγουστος μὲν δὴ ταῦτ’ἐποίει, καί τις τῶν ἀγορανόμων ἐθελοντὴς ὑπὸ πενίας ἀπεῖπε τὴν ἀρχήν · Ἀγρίππας δὲ ὡς τότε ἐς τὴν Ῥώμην ἐκ τῆς Σικελίας πεμφθεὶς διῴκησε τὰ κατεπείγοντα, ταῖς Γαλατίαις προσετάχθη ·
54.11.2ἔντε γὰρ ἀλλήλοις ἐστασίαζον καὶ ὑπὸ τῶν Κελτῶν ἐκακοῦντο. καταστήσας δὲ καὶ ἐκεῖνα ἐς Ἰβηρίαν μετέστη · οἱ γὰρ Κάνταβροι οἱ ζωργηθέντεςτε ἐν τῷ πολέμῳ καὶ πραθέντες τούςτε δεσπότας σφῶν ὡς ἕκαστοι ἀπέκτειναν, καὶ πρὸς τὴν οἰκείαν ἐπανελθόντες πολλοὺς συναπέστησαν, καὶ μετ’αὐτῶν χωρία καταλαβόντες καὶ ἐντειχισάμενοι τοῖς τῶν Ῥωμαίων φρουροῖς ἐπεβούλευον.
54.11.3ἐπ’οὖν τούτους ὁ Ἀγρίππας ἐπιστρατεύσας ἔσχε μέν τι καὶ πρὸς τοὺς στρατιώτας ἔργον · πρεσβύτεροι γὰρ οὐκ ὀλίγοι αὐτῶν ὄντες καὶ τῇ συνεχείᾳ τῶν πολέμων τετρυχωμένοι, τούςτε Καντάβρους ὡς καὶ δυσπολεμήτους δεδιότες, οὐκ ἐπείθοντο αὐτῷ.
54.11.4ἀλλ’ἐκείνους μέν, τὰ μὲν νουθετήσας τὰ δὲ παραμυθησάμενος τὰ δὲ καὶ ἐπελπίσας, διὰ ταχέων πειθαρχῆσαι ἐποίησε, πρὸς δὲ δὴ τοὺς Καντάβρους πολλὰ προσέπταισεν · καὶ γὰρ ἐμπειρίᾳ πραγμάτων, ἅτε τοῖς Ῥωμαίοις δεδουλευκότες, καὶ ἀπογνώσει τοῦ μὴ ἂν ἔτι σωθῆναι ἁλόντες ἐχρῶντο.
54.11.5τέλος δέ ποτε συχνοὺς μὲν ἀποβαλὼν τῶν στρατιωτῶν, συχνοὺς δὲ καὶ ἀτιμώσας ὅτι ἡττῶντο (τάτε γὰρ ἄλλα καὶ στρατόπεδον ὅλον Αὔγουστον ἐπωνομασμένον ἐκώλυσεν οὕτως ἔτι καλεῖσθαι), τούςτε ἐν τῇ ἡλικίᾳ πολεμίους πάντας ὀλίγου διέφθειρε καὶ τοὺς λοιποὺς τάτε ὅπλα ἀφείλετο καὶ ἐς τὰ πεδία ἐκ τῶν ἐρυμνῶν κατεβίβασεν.
54.11.6οὐ μὴν οὔτε ἐπέστειλέ τι τῇ βουλῇ περὶ αὐτῶν, οὔτε τὰ ἐπινίκια καίτοι ἐκ τῆς τοῦ Αὐγούστου προστάξεως ψηφισθέντα προσήκατο, ἀλλ’ἔντε τούτοις ἐμετρίαζεν ὥσπερ εἰώθει, καὶ γνώμην ποτὲ ὑπὸ τοῦ ὑπάτου ὑπὲρ τοῦ ἀδελφοῦ αὐτοῦ ἐρωτηθεὶς οὐκ ἔδωκε.
54.11.7τότε ὕδωρ τὸ Παρθένιον καλούμενον τοῖς ἰδίοις τέλεσιν ἐσαγαγὼν Αὔγουστον προσηγόρευσε. καὶ οὕτω γε ἐκεῖνος ἐπ’αὐτῷ ἔχαιρεν ὥστε σπάνεώς ποτε οἴνου γενομένης, καὶ τῶν ἀνθρώπων δεινὰ διαβοώντων, ἱκανώτατα ἔφη τὸν Ἀγρίππαν προνενοηκέναι ὥστε μὴ δίψῃ ποτὲ αὐτοὺς ἀπολέσθαι.
54.12.1τοιοῦτος μὲν δὴ οὗτος ὁ ἀνὴρ ἦν · τῶν δὲ δὴ ἄλλων τινὲς οὐχ ὅτι τὰ αὐτὰ αὐτῷ πράσσοντες, ἀλλ’οἱ μὲν λῃστὰς συλλαμβάνοντες οἱ δὲ πόλεις στασιαζούσας καταλλάσσοντες, καὶ ἐπωρέγοντο τῶν νικητηρίων καὶ ἔπεμπον αὐτά.
54.12.2ὁ γὰρ Αὔγουστος καὶ ταῦτα ἀφθόνως τισὶ τήν γε πρώτην ἐχαρίζετο, καὶ δημοσίαις ταφαῖς πλείστους ὅσους ἐτίμα. τοιγαροῦν ἐκεῖνοι μὲν ἐν τούτοις ἐλαμπρύνοντο, ὁ δὲ Ἀγρίππας ἐς τὴν αὐταρχίαν τρόπον τινὰ ὑπ’αὐτοῦ προήχθη.
54.12.3ὁ γὰρ Αὔγουστος, ὡς τάτε κοινὰ θεραπείας ἀκριβοῦς ἐδεῖτο, καὶ ἐδεδίει μή, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, ἐπιβουλευθῇ (βραχὺ γάρ τι καὶ σμικρὸν τὸν θώρακα, ὃν ὑπὸ τῇ στολῇ πολλάκις καὶ ἐς αὐτὸ τὸ συνέδριον ἐσιὼν εἶχεν, ἐπικουρήσειν οἱ ἐνόμιζε), πρῶτον μὲν αὐτὸς πέντε τῆς προστασίας ἔτη, ἐπειδήπερ ὁ δεκέτης χρόνος ἐξήκων ἦν, προσέθετο (ταῦτα γὰρ Πουπλίουτε καὶ Γναίου Λεντούλων ὑπατευόντων ἐγένετο), ἔπειτα δὲ καὶ τῷ Ἀγρίππᾳ ἄλλατε ἐξ ἴσου πῃ ἑαυτῷ καὶ τὴν ἐξουσίαν τὴν δημαρχικὴν ἐς τὸν αὐτὸν χρόνον ἔδωκε.
54.12.5τοσαῦτα γάρ σφισιν ἔτη τότε ἐπαρκέσειν ἔφη · ὕστερον γὰρ οὐ πολλῷ καὶ τὰ ἄλλα πέντε τῆς αὐτοκράτορος ἡγεμονίας προσέλαβεν, ὥστε αὐτὰ δέκα αὖθις γενέσθαι.
54.13.1πράξας δὲ ταῦτα τὸ βουλευτικὸν ἐξήτασε · πολλοίτε γὰρ καὶ ὣς ἐδόκουν αὐτῷ εἶναι (πλήθει δὲ οὐδὲν ὑγιὲς ἐνεώρα), καὶ διὰ μίσους οὐχ ὅτι τοὺς κακίᾳ τινὶ ἐπιρρήτους, ἀλλὰ καὶ τοὺς κολακείᾳ ἐκφανεῖς ἐποιεῖτο.
54.13.2καὶ ἐπειδὴ μήτε τις ἑκὼν ὥσπερ πρότερον ἀπηλλάττετο, μήτ’αὖ μόνος ἐν αἰτίᾳ τινὶ γενέσθαι ἐβούλετο, αὐτόςτε τριάκοντα ἄνδρας τοὺς ἀρίστους, ὅπερ που καὶ ὅρκῳ ἐπιστώσατο, ἐξελέξατο, καὶ ἐκείνους ἐκέλευσε προομόσαντας τὸν αὐτὸν ὅρκον κατὰ πέντε, πλὴν τῶν συγγενῶν, ἐς πινάκια γράψαντας ἑλέσθαι.
54.13.3καὶ μετὰ τοῦτο τὰς πεμπάδας ἐκλήρωσεν, ὥσθ’ἕνα καθ’ἑκάστην τὸν λαχόντα αὐτόντε βουλεῦσαι καὶ ἑτέρους πέντε ἐπὶ τοῖς αὐτοῖς ἐγγράψαι. ἔδει που καὶ τοὺς τριάκοντα ἔντε τοῖς αἱρουμένοις ὑπὸ τῶν ἑτέρων καὶ ἐν τοῖς κληρουμένοις γενέσθαι. ἐπειδήτέ τινες αὐτῶν ἀπεδήμουν, ἄλλοι ἀντ’ἐκείνων λαχόντες τὰ ἐπιβάλλοντά σφισιν ἔπραξαν.
54.13.4τὸ μὲν οὖν πρῶτον ταῦθ’οὕτως ἐπὶ πλείους ἡμέρας ἐγένετο · ἐπεὶ δὲ ἐκακουργήθη τινά, οὔτε ἐπὶ τοῖς ταμίαις τὰ γραμματεῖα ἔτ’ἐποιήσατο οὔτε ἔτι τῷ κλήρῳ τὰς πεμπάδας ἐπέτρεψεν, ἀλλ’αὐτόςτε τὰ λοιπὰ ἀνελέξατο καὶ αὐτὸς τοὺς ἐνδέοντας προσείλετο, ὥστε ἐς ἑξακοσίους τοὺς
54.14.1πάντας ἀποδειχθῆναι. ἐβουλεύσατο μὲν γὰρ τριακοσίους αὐτοὺς κατὰ τὸ ἀρχαῖον ποιῆσαι, καὶ πάνυ ἀγαπητὸν νομίζων εἶναι τοσούτους ἀξίους τοῦ συνεδρίου σφῶν εὑρεθῆναι · δυσχερανάντων δὲ πάντων ὁμοίως (τῷ γὰρ πολὺ πλείους τῶν ἐμμενούντων ἐν αὐτῷ τοὺς διαγραφησομένους ἔσεσθαι, φοβεῖσθαι μᾶλλον αὐτοὺς μὴ ἰδιωτεύσωσιν ἢ προσδοκᾶν ὅτι καὶ βουλεύσουσιν συνέβαινε) τοὺς ἑξακοσίους κατελέξατο.
54.14.2καὶ οὐ δὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ μετὰ τοῦτο, ἐπειδή τινες οὐκ ἐπιτήδειοι καὶ τότε ἐγγεγραμμένοι ἦσαν, καὶ Λικίνιόςτέ τις Ῥήγουλος, ἀγανακτήσας ὅτι τοῦτε υἱέος καὶ ἄλλων πολλῶν, ὧν κρείσσων εἶναι ἠξίου, διειλεγμένων ἀπαλήλιπτο, τήντε ἐσθῆτα ἐν αὐτῷ τῷ βουλευτηρίῳ κατερρήξατο, καὶ τὸ σῶμα γυμνώσας τάςτε στρατείας κατηριθμήσατο καὶ τὰς οὐλὰς προσεπέδειξέ σφισι, καὶ Ἀρτικυλέιος Παῖτος ἐν μὲν τοῖς βουλεύσουσιν ὢν τῷ δὲ δὴ πατρὶ ἐκπεπτωκότι παραχωρῆσαι τῆς βουλείας ἀξιῶν ἱκέτευεν, ἐξετασμὸν αὖθίς σφων ἐποιήσατο, καί τινας ἀπαλλάξας ἄλλους ἀντικατέλεξεν.
54.14.4ἐπειδήτε πολλοὶ καὶ ὣς διεγεγράφατο, καί τινες αὐτὸν δι’αἰτίας, οἷα ἐν τῷ τοιούτῳ φιλεῖ συμβαίνειν, ὡς καὶ ἀδίκως ἀπεληλαμένοι εἶχον, τότετε αὐτοῖς καὶ συνθεάσασθαι καὶ συνεστιάσασθαι τοῖς βουλεύουσι, τῇ αὐτῇ σκευῇ χρωμένοις, συνεχώρησε, καὶ ἐς τὸ ἔπειτα τὰς ἀρχὰς αἰτεῖν ἐπέτρεψε.
