Roman History, 41
41.1.1τότε μὲν δὴ ταῦτ’ἔπραξε, μετὰ δὲ τοῦτο γράμματα παρὰ τοῦ Καίσαρος πρὸς τὴν βουλὴν λαβὼν ἦλθέτε ἐς τὴν Ῥώμην ἐν αὐτῇ τῇ νουμηνίᾳ ἐν ᾗ ὅτε Λέντουλος ὁ Κορνήλιος καὶ ὁ Κλαύδιος ὁ Γάιος τὴν ἀρχὴν ἐνεστήσαντο, καὶ οὐ πρότερον τοῖς ὑπάτοις αὐτὰ ἀπέδωκε πρὶν ἐς τὸ συνέδριόν σφας ἀφικέσθαι, μὴ καὶ ἔξω που λαβόντες αὐτὰ ἀποκρύψωνται.
41.1.2ἐπὶ πολὺ μὲν γὰρ καὶ ὣς ἀνέσχον, οὐκ ἐθέλοντές σφας ἀναλέξασθαι · τέλος δὲ ὑπότε Κυΐντου Κασσίου Λογγίνου καὶ ὑπὸ Μάρκου Ἀντωνίου δημαρχούντων ἠναγκάσθησαν αὐτὰ δημοσιεῦσαι.
41.1.3Ἀντώνιος μὲν οὖν ἐν τούτῳ τότε τὸν Καίσαρα εὐεργετήσας ἀντιλήψεσθαίτε πολλὰ καὶ ἐπὶ μεγάλων καὶ αὐτὸς αἰωρηθήσεσθαι ἔμελλεν. ἐν δὲ τῇ ἐπιστολῇ τάτε ἄλλα ὅσα ποτὲ καλῶς τὸ κοινὸν ὁ Καῖσαρ ἐπεποιήκει ἐνεγέγραπτο, καὶ ἀπολογισμὸς ὑπὲρ ὧν ᾐτιάζετο.
41.1.4καταλύσειντε τὰ στρατόπεδα καὶ τῆς ἀρχῆς ἐκστήσεσθαι ὑπισχνεῖτο, ἂν καὶ ὁ Πομπήιος τὰ αὐτά οἱ ποιήσῃ · ἐκείνου γὰρ τὰ ὅπλα ἔχοντος οὐ δὲ ἑαυτὸν δίκαιον εἶναι ἀναγκασθῆναι αὐτὰ ἀφεῖναι ἔλεγεν, ἵνα μὴ καὶ τοῖς ἐχθροῖς ἐκδοθῇ.
41.2.1διαψηφίσεως δὲ ἐπὶ τούτοις οὐ κατ’ἄνδρα, μὴ καὶ δι’αἰδῶ ἢ καὶ φόβον τινὰ παρὰ τὰ δοκοῦντά σφισιν ἀποφήνωνται, ἀλλ’ἐν τῇ ἐπὶ τάδε καὶ ἐπ’ἐκεῖνα τοῦ βουλευτηρίου μεταστάσει γενομένης, τὸν μὲν Πομπήιον οὐδεὶς ἀπαλλαγῆναι ἐκ τῶν ὅπλων ἐψηφίσατο (ἐν γὰρ τῷ προαστείῳ τὰς δυνάμεις εἶχε), τὸν δὲ δὴ Καίσαρα πάντες πλὴν Μάρκουτέ τινος Καιλίου καὶ τοῦ Κουρίωνος τοῦ τὰ γράμματα αὐτοῦ κομίσαντος.
41.2.2περὶ γὰρ τῶν δημάρχων οὐδὲν λέγω, ὅτι μη δὲ ἐν ἀνάγκῃ τινὶ μεταστῆναι ἐποιήσαντο, ἅτε καὶ ἐξουσίαν ἔχοντες εἴτε ἐβούλοντό τινα γνώμην συμβαλέσθαι εἴτε καὶ μή. ἔδοξε μὲν οὖν ταῦτα, οὐ μὴν καὶ κυρωθῆναί τι αὐτῶν οὔτε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὔτε ἐν τῇ ὑστεραίᾳ ὅτε Ἀντώνιος καὶ ὁ Λογγῖνος ἐπέτρεψαν.
41.3.1ἀγανακτησάντων δὲ ἐπὶ τούτῳ τῶν ἄλλων καὶ ψηφισαμένων τὴν ἐσθῆτα ἀλλάξασθαι, κῦρος μὲν οὐ δὲ τοῦθ’ὑπὸ τῶν αὐτῶν ἔλαβεν, ἡ μέντοι γνώμη συνεγράφη καὶ τὸ ἔργον τὸ ἀπ’αὐτῆς ἐγένετο · πάντες γὰρ παραχρῆμα ἐξελθόντες ἐκ τοῦ συνεδρίου καὶ τὴν στολὴν μεταβαλόντες ἐσῆλθον αὖθις καὶ περὶ τιμωρίας αὐτῶν ἐβουλεύοντο.
41.3.2ἰδόντες δὲ τοῦτ’ἐκεῖνοι τὰ μὲν πρῶτα ἀντέπραττον, ἔπειτα δὲ φοβηθέντες, ἄλλωςτε καὶ ἐπειδὴ ὁ Λέντουλος ὑπεξελθεῖν σφισι πρὶν τὰς ψήφους διενεχθῆναι παρῄνεσεν, εἶπόντε πολλὰ καὶ ἐμαρτύραντο, κα- κἀκ τούτου μετὰ τοῦ Κουρίωνος καὶ μετὰ τοῦ Καιλίου ἀπῆραν πρὸς τὸν Καίσαρα, βραχὺ φροντίσαντες ὅτι ἐκ τοῦ βουλευτικοῦ διεγράφησαν.
41.3.3τότε μὲν οὖν τοῦτ’ἐγνώσθη, καὶ τοῖς ὑπάτοις ταῖςτε ἄλλαις ἀρχαῖς ἡ φυλακὴ τῆς πόλεως, ὥσπερ που εἰώθει γίγνεσθαι, ἐπετράπη · ὕστερον δὲ ἔξω τοῦ πωμηρίου πρὸς αὐτὸν τὸν Πομπήιον ἐλθόντες ταραχήντε εἶναι ἔγνωσαν, καὶ ἐκείνῳ μὲν καὶ τὰ χρήματα καὶ στρατιώτας ἔδωκαν, τὸν δὲ δὴ Καίσαρα τήντε ἀρχὴν τοῖς διαδόχοις παραδοῦναι καὶ τὰ στρατεύματα ἐντὸς ῥητῆς ἡμέρας ἀφεῖναι, ἢ πολέμιον ὡς καὶ τα- τἀναντία τῇ πατρίδι ποιοῦντα εἶναι ἐψηφίσαντο.
41.4.1πυθόμενος οὖν ταῦτα ἐκεῖνος ἔςτε Ἀρίμινον ἦλθεν, ἔξω τῆς ἑαυτοῦ ἀρχῆς τότε πρῶτον προχωρήσας, καὶ συναγαγὼν τοὺς στρατιώτας ἐκέλευσε τόντε Κουρίωνα καὶ τοὺς ἄλλους τοὺς μετ’αὐτοῦ ἐλθόντας σφίσι τὰ πραχθέντα διηγήσασθαι. γενομένου δὲ τούτου προσπαρώξυνεν αὐτούς, ἐπειπὼν ὅσα ὁ καιρὸς ἀπῄτει.
41.4.2καὶ μετὰ τοῦτο ἄρας ἐπ’αὐτὴν ἄντικρυς τὴν Ῥώμην ἤλασε, πάσας τὰς ἐν ποσὶ πόλεις ἀμαχεὶ προστιθέμενος, τῶν φρουρῶν τῶν μὲν ἐκλειπόντων αὐτὰς ἀσθενείᾳ, τῶν δὲ τὰ ἐκείνου ἀνθαιρουμένων. αἰσθόμενος δὲ τοῦτο ὁ Πομπήιος, καὶ ἅμα καὶ τὴν διάνοιαν αὐτοῦ πᾶσαν παρὰ τοῦ Λαβιήνου μαθών, ἔδεισεν.
41.4.3οὗτος γὰρ ἐγκαταλιπὼν τὸν Καίσαρα ἐξηυτομόλησε καὶ πάντα οἱ τὰ ἀπόρρητα αὐτοῦ ἐξήγγειλε. θαυμάσειε μὲν οὖν ἄν τις ὅτι ἐς τὰ πρῶτα ὑπὸ τοῦ Καίσαρος ἀεί ποτε τιμηθείς, ὥστε καὶ πάντων τῶν ὑπὲρ τὰς Ἄλπεις στρατοπέδων, ὁπότε ἐκεῖνος ἐν τῇ Ἰταλίᾳ εἴη, ἄρχειν, ἐποίησε τοῦτο ·
41.4.4αἴτιον δὲ ὅτι αὐτόςτε καὶ πλοῦτον καὶ δόξαν περιβαλόμενος ὀγκηρότερον τῆς ἡγεμονίας διάγειν ἤρξατο, καὶ ὁ Καῖσαρ παρισούμενόν οἱ αὐτὸν ἰδὼν οὐκέθ’ὁμοίως ἠγάπα. τήντε οὖν μεταβολὴν μὴ φέρων, καὶ φοβηθεὶς ἅμα μὴ πάθῃ τι, μετέστη.
41.5.1ὁ οὖν Πομπήιος ἔκτε τῶν περὶ τοῦ Καίσαρος αὐτῷ λεχθέντων, καὶ ὅτι ἰσχὺν ἀξιόμαχον οὔπω παρεσκεύαστο, καὶ τοὺς ἐν τῇ πόλει, τούςτε ἄλλους καὶ αὐτοὺς μάλιστα τοὺς στασιώτας, τόντε πόλεμον ὀκνοῦντας μνήμῃ τῶντε τοῦ Μαρίου καὶ τῶν τοῦ Σύλλου ἔργων καὶ ἀπαλλαγῆναι ἀσφαλῶς αὐτοῦ βουλομένους εἶδε, μετεβάλετο, καὶ πρέσβεις πρὸς τὸν Καίσαρα Λούκιόντε Καίσαρα συγγενῆ αὐτῷ ὄντα καὶ Λούκιον Ῥώσκιον στρατηγοῦντα αὐτεπαγγέλτους ἀπέστειλεν, εἴ πως τὴν ὁρμὴν αὐτοῦ ἐκφυγὼν ἔπειτ’ἐπὶ μετρίοις τισὶ συμβαίη.
41.5.3ἀποκριναμένου δὲ ἐκείνου τάτε ἄλλα ἅπερ ἐπεστάλκει, καὶ ὅτι αὐτὸς τῷ Πομπηίῳ διαλεχθῆναι ἐθέλοι, τοῦτο μὲν οὐχ ἡδέως οἱ πολλοὶ ἤκουσαν, δείσαντες μὴ καὶ κατὰ σφῶν τι σύνθωνται ·
41.5.4ἐπεὶ μέντοι οἱ πρέσβεις ἄλλατε πολλὰ ἐπαινοῦντες τὸν Καίσαρα ἔλεγον, καὶ τέλος οὔτε τι κακὸν ὑπ’αὐτοῦ πείσεσθαί τινα καὶ τὰ στρατεύματα αὐτίκα ἀφεθήσεσθαι προσυπισχνοῦντο, ἥσθησαν, καὶ πρόςτε ἐκεῖνον τοὺς αὐτοὺς αὖθις πρέσβεις ἔπεμψαν, καὶ ἠξίουν ἐπιβοῶντες ἀεὶ καὶ πανταχοῦ καὶ ἀμφοτέρους ἅμα αὐτοὺς τὰ ὅπλα καταθέσθαι.
41.6.1φοβηθεὶς οὖν διὰ ταῦθ’ὁ Πομπήιος (καὶ γὰρ εὖ ἠπίστατο ὅτι πολὺ τοῦ Καίσαρος, ἄν γε ἐπὶ τῷ δήμῳ γένωνται, ἐλαττωθήσεται) αὐτόςτε ἐς Καμπανίαν πρὶν τοὺς πρέσβεις ἐπανελθεῖν, ὡς καὶ ῥᾷον ἐκεῖ πολεμήσων, προαπῆρε, καὶ τὴν βουλὴν ἅπασαν μετὰ τῶν τὰς ἀρχὰς ἐχόντων ἀκολουθῆσαί οἱ ἐκέλευσεν, ἄδειάντέ σφισι δόγματι τῆς ἐκδημίας δούς, καὶ προειπὼν ὅτι τὸν ὑπομείναντα ἔντε τῷ ἴσῳ καὶ ἐν τῷ ὁμοίῳ τοῖς τὰ ἐναντία σφίσι πράττουσιν ἕξοι.
41.6.3πρὸς δ’ἔτι καὶ τὰ χρήματα τὰ δημόσια τάτε ἀναθήματα τὰ ἐν τῇ πόλει πάντα ἀναιρεθῆναι προσέταξεν αὐτοῖς ψηφίσασθαι, ἐλπίζων παμπληθεῖς ἀπ’αὐτῶν στρατιώτας ἀθροίσειν. τοσαύτην γὰρ εὔνοιαν αὐτοῦ πᾶσαι ὡς εἰπεῖν αἱ ἐν τῇ Ἰταλίᾳ πόλεις εἶχον ὥστε, ἐπειδὴ ἤκουσαν αὐτὸν ὀλίγον ἔμπροσθεν ἐπικινδύνως νοσοῦντα, σωτήρια αὐτοῦ δημοσίᾳ θύσειν εὔξασθαι.
41.6.4καὶ ὅτι μὲν μέγα καὶ λαμπρὸν τοῦτ’αὐτῷ ἔδοσαν, οὐ δ’ἂν εἷς ἀντιλέξειεν · οὐ γὰρ ἔστιν ὅτῳ ποτὲ ἄλλῳ, ἔξω τῶν μετὰ ταῦτα τὸ πᾶν κράτος λαβόντων, τοιοῦτόν τι ἐψηφίσθη · οὐ μὴν καὶ ἀκριβῆ πίστιν τοῦ μὴ οὐκ ἐγκαταλείψειν αὐτὸν πρὸς τὸν ἐκ τοῦ κρείττονος φόβον παρεῖχον.
41.6.5ἐγνώσθη μὲν δὴ ταῦτα περίτε τῶν χρημάτων καὶ περὶ τῶν ἀναθημάτων, οὐκ ἐκινήθη δὲ οὐδέτερα · πυθόμενοι γὰρ ἐν τούτῳ τόντε Καίσαρα μήτε τι εἰρηναῖον τοῖς πρέσβεσιν ἀποκεκρίσθαι καὶ προσεγκαλεῖν σφισιν ὡς καὶ καταψευσαμένοις τινὰ αὐτοῦ, καὶ τοὺς στρατιώτας πολλούςτε καὶ θρασεῖς εἶναι καὶ πᾶν ὁτιοῦν, οἷά που φιλεῖ περὶ τῶν τοιούτων ἐπὶ τὸ φοβερώτερον ἀγγέλλεσθαι, κακουργήσειν, ἐφοβήθησαν, καὶ σπουδῇ τὴν ἔξοδον, πρὶν ἅψασθαί τινος αὐτῶν, ἐποιήσαντο.
41.7.1κα- κἀκ τούτου καὶ ἐς τὰ ἄλλα ὁμοίως πάντα θορυβώδης σφῶν καὶ ταραχώδης ἡ ἀνάστασις ἐγένετο. οἵτε γὰρ ἐξιόντες (ἦσαν δὲ πάντες ὡς εἰπεῖν οἱ πρῶτοι καὶ τῆς βουλῆς καὶ τῆς ἱππάδος καὶ προσέτι καὶ τοῦ ὁμίλου) λόγῳ μὲν ἐπὶ πολέμῳ ἀφωρμῶντο, ἔργῳ δὲ τὰ τῶν ἑαλωκότων ἔπασχον ·
41.7.2τήντε γὰρ πατρίδα καὶ τὰς ἐν αὐτῇ διατριβὰς ἐκλιπεῖν καὶ τὰ ἀλλότρια τείχη οἰκειότερα τῶν σφετέρων νομίζειν ἀναγκαζόμενοι δεινῶς ἐλυποῦντο.
41.7.3οἵτε γὰρ πανοικησίᾳ ἀνιστάμενοι τὰ ἱερὰ καὶ τοὺς οἴκους τότε ἔδαφος τὸ πατρῷον ὡς καὶ τῶν ἀντιστασιωτῶν εὐθὺς ἐσόμενα ἀπέλειπον, καὶ αὐτοὶ οὕτω τὴν γνώμην, ἄν γε καὶ περισωθῶσιν, εἶχον ὡς κα- κἀν τῇ Μακεδονίᾳ τῇτε Θρᾴκῃ κατοικήσοντες · τὴν γὰρ τοῦ Πομπηίου διάνοιαν οὐκ ἠγνόουν.
41.7.4καὶ οἱ κατὰ χώραν τούςτε παῖδας καὶ τὰς γυναῖκας τάτε ἄλλα τὰ τιμιώτατα καταλείποντες ἔχειν μέν τινα ἐλπίδα τῆς πατρίδος ἐδόκουν, πολὺ δὲ δὴ τῶν ἑτέρων, ἅτε καὶ ἀπὸ τῶν φιλτάτων ἀπαρτώμενοι, διττῇτε τύχῃ καὶ ἐναντιωτάτῃ παραβαλλόμενοι, χαλεπωτέρως ἀπήλλασσον ·
41.7.5τὰ γὰρ οἰκειότατα τῷ πολεμιωτάτῳ σφῶν ἐκδόντες ἔμελλον ἐθελοκακοῦντες μὲν αὐτοὶ κινδυνεύσειν, προθυμούμενοι δὲ ἐκείνων στερηθήσεσθαι, καὶ προσέτι φίλον μὲν μηδέτερον ἐχθροὺς δὲ ἀμφοτέρους ἕξειν, Καίσαρα μὲν ὅτι μὴ καὶ αὐτοὶ κατέμειναν, Πομπήιον δὲ ὅτι μὴ καὶ ἐκεῖνα συνεπηγάγοντο.
41.7.6ὥστε καὶ ἐς ἀμφίβολον καὶ ταῖς γνώμαις καὶ ταῖς εὐχαῖς ταῖςτε ἐλπίσι καθιστάμενοι τοῖςτε σώμασιν ἅμα ἀπὸ τῶν οἰκειοτάτων σφίσιν ἀπεσπῶντο καὶ τὰς ψυχὰς δίχα διῃροῦντο.
41.8.1ταῦτα μὲν οὖν οἱ ἐξορμώμενοι ἔπασχον, οἱ δ’ὑπολειπόμενοι διαφόροις μὲν ἀντιπάλοις δέ τισι καὶ αὐτοὶ παθήμασι συνεφέροντο. οἵτε γὰρ ἀπὸ τῶν προσηκόντων σφίσιν ἀποζευγνύμενοι, οἷα τῶντε προστατῶν στερισκόμενοι καὶ ἐπαμῦναι αὑτοῖς ἥκιστα δυνάμενοι, τῷτε πολέμῳ ἐκδιδόμενοι καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ τῆς πόλεως κρατήσοντος ἐσόμενοι, αὐτοίτε ὑπὸ τοῦ φόβου καὶ τῶν ὕβρεων καὶ τῶν σφαγῶν ὡς καὶ γιγνομένων ἤδη ἐταλαιπώρουν, καὶ περὶ ἐκείνων οἵτε ὀργήν σφισιν ὅτι ἐγκατελείφθησαν ἔχοντες τὰ αὐτὰ ἐπηρῶντο καὶ οἱ συγγνώμην τῆς ἀνάγκης ποιούμενοι τὰ αὐτὰ ἐδέδισαν.
41.8.3καὶ τὸ λοιπὸν πλῆθος σύμπαν, εἰ καὶ τὰ μάλιστα μηδεμία αὐτοῖς συγγένεια πρὸς τοὺς ἀφορμωμένους ἦν, ὅμως ἐλυποῦντο μὲν καὶ ἐπ’ἐκείνοις, οἱ μὲν γείτονας οἱ δὲ ἑταίρους πολύτε ἀπὸ σφῶν ἀφήξειν καὶ πολλὰ καὶ ἄτοπα καὶ δράσειν καὶ πείσεσθαι ἐλπίζοντες, πολλῷ δὲ δὴ μάλιστα ἑαυτοὺς ὠλοφύροντο ·
41.8.4τάςτε γὰρ ἀρχὰς καὶ τὴν βουλὴν τούςτε ἄλλους τούς τι δυναμένους πάντας (οὐ γάρ που εἴ γέ τις αὐτῶν ὑπολειφθήσεται ᾔδεσαν) τῆςτε πατρίδος ἅμα καὶ σφῶν ἐξισταμένους ὁρῶντες, καὶ μήτ’ἂν ἐκείνους, εἰ μὴ πάνυ πολλὰ καὶ δεινὰ αὐτῇ ἐπήρτητο, φυγεῖν ποτε ἐθελῆσαι λογιζόμενοι, καὶ αὐτοὶ ἔρημοι μὲν ἀρχόντων ἔρημοι δὲ συμμάχων γιγνόμενοι, πρόςτε τὰ ἄλλα πάντα παισίτέ τισιν ὀρφανοῖς καὶ γυναιξὶ χήραις ἐῴκεσαν, καὶ τὰς ὀργὰς τάςτε ἐπιθυμίας τῶν ἐπιόντων καὶ πρῶτοι […] τῆς τῶν προτέρων παθημάτων μνήμης, οἱ μὲν αὐτοὶ πειραθέντες, οἱ δὲ καὶ ἐκείνων ἀκούοντες ὅσα καὶ οἷα ὅτε Μάριος καὶ ὁ Σύλλας ἐξειργάσαντο, μέτριον οὐδὲν οὐ δὲ ἐς τὸν Καίσαρα ὑπώπτευον, ἀλλὰ καὶ πολὺ πλείω καὶ δεινότερα, ἅτε καὶ βαρβαρικοῦ τὸ πλεῖστον τοῦ στρατοῦ αὐτοῦ ὄντος, πείσεσθαι προσεδόκων.
41.9.1οὕτως οὖν δὴ πάντων αὐτῶν διακειμένων, καὶ μηδενός, ἔξω τῶν προσφιλῶν πῃ τῷ Καίσαρι δοκούντων εἶναι, ἐν ἐλαφρῷ τὸ πρᾶγμα ποιουμένου, καὶ ἐκείνων δὲ πρὸς τὰς μεταβολὰς τῶν τρόπων, ἃς οἱ πλείους πρὸς τὰ παρόντα σφίσι λαμβάνουσιν, οὐ φερεγγύῳ πίστει θαρσούντων, οὐ δ’ἐπινοῆσαι ῥᾴδιον ὅση μὲν ταραχὴ ὅσον δὲ καὶ πένθος ἐν τῇ τῶντε ὑπάτων καὶ τῶν ἄλλων τῶν συνεξορμωμένων σφίσιν ἐξόδῳ ἐγένετο.
41.9.2τήντε γὰρ νύκτα πᾶσαν ἀνασκευαζόμενοι καὶ περιφοιτῶντες ἐθορύβουν, καὶ ὑπὸ τὴν ἕω πολὺς μὲν πρὸς τοῖς ἱεροῖς οἶκτος (καὶ γὰρ ἑκασταχόθι περιιόντες εὐχὰς ἐποιοῦντο) πάντας αὐτοὺς ἐλάμβανε · τούςτε γὰρ θεοὺς ἀνεκάλουν καὶ τὰ δάπεδα κατεφίλουν, ὁσάκιςτε ἐξ οἵων περιεγένοντο ἀνηριθμοῦντο, καὶ ὅτι τὴν πατρίδα, ὃ μηπώποτε ἐτετόλμητό σφισιν, ἐξέλειπον, ὠδύροντο · πολὺς δὲ καὶ περὶ τὰς πύλας θρῆνος ἦν ·
41.9.3οἱ μὲν γὰρ ἀλλήλουςτε ἅμα καὶ ἐκείνην ὡς καὶ τελευταῖον ὁρῶντες ἠσπάζοντο, οἱ δὲ ἑαυτούςτε ἐθρήνουν καὶ τοῖς ἐξιοῦσι συνηύχοντο, καὶ οἵ γε πλείους ὡς καὶ προδιδόμενοι κατηρῶντο · πάντες γὰρ καὶ οἱ ὑπομένοντες παμπαιδὶ καὶ παγγυναικὶ παρῆσαν.
41.9.4καὶ μετὰ τοῦτο οἱ μὲν ἐξωρμῶντο, οἱ δὲ προέπεμπόν σφας · ἄλλοιτε ἐνεχρόνιζον καὶ πρὸς τῶν γνωρίμων κατείχοντο, καί τινες περιβάλλοντες ἀλλήλους ἐπὶ πλεῖστον συνηρτῶντο. ἀκολουθοῦντέςτε τοῖς ἐξορμωμένοις οἱ ὑπομένοντες ἐπὶ μακρότατον ἐπεβοῶντότε ἅμα αὐτοὺς καὶ κατῴκτιζον, ἄγειντέ σφας ἢ καὶ ἐκείνους οἴκοι μένειν ἀξιοῦντες ἐπεθείαζον.
41.9.5κα- κἀν τούτῳ ὀλολυγὴ ἐφ’ἑκάστῳ αὐτῶν πολλὴ καὶ παρὰ τῶν ἄλλων καὶ δάκρυα ἄπλετα ἐγίγνετο · τὴν μὲν γὰρ τοῦ κρείττονος ἐλπίδα ἥκιστα, ἅτε ἐν τοῖς τοιούτοις ὄντες, τὰ δὲ δὴ πάθη πρότερον μὲν οἱ καταλειπόμενοι ἔπειτα δὲ καὶ οἱ ἀφορμώμενοι προσεδέχοντο.
41.9.6εἴκασε δ’ἄν τις αὐτοὺς ἰδὼν δύοτε δήμους καὶ δύο πόλεις ἐκ μιᾶς γίγνεσθαι, καὶ τὴν μὲν ἀνίστασθαίτε καὶ φεύγειν, τὴν δὲ ἐγκαταλείπεσθαίτε καὶ ἁλίσκεσθαι.
41.9.7Πομπήιος μὲν οὖν οὕτω τὸ ἄστυ ἐξέλιπεν, συχνοὺς τῶν βουλευτῶν ἐπαγόμενος (ὑπελείφθησαν γάρ τινες, οἱ μὲν τὰ τοῦ Καίσαρος φρονοῦντες, οἱ δὲ καὶ ἐκ μέσου ἀμφοῖν ἱστάμενοι), καὶ καταλόγουςτε ἐκ τῶν πόλεων σπουδῇ ἐποιεῖτο καὶ χρήματα ἐξέλεγε, φρουράςτε ὡς ἑκασταχόσε
41.10.1ἔπεμπε · Καῖσαρ δὲ ἐπειδὴ ταῦτα ἔμαθε, πρὸς μὲν τὴν Ῥώμην οὐκ ἠπείχθη (ἆθλόντε γὰρ αὐτὴν ᾔδει τοῖς κρατήσουσι προκειμένην, καὶ οὐκ ἐπ’ἐκείνην ὡς καὶ πολεμίαν οἱ οὖσαν, ἀλλ’ἐπὶ τοὺς ἀντιστασιώτας ὑπὲρ αὐτῆς δῆθεν ἐπιστρατεύειν ἔλεγε), γράμματα δὲ ἐς πᾶσαν τὴν Ἰταλίαν πέμψας, δι’ὧν τόντε Πομπήιον ἐς δίκην τινὰ προεκαλεῖτο καὶ τοῖς ἄλλοις θαρσεῖν παρῄνει, κατὰ χώραντε αὐτοῖς μένειν ἐκέλευε, καὶ ὑπισχνεῖτο πολλὰ αὐτοῖς.
41.10.2καὶ ἐπὶ Κορφίνιον, ἐπειδή οἱ ὑπὸ Λουκίου Δομιτίου κατεχόμενον οὐ προσεχώρει, ὥρμησε, καί τινας ἀπαντήσαντας μάχῃ κρατήσας ἐς πολιορκίαν τοὺς λοιποὺς κατέκλεισεν.
41.10.3ὁ οὖν Πομπήιος, ἐπειδὴ οὗτοίτε ἐπολιορκοῦντο καὶ τῶν ἄλλων πολλοὶ πρὸς τὸν Καίσαρα ἀπέκλινον, τῆς μὲν Ἰταλίας οὐδεμίαν ἔτ’ἐλπίδα ἔσχεν, ἐς δὲ δὴ τὴν Μακεδονίαν τήντε Ἑλλάδα καὶ τὴν Ἀσίαν περαιωθῆναι ἔγνω · τῇτε γὰρ μνήμῃ ὧν ἐκεῖ ἐπεπράχει, καὶ τῇ τῶν δήμων τῇτε τῶν βασιλέων φιλίᾳ πολὺ ἐθάρσει.
41.10.4ἦν μὲν γὰρ καὶ ἡ Ἰβηρία αὐτῷ πᾶσα οἰκεία, οὐκ ἐδύνατο δὲ ἐς αὐτὴν ἀσφαλῶς, ἅτε καὶ τοῦ Καίσαρος τὰς Γαλατίας ἔχοντος, κομισθῆναι. πρὸς δ’ἔτι καὶ ἐλογίζετο ὅτι, ἂν ἀποπλεύσῃ, οὔτε ἐπιδιώξει τις αὐτὸν διάτε τὴν τῶν πλοίων ἀπορίαν καὶ διὰ τὸν χειμῶνα (ἤδη γὰρ ἐκ μετοπώρου ἦν), κα- κἀν τούτῳ κατὰ σχολὴν πολλὰ μὲν ἐκ τοῦ ὑπηκόου πολλὰ δὲ καὶ ἐκ τοῦ συμμαχικοῦ καὶ χρήματα καὶ
41.11.1στρατεύματα ἀθροίσει. αὐτόςτε οὖν ἐπὶ τούτοις ἐς τὸ Βρεντέσιον ἀφωρμήθη, καὶ τὸν Δομίτιον ἐκλιπόντα τὸ Κορφίνιον ἀκολουθεῖν οἱ ἐκέλευσε. καὶ ὅς, εἰ καὶ τὰ μάλιστα ἰσχύντέ τινα εἶχε καὶ ἐπ’αὐτῇ ἐπήλπιζε (καὶ γὰρ τοὺς στρατιώτας τάτε ἄλλα ἐτεθεραπεύκει καὶ χώρας ὑποσχέσει ὑπῆκτο ·
41.11.2τῶντε γὰρ Συλλείων ἐγεγόνει καὶ πολλὴν ἐκ τῆς δυναστείας ἐκείνης ἐκέκτητο), ὅμως ἐπειθάρχησε. καὶ ὁ μὲν παρεσκευάζετο ὅπως δι’ἀσφαλείας τινὸς ἐκχωρήσῃ · μαθόντες δὲ τοῦθ’οἱ συνόντες οἱ, καὶ κατοκνήσαντες τὴν ἄφοδον ὡς καὶ φυγὴν οὖσαν, προσέθεντο τῷ Καίσαρι.
41.11.3καὶ οἱ μὲν συνεστρατεύοντο αὐτῷ, Δομίτιος δὲ καὶ οἱ ἄλλοι βουλευταὶ ᾐτιάθησαν μὲν ὑπ’αὐτοῦ ἐπὶ τῇ ἀντιτάξει, ἀπελύθησαν δὲ καὶ πρὸς τὸν Πομπήιον ἀπῆλθον.
41.12.1ὁ δ’οὖν Καῖσαρ σπουδὴν μὲν εἶχε συμμῖξαίτε αὐτῷ πρὶν ἐκπλεῦσαι, κα- κἀν τῇ Ἰταλίᾳ διαπολεμῆσαι, καταλαβεῖντε αὐτὸν ἐν τῷ Βρεντεσίῳ ἔτ’ὄντα · ἐπειδὴ γὰρ τὰ πλοῖα οὐκ ἐξήρκεσέ σφισι, προέπεμψεν ἄλλουςτε καὶ τοὺς ὑπάτους, μὴ καὶ νεοχμώσωσί τι κατὰ χώραν ὑπομείναντες ·
41.12.2ἰδὼν δὲ τὸ δυσάλωτον τοῦ χωρίου προεκαλέσατο αὐτὸν ἐς συνθήκας ὡς καὶ τὴν εἰρήνην τήντε φιλίαν ἀποληψόμενον. ἀποκριναμένουτε αὐτοῦ οὐδὲν ἄλλο ἢ ὅτι τοῖς ὑπάτοις ἃ λέγει κοινώσεται, ἐπειδὴ ἐδέδοκτό σφισι μηδένα τῶν πολιτῶν τῶν ἐν τοῖς ὅπλοις ὄντων ἐς λόγους δέχεσθαι, προσέβαλε τῇ πόλει.
41.12.3καὶ αὐτὸν ὁ Πομπήιος ἡμέρας μέν τινας ἠμύνατο, μέχρις οὗ τὰ πλοῖα ἐπανῆλθε · διοικοδομήσας δὲ ἐν τούτῳ καὶ ἀποφράξας τὰς ἐς τὸν λιμένα ὁδούς, μὴ καὶ ἐπίθηταί τις αὐτῷ ἐκπλέοντι, ἔπειτα νυκτὸς ἐξανήχθη. καὶ ὁ μὲν ἀσφαλῶς ἐς τὴν Μακεδονίαν ἐπεραιώθη, τὸ δὲ δὴ Βρεντέσιον δύοτε ἐν αὐτῷ πλοῖα μεστὰ ἀνδρῶν ἑάλω.
41.13.1Πομπήιος μὲν οὖν τήντε πατρίδα καὶ τὴν ἄλλην Ἰταλίαν οὕτως ἐξέλιπε πάντα τὰ ἐναντιώτατα τοῖς πρόσθεν, ὅτε ἐς αὐτὴν ἐκ τῆς Ἀσίας κατέπλευσε, καὶ ἑλόμενος καὶ πράξας · ἀφ’ὧνπερ καὶ τὴν τύχην καὶ τὴν δόξαν ἀντίπαλον ἐκτήσατο.
41.13.2τάτε γὰρ στρατόπεδα πρότερον εὐθὺς ἐν τῷ Βρεντεσίῳ, ἵνα μή τι τοὺς πολίτας λυπήσῃ, ἀφείς, ἕτερα δι’αὐτοῦ τότε ἐκ τῆς Ἰταλίας ἐπ’αὐτοὺς ἐξήγαγε · καὶ τοὺς πλούτους τῶν βαρβάρων ἐς τὴν Ῥώμην ἀγαγών, πάνθ’ὅσα ἠδυνήθη τότε ἐξ αὐτῆς ἑτέρωσε ἐκόμισε ·
41.13.3καὶ τῶν μὲν οἴκοι πάντων ἀπέγνω, τοῖς δ’ἀλλοτρίοις καὶ τοῖς γε ὑφ’ἑαυτοῦ ποτε δουλωθεῖσι συμμάχοις κατὰ τῆς πατρίδος χρήσασθαι ἐνόει, καὶ ἐν αὐτοῖς πολὺ πλείω ἐλπίδα καὶ τῆς σωτηρίας καὶ τῆς δυναστείας ἢ ἐν τοῖς εὐεργετηθεῖσιν ἐποιεῖτο.
41.13.4καὶ διὰ ταῦτα ἀντὶ μὲν τῆς λαμπρότητος ἣν ἐκ τῶν πολέμων ἐκείνων κτησάμενος ἀφίκετο, ταπεινότητα πρὸς τὸν παρὰ τοῦ Καίσαρος φόβον ἀντιλαβὼν ἀπῆρεν, ἀντὶ δὲ τῆς εὐκλείας ἣν ἐκ τοῦ τὴν πατρίδα αὐξῆσαι ἔσχεν, δυσκλεέστατος ἐπὶ τῇ τότε ἐκλείψει αὐτῆς ἐγένετο.
41.14.1καὶ εὐθύς γε καταίρων ἐς τὸ Δυρράχιον ἔμαθεν ὅτι οὐ καλῶς ἀπαλλάξει · στρατιώταςτε γὰρ κεραυνοὶ ἐν αὐτῷ τῷ πρόσπλῳ ἔφθειραν, καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ ἀράχναι κατέσχον, ἐκβάντοςτε ἐκ τῆς νεὼς αὐτοῦ ὄφεις τὸν στίβον ἐπισπόμενοι συνέχεον.
41.14.2ἐκείνῳ μὲν δὴ ταῦτα τὰ τέρατα ἐγένετο, συνεβεβήκει δὲ καὶ πάσῃ τῇ πόλει τούτῳτε τῷ ἔτει καὶ ὀλίγον ἔμπροσθεν ἕτερα. ὄντως γάρ που ἀμφοτέρωθεν ἐν ταῖς στάσεσι τὸ κοινὸν βλάπτεται · καὶ διὰ τοῦτο λύκοιτε καὶ βύαι πολλοὶ ἐν αὐτῷ τῷ ἄστει ὤφθησαν, καὶ σεισμοὶ συνεχεῖς μετὰ μυκηθμῶν ἐγένοντο, πῦρτε ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς διῇξε, καὶ ἕτερον ἄλλατε καὶ τὸν τοῦ Κυρίνου ναὸν κατέφλεξεν.
41.14.3ὅτε ἥλιος σύμπας ἐξέλιπε, καὶ κεραυνοὶ σκῆπτρόντε Διὸς καὶ ἀσπίδα κράνοςτε Ἄρεως, ἐν τῷ Καπιτωλίῳ ἀνακείμενα, καὶ προσέτι καὶ τὰς στήλας τὰς τοὺς νόμους ἐχούσας ἐλυμήναντο.
41.14.4ζῷάτε πολλὰ ἔξω τῆς ἑαυτῶν φύσεως ἐγέννησέ τινα, καὶ λόγιά τινα ὡς καὶ τῆς Σιβύλλης ὄντα ᾔδετο, κάτοχοίτέ τινες γιγνόμενοι συχνὰ ἐθείαζον. καὶ πολίαρχος οὐδεὶς ἐς τὰς ἀνοχάς, ὥσπερ εἴθιστο, ᾑρέθη, ἀλλ’οἱ στρατηγοὶ πάντα τὰ ἐπιβάλλοντα αὐτῷ, ὥς γέ τισι δοκεῖ, διῴκησαν · ἕτεροι γὰρ ἐν τῷ ὑστέρῳ ἔτει φασὶν αὐτοὺς τοῦτο ποιῆσαι.
41.14.5καὶ ἐκεῖνο μὲν καὶ αὖθις ἐγένετο, τότε δὲ καὶ ὁ Περπέρνας ὁ μετὰ τοῦ Φιλίππου ποτὲ τιμητεύσας ἀπέθανεν, ὡς ἔφην, τελευταῖος πάντων τῶν ἐν τῇ τιμητείᾳ αὐτοῦ βουλευσάντων, καὶ ἐδόκει καὶ τοῦτό τι νεοχμώσειν.
41.14.6ἐταράττοντο μὲν οὖν ἐπὶ τοῖς τέρασιν ὥσπερ εἰκὸς ἦν, οἰόμενοι δὲ δὴ καὶ ἐλπίζοντες ἑκάτεροι ἐς τοὺς ἀντιστασιώτας σφῶν πάντα αὐτὰ ἀποσκήψειν οὐδὲν ἐξεθύσαντο.
41.15.1ὁ οὖν Καῖσαρ ἐς μὲν τὴν Μακεδονίαν οὐ δὲ ἐπείρασε τότε πλεῦσαι (πλοίωντε γὰρ ἠπόρει ἅμα καὶ περὶ τῇ Ἰταλίᾳ ἐδεδίει, μὴ αὐτὴν ἐκ τῆς Ἰβηρίας οἱ τοῦ Πομπηίου ὑποστράτηγοι ἐπελθόντες κατάσχωσι), τὸ δὲ δὴ Βρεντέσιον διὰ φυλακῆς, τοῦ μή τινα τῶν ἀπηρκότων ἀναπλεῦσαι, ποιησάμενος πρόςτε τὴν Ῥώμην ἦλθε, καὶ τῆς γερουσίας οἱ ἔξω τοῦ πωμηρίου ὑπότε τοῦ Ἀντωνίου καὶ ὑπὸ τοῦ Λογγίνου παρασκευασθείσης (ἐκπεσόντες γὰρ ἐξ αὐτῆς τότε αὐτὴν ἤθροισαν) ἐδημηγόρησε πολλὰ καὶ ἐπιεικῆ, ὅπως πρόςτε τὸ παρὸν εὔνοιαν αὐτοῦ καὶ πρὸς τὸ μέλλον ἐλπίδα χρηστὴν λάβωσιν.