54.14.5καὶ αὐτῶν οἱ μὲν πλείους ἐπανῆλθον χρόνῳ ἐς τὸ συνέδριον, ὀλίγοι δέ τινες ἐν τῷ μέσῳ, μήτε τῆς γερουσίας μήτε τοῦ δήμου νομιζόμενοι, κατελείφθησαν.
54.15.1τούτων οὖν οὕτω γενομένων συχνοὶ μὲν εὐθὺς συχνοὶ δὲ καὶ μετὰ τοῦτο καὶ ἐκείνῳ καὶ τῷ Ἀγρίππᾳ ἐπιβουλεῦσαι, εἴτ’οὖν ἀληθῶς εἴτε καὶ ψευδῶς, αἰτίαν ἔσχον.
54.15.2οὐ γὰρ ἔστιν ἀκριβῶς τὰ τοιαῦτα τοῖς ἔξω αὐτῶν οὖσιν εἰδέναι · πολλὰ γὰρ ὧν ἂν ὁ κρατῶν πρὸς τιμωρίαν, ὡς καὶ ἐπιβεβουλευμένος, ἤτοι δι’ἑαυτοῦ ἢ καὶ διὰ τῆς γερουσίας πράξῃ, ὑποπτεύεται κατ’ἐπήρειαν, κα- κἂν ὅτι μάλιστα δικαιότατα συμβῇ, γεγονέναι.
54.15.3καὶ διὰ τοῦτο καὶ ἐγὼ γνώμην ἔχω περὶ πάντων τῶν τοιουτοτρόπων αὐτὰ τὰ λεγόμενα συγγράψαι, μηδὲν ὑπὲρ τὰ δεδημοσιευμένα, πλὴν τῶν πάνυ φανερῶν, μήτε πολυπραγμονῶν μήθ’ὑπολέγων, μήτ’εἰ δικαίως μήτ’εἰ ἀδίκως τι γέγονε, μήτ’εἰ ψευδῶς μήτε εἰ ἀληθῶς εἴρηται.
54.15.4καὶ τοῦτο μέν μοι καὶ κατὰ τῶν μετὰ ταῦτα γραφησομένων εἰρήσθω · ἐν δὲ δὴ τῷ τότε παρόντι ὁ Αὔγουστος ἄλλους μέν τινας ἐδικαίωσε, τὸν δὲ δὴ Λέπιδον ἐμίσει μὲν διάτε τα- τἆλλα καὶ ὅτι ὁ υἱὸς αὐτοῦ καὶ ἐπεφώρατο ἐπιβουλεύων αὐτῷ καὶ ἐκεκόλαστο, οὐ μέντοι καὶ ἀποκτεῖναι ἠθέλησεν, ἀλλ’ἐν τρόπῳ τινὶ ἄλλοτε ἄλλῳ προεπηλάκιζεν.
54.15.5ἔςτε γὰρ τὴν πόλιν καὶ ἄκοντα αὐτὸν ἐκ τῶν ἀγρῶν κατιέναι ἐκέλευε, καὶ ἐς τὰς συνόδους ἀεὶ ἐσῆγεν, ὅπως ὅτι πλείστην καὶ χλευασίαν καὶ ὕβριν πρόςτε τὴν τῆς ἰσχύος καὶ πρὸς τὴν τῆς ἀξιώσεως μεταβολὴν ὀφλισκάνῃ · καὶ οὔτε ἐς ἄλλο τι ὡς καὶ ἀξίῳ οἱ λόγου ἐχρῆτο, τότε δὲ καὶ τὴν ψῆφον ὑστάτῳ τῶν ὑπατευκότων ἐπῆγε.
54.15.6τοὺς μὲν γὰρ ἄλλους ἐν τῇ καθηκούσῃ τάξει ἐπεψήφιζε, τῶν δ’ὑπατευκότων πρῶτόντέ τινα καὶ δεύτερον τρίτοντε ἕτερον καὶ τέταρτον, τούςτε λοιποὺς ὁμοίως, ὥς που καὶ ἐβούλετο · καὶ τοῦτο καὶ οἱ ὕπατοι ἐποίουν. οὕτω μὲν δὴ τὸν Λέπιδον μετεχειρίζετο, καὶ ἐπειδή γε Ἀντίστιος Λαβεὼν ἐς τοὺς βουλεύσοντας αὐτόν, ὅτε ἡ διαγνώμη ἐκείνη ἐγίγνετο, ἐσεγράψατο, πρῶτον μὲν ἐπιωρκηκέναιτε αὐτὸν ἔφη καὶ τιμωρήσεσθαι ἠπείλησεν, ἔπειτα δὲ εἰπόντος αὐτοῦ “καὶ τί δεινὸν πεποίηκα κατασχὼν ἐν τῷ συνεδρίῳ ἄνδρα ὃν σὺ ἀρχιέρεων ἔτι καὶ νῦν περιορᾷς ὄντα”;
54.15.8οὐκέτ’οὐδεμίαν ὀργὴν ἐποιήσατο · πολλάκις γὰρ καὶ ἰδίᾳ καὶ κοινῇ τῆς ἱερωσύνης ταύτης ἀξιούμενος οὐκ ἐδικαίωσε ζῶντος τοῦ Λεπίδου λαβεῖν αὐτήν. Ἀντίστιος μὲν οὖν τοῦτότε οὐκ ἀπὸ καιροῦ εἰπεῖν ἔδοξε, καί ποτε λόγων ἐν τῇ βουλῇ γιγνομένων ὡς χρεὼν εἴη τὸν Αὔγουστον ἐκ διαδοχῆς σφας φρουρεῖν, ἔφη, μήτ’ἀντειπεῖν τολμῶν μήτε συγκαταθέσθαι ὑπομένων, ὅτι “ῥέγκω καὶ οὐ δύναμαι αὐτοῦ προκοιτῆσαι”.
54.16.1ὁ δ’οὖν Αὔγουστος ἄλλατε ἐνομοθέτησε, καὶ τοὺς δεκάσαντας τινας ἐπὶ ταῖς ἀρχαῖς ἐς πέντε ἔτη αὐτῶν εἶρξε. τοῖςτε ἀγάμοις καὶ ταῖς ἀνάνδροις βαρύτερα τὰ ἐπιτίμια ἐπέταξε, καὶ ἔμπαλιν τοῦτε γάμου καὶ τῆς παιδοποιίας ἆθλα ἔθηκεν.
54.16.2ἐπειδήτε πολὺ πλεῖον τὸ ἄρρεν τοῦ θήλεος τοῦ εὐγενοῦς ἦν, ἐπέτρεψε καὶ ἐξελευθέρας τοῖς ἐθέλουσι, πλὴν τῶν βουλευόντων, ἄγεσθαι, ἔννομον τὴν τεκνοποιίαν αὐτῶν εἶναι κελεύσας.
54.16.3κα- κἀν τούτῳ καταβοήσεως ἐν τῷ συνεδρίῳ περίτε τῆς τῶν γυναικῶν καὶ περὶ τῆς τῶν νεανίσκων ἀκοσμίας, πρὸς ἀπολογίαν δή τινα τοῦ μὴ ῥᾳδίως δι’αὐτὴν τὰς τῶν γάμων συναλλαγὰς ποιεῖσθαι, γενομένης, καὶ ἐναγόντων αὐτὸν καὶ ἐκείνην ἐπανορθῶσαι χλευασμῷ ὅτι πολλαῖς γυναιξὶν ἐχρῆτο, τὸ μὲν πρῶτον ἀπεκρίνατο αὐτοῖς ὅτι τὰ μὲν ἀναγκαιότατα διώρισται, τὰ δὲ λοιπὰ ἀδύνατόν ἐστιν ὁμοίως παραδοθῆναι, ἔπειτα δὲ ἐκβιασθεὶς εἶπεν ὅτι “αὐτοὶ ὀφείλετε ταῖς γαμεταῖς καὶ παραινεῖν καὶ κελεύειν ὅσα βούλεσθε ·
54.16.4ὅπερ που καὶ ἐγὼ ποιῶ”.
54.16.5ἀκούσαντες οὖν ταῦτ’ἐκεῖνοι πολλῷ μᾶλλον ἐνέκειντο αὐτῷ, βουλόμενοι τὰς παραινέσεις ἃς τῇ Λιουίᾳ παραινεῖν ἔφη μαθεῖν. καὶ ὃς ἄκων μέν, εἶπε δ’οὖν τινα καὶ περὶ τῆς ἐσθῆτος καὶ περὶ τοῦ λοιποῦ κόσμου τῶντε ἐξόδων καὶ τῆς σωφροσύνης αὐτῶν, μη δ’ὁτιοῦν φροντίσας ὅτι μὴ καὶ τῷ ἔργῳ αὐτὰ ἐπιστοῦτο.
54.16.6καὶ ἕτερον δέ τι τοιόνδε τιμητεύων ἐπεποιήκει · ἐπειδὴ γὰρ προσήγαγέ τις αὐτῷ νεανίσκον γυναῖκα ἐκ μοιχείας γεγαμηκότα, καὶ πλεῖστα ὅσα κατηγόρησεν αὐτοῦ, διηπορήθη μήτε παριδεῖν τὸ πρᾶγμα μήτ’ἐπιτιμῆσαί τι τολμήσας, καὶ μόλις ποτὲ ὀψὲ ἀνενεγκὼν “πολλά,” ἔφη, “καὶ δεινὰ αἱ στάσεις ἤνεγκαν, ὥστε ἐκείνων μὲν ἀμνημονῶμεν, τοῦ δὲ δὴ λοιποῦ προνοῶμεν ὅπως μηδὲν τοιοῦτο γίγνηται”.
54.16.7ὡς δ’οὖν βρέφη τινὲς ἐγγυώμενοι τὰς μὲν τιμὰς τῶν γεγαμηκότων ἐκαρποῦντο, τὸ δὲ ἔργον αὐτῶν οὐ παρείχοντο, προσέταξε μηδεμίαν ἐγγύην ἰσχύειν μεθ’ἣν οὐ δὲ δυοῖν ἐτοῖν διελθόντων γαμήσει τις, τοῦτ’ἔστι δεκέτιν πάντως ἐγγυᾶσθαι τόν γέ τι ἀπ’αὐτῆς ἀπολαύσοντα · δώδεκα γὰρ ταῖς κόραις ἐς τὴν τοῦ γάμου ὥραν ἔτη πλήρη, καθάπερ εἶπον, νομίζεται.
54.17.1ταῦτάτε οὖν ὡς ἕκαστα διενομοθέτει, καὶ ἵνα ἐπὶ τῇ τοῦ σίτου διαδόσει προβάλλωνται οἱ ἐν ταῖς ἀρχαῖς ἀεὶ ὄντες ἕνα ἕκαστος ἐκ τῶν πρὸ τριῶν ἐτῶν ἐστρατηγηκότων, καὶ ἐξ αὐτῶν τέσσαρες οἱ λαχόντες σιτοδοτῶσιν ἐκ διαδοχῆς.
54.17.2τόντε πολίαρχον τὸν ἐς τὰς ἀνοχὰς καθιστάμενον ἕνα ἀεὶ αἱρεῖσθαι, καὶ τὰ ἔπη τὰ Σιβύλλεια ἐξίτηλα ὑπὸ τοῦ χρόνου γεγονότα τοὺς ἱερέας αὐτοχειρίᾳ ἐκγράψασθαι ἐκέλευσεν, ἵνα μηδεὶς ἕτερος αὐτὰ ἀναλέξηται.
54.17.3τάςτε ἀρχὰς ἅπασι τοῖς δέκα μυριάδων οὐσίαν ἔχουσι καὶ ἄρχειν ἐκ τῶν νόμων δυναμένοις ἐπαγγέλλειν ἐπέτρεψε. τοσοῦτον γὰρ τὸ βουλευτικὸν τίμημα τὴν πρώτην εἶναι ἔταξεν, ἔπειτα καὶ ἐς πέντε καὶ εἴκοσι μυριάδας αὐτὸ προήγαγε. καί τισι τῶν εὖ βιούντων ἐλάττω, τότε μὲν τῶν δέκα, αὖθις δὲ τῶν πέντε καὶ εἴκοσι, κεκτημένοις ἐχαρίσατο ὅσον ἐνέδει.