41.15.3ἐπειδὴ γὰρ τοῖςτε γιγνομένοις ἀχθομένους καὶ ἐς τὸ στρατιωτικὸν πλῆθος ὑποπτεύοντας αὐτοὺς ἑώρα, παραμυθήσασθαι καὶ τιθασεῦσαί σφας τρόπον τινὰ ἠθέλησεν, ἵνα τά γε ἐκείνων, ἕως ἂν διαπολεμήσῃ, ἐν ἡσυχίᾳ μείνῃ.
41.15.4καὶ διὰ τοῦτ’οὔτ’ᾐτιάσατό τινα οὔτ’ἠπείλησέ τινι οὐδέν, ἀλλὰ καὶ καταδρομὴν κατὰ τῶν πολεμεῖν πολίταις ἐθελόντων οὐκ ἄνευ ἀρῶν ἐποιήσατο, καὶ τὸ τελευταῖον πρέσβεις ὑπέρτε τῆς εἰρήνης καὶ ὑπὲρ τῆς ὁμονοίας σφῶν παραχρῆμα πρόςτε τοὺς ὑπάτους καὶ πρὸς τὸν Πομπήιον πεμφθῆναι ἐσηγήσατο.
41.16.1τὰ δ’αὐτὰ ταῦτα καὶ πρὸς τὸν δῆμον, καὶ αὐτὸν ἔξω τοῦ πωμηρίου συνελθόντα, εἰπών, σῖτόντε ἐκ τῶν νήσων μετεπέμψατο καὶ πέντε καὶ ἑβδομήκοντα δραχμὰς ἑκάστῳ δώσειν ὑπέσχετο. καὶ ὁ μὲν τούτοις αὐτοὺς δελεάσειν ἤλπιζεν, οἱ δ’ἄνθρωποι λογιζόμενοι ὅτι οὔτε φρονοῦσιν οὔτε πράττουσι τὰ αὐτὰ οἵτε ἐφιέμενοί τινων καὶ οἱ τυχόντες, ἀλλ’ἐν μὲν ταῖς ἀρχαῖς τῶν ἔργων πάντα τὰ ἥδιστα προβάλλουσι τοῖς ἀντιπρᾶξαί τι δυναμένοις, ἐπειδὰν δὲ κατορθώσωσιν ὅσα βούλονται, οὔτε τινὸς αὐτῶν μνημονεύουσι καὶ ἐπ’αὐτοὺς ἐκείνους ταῖς δυνάμεσιν ἃς παρ’αὐτῶν ἔλαβον χρῶνται, μεμνημένοι δὲ καὶ τὸν Μάριον τόντε Σύλλαν, ὡς πολλὰ καὶ φιλάνθρωπα πολλάκις σφίσιν εἰπόντες οἷα ἀνθ’οἵων ἔδρασαν, καὶ προσέτι καὶ τὴν τοῦ Καίσαρος χρείαν αἰσθόμενοι, τάτε ὅπλα αὐτοῦ πολλὰ καὶ πανταχοῦ τῆς πόλεως ὁρῶντες ὄντα, οὔτε πιστεύειν τοῖς λεγομένοις οὔτε θαρρεῖν ἐδύναντο, ἀλλ’ἔναυλον τὸν ἐκ τοῦ πρὶν φόβον ἔχοντες καὶ ἐκεῖνον ὑπετόπουν, καὶ μάλισθ’ὅτι οἱ πρέσβεις, οἱ τὰς καταλλαγὰς δῆθεν πρυτανεύσοντες ᾑρέθησαν μέν, οὐκ ἐξῆλθον δέ, ἀλλ’ὅτι καὶ ἐμνήσθη ποτε περὶ αὐτῶν ὁ Πίσων ὁ πενθερὸς αὐτοῦ αἰτίαν ἔσχε
41.17.1τοσούτουτε ἐδέησαν τὰ χρήματα ἃ ὑπέσχετο σφισι τότε γε λαβεῖν, ὥστε καὶ τα- τἆλλά οἱ πάνθ’ὅσα ἐν τῷ δημοσίῳ ἦν πρὸς τὴν τῶν στρατιωτῶν οὓς ἐφοβοῦντο, τροφὴν ἔδοσαν. καὶ ἐπὶ πᾶσιν τούτοις ὡς καὶ ἀγαθοῖς οὖσι τὴν ἐσθῆτα τὴν εἰρηνικὴν μετημπίσχοντο · οὐδέπω γὰρ αὐτὴν μετειλήφεσαν.
41.17.2ἀντεῖπε μὲν οὖν πρὸς τὴν περὶ τῶν χρημάτων ἐσήγησιν Λούκιός τις Μέτελλος δήμαρχος, καὶ ἐπειδὴ μηδὲν ἐπέρανε, πρόςτε τοὺς θησαυροὺς ἦλθε καὶ τὰς θύρας αὐτῶν ἐν τηρήσει ἐποιήσατο · σμικρὸν δὲ δὴ καὶ τῆς φυλακῆς αὐτοῦ, ὥσπερ που καὶ τῆς παρρησίας, οἱ στρατιῶται φροντίσαντες τήντε βαλανάγραν διέκοψαν (τὴν γὰρ κλεῖν οἱ ὕπατοι εἶχον, ὥσπερ οὐκ ἐξόν τισι πελέκεσιν ἀντ’αὐτῆς χρήσασθαι) καὶ πάντα τὰ χρήματα ἐξεφόρησαν.
41.17.3καὶ μέντοι καὶ τὰ ἄλλα τὸν αὐτὸν τρόπον, ὥς μοι πολλαχόθι εἴρηται, ὀνόματι μὲν ἰσονομίας (καὶ γὰρ διὰ τοῦ Ἀντωνίου τὰ πλείω αὐτῶν ἐσεφέρετο) ἔργῳ δὲ δυναστείας καὶ ἐψηφίζετο καὶ ἐπράττετο. τούςτε γὰρ ἀντιστασιάζοντάς σφισι πολεμίους ἑκάτεροι τῆς πατρίδος ὀνομάζοντες, καὶ ἑαυτοὺς ὑπὲρ τῶν κοινῶν πολεμεῖν λέγοντες, τάτε ἴδια μόνα ηὖξον, κα- κἀκεῖνα ὁμοίως ἀμφότεροι ἔφθειρον.
41.18.1ὁ δ’οὖν Καῖσαρ ταῦτάτε οὕτως ἐποίησε, καὶ τὴν Σαρδὼ τήντε Σικελίαν ἀμαχεὶ κατέσχεν, ἐκχωρησάντων τῶν τότε ἐν αὐταῖς ἀρχόντων · τόντε Ἀριστόβουλον οἴκαδε ἐς τὴν Παλαιστίνην, ὅπως τῷ Πομπηίῳ τι ἀντιπράξῃ, ἔστειλε ·
41.18.2καὶ τοῖς παισὶ τῶν ὑπὸ τοῦ Σύλλου ἐπικηρυχθέντων ἀρχὰς αἰτεῖν ἐφῆκε, τάτε ἄλλα πάντα, καὶ τὰ ἐν τῇ πόλει καὶ τὰ ἐν τῇ λοιπῇ Ἰταλίᾳ, πρὸς τὸ ἐπιτηδειότατον ἑαυτῷ ὡς ἐκ τῶν παρόντων κατέστησε.
41.18.3καὶ ἐκεῖνα μὲν τῷ Ἀντωνίῳ ἐπέτρεψεν, αὐτὸς δὲ ἐς τὴν Ἰβηρίαν, τάτε τοῦ Πομπηίου ἰσχυρῶς αἱρουμένην καὶ ἐς δέος αὐτόν μὴ καὶ τὰς Γαλατίας προσαποστήσῃ, καθιστάντας, ὥρμησε.
41.18.4κα- κἀν τούτῳ ἄλλοιτε βουλευταὶ καὶ ὁ Κικέρων, μη δὲ ἐς ὄψιν τῷ Καίσαρι ἐλθών πρὸς τὸν Πομπήιον ὥς γε τάτε δικαιότερα πράττοντα καὶ τῷ πολέμῳ κρατήσοντα ἀπεχώρησεν.
41.18.5οἵτε γὰρ ὕπατοι, πρὶν ἐκπλεῖν, καὶ ἐκεῖνος, ἅτε ἀντὶ ὑπάτου ἄρχων, πάντας αὐτοὺς ἐκέλευσαν ἐς Θεσσαλονίκην ἀκολουθῆσαι, ὡς τοῦ μὲν ἄστεως πρὸς πολεμίων τινῶν ἐχομένου, αὐτοὶ δὲ ἅτε γερουσία ὄντες καὶ τὸ τῆς πολιτείας πρόσχημα, ὅπου ποτ’ἂν ὦσιν, ἕξοντες.
41.18.6καὶ σφισι διὰ ταῦτα τῶντε βουλευτῶν καὶ τῶν ἱππέων οἱ πλείους, οἱ μὲν εὐθὺς τότε οἱ δὲ καὶ ὕστερον, καὶ αἱ πόλεις πᾶσαι, ὅσαι μὴ ὑπὸ τῶν τοῦ Καίσαρος ὅπλων κατείργοντο, προσεχώρησαν.
41.19.1οἱ μέντοι Μασσαλιῶται μόνοι τῶν ἐν τῇ Γαλατίᾳ οἰκούντων οὔτε συνήραντο τῷ Καίσαρι, οὔτε ἐς τὴν πόλιν ἐσεδέξαντο, ἀλλὰ καὶ ἀπόκρισιν αὐτῷ ἀξιομνημόνευτον ἔδοσαν ·
41.19.2τῷτε γὰρ δήμῳ τῶν Ῥωμαίων συμμαχεῖν καὶ ἐκείνοις ἐπιτηδείως ἀμφοτέροις ἔχειν, καὶ μήτε πολυπραγμονεῖν τι, μήθ’ἱκανοὶ διακρῖναι πότερος αὐτῶν ἀδικεῖ εἶναι ἔφασαν, ὥστε εἰ μέν τις ὡς φίλος ἐθέλοι πρὸς σφᾶς ἐλθεῖν, κα- κἂν ἀμφοτέρους αὐτοὺς ἄνευ τῶν ὅπλων δέξασθαι ἔλεγον, ἐπὶ πολέμῳ δὲ οὐδέτερον.
41.19.3καταστάντεςτε ἐς πολιορκίαν αὐτόντε ἐκεῖνον ἀπεκρούσαντο, καὶ τῷ Τρεβωνίῳ τῷτε Βρούτῳ τῷ Δεκίμῳ μετὰ τοῦτο προσεδρεύσασί σφισιν ἐπὶ πλεῖστον ἀντέσχον. ὁ γὰρ Καῖσαρ χρόνον μέν τινα, ὡς καὶ ῥᾳδίως αὐτοὺς αἱρήσων, προσεκαρτέρησε (καὶ γὰρ αὐτῷ δεινὸν ἐδόκει εἶναι ὅτι καὶ τῆς Ῥώμης ἀμαχεὶ κρατήσας ὑπὸ Μασσαλιωτῶν οὐκ ἐδέχετο), ἔπειτ’ἐπειδὴ ἀντήρκουν, ἐκείνους μὲν ἑτέροις προσέταξεν, αὐτὸς δὲ ἐς τὴν Ἰβηρίαν ἠπείχθη.
41.20.1ἐπεπόμφει μὲν γὰρ ἐς αὐτὴν Γάιον Φάβιον, δείσας δὲ μὴ καθ’ἑαυτὸν ἀγωνισάμενος πταίσῃ, καὶ αὐτὸς ἐστράτευσεν. εἶχον δὲ τότε τὰ πράγματα τὰ περὶ τὸν Ἴβηρα ὅτε Ἀφράνιος καὶ ὁ Πετρέιος, καὶ φυλακὴν μὲν καὶ τῆς ὑπερβολῆς τῶν ὀρῶν ἐπεποίηντο, τὸ δ’ὅλον ἐς Ἰλέρδαν τὰς δυνάμεις ἀθροίσαντες ἐνταῦθα τοὺς ἐπιόντας ὑπέμενον.
41.20.2καὶ τῷ μὲν Φαβίῳ τήντε ἐπὶ τοῦ Πυρηναίου φρουρὰν βιασαμένῳ καὶ τὸν ποταμὸν τὸν Σίκοριν διαβαίνοντι προσπεσόντες ἐξαίφνης πολλοὺς ἀπέκτειναν ἀποληφθέντας · ἡ γὰρ γέφυρα πρὶν διελθεῖν αὐτοὺς καταρραγεῖσα πλεῖστόν σφισι συνήρατο ·
41.20.3τῷ δὲ δὴ Καίσαρι ἐπελθόντιτε οὐ πολλῷ ὕστερον καὶ τὸν ποταμὸν καθ’ἑτέραν γέφυραν διαβάντι, προκαλουμένῳτε αὐτοὺς ἐς μάχην οὐκ ἐτόλμησαν ἐπὶ πάνυ πολλὰς ἡμέρας συμβαλεῖν, ἀλλ’ἀντιστρατοπεδευσάμενοι αὐτῷ ἡσύχαζον.
41.20.4θαρσήσας οὖν ἐκ τούτου καταλαβεῖν τὸ χωρίον τὸ μεταξὺ τοῦτε ταφρεύματός σφων καὶ τῆς πόλεως καρτερὸν ὂν ἐπεχείρησεν, ὡς καὶ τῶν τειχῶν αὐτοὺς ἀποκλείσων. αἰσθόμενοι δὲ τοῦτο οἱ περὶ τὸν Ἀφράνιον προκατέσχον αὐτό, καὶ τούςτε προσβάλλοντάς σφισιν ἀπεώσαντο, καὶ φεύγουσιν αὐτοῖς ἐπισπόμενοι τοὺς ἀντεπεξελθόντας ἐκ τοῦ ἐρύματος ὑπέστησαν, ἐνδόντεςτε ἐξεπίτηδες ὑπήγαγόν σφας ἐς χωρία ἑαυτοῖς ἐπιτήδεια, κα- κἀνταῦθα πολλῷ πλείους ἐφόνευσαν.
41.20.5κα- κἀκ τούτων ἐπιθαρσήσαντες τοῖςτε προνομεύουσιν αὐτῶν ἐπετίθεντο καὶ τοὺς ἀποσκεδαννυμένους ἐλύπουν ·
41.20.6καί ποτε διαβάντων τινῶν ἐς τὰ ἐπέκεινα τοῦ ποταμοῦ, κα- κἀν τούτῳ χειμῶνόςτε πολλοῦ γενομένου καὶ τῆς γεφύρας ᾗ ἐκέχρηντο διαφθαρείσης, ἐπιδιέβησαν κατὰ τὴν ἑτέραν γέφυραν τὴν πρὸς τῇ πόλει οὖσαν καὶ πάντας αὐτοὺς ἀνάλωσαν, μηδενός σφισιν ἐπαμῦναι δυνηθέντος.
41.21.1ὁ οὖν Καῖσαρ, ὡς ταῦτ’ἐγίγνετο καὶ οὔτε τῶν συμμάχων τις ἐπεκούρει οἱ (ἐκδεχόμενοι γὰρ αὐτοὺς οἱ ἐναντίοι, ὡς ἑκάστους αἴσθοιντο προσιόντας, ἀπήλαυνον) τάτ’ἐπιτήδεια, ἅτε ἔντε ἀλλοτρίᾳ ὢν καὶ πταίων, χαλεπῶς ἐπορίζετο, ἐν παντὶ ἐγένετο.
41.21.2πυνθανόμενοι δὲ ταῦθ’οἱ ἐν οἴκῳ Ῥωμαῖοι ἐκείνουτε ὡς οὐκέτι πλείω χρόνον περιοίσοντος ἀπέγνωσαν καὶ πρὸς τὸν Πομπήιον ἀπέκλινον · καί τινες καὶ τότε πρὸς αὐτὸν ἄλλοιτε καὶ βουλευταὶ ἀπῆραν.
41.21.3καὶ εἴγε μὴ οἱ Μασσαλιῶται ἐν τούτῳ ναυμαχίᾳ πρὸς τοῦ Βρούτου τῷτε μεγέθει τῶν νεῶν αὐτοῦ καὶ τῇ ῥώμῃ τῶν ἐπιβατῶν, καίπερ καὶ τῷ Δομιτίῳ συμμάχῳ χρώμενοι καὶ τῇ ἐμπειρίᾳ τῶν ναυτικῶν προέχοντες, ἡττήθησαν κα- κἀκ τούτου παντελῶς ἀπεκλείσθησαν, οὐδὲν ἂν ἐκώλυσε πάντα τὰ πράγματα αὐτοῦ φθαρῆναι.
41.21.4νῦν δὲ ἐπὶ τὸ μεῖζον ἐκ παρασκευῆς τοῖς Ἴβηρσιν ἀγγελθέντα ταῦτα οὕτως ἠλλοίωσέ τινας αὐτῶν ὥστε καὶ τὰ τοῦ Καίσαρος φρονῆσαι. καὶ αὐτοὺς παραλαβὼν τῆςτε τροφῆς ηὐπόρησε καὶ γεφύρας κατεσκεύασε, τοὺςτε ἐναντίους ἐλύπει, καί ποτε συχνοὺς αὐτῶν αἰφνίδιον ἐν τῇ χώρᾳ πλανωμένους ἀπολαβὼν ἀπώλεσεν.
41.22.1ὁ οὖν Ἀφράνιος ἀθυμήσας ἐπὶ τούτοις, καὶ τὰ ἐν Ἰλέρδᾳ οὔτε ἀσφαλῆ οὔτε ἐπιτήδεια πρὸς χρόνιον διατριβὴν ἰδὼν ὄντα, ἀναχωρῆσαι πρόςτε τὸν Ἴβηρα καὶ πρὸς τὰς ἐκεῖ πόλεις ἔγνω, καὶ νυκτός, ὡς λήσων ἢ φθάσων τοὺς ἐναντίους, ἄρας ἐπορεύετο.
41.22.2καὶ οὐκ ἔλαθε μὲν ἀνιστάμενος, οὐ μέντοι καὶ εὐθὺς ἐπεδιώχθη · ὁ γὰρ Καῖσαρ οὐχ ἡγήσατο ἀσφαλὲς εἶναι ἐν σκότῳ πολεμίοις ἐμπείροις τῆς χώρας μετὰ ἀπείρων ἐπακολουθῆσαι. ὡς μέντοι ἡ ἡμέρα διέλαμψεν, ἠπείχθη, καὶ αὐτοὺς ἐν μέσῃ τῇ ὁδῷ καταλαβὼν πανταχόθεν ἐξαπίνης πόρρωθεν περιεστοιχίσατο · τῷτε γὰρ πλήθει πολὺ περιῆν, καὶ τὸ χωρίον κοῖλον ὂν συμμαχοῦν ἔσχεν.
41.22.3ὁμόσε γὰρ οὐκ ἠθέλησέ σφισι χωρῆσαι, τὸ μέν τι φοβηθεὶς μὴ καὶ ἐς ἀπόνοιαν καταστάντες ἐξεργάσωνταί τι δεινόν, τὸ δὲ καὶ ἄλλως ἀκονιτί σφας παραστήσεσθαι ἐλπίσας. ὅ καὶ ἐγένετο · ὡς γὰρ πολλαχῇ πειράσαντες οὐδαμῇ διαπεσεῖν ἠδυνήθησαν, καὶ ἔκτε τούτου καὶ ἐκ τῆς ἀγρυπνίας τῆςτε πορείας ἐκεκμήκεσαν, καὶ προσέτι οὔτε τροφὴν εἶχον (αὐθημερὸν γὰρ τὸν σταθμὸν διατελέσειν προσδοκήσαντες οὐδὲν ἐπηνέγκαντο) οὔθ’ὕδατος εὐπόρουν (τὰ γὰρ χωρία ἐκεῖνα δεινῶς ἐστιν ἄνυδρα), παρέδοσάν σφας, ἐφ’ᾧ μήτε τι δεινὸν πάθωσι μήτε ἐπὶ τὸν Πομπήιον
41.23.1ἀναγκασθῶσίν οἱ συστρατεῦσαι. καὶ αὐτοῖς ἀκριβῶς ἑκάτερον ὁ Καῖσαρ ἐφύλαξεν · οὔτε γὰρ ἀπέκτεινε τὸ παράπαν τῶν ἐν τούτῳ τῷ πολέμῳ ἁλόντων οὐδένα, καίτοι ἐκείνων ποτὲ ἐν ἀνοχῇ τινι ἀφυλάκτως τινὰς τῶν ἑαυτοῦ ἔχοντας φθειράντων, οὔτε τῷ Πομπηίῳ ἀντιπολεμῆσαι ἐξεβιάσατο, ἀλλὰ τοὺς μὲν λογιμωτάτους ἠφίει, τοῖς δ’ἄλλοις ἐθελονταῖς · συμμάχοις διάτε τὰ κέρδη καὶ διὰ τὰς τιμὰς ἐχρῆτο.
41.23.2καὶ οὐκ ἐλάχιστά γε ἐκ τούτων οὔτε ἐς τὴν δόξαν οὔτε ἐς τὰ πράγματα ἀπώνητο · τάςτε γὰρ πόλεις τὰς ἐν τῇ Ἰβηρίᾳ πάσας καὶ τοὺς στρατιώτας τοὺς ἐκεῖ πάντας (ἦσαν δὲ ἄλλοιτε ἐν τῇ Βαιτικῇ καὶ μετὰ Μάρκου Τερεντίου Οὐάρρωνος ὑποστρατήγου συχνοί) προσεποιήσατο.
41.24.1παραλαμβάνωντε οὖν ἅμα αὐτοὺς καὶ καθιστάμενος διέδραμε μέχρι Γαδείρων. καὶ ἐλύπησε μὲν οὐδένα οὐδὲν πλὴν χρημάτων ἐκλογῆς (ταῦτα γὰρ παμπληθῆ ἐσέπραξεν), ἐτίμησε δὲ καὶ ἰδίᾳ καὶ κοινῇ πολλούς · καὶ τοῖς γε Γαδειρεῦσι πολιτείαν ἅπασιν ἔδωκεν, ἣν καὶ ὁ δῆμός σφισιν ὕστερον ἐπεκύρωσε.
41.24.2τοῦτο δὲ ἐποίησεν ἀμειβόμενός σφας τῆς τοῦ ὀνείρου ὄψεως, δι’ἧς ἐνταῦθα, ὅτε ἐταμίευσε, συγγεγονέναι τῇ μητρὶ ἔδοξε, καὶ ἀπ’αὐτοῦ καὶ τὴν ἐλπίδα τῆς μοναρχίας, ὥσπερ εἶπον, ἔλαβεν. πράξας δὲ ταῦτα τὸ μὲν ἔθνος ἐκεῖνο τῷ Λογγίνῳ τῷ Κασσίῳ προσέταξεν, ἐπειδὴ συνήθης αὐτοῖς ἐκ τῆς ταμιείας ἣν ὑπὸ τῷ Πομπηίῳ ἐτεταμιεύκει ἦν ·
41.24.3αὐτὸς δὲ μέχρι Ταρράκωνος πλοίοις ἐκομίσθη. ἐντεῦθεν δὲ διὰ τοῦ Πυρηναίου προχωρῶν τρόπαιον μὲν οὐδὲν ἐπ’αὐτοῦ ἔστησεν, ὅτι μη δὲ τὸν Πομπήιον καλῶς ἀκούσαντα ἐπὶ τούτῳ ᾔσθετο, βωμὸν δὲ δὴ ἐκ λίθων ξεστῶν συνῳκοδομημένον μέγαν οὐ πόρρω τῶν ἐκείνου τροπαίων ἱδρύσατο.
41.25.1ἐν ᾧ δὲ ταῦτ’ἐγίγνετο, οἱ Μασσαλιῶται νεῶν σφισι παρὰ τοῦ Πομπηίου αὖθις πεμφθεισῶν ἀνεκινδύνευσαν. καὶ ἡττήθησαν μὲν καὶ τότε, διεκαρτέρουν δέ, καίτοι καὶ τὴν Ἰβηρίαν ἤδη τὸν Καίσαρα ἔχοντα πυνθανόμενοι, καὶ τάςτε προσβολὰς ἰσχυρῶς ἀπεκρούοντο, καὶ διοκωχήν τινα ὡς καὶ τῷ Καίσαρι, ἐπειδὰν ἔλθῃ, προσχωρήσοντες ποιησάμενοι, τόντε Δομίτιον ὑπεξέπεμψαν, καὶ τοὺς στρατιώτας ἐπιθεμένους σφίσιν ἐν ταῖς σπονδαῖς νυκτὸς οὕτω διέθεσαν ὥστε μηδὲν ἔτι τολμῆσαι.
41.25.3τῷ μέντοι Καίσαρι αὐτῷ ἐλθόντι ὡμολόγησαν · καὶ ὃς ἐκείνων τότε μὲν τάτε ὅπλα καὶ τὰς ναῦς τάτε χρήματα ἀφείλετο, ὕστερον δὲ καὶ τὰ λοιπὰ πάντα πλὴν τοῦ τῆς ἐλευθερίας ὀνόματος. ἀνθ’ὧν ἡ Φώκαια ἡ μητρόπολίς σφων ἐλευθέρα ὑπὸ τοῦ Πομπηίου ἀφείθη.
41.26.1καὶ στρατιωτῶν τινων ἐν Πλακεντίᾳ στασιασάντων καὶ μηκέτ’ἀκολουθῆσαί οἱ ἐθελόντων, πρόφασιν μὲν ὡς τεταλαιπωρημένων, τὸ δ’ἀληθὲς ὅτι μήτε τὴν χώραν διαρπάζειν μήτε τα- τἆλλα ὅσα ἐπεθύμουν ποιεῖν αὐτοῖς ἐπέτρεπε (καὶ γὰρ ἤλπιζον οὐδενὸς ὅτου οὐ τεύξεσθαι παρ’αὐτοῦ ἅτε καὶ ἐν χρείᾳ τοσαύτῃ σφῶν ὄντος), οὐχ ὑπεῖξεν, ἀλλὰ συγκαλέσας καὶ ἐκείνους καὶ τοὺς ἄλλους, τῆςτε παρ’αὐτῶν ἀσφαλείας ἕνεκα, καὶ ἵνα τῶντε λεγομένων ἀκούσαντες καὶ τοὺς κολαζομένους ἰδόντες μηδὲν ἔξω τῶν καθηκόντων ἐθελήσωσι πρᾶξαι, ἔλεξε τάδε.
41.27.1“ἐγώ, ὦ ἄνδρες στρατιῶται, βούλομαι μὲν φιλεῖσθαι ὑφ’ὑμῶν, οὐ μέντοι καὶ συνεξαμαρτάνειν ἂν ὑμῖν διὰ τοῦθ’ἑλοίμην · ἀγαπῶτε γὰρ ὑμᾶς, καὶ ἐθέλοιμ’ἄν, ὡς πατὴρ παῖδας, καὶ σώζεσθαι καὶ εὐθενεῖν καὶ εὐδοξεῖν.
41.27.2μὴ γάρ τοι νομίσητε φιλοῦντος ἔργον εἶναι τὸ συγχωρεῖν τισιν ἃ μὴ προσήκει πράττειν, ἐξ ὧν καὶ κινδύνους καὶ ἀδοξίας ἀνάγκη πᾶσα αὐτοῖς συμβαίνειν, ἀλλὰ τότε τὰ ἀμείνω αὐτοὺς διδάσκειν καὶ τὸ τῶν χειρόνων ἀπείργειν καὶ νουθετοῦντα καὶ σωφρονίζοντα.
41.27.3γνώσεσθε δὲ ὅτι τα- τἀληθῆ λέγω, ἂν μήτε πρὸς τὸ αὐτίκα ἡδὺ τὸ συμφέρον κρίνητε μᾶλλον ἢ πρὸς τὸ ἀεὶ ὠφέλιμον, μήτε τὸ τὰς ἐπιθυμίας ἐκπιμπλάναι γενναῖον μᾶλλον ἢ τὸ κρατεῖν αὐτῶν νομίσητε εἶναι. αἰσχρὸν μὲν γὰρ παραχρῆμά τι ἡσθέντας ὕστερον μεταγνῶναι, δεινὸν δὲ τὸ τῶν πολεμίων κρατοῦντας ἡδονῶν τινων ἡττᾶσθαι.
41.28.1πρὸς οὖν τί ταῦτα λέγω; ὅτι τὰ ἐπιτήδεια ἀφθόνως ἔχοντες (λέξω γὰρ μετὰ παρρησίας, μηδὲν ὑποστειλάμενος · τήντε γὰρ μισθοφορὰν ἐντελῆ καὶ κατὰ καιρὸν λαμβάνετε, καὶ τῆς τροφῆς ἀεὶ καὶ πανταχοῦ πολλῆς ἐμπίμπλασθε) καὶ μήτε πόνον τινὰ ἄδοξον μήτε κίνδυνον ἀνωφελῆ ὑπομένοντες, καὶ προσέτι τῆς μὲν ἀνδραγαθίας πολλὰ καὶ μεγάλα γέρα καρπούμενοι, τῶν δ’ἁμαρτημάτων σμικρὸν ἢ οὐδὲν ἐπιτιμώμενοι, οὐκ ἀξιοῦτε τούτοις ἀρκεῖσθαι.
41.28.2λέγω δὲ ταῦτα οὐ πρὸς πάντας ὑμᾶς (οὐ δὲ γὰρ τοιοῦτοί ἐστε), ἀλλὰ πρὸς ἐκείνους μόνους οἵτινες τῇ ἑαυτῶν πλεονεξίᾳ καὶ τοὺς ἄλλους διαβάλλουσιν. ὑμεῖς μὲν γὰρ οἱ πολλοὶ καὶ πάνυ ἀκριβῶς καὶ καλῶς τοῖςτε παραγγέλμασι τοῖς ἐμοῖς πείθεσθε καὶ τοῖς ἤθεσι τοῖς πατρίοις ἐμμένετε, καὶ διὰ τοῦτο καὶ χώραν τοσαύτην καὶ πλοῦτον καὶ δόξαν ἐκτήσασθε · ὀλίγοι δὲ δή τινες πολλὴν αἰσχύνην καὶ ἀδοξίαν ἅπασιν ἡμῖν προστρίβονται.
41.28.3καίτοι ἔγωγε πρότερον σαφῶς ἐπιστάμενος τοιούτους αὐτοὺς ὄντας (οὐδὲν γάρ μοι τῶν ὑμετέρων ἀμελές ἐστιν) οὐ προσεποιούμην εἰδέναι, νομίζων ἀμείνους σφᾶς ἐκ τοῦ λαθεῖν ἂν δοκεῖν ἁμαρτόντας τινὰ γενήσεσθαι, τοῦ μὴ πλεονάσαντάς ποτε καὶ ἐφ’οἷς συνεγνώσθησαν κολασθῆναι ·
41.28.4ἐπεὶ μέντοι αὐτοίτε ὡς καὶ ἐξόν σφισι πάνθ’ὅσα βούλονται πράττειν, ὅτι μὴ κατὰ πρώτας εὐθὺς ἐδικαιώθησαν, ὑπερθρασύνονται, καὶ τοὺς ἄλλους τοὺς μηδὲν πλημμελοῦντας προσστασιάζειν ἐπιχειροῦσιν, ἀναγκαῖόν ἐστί μοι θεραπείαντέ τινα καὶ
41.29.1ἐπιστροφὴν αὐτῶν ποιήσασθαι. οὔτε γὰρ ἄλλα τι σύστημα ἀνθρώπων συμμεῖναι καὶ σωθῆναι δύναται, ἂν μὴ τὸ κακουργοῦν σωφρονίζηται · τὸ γάρ τοι νοσῆσαν ἂν μὴ τὴν προσήκουσαν ἴασιν λάβῃ, συγκάμνειν καὶ τὸ λοιπὸν πᾶν ὥσπερ ἐν τοῖς σώμασι ποιεῖ ·
41.29.2ἐν δὲ δὴ ταῖς στρατιαῖς ἥκιστα διότι αὐτοίτε ἰσχὺν ἔχοντες τολμηρότεροι γίγνονται, καὶ τοὺς ἀγαθοὺς προσδιαφθείρουσιν, ἀθυμοτέρους ποιοῦντες ὡς οὐδὲν ὄφελος ἐκ τοί δικαιοπραγεῖν ἕξοντας. παρ’οἷς γὰρ ἂν τὸ θρασυνόμενον πλεονεκτῇ, παρὰ τούτοις ἀνάγκη τὸ ἐπιεικὲς ἐλαττοῦσθαι · καὶ ἐν οἷς ἂν ἀδικία ἀτιμώρητος ᾖ, καὶ τὸ σωφρονοῦν ἀγέραστον γίγνεται τί μὲν γὰρ ἂν ὑμεῖς ἀγαθὸν ποιεῖν φήσαιτε, εἰ μηδὲν οὗτοι κακὸν δρῶσιν;
41.29.3πῶς δ’ἂν εἰκότως τιμᾶσθαι ἐθελήσαιτε, ἂν μὴ τὴν δικαίαν οὗτοι τιμωρίαν ὑπόσχωσιν; ἢ ἀγνοεῖτε τοῦθ’, ὅτι ἂν τὸ μὲν τῶν φόβων τῆς δίκης ἐλευθερωθῇ, τὸ δὲ τῆς ἐλπίδος τῶν ἄθλων στερηθῇ, ἀγαθὸν μὲν οὐδὲν κακὰ δὲ μυρία ἀπεργάζεται;
41.29.4ὥστ’εἴπερ ἀρετὴν ὄντως ἀσκεῖτε, μισήσατε μὲν τούτους ὡς πολεμίους (οὐ γάρ που φύσει τινὶ τὸ φίλιον ἀπὸ τοῦ ἐχθροῦ διακέκριται, ἀλλὰ τοῖςτε τρόποις καὶ ταῖς πράξεσι διορίζεται, ὧν ἀγαθῶν μὲν ὄντων πᾶν καὶ τὸ ἀλλότριον οἰκειοῦται, πονηρῶν δὲ πᾶν καὶ τὸ
41.30.1συγγενὲς ἀλλοτριοῦται), ἀπολογήσασθε δὲ ὑπὲρ ὑμῶν αὐτῶν. ἀνάγκη γὰρ καὶ ἡμᾶς δι’αὐτοὺς πάντας κακῶς ἀκούειν, καὶ εἰ μηδὲν ἀδικοῦμεν · πᾶς γάρ τις πυνθανόμενος τότε πλῆθος. ἡμῶν καὶ τὴν ὁρμήν, ἐς πάντας ἡμᾶς καὶ τὰ τοῖς ὀλίγοις πλημμελούμενα ἀναφέρει, καὶ οὕτω τῶν πλεονεξιῶν οὐ συμμετέχοντες αὐτοῖς τῶν ἐγκλημάτων τὸ ἴσον φερόμεθα.
41.30.2τίς γὰρ ἂν οὐκ ἀγανακτήσειεν ἀκούων ὄνομα μὲν ἡμᾶς Ῥωμαίων ἔχοντας, ἔργα δὲ Κελτῶν δρῶντας; τίς δ’οὐκ ἂν ὁρῶν ὀδύραιτο τὴν Ἰταλίαν ὁμοίως τῇ Βρεττανίᾳ πορθουμένην; πῶς δ’οὐ δεινὸν τὰ μὲν τῶν Γαλατῶν τῶν καταπολεμηθέντων μηκέθ’ἡμᾶς λυπεῖν, τὰ δὲ ἐντὸς τῶν Ἄλπεων ὥς τινας Ἠπειρώτας ἢ Καρχηδονίους ἢ Κίμβρους πορθεῖν;
41.30.3πῶς δ’οὐκ αἰσχρὸν σεμνύνεσθαι μὲν ἡμᾶς καὶ λέγειν ὅτι ἡμεῖς πρῶτοι Ῥωμαίων καὶ τὸν Ῥῆνον διέβημεν καὶ τὸν ὠκεανὸν ἐπλεύσαμεν, τὴν δὲ οἰκείαν ἀπαθῆ κακῶν ἀπὸ τῶν πολεμίων οὖσαν διαρπάσαι, καὶ ἀντὶ μὲν ἐπαίνου μέμψιν, ἀντὶ δὲ τιμῆς ἀτιμίαν, ἀντὶ δὲ κερδῶν ζημίας, ἀντὶ δὲ ἄθλων τιμωρίας λαβεῖν;
41.31.1μὴ γάρ τοι νομίσητε μήθ’, ὅτι στρατεύεσθε, κρείττους παρὰ τοῦτο τῶν οἴκοι πολιτῶν εἶναι · Ῥωμαῖοι γάρ ἐστε ἀμφότεροι, καὶ ὁμοίως ὑμῖν καὶ ἐκεῖνοι καὶ ἐστρατεύσαντο καὶ στρατεύσονται · μήθ’, ὅτι ὅπλα ἔχετε, ἐξεῖναι ὑμῖν κακουργεῖν · οἵτε γὰρ νόμοι κυριώτεροι ὑμῶν εἰσιν, καὶ πάντως ποτὲ καὶ ταῦτα καταθήσεσθε.
41.31.2μὴ μέντοι μη δὲ τῷ πλήθει θαρσεῖτε · πολὺ γὰρ πλείους ὑμῶν οἱ ἀδικούμενοι, ἄν γε καὶ συστραφῶσιν, εἰσί. συστραφήσονται δέ, ἂν τοιαῦτα ποιῆτε. μη δ’ὅτι τοὺς βαρβάρους ἐνικήσατε, καὶ τούτων καταφρονεῖτε ὧν οὐδὲν οὔτε κατὰ γένος οὔτε κατὰ παιδείαν, οὐκ ἐκ τῆς τροφῆς, οὐκ ἐκ τῶν ἐπιτηδευμάτων, διαφέρετε ·
41.31.3ἀλλ’ὥσπερ που καὶ προσῆκον καὶ συμφέρον ἐστὶν ὑμῖν, μήτε βιάζεσθέ τινα αὐτῶν μήτ’ἀδικεῖτε, ἀλλὰ τάτε ἐπιτήδεια παρ’ἑκουσίων σφῶν λαμβάνετε καὶ τὰ γέρα παρ’ἑκόντων προσδέχεσθε.
41.32.1πρὸς γὰρ δὴ τοῖς εἰρημένοις, τοῖςτε ἄλλοις ὅσα ἄν τις μηκύνων περὶ τῶν τοιούτων διεξέλθοι, καὶ ἐκεῖνο δεῖ ὑμᾶς προσλογίζεσθαι, ὅτι νῦν ἡμεῖς ἐνταῦθ’ἥκομεν ἵνα τῇτε πατρίδι ἀδικουμένῃ βοηθήσωμεν καὶ τοὺς κακουργοῦντας αὐτὴν ἀμυνώμεθα, ἐπεὶ εἴγε ἐν μηδενὶ δεινῷ ἦν, οὔτ’ἂν ἐς τὴν Ἰταλίαν μετὰ τῶν ὅπλων ἤλθομεν (οὐ γὰρ ἔξεστιν) οὔτ’ἂν τάτε τῶν Κελτῶν καὶ τὰ τῶν Βρεττανῶν ἀτέλεστα κατελίπομεν, δυνηθέντες ἂν καὶ ἐκεῖνα προσκατεργάσασθαι.
41.32.3οὐκοῦν πῶς μὲν οὐκ ἄτοπον ἐπὶ τῇ τῶν ἀδικούντων τιμωρίᾳ παρόντας ἡμᾶς μηδὲν ἧττον ἐκείνων πλεονεκτοῦντας φανῆναι; πῶς δ’οὐ σχέτλιον πρὸς ἐπικουρίαν τῆς πατρίδος ἀφιγμένους συμμάχων αὐτὴν ἑτέρων ἀναγκάσαι καθ’ἡμῶν δεηθῆναι;
41.32.4καίτοι ἔγωγε τοσοῦτον περιεῖναι τοῖς δικαιώμασι τοῦ Πομπηίου νομίζω ὥστε καὶ ἐς δίκην πολλάκις αὐτὸν προκαλέσασθαι, καὶ ἐπειδή γε μὴ ἠθέλησεν εἰρηνικῶς ὑπὸ τοῦ συνειδότος διακριθῆναι, πάντα μὲν τὸν δῆμον πάντας δὲ τοὺς συμμάχους ἐλπίσαι διὰ τοῦτο προσθήσεσθαι.