54.17.4καὶ διὰ ταῦτα τοῖς βουλομένοις τῶν στρατηγῶν τριπλάσιον τοῦ παρὰ τοῦ δημοσίου σφίσιν ἐς τὰς πανηγύρεις διδομένου προσαναλίσκειν ἐφῆκεν. ὥστε εἰ καὶ πρὸς τὴν ἀκρίβειαν τῶν ἄλλων αὐτοῦ νομοθετημάτων ἤχθοντό τινες, ἀλλ’ὑπότε τούτου, καὶ ὅτι Πυλάδην τινὰ ὀρχηστὴν διὰ στάσιν ἐξεληλαμένον κατήγαγεν, οὐκέτ’ἐκείνων ἐμέμνηντο.
54.17.5ὅθενπερ πάνυ σοφῶς ὁ Πυλάδης, ἐπιτιμώμενος ὑπ’αὐτοῦ ἐπειδὴ Βαθύλλῳ ὁμοτέχνῳτέ οἱ ὄντι καὶ τῷ Μαικήνᾳ προσήκοντι διεστασίαζεν, εἰπεῖν λέγεται ὅτι “συμφέρει σοι, Καῖσαρ, περὶ ἡμᾶς τὸν δῆμον ἀποδιατρίβεσθαι”.
54.18.1ταῦτα μὲν ἐν ἐκείνῳ τῷ ἔτει ἐγένετο · ἐπὶ δὲ δὴ Γαΐουτε Φουρνίου καὶ Γαΐου Σιλανοῦ ὑπάτων υἱὸν αὖθις ὁ Ἀγρίππας ἀνείλετο τὸν Λούκιον ὀνομασθέντα, καὶ αὐτὸν εὐθὺς ὁ Αὔγουστος μετὰ τοῦ ἀδελφοῦ τοῦ Γαΐου ἐποιήσατο, μὴ ἀναμείνας σφᾶς ἀνδρωθῆναι, ἀλλ’αὐτόθεν διαδόχους τῆς ἀρχῆς ἀποδείξας, ἵν’ἧττον ἐπιβουλεύηται.
54.18.2τήντε τῆς Τιμῆς καὶ τῆς Ἀρετῆς πανήγυριν ἐς τὰς νῦν ἡμέρας μετέστησε, καὶ τοῖς τὰ ἐπινίκια πέμπουσιν ἔργον ἐκ τῶν λαφύρων ἐς τὴν τῶν πράξεων μνήμην ποιεῖν προσέταξε, τάτε σαικουλάρια τὰ πέμπτα ἐπετέλεσε. καὶ τοὺς ῥήτορας ἀμισθὶ συναγορεύειν, ἢ τετραπλάσιον ὅσον ἂν λάβωσιν ἐκτίνειν, ἐκέλευσε.
54.18.3τοῖς δὲ δικάζειν ἀεὶ λαγχάνουσιν ἀπεῖπεν ἐς μηδενὸς οἴκαδε τὸν ἐνιαυτὸν ἐκεῖνον ἐσιέναι. ἐπειδήτε ἀσπουδεὶ οἱ βουλευταὶ ἐς τὸ συνέδριον συνεφοίτων, ἐπηύξησε τὰς ζημίας τοῖς οὐκ ἐξ εὐλόγου τινὸς αἰτίας ὑστερίζουσι.
54.19.1καὶ μετὰ ταῦτα ἐς τὴν Γαλατίαν, Λουκίουτε Δομιτίου καὶ Πουπλίου Σκιπίωνος ὑπατευόντων, ὥρμησε, πρόφασιν τοὺς πολέμους τοὺς κατ’ἐκεῖνο κινηθέντας λαβών.
54.19.2ἐπειδὴ γὰρ ἐπαχθὴς πολλοῖς ἐκ τῆς ἐν τῇ πόλει χρονίου διατριβῆς ἐγεγόνει, καὶ συχνοὺς μὲν ἔξω τι τῶν τεταγμένων πράττοντας δικαιῶν ἐλύπει, συχνῶν δὲ καὶ φειδόμενος τὰ νενομοθετημένα ὑφ’ἑαυτοῦ παραβαίνειν ἠναγκάζετο, ἐκδημῆσαι τρόπον τινὰ κατὰ τὸν Σόλωνα ἔγνω.
54.19.3καί τινες καὶ διὰ τὴν Τερεντίαν τὴν τοῦ Μαικήνου γυναῖκα ἀποδημῆσαι αὐτὸν ὑπετόπησαν, ἵν’ἐπειδὴ πολλὰ περὶ αὐτῶν ἐν τῇ Ῥώμῃ ἐλογοποιεῖτο, ἄνευ θροῦ τινὸς ἐν τῇ ἀλλοδημίᾳ αὐτῇ συνῇ · οὕτω γὰρ οὖν πάνυ αὐτῆς ἤρα ὥστε καὶ ἀγωνίσασθαί ποτε αὐτὴν περὶ τοῦ κάλλους πρὸς τὴν Λιουίαν ποιῆσαι.
54.19.4πρὶν δὲ ἢ ἀφορμᾶσθαι, τὸν τοῦ Κυρίνου ναὸν καθιέρωσεν ἐκ καινῆς οἰκοδομήσας. εἶπον δὲ τοῦτο ὅτι ἓξ καὶ ἑβδομήκοντα κίοσιν αὐτὸν ἐκόσμησεν, ὅσαπερ τὰ πάντα ἔτη διεβίω, κα- κἀκ τούτου λόγον τισὶ παρέσχεν ὡς καὶ ἐξεπίτηδες αὐτὸ ἀλλ’οὐ κατὰ τύχην ἄλλως πράξας.
54.19.5ἐκεῖνόντε οὖν τότε ἐθείωσε, καὶ μονομαχίας ἀγῶνας διάτε τοῦ Τιβερίου καὶ διὰ τοῦ Δρούσου, συγχωρηθὲν δή σφισιν ὑπὸ τῆς βουλῆς, ἔθηκε.
54.19.6καὶ οὕτω τὸ μὲν ἄστυ τῷ Ταύρῳ μετὰ τῆς ἄλλης Ἰταλίας διοικεῖν ἐπιτρέψας (τόντε γὰρ Ἀγρίππαν ἐς τὴν Συρίαν αὖθις ἐστάλκει, καὶ τῷ Μαικήνᾳ διὰ τὴν γυναῖκα οὐκέθ’ὁμοίως ἔχαιρε), τὸν δὲ δὴ Τιβέριον καίτοι στρατηγοῦντα παραλαβὼν ἐξώρμησεν. ἐστρατήγησε γὰρ καίπερ τὰς στρατηγικὰς τιμὰς ἔχων · καὶ τήν γε ἀρχὴν αὐτοῦ πᾶσαν ὁ Δροῦσος ἐκ δόγματος διήγαγεν.
54.19.7ἐξελθόντων δ’οὖν αὐτῶν τὸ τῆς Νεότητος μέγαρον ὑπὸ τὴν ἐπιοῦσαν νύκτα κατεκαύθη, καὶ διάτε τοῦτο καὶ διὰ τα- τἆλλα τὰ προγενόμενα (λύκοςτε γὰρ διὰ τῆς ἱερᾶς ὁδοῦ ἐς τὴν ἀγορὰν ἐσπεσὼν ἀνθρώπους ἔφθειρε, καὶ μύρμηκες οὐ πόρρω τῆς ἀγορᾶς ἐκφανέστατα συνεστράφησαν, λαμπάςτέ τις ἀπὸ μεσημβρίας ἐπὶ τὴν ἄρκτον διὰ πάσης τῆς νυκτὸς ἠνέχθη) εὐχὰς ὑπὲρ τῆς ἐπανόδου τοῦ Αὐγούστου ἐποιήσαντο.
54.19.8κα- κἀν τούτῳ καὶ τὴν πενταετηρίδα τῆς ἀρχῆς αὐτοῦ διεώρτασαν, τοῦ Ἀγρίππου (ἐν γὰρ τοῖς πεντεκαίδεκα ἀνδράσιν, οἷς ἐκ τῆς περιτροπῆς ἡ διοίκησις αὐτῆς ἐπέβαλλεν, ἱέρωτο) διὰ τῶν συνιερέων ἀναλώσαντος.
54.20.1πολλὰ μὲν οὖν καὶ ἄλλα κατὰ τοὺς χρόνους ἐκείνους ἐταράχθη. καὶ γὰρ Καμμούνιοι καὶ Οὐέννιοι, Ἀλπικὰ γένη, ὅπλατε ἀντήραντο καὶ νικηθέντες ὑπὸ Πουπλίου Σιλίου ἐχειρώθησαν ·
54.20.2καὶ οἱ Παννόνιοι τήντε Ἰστρίαν μετὰ Νωρίκων κατέδραμον, καὶ αὐτοίτε πρόςτε τοῦ Σιλίου καὶ τῶν ὑποστρατήγων αὐτοῦ κακωθέντες αὖθις ὡμολόγησαν, καὶ τοῖς Νωρίκοις αἴτιοι τῆς αὐτῆς δουλείας ἐγένοντο.
54.20.3τάτε ἐν τῇ Δελματίᾳ καὶ τὰ ἐν τῇ Ἰβηρίᾳ νεοχμώσαντα δι’ὀλίγου κατέστη, καὶ ἡ Μακεδονία ὑπότε τῶν Δενθελητῶν καὶ ὑπὸ τῶν Σκορδίσκων ἐπορθήθη. ἔντε τῇ Θρᾴκῃ πρότερον μὲν Μᾶρκος Λόλλιος Ῥυμητάλκῃ θείῳτε τῶν τοῦ Κότυος παίδων καὶ ἐπιτρόπῳ ὄντι βοηθῶν Βησσοὺς κατεστρέψατο, ἔπειτα δὲ Λούκιος Γάιος Σαυρομάτας ἐκ τῆς αὐτῆς αἰτίας κρατήσας ὑπὲρ τὸν Ἴστρον ἀπεώσατο.
54.20.4ὁ δὲ δὴ μέγιστος τῶν τότε συμβάντων τοῖς Ῥωμαίοις πολέμων, ὅσπερ που καὶ τὸν Αὔγουστον ἐκ τῆς πόλεως ἐξήγαγε, πρὸς τοὺς Κελτοὺς ἐγένετο. Σύγαμβροίτε γὰρ καὶ Οὐσιπέται καὶ Τέγκτηροι τὸ μὲν πρῶτον ἐν τῇ σφετέρᾳ τινὰς αὐτῶν συλλαβόντες ἀνεσταύρωσαν, ἔπειτα δὲ καὶ τὸν Ῥῆνον διαβάντες τήντε Γερμανίαν καὶ τὴν Γαλατίαν ἐλεηλάτησαν, τότε ἱππικὸν τὸ τῶν Ῥωμαίων ἐπελθόν σφισιν ἐνήδρευσαν, καὶ φεύγουσιν αὐτοῖς ἐπισπόμενοι τῷτε Λολλίῳ ἄρχοντι αὐτῆς ἐνέτυχον ἀνέλπιστοι καὶ ἐνίκησαν καὶ ἐκεῖνον.
54.20.6μαθὼν οὖν ταῦτα ὁ Αὔγουστος ὥρμησε μὲν ἐπ’αὐτούς οὐ μέντοι καὶ ἔργον τι πολέμου ἔσχεν · οἱ γὰρ βάρβαροι τόντε Λόλλιον παρασκευαζόμενον καὶ ἐκεῖνον στρατεύοντα πυθόμενοι ἔςτε τὴν ἑαυτῶν ἀνεχώρησαν καὶ σπονδὰς ἐποιήσαντο, ὁμήρους δόντες.
54.21.1τῶν μὲν οὖν ὅπλων οὐδὲν διὰ ταῦθ’ὁ Αὔγουστος ἐδεήθη, τὰ δὲ δὴ ἄλλα καθιστάμενος τοῦτόντε τὸν ἐνιαυτὸν κατανάλωσε καὶ τὸν ὕστερον, ἐν ᾧ Μᾶρκοςτε Λίβων καὶ Καλπούρνιος Πίσων ὑπάτευσαν.
54.21.2πολλὰ μὲν γὰρ καὶ ὑπὸ τῶν Κελτῶν, πολλὰ δὲ καὶ ὑπὸ Λικινίου τινὸς ἐπεπόνηντο. καί μοι δοκεῖ τοῦθ’ὅτι μάλιστα τὸ κῆτός σφισι προσημῆναι · πλάτος μὲν γὰρ ποδῶν εἴκοσι μῆκος δὲ τριπλάσιον ἔχον, καὶ γυναικὶ πλὴν τῆς κεφαλῆς ἐοικός, ἐς τὴν γῆν ἑαυτὸ ἐκ τοῦ ὠκεανοῦ ἐξώκειλεν.