41.32.5ἀλλὰ νῦν, ἄν γε καὶ τοιαῦτα ποιῶμεν, οὔτ’αὐτὸς ἐπιτήδειόν τι ἕξω προΐσχεσθαι οὔτε ἐκείνοις ἀνεπιεικὲς ἐγκαλέσαι. δεῖ δὲ δὴ καὶ τοῦ δικαίου πᾶσαν ἡμᾶς πρόνοιαν ποιεῖσθαι · μετὰ μὲν γὰρ τούτου καὶ ἡ παρὰ τῶν ὅπλων ἰσχὺς εὔελπίς ἐστιν, ἄνευ δ’ἐκείνου βέβαιον οὐδέν, κα- κἂν παραυτίκα τις κατορθώσῃ τι, ἔχει.
41.33.1καὶ ὅτι ταῦθ’οὕτω πέφυκε, καὶ ὑμῶν οἱ πλείους ἐπίστανται · πάντα γοῦν τὰ προσήκοντα ἀπαράκλητοι πράττετε. ὅθεν που καὶ ἐγὼ συνεκάλεσα ὑμᾶς, ἵνα καὶ μάρτυρας καὶ ἐπόπτας τῶντε λεγομένων καὶ τῶν πραττομένων ποιήσωμαι.
41.33.2ἀλλ’ὑμεῖς μὲν οὐ τοιοῦτοί ἐστε, καὶ διὰ ταῦτα καὶ ἐπαινεῖσθε · ὀλίγοι δὲ δή τινες ὁρᾶτε ὅπως, πρὸς τῷ πολλὰ κεκακουργηκέναι καὶ μηδεμίαν αὐτῶν δίκην δεδωκέναι, καὶ προσεπαπειλοῦσιν ἡμῖν. οὐ μέντοι καὶ ἐγὼ οὔτ’ἄλλως καλὸν εἶναι νομίζω ἄρχοντά τινα τῶν ἀρχομένων ἡττᾶσθαι, οὔτ’ἂν σωτήριόν τι γενέσθαι ποτέ, εἰ τὸ ταχθὲν ὑπηρετεῖν τινι κρατεῖν αὐτοῦ ἐπιχειρήσειεν.
41.33.3σκέψασθε δέ, ποῖος μὲν ἂν κόσμος οἰκίας γένοιτο, ἂν οἱ ἐν τῇ ἡλικίᾳ ὄντες τῶν πρεσβυτέρων καταφρονήσωσι, ποῖος δὲ διδασκαλείων, ἂν οἱ φοιτῶντες τῶν παιδευτῶν ἀμελήσωσι; τίς ὑγίεια νοσοῦσιν, ἂν μὴ πάντα τοῖς ἰατροῖς οἱ κάμνοντες πειθαρχῶσι, τίς δὲ ἀσφάλεια ναυτιλλομένοις, ἂν οἱ ναῦται τῶν κυβερνητῶν ἀνηκουστῶσι;
41.33.4φύσειτε γὰρ ἀναγκαίᾳ τινὶ καὶ σωτηρίᾳ τὸ μὲν ἄρχειν ἐν τοῖς ἀνθρώποις τὸ δὲ ἄρχεσθαι τέτακται, καὶ ἀδύνατόν ἐστιν ἄνευ αὐτῶν καὶ ὁτιοῦν καὶ ἐφ’ὁποσονοῦν διαγενέσθαι. προσήκειτε τῷ μὲν ἐπιστατοῦντί τινος ἐκφροντίζειντε τὰ δέοντα καὶ ἐπιτάττειν, τῷ δὲ ὑποτεταγμένῳ πειθαρχεῖντε ἀπροφασίστως καὶ ἐκπονεῖν τὸ κελευόμενον ·
41.33.5ἐξ οὗ καὶ μάλιστα τότε ἔμφρον τοῦ ἄφρονος καὶ τὸ ἐπιστῆμον τοῦ ἀνεπιστήμονος ἐν παντὶ προτετίμηται.
41.34.1οὕτω δὴ οὖν τούτων ἐχόντων οὐκ ἄν ποτε οὔτε συγχωρήσαιμί τι τούτοις τοῖς θορυβήσασιν ἀναγκασθεὶς οὔτ’ἂν ἐπιτρέψαιμι βιασθείς.
41.34.2ἢ τί μὲν ἀπότε τοῦ Αἰνείου καὶ ἀπὸ τοῦ Ἰούλου γέγονα, τί δὲ ἐστρατήγησα, τί ὑπάτευσα, ἐπὶ τί δὲ ὑμᾶς τοὺς μὲν οἴκοθεν ἐξήγαγον τοὺς δ’ὕστερον προσκατέλεξα, ἐπὶ τί τοσοῦτον ἤδη χρόνον τὴν ἐξουσίαν τὴν ἀνθύπατον ἔχω λαβών, ἄν γε δουλεύσω τινὶ ὑμῶν καὶ νικηθῶ τινος ὑμῶν ἐνταῦθα ἐν τῇ Ἰταλίᾳ, πρὸς τὴν Ῥώμην, δι’οὗ καὶ Γαλάτας ἐχειρώσασθε καὶ Βρεττανῶν ἐκρατήσατε;
41.34.4τί δείσας καὶ τί φοβηθείς; μή μέ τις ὑμῶν ἀποκτείνῃ; ἀλλ’εἰ μέν πάντες ταῦτ’ἐφρονεῖτε, ἑκὼν ἂν ἀποθανεῖν εἱλόμην ἢ τότε ἀξίωμα τῆς ἡγεμονίας καταλῦσαι καὶ τὸ φρόνημα τὸ τῇ προστατείᾳ προσῆκον ἀπολέσαι ·
41.34.5πολὺ γάρ που πλείω πόλει κινδυνεύεται τοῦ ἕνα ἄνδρα ἀδίκως ἀποθανεῖν, ἂν ἐθισθῶσιν οἱ στρατιῶται τοῖςτε στρατηγοῖς σφων προστάττειν τινὰ καὶ τὰ δίκαια
41.35.1τὰ τῶν νόμων ἐν ταῖς χερσὶ ποιεῖσθαι. ἀλλὰ τοῦτο μὲν οὐ δὲ ἐπηπείληκέ τις αὐτῶν (καὶ γὰρ ἂν καὶ παραχρῆμα εὖ οἶδ’ὅτι πρὸς ὑμῶν τῶν ἄλλων ἀπέσφακτο), τὴν δὲ δὴ στρατείαν ὡς κεκμηκότες ἐξίστανται καὶ τὰ ὅπλα ὡς καὶ πεπονημένοι κατατίθενται, καὶ πάντως, ἄν γε μὴ παρ’ἑκόντος μου τούτου τύχωσι, καὶ τὴν τάξιν ἐκλείψουσι καὶ πρὸς τὸν Πομπήιον μεταστήσονται · ἅπερ που καὶ παραδηλοῦσί τινες.
41.35.2καὶ τίς μὲν οὐκ ἂν ἐθελήσειε τοιούτων ἀνθρώπων στερηθῆναι, τίς δ’οὐκ ἂν εὔξαιτο τοιούτους ἐκείνῳ στρατιώτας ὑπάρξαι, οἵτινες μήτε τοῖς διδομένοις ἀρκοῦνται μήτε τοῖς προσταττομένοις πείθονται, ἀλλ’ἐν ἡλικίᾳ γῆρας καὶ ἐν ἰσχύι ἀσθένειαν προβαλλόμενοι δεσπόζειντε τῶν ἀρχόντων καὶ τυραννεῖν τῶν ἡγουμένων σφῶν ἀξιοῦσιν;
41.35.3ἐγὼ γὰρ μυριάκις ἂν καὶ πρὸς τὸν Πομπήιον ὁπωσδήποτε καταλλαγῆναι καὶ ἄλλο ὁτιοῦν παθεῖν ἑλοίμην ἤ τι ἀνάξιον τοῦτε πατρίου φρονήματος καὶ τῆς ἐμαυτοῦ προαιρέσεως πρᾶξαι.
41.35.4ἢ ἀγνοεῖτε ὅτι οὔτε δυναστείας οὔτε πλεονεξίας ἐπιθυμῶ, οὐ δέ μοι πρόκειται πάντως τι καὶ ἐκ παντὸς τρόπου καταπρᾶξαι, ὥστε τι ἐπὶ τούτῳ καὶ ψεύσασθαι καὶ θωπεῦσαι καὶ κολακεῦσαί τινας; παύσασθε μὲν δὴ διὰ ταῦτα τῆς στρατείας, ὦ τί ἂν ὑμᾶς ὀνομάσαιμι; οὐ μέντοι ὡς καὶ αὐτοὶ καὶ βούλεσθε καὶ φατέ, ἀλλ’ὡς τῷ κοινῷ καὶ ἐμοὶ συμφέρει”.
41.35.5ταῦτ’εἰπὼν ἐκλήρωσεν αὐτοὺς ἐπὶ θανάτῳ, καὶ τοὺς μὲν θρασυτάτους (οὗτοι γὰρ ἐκ παρασκευῆς ἔλαχον) ἐδικαίωσε, τοὺς δ’ἄλλους ὡς οὐδέν σφων δεόμενος διῆκε. καὶ ἐκεῖνοι μὲν μετανοήσαντες ἐφ’οἷς ἔπραξαν
41.36.1ἀναστρατεύεσθαι ἔμελλον · ἐν ὁδῷ δὲ ἔτ’ὄντος αὐτοῦ Μᾶρκος Αἰμίλιος Λέπιδος, οὗτος ὁ καὶ ἐν τῇ τριαρχίᾳ ὕστερον γενόμενος, τῷτε δήμῳ συνεβούλευσε στρατηγῶν δικτάτορα τὸν Καίσαρα προχειρίσασθαι καὶ εὐθὺς εἶπεν αὐτὸν παρὰ τὰ πάτρια.
41.36.2καὶ ὃς ὑπέστη μὲν τὴν ἀρχήν, ἐπειδὴ πρῶτον ἐς τὴν πόλιν ἐσῆλθεν, οὐ μέντοι καὶ φοβερὸν οὐδὲν ἐν αὐτῇ ἔπραξεν, ἀλλὰ τοῖςτε ἐκπεπτωκόσι κάθοδον πᾶσι πλὴν τοῦ Μίλωνος ἔδωκε, καὶ τὰς ἐς νέωτα ἀρχὰς ἀπέδειξεν (ἐς γὰρ τὸ παρὸν τότε οὐδένα ἀντὶ τῶν ἀπόντων ἀνθείλοντο ·
41.36.3καίτοι μηδενὸς ἀγορανόμου ἐπιδημοῦντος οἱ δήμαρχοι πάντα τὰ ἐπιβάλλοντα αὐτοῖς διήγαγον), ἱερέαςτε ἀντὶ τῶν ἀπολωλότων ἀντικατέστησεν, οὐ πάντα τὰ κατ’αὐτοὺς ἐν τῷ τοιούτῳ νενομισμένα τηρήσας, καὶ τοῖς Γαλάταις τοῖς ἐντὸς τῶν Ἄλπεων ὑπὲρ τὸν Ἠριδανὸν οἰκοῦσι τὴν πολιτείαν, ἅτε καὶ ἄρξας αὐτῶν, ἀπέδωκε.
41.36.4ποιήσας δὲ ταῦτα καὶ τὸ ὄνομα τῆς δικτατορίας ἀπεῖπε · τὴν γὰρ δὴ δύναμιν τότε ἔργον αὐτῆς καὶ πάνυ ἀεὶ διὰ χειρὸς ἔσχε. τῇτε γὰρ παρὰ τῶν ὅπλων ἰσχύι ἐχρῆτο, καὶ προσέτι καὶ ἐξουσίαν ἔννομον δή τινα παρὰ τῆς ἐκεῖ βουλῆς προσέλαβε · πάντα γὰρ μετὰ ἀδείας ὅσα ἂν βουληθῇ πράττειν οἱ ἐπετράπη.
41.37.1τυχὼν δὲ τούτου μέγα εὐθὺς καὶ ἀναγκαῖον πρᾶγμα διώρθωσεν. ἐπειδὴ γὰρ οἵτε δεδανεικότες τισὶ πικροτάτας τὰς ἐσπράξεις, ἅτε καὶ πολλῶν χρημάτων διάτε τὰς στάσεις καὶ διὰ τοὺς πολέμους προσδεόμενοι, ἐποιοῦντο, καὶ τῶν ὀφειλόντων συχνοὶ οὐ δέ ἐθέλοντες ἀποδοῦναί τι ὑπὸ τῶν αὐτῶν ἐδύναντο (οὔτε γὰρ ἀποδόσθαι τι οὔτε ἐπιδανείσασθαι ῥᾴδιον αὐτοῖς ἐγίγνετο), κα- κἀκ τούτου πολλὰ μὲν ἄπιστα πολλὰ δὲ καὶ δολερὰ πρὸς ἀλλήλους ἔπραττον, καὶ δέος ἦν μὴ καὶ ἐς ἀνήκεστόν τι κακὸν προχωρήσωσιν, ἐμετριάσθη μὲν καὶ πρὸ τούτου πρὸς δημάρχων τινῶν τὰ κατὰ τοὺς τόκους, ἐπεὶ δ’οὐ δ’ὣς ἀπεδίδοντο, ἀλλ’οἱ μὲν τῶν ἐνεχύρων ἐξίσταντο οἱ δὲ καὶ τὸ ἀρχαῖον ἐν ἀργυρίῳ ἀπῄτουν, ἀμφοτέροις τότε ὁ Καῖσαρ ὡς οἷόντε ἦν ἐπεκούρησε ·
41.37.3τάτε γὰρ ἐνέχυρα πρὸς τὴν ἀξίαν ἐναποτιμηθῆναι ἐκέλευσε, καὶ δικαστὰς αὐτῆς τοῖς ἀμφισβητοῦσί τι ἀποκληροῦσθαι προσέταξεν.
41.38.1ἐπειδήτε συχνοὶ πολλάτε χρήματα ἔχειν καὶ πάντα αὐτὰ ἀποκρύπτειν ἐλέγοντο, ἀπηγόρευσε μηδένα πλεῖον πεντακισχιλίων καὶ μυρίων δραχμῶν ἐν ἀργυρίῳ ἢ καὶ χρυσίῳ κεκτῆσθαι, οὐχ ὡς καὶ αὐτὸς τὸν νόμον τοῦτον τιθείς, ἀλλ’ὡς καὶ πρότερόν ποτε ἐσενεχθέντα ἀνανεούμενος, εἴτ’οὖν ἵνα τοῖςτε δανεισταῖς οἱ ὀφείλοντές τι ἐκτίνωσι καὶ τοῖς δεομένοις οἱ ἄλλοι δανείζωσιν, εἴτε καὶ ὅπως οἵτε εὐποροῦντες ἔκδηλοι γένωνται καὶ χρήματα μηδεὶς αὐτῶν ἀθρόα ἔχῃ, μὴ καὶ ἀπόντος τι νεωτερισθῇ.
41.38.3ἐπαρθέντος δὲ ἐπὶ τούτῳ τοῦ πλήθους, καὶ ἀξιοῦντος καὶ τοῖς οἰκέταις μήνυτρα ἐπ’αὐτῷ κατὰ τῶν δεσποτῶν προτεθῆναι, οὔτε προσέγραψεν αὐτὸ τῷ νόμῳ, καὶ προσέτι καὶ ἐξώλειαν ἑαυτῷ προσεπηράσατο, ἄν ποτέ τι δούλῳ κατὰ τοῦ δεσπότου εἰπόντι πιστεύσῃ.
41.39.1Καῖσαρ μὲν δὴ ταῦτάτε πράξας καὶ τὰ ἀναθήματα, τάτε ἄλλα καὶ τὰ ἐκ τοῦ Καπιτωλίου πάντα, ἀνελόμενος ἐς τὸ Βρεντέσιον ἐπ’ἐξόδῳ τοῦ ἔτους, καὶ πρὶν ἐς τὴν ὑπατείαν ἐς ἣν ἐκεχειροτόνητο ἐσελθεῖν, ἐξώρμησε.
41.39.2καὶ αὐτοῦ τὰ τῆς ἐκστρατείας ποιοῦντος ἴκτινος ἐν τῇ ἀγορᾷ κλωνίον δάφνης ἑνὶ τῶν συμπαρόντων οἱ ἐπέρριψε · καὶ μετὰ τοῦτο τῇ Τύχῃ θύοντος ὁ ταῦρος ἐκφυγὼν πρὶν τιτρώσκεσθαι, ἔξωτε τῆς πόλεως ἐξεχώρησε καὶ πρὸς λίμνην τινὰ ἐλθὼν διενήξατο αὐτήν.
41.39.3κα- κἀκ τούτων ἐπὶ πλέον θαρσήσας ἠπείχθη, καὶ μάλισθ’ὅτι οἱ μάντεις μένοντι μὲν αὐτῷ οἴκοι ὄλεθρον, περαιωθέντι δὲ τὴν θάλασσαν καὶ σωτηρίαν καὶ νίκην ἔσεσθαι ἔφασαν.
41.39.4ἀφορμηθέντος δὲ αὐτοῦ οἱ παῖδες οἱ ἐν τῇ πόλει ὄντες διχῇτε ἐνεμήθησαν αὐτοκέλευστοι, καὶ οἱ μὲν Πομπηιείους σφᾶς οἱ δὲ Καισαρείους ὀνομάσαντες ἐμαχέσαντο τρόπον τινὰ ἄνευ ὅπλων ἀλλήλοις, καὶ ἐπεκράτησαν οἱ τῇ τοῦ Καίσαρος προσωνυμίᾳ χρώμενοι.
41.40.1ἐν ᾧ δὲ ταῦτ’ἔντε τῇ Ῥώμῃ καὶ ἐν τῇ Ἰβηρίᾳ ἐγίγνετο, Μᾶρκος μὲν Ὀκτάουιος καὶ Λούκιος Σκριβώνιος Λίβων Πούπλιον Κορνήλιον Δολοβέλλαν, τάτε τοῦ Καίσαρος πράττοντα καὶ ἐν τῇ Δελματίᾳ ὄντα, ἐξήλασαν ἐξ αὐτῆς τῷ τοῦ Πομπηίου ναυτικῷ χρώμενοι.
41.40.2καὶ μετὰ τοῦτο Γάιον Ἀντώνιον ἐπαμῦναί οἱ ἐθελήσαντα ἔςτε νησίδιόν τι κατέκλεισαν, κα- κἀνταῦθα πρόςτε τῶν ἐπιχωρίων ἐγκαταλειφθέντα καὶ λιμῷ πιεσθέντα πασσυδὶ πλὴν ὀλίγων εἷλον · ἔςτε γὰρ τὴν ἤπειρον ἔφθησάν τινες αὐτῶν διαφυγόντες, καὶ ἕτεροι ἐν σχεδίαις διαπλέοντες καὶ ἁλισκόμενοι σφᾶς αὐτοὺς ἀπεχρήσαντο.
41.41.1Κουρίων δὲ Σικελίαν μὲν ἀμαχεὶ παρεστήσατο (ὁ γὰρ Κάτων ἄρχων αὐτῆς, ὡς οὔτε ἀξιόμαχός οἱ ἦν οὔτε τὰς πόλεις ἐς κίνδυνον μάτην ἐμβαλεῖν ἠθέλησε, προεξεχώρησε πρὸς τὸν Πομπήιον), ἐς δὲ δὴ τὴν Ἀφρικὴν περαιωθεὶς ἀπώλετο.
41.41.2ὁ μὲν γὰρ Καῖσαρ ὁ Λούκιος τὴν Ἀσπίδα τὴν πόλιν, ἐν ᾗ κατὰ τύχην ἄλλως ἦν, πρὸς τὸν ἐπίπλουν αὐτοῦ ἐξέλιπε, καὶ Πούπλιος Ἄττιος Οὐᾶρος ὁ τὰ ἐκεῖ πράγματα τότε ἔχων καὶ στρατιώτας συχνοὺς καὶ πλοῖα συχνὰ ἡττηθεὶς ὑπ’αὐτοῦ ἀπέβαλεν ·
41.41.3ὁ δὲ δὴ Ἰόβας Ἰεμψοῦτε παῖς ὢν καὶ τῶν Νομάδων βασιλεύων, τάτε τοῦ Πομπηίου ὡς καὶ τὰ τοῦ δήμου τῆςτε βουλῆς προτιμῶν, καὶ τὸν Κουρίωνα διάτε τοῦτο, καὶ ὅτι τήντε βασιλείαν αὐτοῦ δημαρχῶν ἀφελέσθαι καὶ τὴν χώραν δημοσιῶσαι ἐπεχείρησε, μισῶν, ἰσχυρῶς αὐτῷ προσεπολέμησεν.
41.41.4οἴκαδε μὲν γὰρ ἐς τὴν Νουμιδίαν οὐκ ἀνέμεινεν αὐτὸν ἐσβαλεῖν, πολιορκοῦντι δέ οἱ Οὐτικὴν παντὶ μὲν ἅμα τῷ στρατῷ οὐ προσέμιξε, φοβηθεὶς μὴ καὶ προπυθόμενος ἐξαναχθείη (οὐ γάρ που ἀπώσασθαι αὐτὸν μᾶλλόν τι ἢ τιμωρήσασθαι ἐπεθύμει), ὀλίγους δέ τινας προπέμψας, καὶ προφημίσας ὡς αὐτὸς ἄλλοσέ ποι καὶ πόρρω γε ἀπεληλυθὼς εἴη, ἐφέσπετότέ σφισι καὶ οὐ διήμαρτεν ὧν
41.42.1ἤλπισεν. ὁ γὰρ Κουρίων πρότερον μέν, ὡς καὶ αὐτοῦ ἐκείνου προσιόντος, ἔςτε τὸ στρατόπεδον τὸ πρὸς τῇ θαλάσσῃ ὂν μετέστη, καὶ γνώμην ἐποιεῖτο τῶντε νεῶν, ἂν βιάζηται, ἐπιβῆναι καὶ τὴν Ἀφρικὴν παντελῶς ἐκλιπεῖν ·
41.42.2ἐπεὶ δὲ ὀλίγουςτέ τινας καὶ τούτους ἄνευ τοῦ Ἰόβου ἀφικνεῖσθαι ἐπύθετο, ἐθάρσησε, καὶ εὐθὺς τῆς νυκτὸς ὡς καὶ ἐφ’ἕτοιμον νίκην, μὴ καὶ διαφύγωσιν αὐτόν, ἄρας ἐπορεύετο, καί τινας τῶν προδρόμων καθεύδοντας ἐν τῇ ὁδῷ φθείρας πολὺ προθυμότερος ἐγένετο.
41.42.3κα- κἀκ τούτου τοῖς λοιποῖς ὑπὸ τὴν ἕω προκεχωρηκόσιν ἐκ τοῦ στρατοπέδου ἐντυχὼν οὐδεμίαν ἀναβολὴν ἐποιήσατο, ἀλλὰ καίτοι τῶν στρατιωτῶν καὶ ὑπὸ τῆς πορείας καὶ ὑπὸ τῆς ἀγρυπνίας τεταλαιπωρημένων ἐς χεῖράς σφισι παραχρῆμα ἦλθε.
41.42.4κα- κἀν τούτῳ ἑστώτωντε αὐτῶν καὶ ἀντιρρόπως ἀγωνιζομένων, ὁ Ἰόβας αἰφνιδίως οἱ ἐπιφανεὶς τῷτε ἀδοκήτῳ ἅμα αὐτὸν καὶ τῷ πλήθει κατειργάσατο, καὶ ἐκεῖνον μὲν καὶ τῶν ἄλλων τοὺς πλείστους αὐτοῦ ταύτῃ ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς μέχριτε τῆς ταφρείας ἐπεδίωξε καὶ μετὰ τοῦτο ἐς τὰς ναῦς καθεῖρξε, κα- κἀν τῷ ταράχῳ τούτῳ πολλῶν μὲν χρημάτων ἐκράτησε πολλοὺς δὲ ἄνδρας ἔφθειρε.
41.42.5συχνοὶ δὲ δὴ καὶ διαφυγόντες αὐτῶν ἀπώλοντο, οἱ μὲν ἐν τῇ ἐς τὰ πλοῖα ἐσβάσει ὑπὸ τοῦ ὠθισμοῦ σφαλέντες, οἱ δὲ καὶ ἐν αὐτοῖς τοῖς σκάφεσιν ὑπὸ τοῦ βάρους αὐτῶν βαπτισθέντες.
41.42.6γιγνομένων δὲ τούτων, φοβηθέντες τινὲς μὴ τὰ αὐτὰ αὐτοῖς πάθωσι, προσεχώρησαν μὲν τῷ Οὐάρῳ ὡς καὶ σωθησόμενοι, εὕροντο δ’οὐδὲν ἐπιεικές · ὁ γὰρ Ἰόβας προϊσχόμενος ὅτι αὐτός σφας ἐνενικήκει, καὶ ἐκείνους πλὴν ὀλίγων ἐφόνευσεν. Κουρίων μὲν δὴ πλεῖστάτε τῷ Καίσαρι συναράμενος καὶ πάμπολλα αὐτὸν ἐπελπίσας οὕτως ἀπώλετο ·
41.42.7Ἰόβας δὲ πρὸς μὲν τοῦ Πομπηίου τῶντε ἄλλων τῶν ἐν τῇ Μακεδονίᾳ βουλευτῶν τιμάςτε εὕρετο καὶ βασιλεὺς προσηγορεύθη, πρὸς δὲ δὴ τοῦ Καίσαρος τῶντε ἐν τῇ πόλει αἰτίαν εἶχε καὶ πολέμιος ἀπεδείχθη, ὅτε Βόκχος καὶ ὁ Βογούας βασιλῆς, ὅτι ἐχθροὶ αὐτῷ ἦσαν, ὠνομάσθησαν.
41.43.1τῷ δὲ ἐχομένῳ ἔτει διττοίτε τοῖς Ῥωμαίοις ἄρχοντες παρὰ τὸ καθεστηκὸς ἐγένοντο καὶ μάχη μεγίστη δὴ συνηνέχθη. οἱ μὲν γὰρ ἐν τῷ ἄστει καὶ ὑπάτους τόντε Καίσαρα καὶ Πούπλιον Σερουίλιον καὶ στρατηγοὺς τάτε ἄλλα τέλη τὰ ἐκ τῶν νόμων ᾕρηντο, οἱ δὲ ἐν τῇ Θεσσαλονίκῃ τοιοῦτο μὲν οὐδὲν προπαρεσκευάσαντο, καίτοι τῆςτε ἄλλης βουλῆς ἐς διακοσίους, ὥς φασί τινες, καὶ τοὺς ὑπάτους ἔχοντες, καί τι καὶ χωρίον ἐς τὰ οἰωνίσματα, τοῦ δὴ καὶ ἐν νόμῳ δή τινι αὐτὰ δοκεῖν γίγνεσθαι, δημοσιώσαντες, ὥστε καὶ τὸν δῆμον δι’αὐτῶν τήντε πόλιν ἅπασαν ἐνταῦθα εἶναι νομίζεσθαι (αἴτιον δὲ ὅτι τὸν νόμον οἱ ὕπατοι τὸν φρατριατικὸν οὐκ ἐσενηνόχεσαν), τοῖς δὲ δὴ αὐτοῖς ἐκείνοις οἷσπερ καὶ πρόσθεν ἐχρήσαντο, τὰς ἐπωνυμίας σφῶν μόνας μεταβαλόντες καὶ τοὺς μὲν ἀνθυπάτους τοὺς δὲ ἀντιστρατήγους τοὺς δὲ ἀντιταμίας ὀνομάσαντες.
41.43.4πάνυ γάρ που τῶν πατρίων αὐτοῖς ἔμελε τάτε ὅπλα ἀνταιρομένοις καὶ τὴν πατρίδα ἐκλελοιπόσιν, ὥστε μὴ πάντα τὰ ἀναγκαῖα πρὸς τὴν τῶν παρόντων ἀπαίτησιν καὶ παρὰ τὴν τῶν τεταγμένων ἀκρίβειαν ποιεῖν.
41.43.5οὐ μὴν ἀλλὰ τῷ μὲν ὀνόματι οὗτοί σφισιν ἑκατέροις ἦρχον, ἔργῳ δὲ ὁ Πομπήιος καὶ ὁ Καῖσαρ, τῆς μὲν φήμης ἕνεκα τὰς ἐννόμους ἐπικλήσεις, ὁ μὲν τὴν τοῦ ὑπάτου ὁ δὲ τὴν τοῦ ἀνθυπάτου, ἔχοντες, πράττοντες δὲ οὐκ ὅσα ἐκεῖναι ἐπέτρεπον ἀλλ’ὅσα αὐτοὶ ἤθελον.
41.44.1τοιούτων δὲ δὴ τούτων ὄντων καὶ δίχα τῆς ἀρχῆς μεμερισμένης, Πομπήιος μὲν δὴ ἔντε τῇ Θεσσαλονίκῃ ἐχείμαζε καὶ φυλακὴν οὐκ ἀκριβῆ τῶν παραθαλασσίων ἐποιεῖτο (οὔτε γὰρ ἐς τὴν Ἰταλίαν ἤδη τὸν Καίσαρα ἐκ τῆς Ἰβηρίας ἀφῖχθαι ἐνόμιζε, εἴτε καὶ παρείη, ἀλλ’ἔν γε τῷ χειμῶνι οὐχ ὑπώπτευσεν αὐτὸν τολμήσειν τὸν Ἰόνιον διαβαλεῖν), Καῖσαρ δὲ ἦν μὲν ἐν Βρεντεσίῳ τὸ ἔαρ ἀναμένων, πυθόμενος δὲ ἐκεῖνόντε πόρρω ὄντα καὶ τὴν καταντιπέρας ἤπειρον ἀμελῶς τηρουμένην, τότε καινὸν τοῦ πολέμου ἥρπασε καὶ τῷ ἀνειμένῳ αὐτοῦ ἐπέθετο.
41.44.2μεσοῦντος γοῦν τοῦ χειμῶνος μέρει τοῦ στρατοῦ ἀπῆρεν (οὐ γὰρ ἦσαν ἱκαναὶ νῆες ὥστε πάντας ἅμα αὐτοὺς περᾶσαι), καὶ λαθὼν τὸν Βίβουλον τὸν Μᾶρκον, ᾧ ἡ θάλασσα φρουρεῖσθαι προσετέτακτο, ἐπεραιώθη πρὸς τὰ ἄκρα τὰ Κεραύνια ὠνομασμένα ·
41.44.3ἔστι δὲ ἔσχατα τῆς Ἠπείρου, πρὸς τῷ στόματι τοῦ Ἰονίου κόλπου. καὶ ἐλθὼν ἐνταῦθα πρὶν ἔκπυστος ὅτι καὶ πλευσεῖται γενέσθαι, τὰς ναῦς ἐς τὸ Βρεντέσιον ἐπὶ τοὺς λοιποὺς ἔστειλε ·
41.44.4καὶ αὐτὰς ὁ Βίβουλος ἀνακομιζομένας ἐκάκωσε, καί τινας καὶ ἀνεδήσατο, ὥστε τὸν Καίσαρα ἔργῳ μαθεῖν ὅτι εὐτυχέστερον τὸν πλοῦν ἢ εὐβουλότερον ἐπεποίητο.
41.45.1ἐν δ’οὖν τῇ διατριβῇ ταύτῃ τότε Ὠρικὸν καὶ τὴν Ἀπολλωνίαν ἄλλατε τῶν ἐκείνῃ χωρίων ἐκλειφθέντα ὑπὸ τῶν τοῦ Πομπηίου φρουρῶν παρεστήσατο. ἡ δὲ Ἀπολλωνία αὕτη ἡ Κορινθία ἐν καλῷ μὲν τῆς γῆς ἐν καλῷ δὲ καὶ τῆς θαλάσσης ποταμῶντε ἄριστα κεῖται.
41.45.2ὅτε μάλιστα διὰ πάντων ἐθαύμασα, πῦρ πολὺ πρὸς τῷ Ἀώῳ ποταμῷ ἀναδίδοται, καὶ οὔτε ἐπὶ πλεῖον τῆς πέριξ γῆς ἐπεξέρχεται, οὔτ’αὐτὴν ἐκείνην ἐν ᾗ ἐνδιαιτᾶται ἐκπυροῖ ἢ καὶ κραυροτέραν πῃ ποιεῖ, ἀλλὰ καὶ πόας καὶ δένδρα καὶ πάνυ πλησία θάλλοντα ἔχει · πρόςτε τὰς ἐπιχύσεις τῶν ὄμβρων ἐπαύξει καὶ ἐς ὕψος ἐξαίρεται.
41.45.3καὶ διὰ τοῦτο αὐτότε Νυμφαῖον ὀνομάζεται καὶ δὴ καὶ μαντεῖον τοιόνδε τι παρέχεται. λιβανωτὸν δὴ λαβών, καὶ προσευξάμενος ὅ τι ποτὲ καὶ βούλει, ῥίπτεις αὐτὸν τὴν εὐχὴν φέροντα.
41.45.4κα- κἀν τούτῳ τὸ πῦρ, ἂν μέν τι ἐπιτελὲς ᾖ ἐσόμενον, δέχεται αὐτὸν ἑτοιμότατα, κα- κἂν ἄρα καὶ ἔξω που προπέσῃ, προσδραμὸν ἥρπασε καὶ κατανάλωσεν · ἂν δὲ ἀτέλεστον ᾖ, οὔτ’ἄλλως αὐτῷ προσέρχεται, κα- κἂν ἐς αὐτὴν τὴν φλόγα φέρηται, ἐξαναχωρεῖτε καὶ ἐκφεύγει.
41.45.5καὶ ταῦθ’οὕτως ἑκάτερα περὶ πάντων ὁμοίως, πλὴν θανάτουτε καὶ γάμου, ποιεῖ · περὶ γὰρ τούτων οὐ δὲ ἔξεστί τινι ἀρχὴν αὐτοῦ πυθέσθαι τι.
41.46.1τοῦτο μὲν τοιοῦτόν ἐστιν, ὁ δὲ δὴ Καῖσαρ βραδύνοντος τοῦ Ἀντωνίου, ᾧ τοὺς ὑπομείναντας ἐν τῷ Βρεντεσίῳ κομίσαι ἐπετέτακτο, καὶ οὐ δὲ ἀγγελίας τινὸς περὶ αὐτῶν διάτε τὸν χειμῶνα καὶ διὰ τὸν Βίβουλον φοιτώσης, ὑπώπτευσέ σφας μεσεύειντε καὶ ἐφεδρεύειν τοῖς πράγμασιν, οἷά που ἐν ταῖς στάσεσι φιλεῖ γίγνεσθαι.
41.46.2καὶ διὰ τοῦτο βουληθεὶς αὐτὸς καὶ μόνος γε ἐς τὴν Ἰταλίαν πλεῦσαι, ἐπέβη μὲν ἀκατίου τινὸς ὥς τις ἄλλος, λέγων ὑπὸ τοῦ Καίσαρος πεπέμφθαι, καὶ τὸν κυβερνήτην αὐτοῦ καίπερ πνεύματος ὄντος ἐξεβιάσατο ἀναχθῆναι ·
41.46.3ὡς μέντοι ἀπὸ τῆς γῆς ἐγένοντο καὶ ὅτε ἄνεμος ἰσχυρῶς κατέσπερχε καὶ ὁ κλύδων δεινῶς σφας ἐξετάραττεν, ὥστε τὸν κυβερνήτην μη δ’ἀναγκαζόμενον ἔτι τολμῆσαι περαιτέρω πλεῦσαι, ἀλλὰ καὶ ἄκοντος αὐτοῦ ἐπανιέναι ἐπιχειρῆσαι, ἐξέφηνεν ἑαυτὸν καθάπερ ἐκ τούτου καὶ τὸν χειμῶνα παύσων, καὶ ἔφη “θάρσει ·
41.46.4Καίσαρα γὰρ ἄγεις”. τοιοῦτον μὲν δὴ φρόνημα καὶ τοιαύτην ἐλπίδα ἤτοι τὴν ἄλλως ἢ καὶ ἐκ μαντείας τινὸς εἶχεν ὥστε καὶ παρὰ τὰ φαινόμενα πίστιν τῆς σωτηρίας ἐχέγγυον ποιεῖσθαι · οὐ μέντοι καὶ ἐπεραιώθη, ἀλλ’ἐπὶ πολὺ μάτην πονήσας ἀνέπλευσεν.
41.47.1καὶ μετὰ τοῦτο τῷ Πομπηίῳ περὶ τὸν Ἄψον ἀντεστρατοπεδεύσατο. ἐκεῖνος γὰρ ἐπειδὴ πρῶτον τῆς ἀφίξεως αὐτοῦ ᾔσθετο, οὐκ ἀνεβάλετο, ἀλλὰ ἐλπίσας ῥᾳδίως αὐτόν, πρὶν καὶ τοὺς ἄλλους τοὺς μετὰ τοῦ Ἀντωνίου ὄντας προσλαβεῖν, κατεργάσεσθαι, σπουδῇ πρὸς τὴν Ἀπολλωνίαν δυνάμει τινὶ ἤλασεν.
41.47.2ὁ οὖν Καῖσαρ μέχρι μὲν τοῦ ποταμοῦ ἀπήντησέν οἱ, νομίσας ἀξιόμαχος καὶ ὣς τοῖς τότε προσιοῦσι γενήσεσθαι · ἐπεὶ δὲ ἔμαθεν ὅτι πολὺ τῷ πλήθει ἠλαττοῦτο, ἡσύχασε. καὶ ὅπως γε μήθ’ὑπὸ δέους τοῦτο ποιεῖν μήτε ἐξάρχειν τοῦ πολέμου νομισθείη, λόγουςτέ τινας συμβατηρίους σφίσι καθίει καὶ κατὰ τοῦτο διῆγε.
41.47.3γνοὺς δὲ ταῦθ’ὁ Πομπήιος συμβαλεῖν μὲν αὐτῷ ὡς ὅτι τάχιστα ἠθέλησε, καὶ διὰ τοῦτο καὶ τὸν ποταμὸν ἐπιδιαβῆναι ἐπεχείρησεν · ὡς δὲ ἡ γέφυρα βάρος λαβοῦσα διελύθη καί τινες τῶν προδιαβεβηκότων μονωθέντες ἀπώλοντο, ἐπέσχεν ἀθυμήσας ὅτι πρῶτον τῶν τοῦ πολέμου ἔργων ἁπτόμενος ἐπταίκει. κα- κἀν τούτῳ καὶ τοῦ Ἀντωνίου ἐπελθόντος
41.48.1φοβηθεὶς ἀπεχώρησε πρὸς τὸ Δυρράχιον. τέως μὲν γὰρ ὁ Βίβουλος ἔζη, οὐ δ’ἀπᾶραι ἐκεῖνος ἐκ τοῦ Βρεντεσίου ἐτόλμησεν · τοσαύτη που φυλακὴ αὐτοῦ ἐγίγνετο · ἐπεὶ δὲ αὐτόςτε ἐκκαμὼν ὑπὸ τῆς ταλαιπωρίας ἐτελεύτησε καὶ τὴν ναυαρχίαν ὁ Λίβων διεδέξατο, κατεφρόνησεν αὐτοῦ καὶ ἀνηγάγετο ὡς καὶ βιασόμενος τὸν ἔκπλουν.
41.48.2καταραχθείςτε ἐς τὴν γῆν ἠμύνατότε αὐτὸν ἰσχυρῶς προσβαλόντα οἱ, καὶ μετὰ τοῦτο ἐπεκβῆναί ποι βουληθέντα οὐδαμῇ τῆς ταύτῃ ἠπείρου προσορμισθῆναι εἴασεν.
41.48.3ἀπορήσας οὖν ὁ Λίβων καὶ ὅρμου καὶ ὕδατος (τὸ γὰρ νησίδιον τὸ πρὸς τοῦ λιμένος ὄν, ἐς ὅπερ μόνον προσέχειν ἐδύνατο, καὶ ἄνυδρον καὶ ἀλίμενόν ἐστιν) ἀπέπλευσε πόρρω ποι, ὅπου ἀμφοτέρων εὐπορήσειν ἔμελλε.