54.21.3ὁ δὲ δὴ Λικίνιος τὸ μὲν ἀρχαῖον Γαλάτης ἦν, ἁλοὺς δὲ ἐς τοὺς Ῥωμαίους καὶ δουλεύσας τῷ Καίσαρι ὑπὸ μὲν ἐκείνου ἠλευθερώθη, ὑπὸ δὲ τοῦ Αὐγούστου ἐπίτροπος τῆς Γαλατίας κατέστη.
54.21.4οὗτος οὖν πλεονεξίᾳ μὲν βαρβαρικῇ ἀξιώσει δὲ Ῥωμαϊκῇ χρώμενος, πᾶν μὲν τὸ κρεῖττόν ποτε αὐτοῦ νομισθὲν καθῄρει, πᾶν δὲ τὸ ἐν τῷ παρόντι ἰσχυρὸν ἠφάνιζε, καὶ συχνὰ μὲν καὶ πρὸς τὰ ἀναγκαῖα τῆς προστεταγμένης οἱ διακονίας ἐξεπόριζε, συχνὰ δὲ καὶ ἑαυτῷ τοῖςτε οἰκείοις παρεξέλεγε.
54.21.5καὶ ἐς τοσοῦτόν γε κακοτροπίας ἐχώρησεν ὥστε, ἐπειδή τινες ἐσφοραὶ κατὰ μῆνα παρ’αὐτοῖς ἐγίγνοντο, τεσσαρεσκαίδεκα αὐτοὺς ποιῆσαι, λέγων τὸν μῆνα τοῦτον τὸν Δεκέμβριον καλούμενον δέκατον ὄντως εἶναι, καὶ δεῖν διὰ τοῦτο αὐτοὺς καὶ τοὺς δύο τοὺς ὑστάτους, ὧν τὸν μὲν ἑνδέκατον τὸν δὲ δωδέκατον ὠνόμαζε, νομίζειν, καὶ τὰ χρήματα τὰ ἐπιβάλλοντα αὐτοῖς ἐσφέρειν.
54.21.6διὰ μὲν οὖν ταῦτα τὰ σοφίσματα ἐκινδύνευσεν · οἱ γὰρ Γαλάται τοῦ Αὐγούστου λαβόμενοι δεινὰ ἐποίησαν, ὥστε καὶ ἐκεῖνον τὰ μὲν συνάχθεσθαί σφισι τὰ δὲ καὶ παραιτεῖσθαι · ἀγνοεῖντέ τινα ἔλεγε, καὶ προσεποιεῖτο ἕτερα μὴ πιστεύειν, καὶ ἔστιν ἃ καὶ συνέκρυπτεν, αἰσχυνόμενος ὅτι τοιούτῳ ἐπιτρόπῳ ἐκέχρητο ·
54.21.7ἄλλο δὲ τοιόνδε τι τεχνασάμενος καὶ πάνυ πάντων αὐτῶν κατεγέλασεν. ἐπειδὴ γὰρ χαλεπῶς οἱ τὸν Αὔγουστον ἔχοντα ᾔσθετο καὶ κολασθήσεσθαι ἔμελλεν, ἔςτε τὴν οἰκίαν αὐτὸν ἐσήγαγε, καὶ πολλοὺς μὲν καὶ ἀργυρίου καὶ χρυσίου θησαυροὺς πολλὰ δὲ καὶ τα- τἆλλα σωρηδὸν συννενημένα αὐτῷ δείξας, “ἐξεπίτηδες,” ἔφη, “ταῦτα, ὦ δέσποτα, καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ τῶν ἄλλων Ῥωμαίων ἤθροισα, ἵνα μὴ τοσούτων χρημάτων ἐγκρατεῖς οἱ ἐπιχώριοι ὄντες ἀποστῶσιν.
54.21.8ἀμέλει καὶ ἐτήρησά σοι πάντα αὐτὰ καὶ δίδωμι”. καὶ ὁ μὲν οὕτως, ὡς καὶ ὑπὲρ τοῦ Αὐγούστου τὴν τῶν βαρβάρων ἰσχὺν ἐκνενευρικώς, ἐσώθη,
54.22.1Δροῦσος δὲ ἐν τούτῳ καὶ Τιβέριος τάδε ἔπραξαν. Ῥαιτοὶ οἰκοῦντες μεταξὺ τοῦτε Νωρίκου καὶ τῆς Γαλατίας, πρὸς ταῖς Ἄλπεσι ταῖς πρὸς τῇ Ἰταλίᾳ ταῖς Τριδεντίναις, τῆςτε Γαλατίας τῆς προσόρου σφίσι πολλὰ κατέτρεχον καὶ ἐκ τῆς Ἰταλίας ἁρπαγὰς ἐποιοῦντο, τούςτε ὁδῷ τῶν Ῥωμαίων ἢ καὶ τῶν συμμάχων αὐτῶν διὰ τῆς σφετέρας γῆς χρωμένους ἐλυμαίνοντο.
54.22.2καὶ ταῦτα μὲν καὶ συνήθη πως τοῖς οὐκ ἐνσπόνδοις ποιεῖν ἐδόκουν, πᾶν δὲ δὴ τὸ ἄρρεν τῶν ἁλισκομένων, οὐχ ὅτι τὸ φαινόμενον ἀλλὰ καὶ τὸ ἐν ταῖς γαστράσιν ἔτι τῶν γυναικῶν ὂν μαντείαις τισιν ἀνευρίσκοντες, ἔφθειρον.
54.22.3δι’οὖν ταῦτα ὁ Αὔγουστος πρῶτον μὲν τὸν Δροῦσον ἐπ’αὐτοὺς ἔπεμψε · καὶ ὃς τοὺς προαπαντήσαντάς οἱ αὐτῶν περὶ τὰ Τριδεντῖνα ὄρη διὰ ταχέων ἐτρέψατο, ὥστε καὶ τιμὰς στρατηγικὰς ἐπὶ τούτῳ λαβεῖν. ἔπειτα δὲ ἐπειδὴ τῆς μὲν Ἰταλίας ἀπεκρούσθησαν, τῇ δὲ δὴ Γαλατίᾳ καὶ ὣς ἐνέκειντο, τὸν Τιβέριον προσαπέστειλεν.
54.22.4ἐσβαλόντες οὖν ἐς τὴν χώραν πολλαχόθεν ἅμα ἀμφότεροι, αὐτοίτε καὶ διὰ τῶν ὑποστρατήγων, καὶ ὅ γε Τιβέριος καὶ διὰ τῆς λίμνης πλοίοις κομισθείς, ἀπότε τούτου κατέπληξαν αὐτοὺς ὡς ἑκάστοις σφίσι συμμιγνύντες, τούςτε ἀεὶ ἐς χεῖρας ἀφικνουμένους οὐ χαλεπῶς, ἅτε διεσπασμέναις ταῖς δυνάμεσι χρωμένους, κατειργάσαντο, καὶ τοὺς λοιποὺς ἀσθενεστέρουςτε ἐκ τούτου καὶ ἀθυμοτέρους γενομένους εἷλον.
54.22.5ἐπειδήτε ἐπολυάνδρουν καὶ ἐδόκουν τι νεωτεριεῖν, τότε κράτιστον καὶ τὸ πλεῖστον τῆς ἡλικίας αὐτῶν ἐξήγαγον, καταλιπόντες τοσούτους ὅσοι τὴν μὲν χώραν οἰκεῖν ἱκανοὶ νεοχμῶσαι δέ τι ἀδύνατοι ἦσαν.
54.23.1κα- κἀν τῷ αὐτῷ τούτῳ ἔτει Οὐήδιος Πωλίων ἀπέθανεν, ἀνὴρ ἄλλως μὲν οὐδὲν μνήμης ἄξιον παρασχόμενος (καὶ γὰρ ἐξ ἀπελευθέρων ἐγεγόνει καὶ ἐν τοῖς ἱππεῦσιν ἐξητάζετο καὶ λαμπρὸν οὐδὲν εἰργάσατο), ἐπὶ δὲ δὴ τῷ πλούτῳ τῇτε ὠμότητι ὀνομαστότατος γενόμενος, ὥστε καὶ ἐς ἱστορίας λόγον ἐσελθεῖν.
54.23.2οὗτος γὰρ τὰ μὲν ἄλλα ὅσα ἔπραττε, δι’ὄχλου ἂν λεγόμενα γένοιτο, μυραίνας δὲ δεδιδαγμένας ἀνθρώπους ἐσθίειν ἐν δεξαμεναῖς τρέφων τοὺς δούλους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε. καί ποτε τὸν Αὔγουστον ἑστιῶν, εἶτ’ἐπειδὴ ὁ οἰνοχόος κύλικα κρυσταλλίνην κατέαξεν, ἐς τὰς μυραίνας αὐτόν, μη δὲ τὸν δαιτυμόνα αἰδεσθείς, ἐμβληθῆναι προσέταξεν.
54.23.3ὁ οὖν Αὔγουστος, προσπεσόντος οἱ τοῦ παιδὸς καὶ ἱκετεύσαντος αὐτόν, τὰ μὲν πρῶτα πείθειν τὸν Πωλίωνα ἐπειρᾶτο μηδὲν τοιοῦτον δρᾶσαι, ὡς δ’οὐχ ὑπήκουσεν αὐτῷ, “φέρε,” ἔφη, “πάντα τα- τἆλλα ἐκπώματα, ὅσα ποτὲ τοιουτότροπα ἢ καὶ ἕτερά τινα ἔντιμα κέκτησαι, ἵνα αὐτοῖς χρήσωμαι”.
54.23.4καὶ αὐτὰ κομισθέντα συντριβῆναι ἐκέλευσεν. ἰδὼν δὲ τοῦτ’ἐκεῖνος ἄλλως μὲν ἤσχαλλεν, οὔτε δὲ τοῦ ἑνὸς ἔτι ποτηρίου πρὸς τὸ πλῆθος τῶν ἄλλων τῶν ἀπολωλότων ὀργὴν ἔχων, οὔτ’αὖ τὸν διάκονον ὧν γε καὶ ὁ Αὔγουστος ἐπεποιήκει τιμωρήσασθαι δυνάμενος, ἡσυχίαν καὶ ἄκων ἤγαγε.
54.23.5τοιοῦτος οὖν δή τις ὁ Πωλίων ὢν ἐτελεύτησεν ἄλλοιςτε πολλοῖς πολλὰ καὶ τῷ Αὐγούστῳ τοῦτε κλήρου συχνὸν μέρος καὶ τὸν παυσίλυπον, τὸ χωρίον τὸ μεταξὺ τῆςτε Νέας πόλεως καὶ τῶν Πουτεόλων ὄν, καταλιπών, τῷτε δήμῳ περικαλλὲς ἔργον οἰκοδομηθῆναι κελεύσας.
54.23.6ὁ οὖν Αὔγουστος τὴν οἰκίαν αὐτοῦ ἐς ἔδαφος προφάσει τῆς ἐκείνου κατασκευῆς, ὅπως μηδὲν μνημόσυνον ἐν τῇ πόλει ἔχῃ, καταβαλὼν περίστῳον ᾠκοδομήσατο, καὶ οὐ τὸ ὄνομα τὸ τοῦ Πωλίωνος ἀλλὰ τὸ τῆς Λιουίας ἐπέγραψεν.
54.23.7τοῦτο μὲν οὖν ὕστερον ἐποίησε, τότε δὲ πόλεις ἔντε τῇ Γαλατίᾳ καὶ ἐν τῇ Ἰβηρίᾳ συχνὰς ἀπῴκισε, καὶ Κυζικηνοῖς τὴν ἐλευθερίαν ἀπέδωκε, Παφίοιςτε σεισμῷ πονήσασι καὶ χρήματα ἐχαρίσατο καὶ τὴν πόλιν Αὔγουσταν καλεῖν κατὰ δόγμα ἐπέτρεψε.
54.23.8ταῦτα δὲ ἔγραψα οὐχ ὅτι οὐ καὶ ἄλλαις πόλεσι πολλαῖς καὶ πρότερον καὶ μετὰ τοῦτο καὶ αὐτὸς ὁ Αὔγουστος ἐφ’ὁμοίαις συμφοραῖς καὶ οἱ βουλευταὶ ἐπεκούρησαν, ὧν εἴ τις ἁπάντων μνημονεύοι, ἀπέραντον ἂν τὸ ἔργον τῆς συγγραφῆς γένοιτο · ἀλλ’ὅτι καὶ τὰς ἐπωνυμίας ταῖς πόλεσιν ἡ γερουσία ἐν μέρει τιμῆς ἔνεμε, καὶ οὐχ ὥσπερ νῦν αὐτοὶ ἑαυτοῖς ἕκαστοι καταλόγους ὀνομάτων οὓς ἂν ἐθελήσωσιν ὡς πλήθει ποιοῦνται.
54.24.1τῷ δ’ἐπιγιγνομένῳ ἔτει Μᾶρκος μὲν Κράσσος καὶ Γναῖος Κορνήλιος ὑπάτευσαν, οἱ δ’ἀγορανόμοι οἱ κουρούλιοι, ἀπειπόντες τὴν ἀρχὴν ὅτι ἐξαισίων σφίσι τῶν ὀρνίθων γενομένων ᾕρηντο, αὖθις αὐτὴν ἔξω τῶν πατρίων ἐν ἑτέρᾳ ἐκκλησίᾳ ἀνέλαβον.
54.24.2ἥτε στοὰ ἡ Παύλειος ἐκαύθη, καὶ τὸ πῦρ ἀπ’αὐτῆς πρὸς τὸ Ἑστιαῖον ἀφίκετο, ὥστε καὶ τὰ ἱερὰ ἔςτε τὸ Παλάτιον ὑπὸ τῶν ἄλλων ἀειπαρθένων (ἡ γὰρ πρεσβεύουσα αὐτῶν ἐτετύφλωτο) ἀνακομισθῆναι καὶ ἐς τὴν τοῦ ἱερέως τοῦ Διὸς οἰκίαν τεθῆναι.
54.24.3ἡ μὲν οὖν στοὰ μετὰ τοῦτο ὀνόματι μὲν ὑπ’Αἰμιλίου, ἐς ὃν τὸ τοῦ ποιήσαντός ποτε αὐτὴν γένος ἐληλύθει, τῷ δὲ ἔργῳ ὑπότε τοῦ Αὐγούστου καὶ ὑπὸ τῶν τοῦ Παύλου φίλων ἀνῳκοδομήθη · τότε δὲ οἵτε Παννόνιοι νεωτερίσαντες αὖθις ἐχειρώθησαν, καὶ αἱ Ἄλπεις αἱ παραθαλασσίδιοι ὑπὸ Λιγύων τῶν κομητῶν καλουμένων ἐλευθέρως ἔτι καὶ τότε νεμόμεναι ἐδουλώθησαν.
54.24.4τάτε ἐν τῷ Βοσπόρῳ τῷ Κιμμερίῳ νεοχμώσαντα κατέστη. Σκριβώνιος γάρ τις τοῦτε Μιθριδάτου ἔγγονος εἶναι καὶ παρὰ τοῦ Αὐγούστου τὴν βασιλείαν, ἐπειδήπερ ὁ Ἄσανδρος ἐτεθνήκει, εἰληφέναι λέγων, τὴν γυναῖκα αὐτοῦ Δύναμίντε καλουμένην καὶ τὴν ἀρχὴν παρὰ τοῦ ἀνδρὸς ἐπιτετραμμένην, ἣ τοῦτε Φαρνάκου θυγάτηρ καὶ τοῦ Μιθριδάτου ἔγγονος ἀληθῶς ἦν, ἠγάγετο, καὶ τὸν Βόσπορον διὰ χειρὸς ἐποιεῖτο.
54.24.5πυθόμενος οὖν ταῦτα ὁ Ἀγρίππας τὸν Πολέμωνα ἐπ’αὐτόν, τὸν τοῦ Πόντου τοῦ πρὸς τῇ Καππαδοκίᾳ ὄντος βασιλεύοντα, ἔπεμψε · καὶ ὃς Σκριβώνιον μὲν οὐκέτι περιόντα κατέλαβε (μαθόντες γὰρ οἱ Βοσπόριοι τὴν ἐπιβολὴν αὐτοῦ προαπέκτειναν αὐτόν), ἀντιστάντων δέ οἱ ἐκείνων δέει τοῦ μὴ βασιλεύεσθαι αὐτῷ δοθῆναι, ἐς χεῖράς σφισιν ἦλθε.
54.24.6καὶ ἐνίκησε μέν, οὐ μὴν καὶ παρεστήσατό σφας πρὶν τὸν Ἀγρίππαν ἐς Σινώπην ἐλθεῖν ὡς καὶ ἐπ’αὐτοὺς στρατεύσοντα. οὕτω δὲ τάτε ὅπλα κατέθεντο καὶ τῷ Πολέμωνι παρεδόθησαν · ἥτε γυνὴ ἡ Δύναμις συνῴκησεν αὐτῷ τοῦ Αὐγούστου δῆλον ὅτι ταῦτα δικαιώσαντος.
54.24.7καὶ ἐπ’αὐτοῖς θυσίαι μὲν τῷ τοῦ Ἀγρίππου ὀνόματι ἐγένοντο, οὐ μέντοι καὶ τὰ ἐπινίκια καίτοι ψηφισθέντα αὐτῷ ἐπέμφθη · οὔτε γὰρ ἔγραψεν ἀρχὴν ἐς τὸ συνέδριον ὑπὲρ τῶν πραχθέντων οὐδέν, ἀφ’οὗ δὴ καὶ οἱ μετὰ ταῦτα, νόμῳ τινὶ τῷ ἐκείνου τρόπῳ χρώμενοι, οὐ δ’αὐτοί τι τῷ κοινῷ ἔτ’ἐπέστελλον, οὔτε τὴν πέμψιν τῶν νικητηρίων ἐδέξατο ·
54.24.8καὶ διὰ τοῦτο οὐ δ’ἄλλῳ τινὶ ἔτι τῶν ὁμοίων αὐτῷ, ὥς γε καὶ ἐγὼ κρίνω, ποιῆσαι τοῦτο ἐδόθη, ἀλλὰ μόναις ταῖς ἐπινικίοις τιμαῖς ἐγαυροῦντο.
54.25.1ὁ δ’οὖν Αὔγουστος ἐπειδὴ πάντα τάτε ἐν ταῖς Γαλατίαις καὶ τὰ ἐν ταῖς Γερμανίαις ταῖςτ’Ἰβηρίαις, πολλὰ μὲν ἀναλώσας ὡς ἑκάστοις πολλὰ δὲ καὶ παρ’ἑτέρων λαβών, τήντε ἐλευθερίαν καὶ τὴν πολιτείαν τοῖς μὲν δοὺς τοὺς δ’ἀφελόμενος, διῳκήσατο, τὸν μὲν Δροῦσον ἐν τῇ Γερμανίᾳ κατέλιπεν, αὐτὸς δὲ ἐς τὴν Ῥώμην ἐπίτε τοῦ Τιβερίου καὶ ἐπὶ Κυιντιλίου Οὐάρου ὑπάτων ἀνεκομίσθη.
54.25.2καὶ ἔτυχε γὰρ ἡ ἀγγελία τῆς ἀφίξεως αὐτοῦ ἐν ἐκείναις ταῖς ἡμέραις ἐς τὸ ἄστυ ἐλθοῦσα ἐν αἷς Κορνήλιος Βάλβος τὸ θέατρον τὸ καὶ νῦν ἐπ’αὐτοῦ καλούμενον καθιερώσας θέας ἐπετέλει, ἐπίτε τούτῳ ὡς καὶ αὐτὸς τὸν Αὔγουστον ἐπανάξων ἐσεμνύνετο, καίτοι ὑπὸ τοῦ πλήθους τοῦ ὕδατος, ὅπερ ὁ Τίβερις πλεονάσας ἐπεποιήκει, μη δὲ ἐσελθεῖν ἐς τὸ θέατρον εἰ μὴ πλοίῳ δυνηθείς, καὶ ὁ Τιβέριος πρῶτον αὐτὸν ἐπὶ τῇ τοῦ θεάτρου τιμῇ ἐπεψήφισεν.
54.25.3ἥτε γὰρ βουλὴ ἠθροίσθη, καὶ ἔδοξέ σφισιν ἄλλατε καὶ βωμὸν ἐν αὐτῷ τῷ βουλευτηρίῳ ὑπὲρ τῆς τοῦ Αὐγούστου ἐπανόδου ποιήσασθαι, τοῖςτε ἱκετεύσασιν αὐτὸν ἐντὸς τοῦ πωμηρίου ὄντα ἄδειαν εἶναι. οὐ μέντοι καὶ ἐδέξατο οὐδέτερον, ἀλλὰ καὶ τὴν ἀπάντησιν τοῦ δήμου καὶ τότε ἐξέστη ·
54.25.4νυκτὸς γὰρ ἐς τὴν πόλιν ἐσεκομίσθη, ὅπερ που καὶ ἀεὶ ὡς εἰπεῖν, εἴτε ἐς τὰ προάστεια εἴτε καὶ ἄλλοσέ ποι ἐκδημοίη, καὶ ἀφορμώμενος καὶ ἐπανιὼν ὁμοίως ἐποίει, ἵνα μηδενὶ αὐτῶν ὀχληρὸς εἴη. τῇ δ’ὑστεραίᾳ ἔντε τῷ παλατίῳ τὸν δῆμον ἠσπάσατο, καὶ ἐς τὸ Καπιτώλιον ἀνελθὼν τήντε δάφνην ἀπὸ τῶν ῥάβδων περιεῖλε καὶ ἐς τὰ τοῦ Διὸς γόνατα κατέθετο, τῷτε δήμῳ προῖκα τάτε λουτρὰ καὶ τοὺς κουρέας τὴν ἡμέραν ἐκείνην παρέσχε.
54.25.5συναγαγὼν δὲ ἐκ τούτου τὸ βουλευτήριον αὐτὸς μὲν οὐδὲν εἶπεν ὑπὸ βράγχου, τὸ δὲ δὴ βιβλίον τῷ ταμίᾳ ἀναγνῶναι δοὺς τάτε πεπραγμένα οἱ κατηριθμήσατο, καὶ διέταξε τάτε ἔτη ὅσα οἱ πολῖται στρατεύσοιντο, καὶ τὰ χρήματα ὅσα παυσάμενοι τῆς στρατείας, ἀντὶ τῆς χώρας ἣν ἀεί ποτε ᾔτουν, λήψοιντο, ὅπως ἐπὶ ῥητοῖς ἐκεῖθεν ἤδη καταλεγόμενοι μηδὲν τούτων γε ἕνεκα νεωτερίζωσιν.
54.25.6ἦν δὲ ὅτε ἀριθμὸς τῶν ἐτῶν τοῖς μὲν δορυφόροις δώδεκα τοῖς δ’ἄλλοις ἑκκαίδεκα, καὶ τὸ ἀργύριον τοῖς μὲν ἔλαττον τοῖς δὲ πλεῖον. ταῦτα δὲ ἐκείνοις μὲν οὔθ’ἡδονὴν οὔτ’ὀργὴν ἔν γε τῷ τότε παρόντι ἐνεποίησε διὰ τὸ μήτε πάντων ὧν ἐπεθύμουν τυχεῖν μήτε πάντων διαμαρτεῖν, τοῖς δὲ δὴ ἄλλοις ἀγαθὰς ἐλπίδας τοῦ μηκέτι τῶν κτημάτων ἀφαιρεθήσεσθαι.
54.26.1μετὰ δὲ δὴ ταῦτα τότε θέατρον τὸ τοῦ Μαρκέλλου καλούμενον καθιέρωσε, κὰν τῇ πανηγύρει τῇ διὰ τοῦτο γενομένῃ τήντε Τροίαν οἱ παῖδες οἱ εὐπατρίδαι οἵτε ἄλλοι καὶ ὁ ἔγγονος αὐτοῦ ὁ Γάιος ἵππευσαν, καὶ θηρία Λιβυκὰ ἑξακόσια ἀπεσφάγη ·
54.26.2τάτε γενέθλια τοῦ Αὐγούστου ὁ Ἴουλλος ὁ τοῦ Ἀντωνίου παῖς στρατηγῶν καὶ ἱπποδρομίᾳ καὶ σφαγαῖς θηρίων ἑώρτασε, καὶ ἐν τῷ Καπιτωλίῳ καὶ ἐκεῖνον καὶ τὴν βουλὴν κατὰ δόγμα αὐτῆς εἱστίασεν.