41.48.4καὶ οὕτως ὁ Ἀντώνιος ἐξαναχθεὶς ὕστερον πρὸς μὲν ἐκείνου, καίπερ μετεώροις σφίσιν ἐπιχειρῆσαι ἐθελήσαντος, οὐδὲν ἔπαθε · χειμὼν γὰρ σφοδρὸς ἐπιγενόμενος ἐκώλυσε τὴν ἐπίθεσιν · πρὸς δὲ δὴ αὐτοῦ τούτου ἀμφότεροι ἐκακοπάθησαν.
41.49.1διασωθέντων δ’οὖν τῶν στρατιωτῶν ὅτε Πομπήιος ἐς τὸ Δυρράχιον, ὥσπερ εἶπον, ἀνεχώρησε, καὶ ὁ Καῖσαρ ἐπηκολούθησεν αὐτῷ θαρσήσας, ὅτι τῷ πλήθει τῶν τότε συνόντων οἱ περιῆν ἐκ τῶν προσγεγενημένων.
41.49.2τὸ δὲ Δυρράχιον ἐν τῇ γῇ τῇ πρότερον μὲν Ἰλλυριῶν τῶν Παρθινῶν, νῦν δὲ καὶ τότε γε ἤδη Μακεδονίας νενομισμένῃ κεῖται, καὶ ἔστιν ἐπικαιρότατον, εἴτ’οὖν ἡ Ἐπίδαμνος ἡ τῶν Κερκυραίων εἴτε καὶ ἑτέρα τις οὖσα. καὶ οἱ μὲν τοῦτο γράψαντες τήντε κτίσιν αὐτῆς καὶ τὸ ὄνομα ἐς Δυρράχιον ἥρωα ἀναφέρουσιν ·
41.49.3οἱ δ’ἕτεροι Δυρράχιον ἀντονομασθῆναι τὸ χωρίον ὑπὸ τῶν Ῥωμαίων πρὸς τὴν τῆς ῥαχίας δυσχέρειαν ἔφασαν, ὅτι ἡ τῆς Ἐπιδάμνου πρόσρησις ζημιώδη δήλωσιν ἐν τῇ τῶν Λατίνων γλώσσῃ ἔχουσα δυσοιώνιστός σφισιν ἐς τὸ περαιοῦσθαι ἐς αὐτὴν ἔδοξεν εἶναι.
41.50.1πρὸς οὖν τοῦτο τὸ Δυρράχιον ὁ Πομπήιος καταφυγὼν στρατόπεδόντε ἔξω τῆς πόλεως ἐποιήσατο, καὶ τάφρους βαθείας σταυρώματάτε ἰσχυρὰ περιεβάλετο. καὶ αὐτῷ ὁ Καῖσαρ ἐπιστρατοπεδεύσας προσέμιξε μὲν ὡς καὶ δι’ὀλίγου τὸ χαράκωμα τῷ πλήθει τῶν στρατιωτῶν αἱρήσων, ἐπεὶ δὲ ἀπεκρούσθη, ἐπεχείρησεν αὐτὸ ἀποτειχίσαι.
41.50.2καὶ ἐκεῖνόςτε ἅμα τοῦτ’εἰργάζετο, καὶ ὁ Πομπήιος τὰ μὲν διεσταύρου τὰ δὲ ὑπετείχιζε καὶ διετάφρευε, πύργουςτε ἐπὶ τῶν μετεώρων καὶ φυλακὰς ἐπικαθίστη, ὡς τήντε περίοδον τοῦ περιτειχίσματος ἀπέραντον καὶ τὴν ἔφοδον καὶ κρατοῦσι τοῖς ἐναντίοις ἄπορον ποιῆσαι. πολλαὶ μὲν οὖν καὶ ἐν τούτῳ μάχαι αὐτῶν, βραχεῖαι δ’οὖν ἐγίγνοντο ·
41.50.3καὶ ἐν ταύταις τοτὲ μὲν οὗτοι τοτὲ δὲ ἐκεῖνοι καὶ ἐνίκων καὶ ἐνικῶντο, ὥστε καὶ θνήσκειν τινὰς ἀμφοτέρων ὁμοίως. αὐτοῦ δὲ δὴ τοῦ Δυρραχίου ὁ Καῖσαρ μεταξὺ τῶντε ἑλῶν καὶ τῆς θαλάσσης νυκτός, ὡς καὶ προδοθησομένου ὑπὸ τῶν ἀμυνομένων, πειράσας εἴσω μὲν τῶν στενῶν παρῆλθε, προσπεσόντων δέ οἱ ἐνταῦθα πολλῶν μὲν κατὰ πρόσωπον πολλῶν δὲ καὶ κατόπιν, οἳ πλοίοις παρακομισθέντες ἐξαίφνης αὐτῷ ἐπέθεντο, καὶ συχνοὺς ἀπέβαλε καὶ ὀλίγου καὶ αὐτὸς ἐφθάρη.
41.50.4γενομένου δὲ τούτου ὁ Πομπήιος ἐπιθαρσήσας ἐπεβούλευσε νυκτὸς τῷ περιτειχίσματι, καὶ ἐκείνουτέ τι ἀπροσδόκητος προσπεσὼν εἷλε, καὶ φόνον τῶν αὐλιζομένων πρὸς αὐτῷ πολὺν εἰργάσατο.
41.51.1ὁ οὖν Καῖσαρ, ὡς ταῦτάτε συνεβεβήκει καὶ ὁ σῖτος αὐτὸν ἐπελελοίπει (ἥτε γὰρ θάλασσα καὶ ἡ γῆ πᾶσα ἡ πλησία ἀλλοτρία αὐτῷ ἦν, καί τινες διὰ ταῦτα καὶ ἀπηυτομολήκεσαν), δείσας μὴ ἤτοι προσεδρεύων καταπολεμηθῇ ἢ καὶ ὑπὸ τῶν ἄλλων ἐγκαταλειφθῇ, πάντα μὲν τὰ ᾠκοδομημένα κατέστρεψε, πάντα δὲ τὰ παραβεβλημένα προσδιέφθειρε, καὶ μετὰ τοῦτο ἐξαίφνης ἄρας ἐς Θεσσαλίαν ὥρμησεν.
41.51.2ἐν γὰρ τῷ αὐτῷ τούτῳ χρόνῳ ᾧ τὸ Δυρράχιον ἐπολιορκεῖτο, Λούκιόςτε Κάσσιος Λογγῖνος καὶ Γναῖος Δομίτιος Καλουῖνος ἔςτε τὴν Μακεδονίαν καὶ ἐς τὴν Θεσσαλίαν ὑπ’αὐτοῦ πεμφθέντες, Λογγῖνος μὲν ἐνταῦθα ὑπότε τοῦ Σκιπίωνος καὶ ὑπὸ Σαδάλου Θρᾳκὸς ἰσχυρῶς ἐσφάλη, Καλουῖνος δὲ τῆς μὲν Μακεδονίας ὑπὸ τοῦ Φαύστου ἀπεώσθη, Λοκρῶν δὲ δὴ καὶ Αἰτωλῶν προσχωρησάντων οἱ ἔςτε τὴν Θεσσαλίαν μετ’αὐτῶν ἐσέβαλε, καὶ τὸν Σκιπίωνα μάχαις, τῇ μὲν λοχισθεὶς τῇ δ’ἀντενεδρεύσας, ἐνίκησε, καὶ ἀπ’αὐτοῦ καὶ πόλεις τινὰς προσεποιήσατο.
41.51.4ἐνταῦθ’οὖν ὁ Καῖσαρ, ὡς καὶ ῥᾷον σὺν ἐκείνοις τῆςτε τροφῆς εὐπορήσων καὶ τὸν πόλεμον διοίσων, ἠπείχθη. καὶ ἐπειδὴ οὐδεὶς αὐτὸν ἅτε κακῶς πεπραγότα ἐδέχετο, τῶν μὲν ἄλλων καὶ ἄκων ἀπείχετο, Γόμφοις δὲ δὴ πολίχνῃ τινὶ Θεσσαλικῇ προσπεσὼν καὶ κρατήσας πολλούςτε ἔκτεινε καὶ πάντα διήρπασεν, ὅπως καὶ τοὺς ἄλλους ἐκ τούτου καταφοβήσῃ.
41.51.5αὐτίκα γοῦν Μητρόπολις, ἕτερόν τι πόλισμα, οὐ δὲ ἐς χεῖρας αὐτῷ ἦλθεν, ἀλλ’ἀμαχεὶ ὡμολόγησε · καί σφας κακὸν οὐδὲν δράσας ῥᾷον καὶ ἄλλους τινὰς ἀφ’ἑκατέρου προσεποιήσατο.
41.52.1καὶ ὁ μὲν ἰσχυρὸς αὖθις ἐγίγνετο, Πομπήιος δὲ οὐκ ἐπεδίωξε μὲν αὐτόν (νυκτόςτε γὰρ ἐξαπιναίως ἀπανέστη, καὶ τὸν ποταμὸν τὸν Γενουσὸν σπουδῇ διέβη), οὕτω μέντοι τὴν γνώμην εἶχεν ὡς καὶ διαπεπολεμηκώς. κα- κἀκ τούτου τὸ μὲν τοῦ αὐτοκράτορος ὄνομα ἔλαβεν, οὐ μέντοι καὶ ἐμεγαληγόρει τι ἢ καὶ δάφνην τινὰ ταῖς ῥάβδοις περιῆψεν, δυσχεραίνων ἐπὶ πολίταις τοιοῦτό τι ποιῆσαι.
41.52.2ἐκ δὲ δὴ τῆς αὐτῆς ταύτης διανοίας οὐ δὲ ἐς τὴν Ἰταλίαν οὔτ’αὐτὸς ἔπλευσεν οὔτ’ἄλλους τινὰς ἔπεμψε, καίτοι ῥᾳδίως ἂν πᾶσαν αὐτὴν κατασχών · τῷτε γὰρ ναυτικῷ πολὺ ἐκράτει ἅτε πεντακοσίας ναῦς ταχείας ἔχων, ὥστε πανταχόσε ἅμα κατᾶραι, καὶ τὰ ἐκεῖ οὔτ’ἄλλως αὐτῷ ἤχθετο, οὔτε, εἰ καὶ τὰ μάλιστα ἠλλοτρίωτο, ἀξιόμαχά γε ἀντιπολεμῆσαι ἦν.
41.52.3πόρρωτε γὰρ τοῦ περὶ αὐτῆς δόξαι πολεμεῖν ἀφεστηκέναι ἐβούλετο, καὶ φόβον οὐδένα τοῖς ἐν τῇ Ῥώμῃ τότε οὖσι παρασχεῖν ἠξίου. τῆς μὲν οὖν Ἰταλίας διὰ ταῦτ’οὐκ ἐπείρασεν, οὐ μὴν οὐ δὲ ἐπέστειλε τῷ κοινῷ περὶ τῶν πραχθέντων οὐδέν · ἐπὶ δὲ δὴ τὸν Καίσαρα μετὰ τοῦθ’ὁρμήσας ἐς τὴν Θεσσαλίαν ἀφίκετο.
41.53.1ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις ἡ μὲν ὄψις τῶν στρατοπέδων πολέμου τινὰ εἰκόνα ἔφερεν, ἡ δὲ δὴ χρεία τῶν ὅπλων ὡς καὶ ἐν εἰρήνῃ ἡσύχαζε. τότε γὰρ μέγεθος τοῦ κινδύνου διασκοποῦντες, καὶ τὸ ἄδηλον τότε ἀστάθμητον τῶν πραγμάτων προορώμενοι, καί τινα καὶ αἰδῶ τοῦτε ὁμοφύλου καὶ τῆς συγγενείας ἔτι ποιούμενοι διέμελλον, κα- κἀν τούτῳ καὶ λόγους περὶ φιλίας σφίσιν ἀντέπεμπον, καί τισι καὶ συναλλαγήσεσθαι διὰ κενῆς ἔδοξαν.
41.53.2αἴτιον δὲ ὅτι τοῦτε παντὸς κράτους ἀμφότεροι ἐφιέμενοι, καὶ πολλῇ μὲν φιλοτιμίᾳ ἐμφύτῳ πολλῇ δὲ καὶ φιλονεικίᾳ ἐπικτήτῳ χρώμενοι (πρόςτε γὰρ τῶν ἴσων καὶ πρὸς τῶν οἰκειοτάτων ἥκιστά τινες ἐλαττούμενοι φέρουσιν) οὔτε τι συγχωρῆσαι ἀλλήλοις ἤθελον, ὥσπερ ἀμφότεροι κρατῆσαι δυνάμενοι, οὔτε πιστεῦσαι, κα- κἂν συμβαθῇ τι ἐδύναντο μὴ οὐ τοῦ πλείονόςτε ἀεί σφας ὀριγνήσεσθαι καὶ ὑπὲρ τοῦ παντὸς αὖθις στασιάσειν
41.54.1γνώμῃ μὲν γὰρ τοσοῦτον ἀλλήλων διέφερον ὅσον Πομπήιος μὲν οὐδενὸς ἀνθρώπων δεύτερος, Καῖσαρ δὲ καὶ πρῶτος πάντων εἶναι ἐπεθύμει, καὶ ὁ μὲν παρ’ἑκόντωντε τιμᾶσθαι καὶ ἐθελόντων προστατεῖν φιλεῖσθαίτε ἐσπούδαζε, τῷ δὲ οὐδὲν ἔμελεν εἰ καὶ ἀκόντων ἄρχοι καὶ μισοῦσιν ἐπιτάσσοι, τάςτε τιμὰς αὐτὸς ἑαυτῷ διδοίη.
41.54.2τὰ μέντοι ἔργα, δι’ὧν ἤλπιζον πάνθ’ὅσα ἐβούλοντο καταπράξειν, ἀμφότεροι ὁμοίως καὶ ἀνάγκῃ ἐποίουν · ἀδύνατον γὰρ ἦν αὐτῶν κατατυχεῖν τινι μὴ οὐ τοῖςτε οἰκείοις πολεμοῦντι καὶ τοὺς ὀθνείους ἐπὶ τοὺς ὁμοφύλους ἄγοντι, καὶ πολλὰ μὲν χρήματα ἀδίκως συλῶντι, πολλοὺς δὲ καὶ τῶν φιλτάτων ἀνόμως κτείνοντι.
41.54.3ὥστε εἰ καὶ ταῖς ἐπιθυμίαις διήλλαττον, ἀλλὰ ταῖς γε πράξεσι, δι’ὧν ἀποπληρώσειν αὐτὰς ἤλπιζον, ὡμοιοῦντο. καὶ διὰ τοῦτ’οὔθ’ὑφίεντό τινος ἀλλήλοις, καίπερ πολλὰς δικαιώσεις προτεινάμενοι, καὶ ἐς χεῖρας τελευτῶντες ἦλθον.
41.55.1ἐγένετο δὲ ὁ ἀγὼν μέγας καὶ οἷος οὐχ ἕτερος. αὐτοίτε γὰρ ἄριστοι πρὸς πάντα τὰ πολέμια καὶ εὐδοκιμώτατοι διαφανῶς οὐχ ὅτι τῶν Ῥωμαίων ἀλλὰ καὶ τῶν ἄλλων τῶν τότε ἀνθρώπων ἠξιοῦντο εἶναι · οἷα γὰρ ἐκ παίδωντε ἐν αὐτοῖς ἠσκημένοι καὶ διὰ παντὸς αὐτοῖς ὡμιληκότες, ἔργατε ἀξιόλογα ἀποδεδειγμένοι, καὶ πολλῇ μὲν ἀρετῇ πολλῇ δὲ καὶ τύχῃ κεχρημένοι, καὶ ἀξιοστρατηγητότατοι καὶ ἀξιονικότατοι ἦσαν ·
41.55.2καὶ δυνάμεις Καῖσαρ μὲν τοῦτε πολιτικοῦ τὸ πλεῖστον καὶ καθαρώτατον, καὶ ἐκ τῆς ἄλλης Ἰταλίας τῆςτε Ἰβηρίας καὶ τῆς Γαλατίας πάσης τῶντε νήσων ὧν ἐκράτει τοὺς μαχιμωτάτους εἶχε, Πομπήιος δὲ συχνοὺς μὲν καὶ ἐκ τῆς βουλῆς τῆςτε ἱππάδος κα- κἀκ τῶν καταλόγων ἐπῆκτο, παμπληθεῖς δὲ παράτε τῶν λοιπῶν ὑπηκόων καὶ παρὰ τῶν ἐνσπόνδων καὶ δήμων καὶ βασιλέων ἠθροίκει.
41.55.3ἄνευ γὰρ δὴ τοῦτε Φαρνάκου καὶ τοῦ Ὀρώδου (καὶ γὰρ τοῦτον, καίτοι πολέμιον ἀφ’οὗ τοὺς Κράσσους ἀπέκτεινεν ὄντα, προσεταιρίσασθαι ἐπεχείρησε) πάντες οἱ ἄλλοι, οἱ καὶ ἐφ’ὁσονοῦν οἰκειωθέντες ποτὲ αὐτῷ, καὶ χρήματά οἱ ἔδωκαν, καὶ βοηθείας οἱ μὲν ἔπεμψαν οἱ δὲ ἤγαγον.
41.55.4ὁ δὲ δὴ Πάρθος ὑπέσχετο μὲν αὐτῷ, ἂν τὴν Συρίαν λάβῃ, συμμαχήσειν, μὴ τυχὼν δὲ αὐτῆς οὐκ ἐπήμυνε. προύχοντος δ’οὖν πολὺ τοῦ Πομπηίου τῷ πλήθει, ἐξισοῦντό σφισιν οἱ τοῦ Καίσαρος τῇ ῥώμῃ · καὶ οὕτως ἀπ’ἀντιπάλου πλεονεξίας καὶ ἰσόρροποι ἀλλήλοις καὶ ἰσοκίνδυνοι ἐγίγνοντο.
41.56.1ἔκτε οὖν τούτων καὶ ἐξ αὐτῆς τῆς αἰτίας τῆςτε ὑποθέσεως τοῦ πολέμου ἀξιολογώτατος ἀγὼν συνηνέχθη. ἥτε γὰρ πόλις ἡ τῶν Ῥωμαίων καὶ ἡ ἀρχὴ αὐτῆς ἅπασα, καὶ πολλὴ καὶ μεγάλη ἤδη οὖσα, ἆθλόν σφισι προύκειτο · εὔδηλον γάρ που πᾶσιν ἦν ὅτι τῷ τότε κρατήσαντι δουλωθήσεται.
41.56.2τοῦτότε οὖν ἐκλογιζόμενοι, καὶ προσέτι καὶ τῶν προτέρων ἔργων, Πομπήιος μὲν τῆςτε Ἀφρικῆς καὶ τοῦ Σερτωρίου τοῦτε Μιθριδάτου καὶ τοῦ Τιγράνου καὶ τῆς θαλάσσης, Καῖσαρ δὲ τῆςτε Γαλατίας καὶ τῆς Ἰβηρίας τοῦτε Ῥήνου καὶ τῆς Βρεττανίας, ἀναμιμνησκόμενοι, καὶ κινδυνεύειντε καὶ περὶ ἐκείνοις ἡγούμενοι καὶ προσκτήσασθαι τὴν ἀλλήλων δόξαν σπουδὴν ποιούμενοι, ὤργων.
41.56.3τάτε γὰρ ἄλλα τῶν ἡττημένων τοῖς κρατοῦσι προσγίγνεται καὶ ἡ εὔκλεια ὅτι μάλιστα · ὅσῳ γὰρ ἂν μείζω καὶ δυνατώτερόν τις ἀνταγωνιστὴν καθέλῃ, τόσῳ καὶ αὐτὸς ἐπὶ
41.57.1μεῖζον αἴρεται. καὶ διὰ τοῦτο καὶ τοῖς στρατιώταις πολλὰ μὲν παραπλήσια δ’οὖν ἀλλήλοις παρῄνεσαν, εἰπόντες πάνθ’ὅσα ἐν τῷ τοιούτῳ πρόςτε τὸ αὐτίκα τοῦ κινδύνου καὶ πρὸς τὸ ἔπειτα πρέπει λέγεσθαι. ἔκτε γὰρ τῆς αὐτῆς πολιτείας ὁρμώμενοι καὶ ὑπὲρ τῶν αὐτῶν λόγους ποιούμενοι, καὶ ἀλλήλουςτε τυράννους καὶ αὑτοὺς ἐλευθερωτὰς αὐτῶν ὀνομάζοντες, οὐδέν σφισι διάφορον εἰπεῖν ἔσχον, ἀλλ’ὅτι τοῖς μὲν ἀποθανεῖν τοῖς δὲ σωθῆναι, καὶ τοῖς μὲν αἰχμαλώτους τοῖς δὲ ἐν δεσπότου μοίρᾳ πάντατε ἔχειν ἢ πάντων στερηθῆναι καὶ παθεῖν ἢ ποιῆσαι δεινότατα ὑπάρξει.