54.26.3ἐκ δὲ τούτου ἐξέτασις αὖθις τῶν βουλευτῶν ἐγένετο. ἐπειδὴ γὰρ τὸ μὲν πρῶτον δέκα μυριάδων τὸ τίμημα αὐτοῖς ὥριστο διὰ τὸ συχνοὺς τῶν πατρῴων ὑπὸ τῶν πολέμων ἐστερῆσθαι, προϊόντος δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων περιουσίας κτωμένων ἐς πέντε καὶ εἴκοσι προήχθη, οὐκέτ’οὐδεὶς ἐθελοντὶ βουλεύσων εὑρίσκετο, ἀλλὰ καὶ παῖδες εἰσὶν οἳ καὶ ἔγγονοι βουλευτῶν, οἱ μὲν ὡς ἀληθῶς πενόμενοι οἱ δὲ καὶ ἐκ συμφορῶν προγονικῶν τεταπεινωμένοι, οὐχ ὅσον οὐκ ἀντεποιοῦντο τοῦ βουλευτικοῦ ἀξιώματος, ἀλλὰ καὶ προσκατειλεγμένοι ἤδη ἐξώμνυντο.
54.26.5καὶ διὰ τοῦτο πρότερον μέν, ἀποδημοῦντος ἔτι τοῦ Αὐγούστου, δόγμα ἐγένετο τοὺς εἴκοσι καλουμένους ἄνδρας ἐκ τῶν ἱππέων ἀποδείκνυσθαι · ὅθεν οὐκέτ’οὐδεὶς αὐτῶν ἐς τὸ βουλευτήριον ἐσεγράφη, μὴ καὶ ἑτέραν τινὰ ἀρχὴν τῶν ἐς αὐτὸ ἐσάγειν δυναμένων λαβών.
54.26.6οἱ δὲ δὴ εἴκοσιν οὗτοι ἄνδρες ἐκ τῶν ἓξ καὶ εἴκοσίν εἰσιν, οἵτε τρεῖς οἱ τὰς τοῦ θανάτου δίκας προστεταγμένοι, καὶ οἱ ἕτεροι τρεῖς οἱ τὸ τοῦ νομίσματος κόμμα μεταχειριζόμενοι, οἵτε τέσσαρες οἱ τῶν ἐν τῷ ἄστει ὁδῶν ἐπιμελούμενοι, καὶ οἱ δέκα οἱ ἐπὶ τῶν δικαστηρίων τῶν ἐς τοὺς ἑκατὸν ἄνδρας κληρουμένων ἀποδεικνύμενοι ·
54.26.7οἱ γὰρ δὴ δύο οἱ τὰς ἔξω τοῦ τείχους ὁδοὺς ἐγχειριζόμενοι, οἵτε τέσσαρες οἱ ἐς τὴν Καμπανίαν πεμπόμενοι, κατελέλυντο. τοῦτότε οὖν ἐν τῇ τοῦ Αὐγούστου ἐκδημίᾳ ἐψηφίσθη, καὶ ἵν’, ἐπειδὴ μηδεὶς ἔτι ῥᾳδίως τὴν δημαρχίαν ᾔτει, κλήρῳ τινὲς ἐκ τῶν τεταμιευκότων καὶ μήπω τεσσαράκοντα ἔτη γεγονότων καθιστῶνται.
54.26.8τότε δὲ αὐτὸς πάντας αὐτοὺς ἐξήτασε, καὶ τὰ μὲν τῶν ὑπὲρ πέντε καὶ τριάκοντα ἔτη γεγονότων οὐκ ἐπολυπραγμόνησε, τοὺς δὲ ἐντόςτε τῆς ἡλικίας ταύτης ὄντας καὶ τὸ τίμημα ἔχοντας βουλεῦσαι κατηνάγκασε, χωρὶς ἢ εἴ τις ἀνάπηρος ἦν.
54.26.9καὶ τὰ μὲν σώματα καὶ αὐτός που αὐτῶν ἑώρα, περὶ δὲ δὴ τῶν οὐσιῶν ὅρκοις ἐπιστοῦτο αὐτῶντε ἐκείνων καὶ ἑτέρων συνομνύντων σφίσι καὶ λογισμὸν τῆςτε ἀπορίας ἅμα καὶ τοῦ βίου διδόντων.
54.27.1καὶ οὐκ ἐν μὲν τοῖς κοινοῖς τοιοῦτος ἦν, τῶν δ’ἰδίων παρημέλει, ἀλλὰ καὶ τῷ Τιβερίῳ ἐπετίμησεν ὅτι τὸν Γάιον ἐν τῇ πανηγύρει τῇ εὐκταίᾳ, ἣν ἐπὶ τῇ ἐπανόδῳ αὐτοῦ διετίθει, παρεκαθίσατο, καὶ τῷ δήμῳ ὅτι καὶ κρότοις καὶ ἐπαίνοις αὐτὸν ἐτίμησαν.
54.27.2ἐπειδήτε τοῦ Λεπίδου μεταλλάξαντος ἀρχιέρεως ἀπεδείχθη καὶ διὰ τοῦθ’ἡ βουλὴ ψηφίσασθαι […] αὐτῷ ἠθέλησεν, οὔτε τι αὐτῶν προσήσεσθαι ἔφη, καὶ ἐγκειμένων οἱ ἐξανέστητε καὶ ἐξῆλθεν ἐκ τοῦ συνεδρίου.
54.27.3καὶ οὔτε ἐκεῖνα ἔτ’ἐκυρώθη οὔτ’οἰκίαν τινὰ δημοσίαν ἔλαβεν, ἀλλὰ μέρος τι τῆς ἑαυτοῦ, ὅτι τὸν ἀρχιέρεων ἐν κοινῷ πάντως οἰκεῖν ἐχρῆν, ἐδημοσίωσεν. τὴν μέντοι τοῦ βασιλέως τῶν ἱερῶν ταῖς ἀειπαρθένοις ἔδωκεν, ἐπειδὴ ὁμότοιχος ταῖς οἰκήσεσιν αὐτῶν ἦν.
54.27.4Κορνηλίουτε Σισέννου αἰτίαν ἐπὶ τῷ τῆς γυναικὸς βίῳ σχόντος, καὶ ἐν τῷ συνεδρίῳ εἰπόντος ὅτι καὶ εἰδότος καὶ συμβουλεύσαντός οἱ αὐτοῦ ἠγάγετο αὐτήν, περιοργήςτε ἐγένετο καὶ εἶπε μὲν οὐδὲν οὐ δὲ ἔπραξε δεινόν, ἐκπηδήσας δὲ ἐκ τοῦ βουλευτηρίου ἔπειτα μετ’ὀλίγον ἐπανῆλθεν, ἑλόμενος, ὥς γε καὶ τοῖς φίλοις μετὰ ταῦτα ἔφη, τοῦτο μᾶλλον καίπερ οὐκ ὀρθῶς ἔχον ποιῆσαι ἢ κατὰ χώραν μείνας ἀναγκασθῆναί τι κακὸν δρᾶσαι.
54.28.1κα- κἀν τούτῳ τὸν Ἀγρίππαν ἐκ τῆς Συρίας ἐλθόντα τῇτε δημαρχικῇ ἐξουσίᾳ αὖθις ἐς ἄλλα ἔτη πέντε ἐμεγάλυνε καὶ ἐς τὴν Παννονίαν πολεμησείουσαν ἐξέπεμψε, μεῖζον αὐτῷ τῶν ἑκασταχόθι ἔξω τῆς Ἰταλίας ἀρχόντων ἰσχῦσαι ἐπιτρέψας.
54.28.2καὶ ὃς τὴν μὲν στρατείαν καίτοι τοῦ χειμῶνος, ἐν ᾧ Μᾶρκοςτε Οὐαλέριος καὶ Πούπλιος Σουλπίκιος ὑπάτευον, ἐνεστηκότος ἐποιήσατο, ἐκπλαγέντων δὲ τῶν Παννονίων πρὸς τὴν ἔφοδον αὐτοῦ καὶ μηδὲν ἔτι νεωτερισάντων ἐπανῆλθε, καὶ ἐν Καμπανίᾳ γενόμενος ἐνόσησε.
54.28.3πυθόμενος δὲ τοῦτο ὁ Αὔγουστος (ἔτυχε δὲ ἐν τοῖς Παναθηναίοις ὁπλομαχίας ἀγῶνας τῷ τῶν παίδων ὀνόματι τιθείς) ἐξωρμήθη, καὶ καταλαβὼν αὐτὸν τεθνηκότα ἔςτε τὸ ἄστυ τὸ σῶμα αὐτοῦ ἐσεκόμισε καὶ ἐν τῇ ἀγορᾷ προέθηκε, τόντε λόγον τὸν ἐπ’αὐτοῦ εἶπε, παραπέτασμά τι πρὸ τοῦ νεκροῦ παρατείνας.
54.28.4ὅπερ ἐγὼ μὲν οὐκ οἶδα διὰ τί ἐποίησεν, εἴρηται δὲ ὅμως τοῖς μὲν ὅτι ἀρχιέρεως ἦν, τοῖς δὲ ὅτι τὰ τῶν τιμητῶν ἔπραττεν, οὐκ ὀρθῶς φρονοῦσιν · οὔτε γὰρ τῷ ἀρχιέρεῳ ἀπείρηται νεκρὸν ὁρᾶν οὔτε τῷ τιμητῇ, πλὴν ἂν τὸ τέλος ταῖς ἀπογραφαῖς μέλλῃ ἐπάξειν · ἂν γάρ τινα πρὸ τοῦ καθαρσίου ἴδῃ, ἀνάδαστα τὰ πραχθέντα αὐτῷ πάντα γίγνεται.
54.28.5τοῦτότε οὖν οὕτως ἔδρασε, καὶ τὴν ἐκφορὰν αὐτοῦ ἐν τῷ τρόπῳ ἐν ᾧ καὶ αὐτὸς μετὰ ταῦτα ἐξηνέχθη ἐποιήσατο, καὶ αὐτὸν καὶ ἐν τῷ ἑαυτοῦ μνημείῳ ἔθαψε, καίτοι ἴδιον ἐν τῷ Ἀρείῳ πεδίῳ λαβόντα.
54.29.1Ἀγρίππας μὲν οὖν οὕτω μετήλλαξε, τάτε ἄλλα ἄριστος τῶν καθ’ἑαυτὸν ἀνθρώπων διαφανῶς γενόμενος, καὶ τῇ τοῦ Αὐγούστου φιλίᾳ πρόςτε τὸ αὐτῷ ἐκείνῳ καὶ πρὸς τὸ τῷ κοινῷ συμφορώτατον χρησάμενος.
54.29.2ὅσοντε γὰρ τοὺς ἄλλους ἀρετῇ κατεκράτει, τοσοῦτον ἐκείνου ἐθελοντὴς ἡττᾶτο, καὶ πᾶσαν αὐτῷ τὴν ἑαυτοῦ καὶ σοφίαν καὶ ἀνδρείαν ἐς τὰ λυσιτελέστατα παρέχων πᾶσαν τὴν παρ’ἐκείνου καὶ τιμὴν καὶ δύναμιν ἐς τὸ τοὺς ἄλλους εὐεργετεῖν ἀνήλισκεν.
54.29.3ἀφ’οὗ δὴ καὶ τὰ μάλιστα οὔτ’αὐτῷ ποτε τῷ Αὐγούστῳ ἐπαχθὴς οὔτε τοῖς ἄλλοις ἐπίφθονος ἐγένετο, ἀλλ’ἐκείνῳτε τὴν μοναρχίαν ὡς καὶ δυναστείας ὄντως ἐπιθυμητὴς συνέστησε, καὶ τὸν δῆμον εὐεργεσίαις ὡς καὶ δημοτικώτατος προσεποιήσατο.
54.29.4καὶ τότε γοῦν κήπουςτέ σφισι καὶ τὸ βαλανεῖον τὸ ἐπώνυμον αὐτοῦ κατέλιπεν, ὥστε προῖκα αὐτοὺς λοῦσθαι, χωρία τινὰ ἐς τοῦτο τῷ Αὐγούστῳ δούς. καὶ ὃς οὐ μόνον ταῦτ’ἐδημοσίευσεν, ἀλλὰ καὶ καθ’ἑκατὸν δραχμὰς τῷ δήμῳ ὡς καὶ ἐκείνου κελεύσαντος διένειμε.
54.29.5τῶντε γὰρ πλείστων αὐτοῦ ἐκληρονόμησεν, ἐν οἷς ἄλλατε καὶ ἡ Χερρόνησος ἦν ἡ πρὸς τῷ Ἑλλησπόντῳ, οὐκ οἶδ’ὅπως ἐς τὸν Ἀγρίππαν ἐλθοῦσα · καὶ πάνυ ἐπὶ πολὺ αὐτὸν ἐπόθησεν, καὶ διὰ τοῦτο καὶ ἔντιμον παρὰ τῷ δήμῳ ἐποίησε, τόντε υἱὸν τὸν τελευτήσαντί οἱ γεννηθέντα Ἀγρίππαν προσηγόρευσεν.
54.29.6οὐ μέντοι οὔτε τοῖς ἄλλοις ἐκλιπεῖν τι τῶν πατρίων, καίπερ μηδενὸς τῶν πρώτων ἐς τὰς πανηγύρεις ἀπαντῆσαι ἐθέλοντος, ἐπέτρεψε, καὶ αὐτὸς τὰς μονομαχίας διετέλεσε · πολλάκιςτε καὶ ἀπόντος αὐτοῦ ἐποιοῦντο.
54.29.7οὕτω γοῦν οὐκ ἴδιον τοῦτο τὸ πάθος τῇ τοῦ Ἀγρίππου οἰκίᾳ ἀλλὰ καὶ κοινὸν πᾶσι τοῖς Ῥωμαίοις ἐγένετο, ὥστε καὶ σημεῖα ὅσα πρὸ τῶν μεγίστων συμφορῶν συμβαίνειν σφίσιν εἴωθε, καὶ τότε συνενεχθῆναι. βύαιτε γὰρ τῇ πόλει διεφοίτησαν, καὶ κεραυνὸς ἐς τὴν ἐν τῷ Ἀλβανῷ οἰκίαν, ἐς ἣν οἱ ὕπατοι ἐν ταῖς ἱερουργίαις καταλύουσιν, ἐνέσκηψε.
54.29.8τότε ἄστρον ὁ κομήτης ὠνομασμένος ἐπὶ πολλὰς ἡμέρας ὑπὲρ αὐτοῦ τοῦ ἄστεως αἰωρηθεὶς ἐς λαμπάδας διελύθη. καὶ πυρὶ ἄλλατε τῆς πόλεως συχνὰ καὶ ἡ τοῦ Ῥωμύλου σκηνὴ ἐκαύθη, κοράκων κρέα ἐς αὐτὴν ἐκ βωμοῦ τινος ἔμπυρα ἐμβαλόντων.
54.30.1οὕτω μὲν τὰ κατὰ Ἀγρίππαν ἐγένετο · μετὰ δὲ δὴ τοῦτο ὁ Αὔγουστος ἐπιμελητήςτε καὶ ἐπανορθωτὴς τῶν τρόπων ἐς ἕτερα ἔτη πέντε αἱρεθείς (καὶ γὰρ τοῦτο κατὰ προθεσμίας, ὥσπερ που καὶ τὴν μοναρχίαν, ἐλάμβανε) θυμιᾶντε τοὺς βουλευτὰς ἐν τῷ συνεδρίῳ, ὁσάκις ἂν ἕδρα αὐτῶν ᾖ, καὶ τὴν ἄφιξιν πρὸς ἑαυτὸν μὴ ποιεῖσθαι, τὸ μὲν ἵνα θεοσεβῶσι, τὸ δὲ ἵν’ἀπονητὶ συνίωσιν, ἐκέλευσε.
54.30.2τὴν δὲ δημαρχίαν ὀλίγων σφόδρα διὰ τὸ τὴν ἰσχύν σφων καταλελύσθαι αἰτούντων, ἐνομοθέτησεν ἐκ τῶν ἱππέων τῶν μὴ ἔλαττον πέντε καὶ εἴκοσι μυριάδας κεκτημένων προβάλλεσθαι τοὺς ἐν ταῖς ἀρχαῖς ἕνα ἕκαστον, κα- κἀκ τούτων τὸ πλῆθος τοὺς ἐνδέοντας αἱρεῖσθαι ἐφ’ᾧτε, εἰ μὲν καὶ βουλεύειν μετὰ τοῦτ’ἐθέλοιεν, εἰ δὲ μή, ἐς τὴν ἱππάδα αὖθις ἐπανιέναι ἐξεῖναι.
54.30.3ἐπειδήτε ἡ Ἀσία τὸ ἔθνος ἐπικουρίας τινὸς διὰ σεισμοὺς μάλιστα ἐδεῖτο, τόντε φόρον αὐτῆς τὸν ἔτειον ἐκ τῶν ἑαυτοῦ χρημάτων τῷ κοινῷ ἐσήνεγκε, καὶ ἄρχοντά οἱ ἐκ τοῦ κλήρου, ἀλλ’οὐχ αἱρετόν, ἐπὶ δύο ἔτη προσέταξε.
54.30.4κακῶςτέ ποτε τοῦ Ἀπουλεΐου καὶ τοῦ Μαικήνου ἐν δικαστηρίῳ τινὶ μοιχείας, οὐχ ὅτι τι καὶ αὐτοὶ ὑβρίκεσαν ἀλλ’ὅτι τῷ κρινομένῳ σπουδῇ συνῄροντο, ἀκουόντων ἦλθέτε ἐς τὸ δικαστήριον, καὶ ἐν τῇ τοῦ στρατηγοῦ ἕδρᾳ καθιζήσας δεινὸν μὲν οὐδὲν ἔπραξεν, ἀπειπὼν δὲ τῷ κατηγόρῳ μήτε τοὺς συγγενεῖς μήτε τοὺς φίλους αὐτοῦ προπηλακίζειν ἀνέστη.
54.30.5καὶ αὐτὸν διάτε ταῦτα καὶ διὰ τὰ ἄλλα ἀνδριᾶσίτε ἐκ συντελείας ἐτίμησαν, καὶ τῷ τοῖςτε ἀγύνοις καὶ ταῖς ἀνάνδροις καὶ συνθεᾶσθαι τοῖς ἄλλοις καὶ συνδειπνεῖν ἐν τοῖς γενεθλίοις αὐτοῦ δοῦναι οὐ γὰρ ἐξῆν οὐδέτερον.
54.31.1ὡς δ’οὖν ὁ Ἀγρίππας, ὅνπερ που δι’ἀρετὴν ἀλλ’οὐ δι’ἀνάγκην τινὰ ἠγάπα, ἐτεθνήκει, καὶ συνεργοῦ πρὸς τὰ πράγματα πολὺ τῶν ἄλλων καὶ τῇ τιμῇ καὶ τῇ δυνάμει προφέροντος, ὥστε καὶ ἐν καιρῷ καὶ ἄνευ φθόνου καὶ ἐπιβουλῆς πάντα διάγεσθαι, ἐδεῖτο, τὸν Τιβέριον καὶ ἄκων προσείλετο · οἱ γὰρ ἔγγονοι αὐτοῦ ἐν παισὶν ἔτι καὶ τότε ἦσαν.
54.31.2καὶ προαποσπάσας καὶ ἐκείνου τὴν γυναῖκα, καίτοι τοῦτε Ἀγρίππου θυγατέρα ἐξ ἄλλης τινὸς γαμετῆς οὖσαν, καὶ τέκνον τὸ μὲν ἤδη τρέφουσαν τὸ δὲ ἐν γαστρὶ ἔχουσαν, τήντε Ἰουλίαν οἱ ἠγγύησε καὶ ἐπὶ τοὺς Παννονίους αὐτὸν ἐξέπεμψε · τέως μὲν γὰρ τὸν Ἀγρίππαν φοβηθέντες ἡσύχασαν, τότε δὲ τελευτήσαντος αὐτοῦ ἐπανέστησαν.
54.31.3καί σφας ὁ Τιβέριος, πολλὰ μὲν τῆς χώρας πορθήσας πολλὰ δὲ καὶ τοὺς ἀνθρώπους κακώσας, ἐχειρώσατο, τοῖς Σκορδίσκοις, ὁμόροιςτε αὐτῶν καὶ ὁμοσκεύοις οὖσι, συμμάχοις ὅτι μάλιστα χρησάμενος. καὶ τάτε ὅπλα σφῶν ἀφείλετο, καὶ τῆς ἡλικίας τὸ πλεῖον ἐπ’ἐξαγωγῇ ἀπέδοτο.
54.31.4καὶ αὐτῷ διὰ ταῦτα ἡ μὲν βουλὴ τά γε ἐπινίκια ἐψηφίσατο, ὁ δ’Αὔγουστος ταῦτα μὲν οὐκ ἐπέτρεψεν ἑορτάσαι, τὰς δὲ τιμὰς τὰς ἐπινικίους ἀντέδωκε.
54.32.1τὸ δ’αὐτὸ τοῦτο καὶ τῷ Δρούσῳ συνέβη. τῶντε γὰρ Συγάμβρων καὶ τῶν συμμάχων αὐτῶν διάτε τὴν τοῦ Αὐγούστου ἀπουσίαν καὶ διὰ τὸ τοὺς Γαλάτας μὴ ἐθελοδουλεῖν πολεμωθέντων σφίσι, τότε ὑπήκοον προκατέλαβε, τοὺς πρώτους αὐτοῦ, προφάσει τῆς ἑορτῆς ἣν καὶ νῦν περὶ τὸν τοῦ Αὐγούστου βωμὸν ἐν Λουγδούνῳ τελοῦσι, μεταπεμψάμενος, καὶ τοὺς Κελτοὺς τηρήσας τὸν Ῥῆνον διαβαίνοντας ἀνέκοψε.
54.32.2καὶ μετὰ τοῦτο ἔςτε τὴν τῶν Οὐσιπετῶν κατ’αὐτὴν τὴν τῶν Βατάουων νῆσον διέβη, καὶ ἐπὶ τὴν Συγαμβρίδα ἐκεῖθεν ἐπιπαρελθὼν συχνὰ ἐπόρθησεν. ἔςτε τὸν ὠκεανὸν διὰ τοῦ Ῥήνου καταπλεύσας τούςτε Φρισίους ᾠκειώσατο, καὶ ἐς τὴν Χαυκίδα διὰ τῆς λίμνης ἐμβαλὼν ἐκινδύνευσε, τῶν πλοίων ὑπὸ τῆς τοῦ ὠκεανοῦ παλιρροίας ἐπὶ τοῦ ξηροῦ γενομένων.
54.32.3καὶ τότε μὲν ὑπὸ τῶν Φρισίων πεζῇ συνεστρατευκότων αὐτῷ σωθεὶς ἀνεχώρησε (χειμὼν γὰρ ἦν), καὶ ἐς τὴν Ῥώμην ἐλθὼν ἀστυνόμος ἐπίτε Κυίντου Αἰλίου καὶ ἐπὶ Παύλου Φαβίου ὑπάτων, καίπερ τὰς στρατηγικὰς τιμὰς
54.33.1ἔχων, ἀπεδείχθη · ἅμα δὲ τῷ ἦρι πρὸς τὸν πόλεμον αὖθις ὥρμησε, καὶ τόντε Ῥῆνον ἐπεραιώθη καὶ τοὺς Οὐσιπέτας κατεστρέψατο, τόντε Λουπίαν ἔζευξε καὶ ἐς τὴν τῶν Συγάμβρων ἐνέβαλε, καὶ δι’αὐτῆς καὶ ἐς τὴν Χερουσκίδα προεχώρησε μέχρι τοῦ Οὐισούργου.
54.33.2ἠδυνήθη δὲ τοῦτο ποιῆσαι, ὅτι οἱ Σύγαμβροι τοὺς Χάττους, μόνους τῶν προσοίκων μὴ ἐθελήσαντάς σφισι συμμαχῆσαι, ἐν ὀργῇ σχόντες πανδημεὶ ἐπ’αὐτοὺς ἐξεστράτευσαν, κα- κἀν τῷ καιρῷ τούτῳ ἔλαθε τὴν χώραν αὐτῶν διεξελθών. καὶ διέβη ἂν καὶ τὸν Οὐίσουργον, εἰ μὴ τῶντε ἐπιτηδείων ἐσπάνισε καὶ ὁ χειμὼν ἐνέστη καί τι καὶ σμῆνος ἐν τῷ στρατοπέδῳ αὐτοῦ ὤφθη.