41.57.3τοιαύτας οὖν δή τινας παραινέσεις τοῖς πολίταις ποιησάμενοι, καὶ προσέτι καὶ τὰ τῶν ὑπηκόων τῶντε συμμάχων πρόςτε τὰς ἐλπίδας τῶν κρεισσόνων καὶ πρὸς τοὺς φόβους τῶν χειρόνων προαγαγόντες, συνέβαλον ἀλλήλοις τοὺς ὁμοφύλους, τοὺς συσκήνους, τοὺς συσσίτους, τοὺς ὁμοσπόνδους.
41.57.4καὶ τί ἄν τις τὰ τῶν ἄλλων ὀδύραιτο, ὁπότε καὶ αὐτοὶ ἐκεῖνοι πάντατε ταῦτα ἀλλήλοις ὄντες, καὶ προσέτι πολλῶν μὲν λόγων ἀπορρήτων πολλῶν δὲ καὶ ἔργων ὁμοίων κεκοινωνηκότες, κῆδόςτέ ποτε συναψάμενοι καὶ τὸ αὐτὸ παιδίον, ὁ μὲν ὡς πατὴρ ὁ δὲ ὡς πάππος, ἀγαπήσαντες, ὅμως ἐμάχοντο; ὅσα γὰρ ἡ φύσις τὸ αἷμα αὐτῶν μίξασα συνέδησε, τότε ταῦτα τῇ ἀπλήστῳ τῆς δυναστείας ἐπιθυμίᾳ διέλυον καὶ διέσπων καὶ διερρήγνυσαν. καὶ δι’ἐκείνους καὶ ἡ Ῥώμη περίτε ἑαυτῇ καὶ πρὸς ἑαυτὴν ἅμα κινδυνεύειν ἠναγκάζετο, ὥστε καὶ νικήσασα ἡττηθῆναι.
41.58.1τοιούτῳ μὲν ἀγῶνι συνηνέχθησαν · οὐ μέντοι καὶ εὐθὺς συνέμιξαν, ἀλλ’οἷα ἔκτε τῆς αὐτῆς πατρίδος καὶ ἐκ τῆς αὐτῆς ἑστίας ὁρμώμενοι, καὶ τάτε ὅπλα παραπλήσια καὶ τὰς τάξεις ὁμοίας ἔχοντες, ὤκνουν μὲν ἄρξαι τῆς μάχης, ὤκνουν δὲ καὶ φονεῦσαί τινας ἑκάτεροι.
41.58.2σιγήτε οὖν ἀμφοτέρων καὶ κατήφεια πολλὴ ἦν, καὶ οὔτε τις αὐτῶν ἐς τὰ πρόσω προῄει οὔθ’ὅλως ἐκινεῖτο, ἀλλ’ἐγκύψαντες ἠτρέμιζον ὥσπερ ἄψυχοι. φοβηθέντες οὖν ὅτε Καῖσαρ καὶ ὁ Πομπήιος μὴ καὶ ἐπὶ πλεῖον ἡσυχάσαντες ἀμβλύτεροί πως γένωνται ἢ καὶ συναλλαγῶσι, προσέταξαν σπουδῇ τοῖςτε σαλπικταῖς σημῆναι καὶ ἐκείνοις συμβοῆσαι τὸ πολεμικόν.
41.58.3καὶ ἐπράχθη μὲν ἑκάτερον, τοσούτου δὲ ἐδέησαν ἐπιρρωσθῆναι ὥστε καὶ ἐπὶ μᾶλλον ἔκτε τῆς τῶν σαλπικτῶν ἠχῆς ὁμοφωνούσης καὶ ἐκ τῆς ἑαυτῶν βοῆς ὁμογλωσσούσης τότε ὁμόφυλόν σφων ἐξέφηναν καὶ τὸ ὁμογενὲς ἐξήλεγξαν, κα- κἀκ τούτου καὶ ἐς δάκρυα καὶ θρῆνον ἔπεσον. ὀψὲ δ’οὖν ποτε τῶν συμμαχικῶν προκαταρξάντων καὶ ἐκεῖνοι συνέμιξαν, ἔκφρονες ἐπ’αὐτοῖς γενόμενοι.
41.59.1καὶ τοῖς μὲν ἄλλοις, οἷς πόρρωθεν ἡ ἀλκὴ ἦν, ἧττον τὸ δεινὸν συνέβαινεν, οὐ δὲ γὰρ εἰδότες οὓς ἔβαλλον, ἐτόξευον ἠκόντιζον ἐσφενδόνων ·
41.59.2οἱ δὲ δὴ ὁπλῖται οἵτε ἱππῆς χαλεπώτατα ἀπήλλασσον, ἅτε γὰρ ἐγγὺς ἀλλήλων ὄντες καί τι καὶ λαλεῖν σφισι δυνάμενοι ἐγνώριζόντε ἅμα τοὺς ἀντιπαρατεταγμένους καὶ ἐτίτρωσκον, ἀνεκάλουν καὶ ἐφόνευον, τῶν πατρίδων ἐμέμνηντο καὶ ἐσκύλευον.
41.59.3ταῦτα μὲν οἵτε Ῥωμαῖοι καὶ οἱ ἄλλοι οἱ ἐκ τῆς Ἰταλίας συστρατευόμενοί σφισιν, ὅπου ποτὲ προστύχοιεν ἀλλήλοις, καὶ ἔπραττον καὶ ἔπασχον · καὶ πολλοὶ πολλὰ καὶ οἴκαδε δι’αὐτῶν τῶν σφαγέων ἐνετέλλοντο.
41.59.4τὸ δὲ ὑπήκοον καὶ προθύμως καὶ ἀφειδῶς ἐμάχετο, πολλὴν σπουδήν, ὥσπερ ποτὲ ὑπὲρ τῆς σφετέρας ἐλευθερίας, οὕτω τότε κατὰ τῆς τῶν Ῥωμαίων δουλείας ποιούμενοι, ἐπιθυμίᾳ, ἅτε ἐν πᾶσιν αὐτῶν ἐλαττούμενοι, ὁμοδούλους σφᾶς ἔχειν.
41.60.1μεγίστητε οὖν ἡ μάχη καὶ πολυτροπωτάτη διάτε ταῦτα καὶ διὰ τὸ πλῆθος τότε πολυειδὲς τῆς παρασκευῆς ἐγένετο. πάμπολλοι μὲν γὰρ ὁπλῖται πάμπολλοι δὲ καὶ ἱππῆς, τοξόταιτε ἕτεροι καὶ σφενδονῆται ἄλλοι ὄντες, τότε πεδίον πᾶν κατέλαβον, καὶ σκεδασθέντες πολλαχῇ μὲν ἀλλήλοις οἷα ὁμόσκευοι, πολλαχῇ δὲ καὶ ἑτέροις ἀναμὶξ ἐμάχοντο.
41.60.2προεῖχον δὲ οἱ Πομπηίειοι τῇτε ἱππείᾳ καὶ τῇ τοξείᾳ, καὶ διὰ τοῦτο πόρρωθέντε ἐγκυκλούμενοί τινας προσβολαῖς αἰφνιδίοις ἐχρῶντο, καὶ συνταράξαντες αὐτοὺς ἐξανεχώρουν, εἶτ’αὖθις καὶ μάλ’αὖθις ἐπετίθεντό σφισι, τοτὲ μὲν ἐνταῦθα τοτὲ δὲ ἐκεῖσε μεθιστάμενοι.
41.60.3οἱ οὖν Καισάρειοι ταῦτάτε ἐφυλάσσοντο, καὶ τὰς τάξεις σφῶν ἐξελίσσοντες ἀντιπρόσωποίτε ἀεὶ τοῖς προσβάλλουσιν ἐγίγνοντο καὶ ὁμόσε αὐτοῖς χωροῦντες τῶντε ἀνδρῶν καὶ τῶν ἵππων ἀντελαμβάνοντο, προθύμως ἀγωνιζόμενοι · καὶ γὰρ πεζοὶ τοῖς ἱππεῦσιν αὐτῶν κοῦφοι ἐπ’αὐτὸ τοῦτο συνετετάχατο.
41.60.4καὶ ταῦτα οὐ καθ’ἕν, ὥσπερ εἶπον, ἀλλὰ πολλαχῇ ἅμα σποράδην ἐγίγνετο, ὥστε τῶν μὲν πόρρωθεν μαχομένων τῶν δὲ συσταδὸν ἀγωνιζομένων, καὶ τῶν μὲν παιόντων τινὰς τῶν δὲ πατασσομένων, φευγόντων ἑτέρων, διωκόντων ἄλλων, πολλὰς μὲν πεζομαχίας πολλὰς δὲ καὶ ἱππομαχίας ὁρᾶσθαι.
41.60.5κα- κἀν τούτῳ καὶ παρὰ δόξαν συχνὰ συνέβαινε. καὶ γὰρ τρέψας τίς τινα ἐτρέπετο, καὶ ἄλλος ἐκκλίνας τινὰ ἀντεπετίθετο αὐτῷ · πλήξας τις ἕτερον αὐτὸς ἐτιτρώσκετο, καὶ πεπτωκὼς ἄλλος τὸν ἑστηκότα ἀπεκτίννυε. καὶ πολλοὶ μὲν καὶ ἄτρωτοι ἔθνησκον, πολλοὶ δὲ καὶ ἡμιθνῆτες ἐφόνευον.
41.60.6καὶ οἱ μὲν ἔχαιρον καὶ ἐπαιώνιζον, οἱ δὲ ἐλυποῦντο καὶ ὠλοφύροντο, ὥστε βοῆς καὶ στεναγμῶν πάντα πληρωθῆναι, καὶ τοῖς μὲν πλείοσι καὶ ἐκ τούτου ταραχὴν ἐγγενέσθαι (τὰ γὰρ λεγόμενα ἄσημά σφισι διάτε τὸ ἀλλοεθνὲς καὶ διὰ τὸ ἀλλόθροον ὄντα δεινῶς αὐτοὺς ἐξέπλησσε), τοῖς δὲ δὴ συνιεῖσιν ἀλλήλων πολλαπλάσιον τὸ κακὸν συμβῆναι · πρὸς γὰρ τοῖς ἰδίοις σφῶν παθήμασι καὶ τὰ τῶν πέλας καὶ ἑώρων ἅμα καὶ ἤκουον.
41.61.1τέλος δέ, ἰσορρόπως αὐτῶν ἐπὶ μακρότατον ἀγωνισαμένων, καὶ πολλῶν ἀμφοτέρωθεν ὁμοίως καὶ πεσόντων καὶ τρωθέντων, ὁ Πομπήιος ἅτε καὶ Ἀσιανὸν καὶ ἀγύμναστον τὸ πλεῖον τοῦ στρατοῦ ἔχων ἡττήθη, ὥσπερ που καὶ πρὸ τοῦ ἔργου οἱ ἐδεδήλωτο ·
41.61.2κεραυνοίτε γὰρ ἐς τὸ στρατόπεδον αὐτοῦ ἐσέπεσον, καὶ πῦρ ἀέριον ὑπὲρ τῆς τοῦ Καίσαρος ταφρείας φανὲν ἐς τὴν ἐκείνου κατέσκηψε, τάτε σημεῖα αὐτοῦ τὰ στρατιωτικὰ μέλισσαι περιέσχον, καὶ πολλὰ τῶν ἱερείων αὐτοῖς ἤδη τοῖς βωμοῖς προσαγόμενα ἐξέδρα.
41.61.3καὶ οὕτω γε καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὁ ἀγὼν ἐκεῖνος ἔτεινεν ὥστε πολλαχόθι ἐν αὐτῇ τῇ τῆς μάχης ἡμέρᾳ καὶ στρατοπέδων συνόδους καὶ ὅπλων κτύπους συμβῆναι, ἔντε Περγάμῳ τυμπάνωντέ τινα καὶ κυμβάλων ψόφον ἐκ τοῦ Διονυσίου ἀρθέντα διὰ πάσης τῆς πόλεως χωρῆσαι, καὶ ἐν Τράλλεσι φοίνικάτε ἐν τῷ τῆς Νίκης ναῷ ἀναφῦναι καὶ τὴν θεὸν αὐτὴν πρὸς εἰκόνα τοῦ Καίσαρος ἐν πλαγίῳ που κειμένην μεταστραφῆναι, τοῖςτε Σύροις δύο τινὰς νεανίσκους τὸ τέλος τῆς μάχης ἀγγείλαντας ἀφανεῖς γενέσθαι, καὶ ἐν Παταουίῳ τῆς νῦν Ἰταλίας τότε δὲ ἔτι Γαλατίας ὄρνιθάς τινας οὐχ ὅτι διαγγεῖλαι αὐτὴν ἀλλὰ καὶ δεῖξαι τρόπον τινά ·
41.61.5Γάιος γάρ τις Κορνήλιος πάντα τὰ γενόμενα ἀκριβῶςτε ἐξ αὐτῶν ἐτεκμήρατο καὶ τοῖς παροῦσιν ἐξηγήσατο. ταῦτα μὲν ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ὡς ἕκαστα συνηνέχθη, καὶ παραχρῆμα μὲν ἠπιστεῖτο, ὥσπερ εἰκὸς ἦν, ἀγγελθέντων δὲ τῶν πραχθέντων ἐθαυμάζετο.
41.62.1τῶν δὲ δὴ Πομπηιείων τῶν μὴ ἐν χερσὶ φθαρέντων οἱ μὲν ἔφυγον ὅπῃ ποτὲ ἠδυνήθησαν, οἱ δὲ καὶ μετὰ τοῦτο […] · καὶ αὐτῶν ὁ Καῖσαρ τοὺς μὲν ἐν τῷ τεταγμένῳ στρατευομένους ἐς τὰ ἑαυτοῦ στρατόπεδα ἐσέγραψε, μηδέν σφισι μνησικακήσας, τῶν δὲ δὴ βουλευτῶν τῶντε ἱππέων ὅσους μὲν καὶ πρότερόν ποτε ᾑρηκὼς ἠλεήκει ἀπέκτεινε, πλὴν εἴ τινας οἱ φίλοι αὐτοῦ ἐξῃτήσαντο (τούτοις γὰρ ἕνα ἑκάστῳ τότε σῶσαι συνεχώρησε), τοὺς δὲ λοιποὺς τοὺς τότε πρῶτον ἀντιπολεμήσαντας αὐτῷ ἀφῆκεν, εἰπὼν ὅτι “οὐδέν με ἠδικήκασιν οἳ τὰ τοῦ Πομπηίου φίλου σφίσιν ὄντος ἐσπούδασαν, μηδεμίαν εὐεργεσίαν παρ’ἐμοῦ ἔχοντες”.
41.62.4τὸ δ’αὐτὸ τοῦτο καὶ πρὸς τοὺς δυνάστας τούςτε δήμους τοὺς συναραμένους οἱ ἐποίησε · πᾶσι γὰρ αὐτοῖς συνέγνω, ἐννοῶν ὅτι αὐτὸς μὲν ἤ τινα ἢ οὐδένα αὐτῶν ἠπίστατο, παρ’ἐκείνου δὲ δὴ πολλὰ καὶ ἀγαθὰ προεπεπόνθεσαν.
41.62.5καὶ πολύ γε τούτους μᾶλλον ἐπῄνει τῶν εὐεργεσίαν μέν τινα παρὰ τοῦ Πομπηίου προλαβόντων, ἐν δὲ δὴ τοῖς κινδύνοις αὐτὸν ἐγκαταλιπόντων ·
41.62.6τοὺς μὲν γὰρ καὶ ἑαυτῷ δι’εὐνοίας ἔσεσθαι ἤλπιζε, τοὺς δέ, εἰ καὶ τὰ μάλιστα ἔδοξάν τί οἱ καὶ χαρίσασθαι, ἀλλὰ προδότας γε τοῦ νῦν φίλου γενομένους οὐ δὲ ἑαυτοῦ ποτε φείσεσθαι
41.63.1ἐνόμιζε. τεκμήριον δὲ ὅτι Σαδάλου μὲν τοῦ Θρᾳκὸς καὶ Δηιοτάρου τοῦ Γαλάτου, καίτοι καὶ ἐν τῇ μάχῃ γενομένων, Ταρκονδιμότουτε ἐν μέρει μέν τινι τῆς Κιλικίας δυναστεύοντος, πλεῖστον δὲ αὐτῷ πρὸς τὰ ναυτικὰ βοηθήσαντος, ἐφείσατο.
41.63.2τί γὰρ δεῖ τοὺς ἄλλους τοὺς τὰς συμμαχίας πέμψαντας καταλέγειν, οἷς καὶ αὐτοῖς συγγνώμην ἔνειμε, χρήματα μόνον παρ’αὐτῶν λαβών; ἄλλο γὰρ οὐδὲν οὔτε ἔδρασέ σφας οὔτ’ἀφείλετο, καίπερ πολλῶν πολλὰ καὶ μεγάλα, τὰ μὲν πάλαι τὰ δὲ καὶ τότε, παρὰ τοῦ Πομπηίου εἰληφότων.
41.63.3μέρος μὲν γάρ τι τῆς Ἀρμενίας τῆς τοῦ Δηιοτάρου γενομένης Ἀριοβαρζάνει τῷ τῆς Καππαδοκίας βασιλεῖ ἔδωκεν, οὐ μέντοι καὶ τὸν Δηιόταρον ἐν τούτῳ τι ἔβλαψεν, ἀλλὰ καὶ προσευηργέτησεν · οὐ γὰρ ἐκείνου τὴν χώραν ἀπετέμετο, ἀλλ’ὑπὸ τοῦ Φαρνάκου πᾶσαν τὴν Ἀρμενίαν καταληφθεῖσαν καταλαβὼν τὸ μέν τι αὐτῆς τῷ Ἀριοβαρζάνει τὸ δὲ δὴ τῷ Δηιοτάρῳ ἐχαρίσατο.
41.63.4καὶ τούτοις μὲν οὕτως ἐχρήσατο · τῷ δὲ δὴ Φαρνάκῃ προβαλλομένῳ ὅτι μὴ προσαμύναι τῷ Πομπηίῳ, κα- κἀκ τούτου συγγνώμης ἐφ’οἷς ἐπεποιήκει τυχεῖν ἀξιοῦντι, οὔτε ἔνειμεν ἐπιεικὲς οὐδέν, καὶ προσέτι καὶ αὐτὸ τοῦτ’ἐπεκάλεσεν, ὅτι καὶ πονηρὸς καὶ ἀνόσιος περὶ τὸν εὐεργέτην ἐγένετο.
41.63.5τοσαύτῃ μὲν καὶ φιλανθρωπίᾳ καὶ ἀρετῇ πρὸς ἅπαντας τοὺς ἀντιπολεμήσαντας αὐτῷ ἐπίπαν ἐχρῆτο · ἀμέλει καὶ τὰ γράμματα τὰ ἀπόθετα τὰ ἐν τοῖς τοῦ Πομπηίου κιβωτίοις εὑρεθέντα, ὅσα τινῶν τήντε πρὸς ἐκεῖνον εὔνοιαν καὶ τὴν πρὸς ἑαυτὸν δύσνοιαν ἤλεγχεν, οὔτ’ἀνέγνω οὔτ’ἐξεγράψατο ἀλλ’εὐθὺς κατέφλεξεν, ὅπως μηδὲν ἀπ’αὐτῶν δεινὸν ἀναγκασθῇ δρᾶσαι, ὥστε τινὰ καὶ διὰ ταῦτα τοὺς ἐπιβουλεύσαντας αὐτῷ μισῆσαι.
41.63.6τοῦτο δὲ οὐκ ἄλλως εἶπον, ἀλλ’ὅτι καὶ ὁ Καιπίων ὁ Βροῦτος ὁ Μᾶρκος, ὁ μετὰ τοῦτο αὐτὸν ἀποκτείνας, καὶ ἑάλω ὑπ’αὐτοῦ καὶ ἐσώθη.