54.33.3οὔτ’οὖν περαιτέρω διὰ ταῦτα προεχώρησε, καὶ ἐς τὴν φιλίαν ἀνακομιζόμενος δεινῶς ἐκινδύνευσεν · οἱ γὰρ πολέμιοι ἄλλωςτε ἐνέδραις αὐτὸν ἐκάκωσαν, καί ποτε ἐς στενὸν καὶ κοῖλον χωρίον κατακλείσαντες ὀλίγου διέφθειραν, κα- κἂν πασσυδὶ ἂν ἀπώλεσαν, εἰ μὴ καταφρονήσαντές σφων ὡς καὶ ἑαλωκότων καὶ μιᾶς ἐπικοπῆς ὄντων ὁμόσε αὐτοῖς ἀσύντακτοι ἐχώρησαν.
54.33.4νικηθέντες γὰρ ἐκ τούτου οὐκέθ’ὁμοίως ἐθρασύνοντο, ἀλλὰ πόρρωθεν μέν σφας παρελύπουν, ἐγγὺς δὲ οὐ προσῄεσαν, ὥστε τὸν Δροῦσον ἀντικαταφρονήσαντα αὐτῶν ἐκεῖτε ᾗ ὅτε Λουπίας καὶ ὁ Ἐλίσων συμμίγνυνται φρούριόν τί σφισιν ἐπιτειχίσαι, καὶ ἕτερον ἐν Χάττοις παρ’αὐτῷ τῷ Ῥήνῳ.
54.33.5διὰ μὲν οὖν ταῦτα τάςτε ἐπινικίους τιμὰς καὶ τὸ ἐπὶ κέλητος ἐς τὸ ἄστυ ἐσελάσαι, τῇτε τοῦ ἀνθυπάτου ἐξουσίᾳ, ἐπειδὰν διαστρατηγήσῃ, χρήσασθαι ἔλαβε. τὸ γὰρ ὄνομα τὸ τοῦ αὐτοκράτορος ἐπεφημίσθη μὲν ὑπὸ τῶν στρατιωτῶν καὶ ἐκείνῳ τότε καὶ τῷ Τιβερίῳ πρότερον, οὐ μέντοι παρὰ τοῦ Αὐγούστου ἐδόθη, καίπερ αὐτοῦ ἀπ’ἀμφοτέρων τῶν ἔργων τὸν ἀριθμὸν τῆς ἐπικλήσεως αὐξήσαντος.
54.34.1ἐν ᾧ δ’οὖν ὁ Δροῦσος ταῦτ’ἔπραττεν, ἥτε πανήγυρις ἡ τῇ στρατηγίᾳ αὐτοῦ προσήκουσα πολυτελεστάτη ἐποιήθη, καὶ τὰ γενέθλια τὰ τοῦ Αὐγούστου καὶ ἐν τῷ ἱπποδρόμῳ καὶ ἐν τῇ ἄλλῃ πόλει πολλαχόθι θηρίων σφαγαῖς ἐτιμήθη.
54.34.2καὶ τοῦτο μέν, καίτοι μὴ ψηφισθέν, ἐν πᾶσιν ὡς εἰπεῖν τοῖς ἔτεσι πρός τινος τῶν ἀεὶ στρατηγούντων ἐγίγνετο · τὰ δὲ δὴ Αὐγουστάλια, ἃ καὶ νῦν ἄγεται, τότε πρῶτον ἐκ δόγματος ἐτελέσθη.
54.34.3ὅτε Τιβέριος τούςτε Δελμάτας νεοχμώσαντας καὶ τοὺς Παννονίους μετὰ τοῦτο πρόςτε τὴν ἐκείνου καὶ πρὸς τὴν τοῦ πλείονος στρατοῦ ἀπουσίαν νεωτερίσαντας ἐχειρώσατο, πολεμῶντε ἅμα ἀμφοτέροις, καὶ τοτὲ μὲν τῇ τοτὲ δὲ τῇ μεθιστάμενος, ὥστε καὶ τῶν ἄθλων τῶν αὐτῶν τῷ Δρούσῳ τυχεῖν.
54.34.4κα- κἀκ τούτου καὶ ἡ Δελματία τῇ τοῦ Αὐγούστου φρουρᾷ, ὡς καὶ ὅπλων τινῶν ἀεὶ καὶ δι’ἑαυτὴν καὶ διὰ τὴν τῶν Παννονίων γειτονίαν δεομένη, παρεδόθη.
54.34.5οὗτοι μὲν δὴ ταῦτ’ἔπρασσον · ἐν δὲ δὴ τοῖς αὐτοῖς τούτοις χρόνοις Οὐολογαίσης Θρᾷξ Βησσός, ἱερεὺς τοῦ παρ’αὐτοῖς Διονύσου, προσεποιήσατό τινας πολλὰ θειάσας, καὶ μετ’αὐτῶν ἀποστὰς τόντε Ῥασκύποριν τὸν τοῦ Κότυος υἱὸν νικήσας ἀπέκτεινε, καὶ τὸν θεῖον αὐτοῦ τὸν Ῥυμητάλκην μετὰ ταῦτα ἀμαχεὶ γυμνώσας τῶν δυνάμεων τῇ παρὰ τοῦ θεοῦ δόξῃ φυγεῖν ἐποίησε, καὶ αὐτὸν ἐπιδιώκων ἔςτε τὴν Χερρόνησον ἐνέβαλε καὶ δεινῶς αὐτὴν ἐλυμήνατο.
54.34.6ὡς οὖν οὗτόςτε ταῦτ’ἐποίει καὶ οἱ Σιαλέται τὴν Μακεδονίαν ἐκακούργουν, Λούκιος Πίσων ἐκ Παμφυλίας, ἧς ἦρχε, προσετάχθη σφίσι · καὶ προαναχωρησάντων οἴκαδε τῶν Βησσῶν ἐπειδὴ ἐπυνθάνοντο αὐτὸν προσιόντα, ἔςτε τὴν γῆν αὐτῶν ἀφίκετο, καὶ ἡττηθεὶς τὸ πρῶτον ἀντεπεκράτησε, καὶ ἐκείνηντε καὶ τὴν τῶν προσχώρων τῶν συνεπαναστάντων σφίσιν ἐπόρθησε.
54.34.7καὶ τότε τοὺς μὲν ἐθελοντὰς προσθέμενος τοὺς δ’ἄκοντας ἐκπλήξας, τοῖς δὲ καὶ ἐκ παρατάξεως συνενεχθείς, πάντας αὐτοὺς ὑπηγάγετο, καὶ μετὰ τοῦτο νεοχμώσαντάς τινας αὐτῶν αὖθις κατεδουλώσατο. καὶ αὐτῷ διὰ ταῦτα καὶ ἱερομηνίαι καὶ τιμαὶ ἐπινίκιοι ἐδόθησαν.
54.35.1ἐν ᾧ δ’οὖν ἐκεῖνα ἐγίγνετο, ὁ Αὔγουστος ἀπογραφάςτε ἐποιήσατο, πάντα τὰ ὑπάρχοντά οἱ καθάπερ τις ἰδιώτης ἀπογραψάμενος, καὶ τὴν βουλὴν κατελέξατο. ὁρῶν δὲ ὅτι οὐκ ἀεὶ συχνοὶ συνελέγοντο, ἐκέλευσε τὰ δόγματα αὐτῆς καὶ ἐν ἐλάττοσιν ἢ τετρακοσίοις γίγνεσθαι · οὐ γὰρ ἐξῆν τινα ἐκ τοῦ πρὶν ἄλλως κυροῦσθαι.
54.35.2ἐπειδήτε ἀργύριον αὖθις ἐς εἰκόνας αὐτοῦ καὶ ἐκείνη καὶ ὁ δῆμος συνεσήνεγκαν, ἑαυτοῦ μὲν οὐδεμίαν, Ὑγιείας δὲ δημοσίας καὶ προσέτι καὶ Ὁμονοίας Εἰρήνηςτε ἔστησεν. ἀείτε γὰρ ὡς εἰπεῖν καὶ ἐπὶ πάσῃ προφάσει τοῦτ’ἐποίουν, καὶ τέλος καὶ ἐν αὐτῇ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ οὐκέτι ἰδίᾳ που κατέβαλλον αὐτό, ἀλλ’αὐτῷ ἐκείνῳ προσιόντες οἱ μὲν πλεῖον ἔλαττον ἐδίδοσαν.
54.35.3καὶ ὃς προσθεὶς ἂν ἕτερον τοσοῦτον ἢ καὶ πλέον ἀντεδίδου, οὐχ ὅπως τοῖς βουλευταῖς ἀλλὰ καὶ τοῖς ἄλλοις. ἤδη δὲ καὶ ἐκεῖνο ἤκουσα, ὅτι καὶ ἄλλο τι ἀργύριον ἐκ λογίου τινὸς ἢ καὶ ὀνείρατος παρὰ τῶν προστυχόντων οἱ, ὡς καὶ προσαιτῶν, ἐν μιᾷ τοῦ ἔτους ἡμέρᾳ ἐλάμβανε.
54.35.4καὶ τοῦτο μέν, εἴ γέ τῳ πιστόν, οὕτω παραδέδοται · ἐν δὲ τῷ ἔτει ἐκείνῳ τήντε Ἰουλίαν τῷ Τιβερίῳ συνῴκισε, καὶ τὴν Ὀκταουίαν τὴν ἀδελφὴν ἀποθανοῦσαν προέθετο ἐπὶ τοῦ Ἰουλιείου ἡρῴου, παραπετάσματι καὶ τότε ἐπὶ τοῦ νεκροῦ χρησάμενος.
54.35.5καὶ αὐτόςτε ἐκεῖ τὸν ἐπιτάφιον εἶπε, καὶ ὁ Δροῦσος ἐπὶ τοῦ βήματος · δημόσιον γὰρ τὸ πένθος ἀλλαξαμένων τὴν ἐσθῆτα τῶν βουλευτῶν ἐγένετο. καὶ τὸ μὲν σῶμα αὐτῆς οἱ γαμβροὶ ἐξήνεγκαν, τὰ δὲ δὴ ψηφισθέντα αὐτῇ οὐ πάντα ὁ Αὔγουστος ἐδέξατο.
54.36.1κα- κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ ὅτε ἱερεὺς τοῦ Διὸς πρῶτον μετὰ τὸν Μερούλαν ἀπεδείχθη, καὶ τοῖς ταμίαις τὰ δόγματα τὰ ἑκάστοτε γιγνόμενα διὰ φυλακῆς ποιεῖσθαι ἐκελεύσθη, ἐπειδὴ οἵτε δήμαρχοι καὶ οἱ ἀγορανόμοι οἱ πρότερον αὐτὰ ἐπιτετραμμένοι διὰ τῶν ὑπηρετῶν τοῦτ’ἔπραττον, καί τις ἐκ τούτου καὶ διαμαρτία καὶ ταραχὴ ἐγένετο.
54.36.2ἐψηφίσθη μὲν οὖν τὸν Ἰανὸν τὸν Γέμινον ὡς καὶ πεπαυμένων τῶν πολέμων (ἀνέῳκτο γάρ) κλεισθῆναι, οὐ μέντοι καὶ ἐκλείσθη · οἵτε γὰρ Δακοὶ τὸν Ἴστρον πεπηγότα διαβάντες λείαν ἐκ τῆς Παννονίας ἀπετέμοντο, καὶ οἱ Δελμάται πρὸς τὰς ἐσπράξεις τῶν χρημάτων ἐπανέστησαν.
54.36.3καὶ τούτους μὲν ὁ Τιβέριος ἐκ τῆς Γαλατίας, ἐς ἣν μετὰ τοῦ Αὐγούστου ἐσεληλύθει, καταπεμφθεὶς ἀνεκτήσατο, τὰ δὲ δὴ τῶν Κελτῶν τῶντε ἄλλων καὶ τῶν Χάττων (πρὸς γὰρ τοὺς Συγάμβρους μετέστησαν, καὶ τῆς χώρας αὐτῶν, ἣν οἰκεῖν παρὰ τῶν Ῥωμαίων εἰλήφεσαν, ἐξανέστησαν) ὁ Δροῦσος τὰ μὲν ἐκάκωσε τὰ δὲ ἐχειρώσατο.
54.36.4καὶ μετὰ τοῦτο ἔςτε τὴν Ῥώμην σὺν τῷ Αὐγούστῳ ἀνεκομίσθησαν (ἐν γὰρ τῇ Λουγδουνίδι τὰ πολλὰ οὗτος ἐγγύθεν τοῖς Κελτοῖς ἐφεδρεύων διέτριβε), καὶ ὅσα ἐπὶ ταῖς νίκαις ἐψήφιστο ἢ καὶ ἄλλως καθήκοντα ἦν γενέσθαι, ἐπετέλεσαν.