Roman History, 47
47.1.1ταῦτ’οὖν συνθέμενοι καὶ συνομόσαντες ἐς τὴν Ῥώμην, δόξῃ μὲν ὡς καὶ πάντες ἀπὸ τῆς ἴσης ἄρξοντες, γνώμῃ δὲ ὡς καὶ αὐτὸς ἕκαστος πᾶν τὸ κράτος ἕξων, ἠπείγοντο, καίπερ ἐναργέστατα μὲν καὶ πρότερον, σαφέστατα δὲ καὶ τότε τὸ μέλλον ἔσεσθαι προμαθόντες ·
47.1.2τῷ μὲν γὰρ Λεπίδῳ ὄφιςτέ τις ξίφει ἑκατοντάρχου περιπλακεὶς καὶ λύκος ἔςτε τὸ στρατόπεδον καὶ ἐς τὴν σκηνὴν δειπνοποιουμένου αὐτοῦ ἐσελθὼν καὶ τὴν τράπεζαν καταβαλὼν τήντε ἰσχὺν ἅμα καὶ τὴν δυσχέρειαν τὴν ἐπ’αὐτῇ προεσήμηνεν, τῷ δ’Ἀντωνίῳ γάλατε πέριξ περὶ τὸ τάφρευμα περιρρυὲν καὶ συνῳδία τις νυκτὸς περιηχήσασα τάςτε θυμηδίας καὶ τὸν ὄλεθρον τὸν ἀπ’αὐτῶν προέδειξεν.
47.1.3ἐκείνοις μὲν οὖν ταῦτα πρὶν ἐς τὴν Ἰταλίαν ἐλθεῖν ἐγένετο · τῷ δὲ δὴ Καίσαρι τότε εὐθὺς ἐπὶ ταῖς συνθήκαις ἀετὸς ὑπέρτε τῆς σκηνῆς αὐτοῦ ἱδρυθείς, καὶ δύο κόρακας προσπεσόντας οἱ τίλλειντε τῶν πτερῶν πειρωμένους ἀποκτείνας, τὴν νίκην κατ’ἀμφοτέρων αὐτῶν ἔδωκε.
47.2.1καὶ οἱ μὲν οὕτως ἐς τὴν Ῥώμην, πρότερος μὲν ὁ Καῖσαρ, ἔπειτα δὲ καὶ ἐκεῖνοι, χωρὶς ἑκάτερος, μετὰ τῶν στρατιωτῶν ἁπάντων ἦλθον, καὶ παραχρῆμα τὰ δόξαντά σφισι διὰ τῶν δημάρχων ἐνομοθέτησαν.
47.2.2ἃ γὰρ ἐπέταττον καὶ ἐβιάζοντο τότε ὄνομα τὸ τοῦ νόμου ἐλάμβανε καὶ προσέτι καὶ παράκλησιν αὐτοῖς ἔφερε · πάνυ γὰρ ἱκετευθῆναί σφας ἔδει ἵνα αὐτὰ ποιήσωσι. καὶ διὰ τοῦτο καὶ θυσίαι ἐπ’αὐτοῖς ὡς καὶ ἐπ’εὐτυχήμασί τισιν ἐψηφίσθησαν, καὶ ἡ ἐσθὴς ὡς καὶ εὐδαιμονούντων σφῶν μετεβλήθη, καίπερ πολλοῦ μὲν καὶ ἐξ αὐτῶν τῶν πραττομένων, πολλῷ δὲ ἔτι πλείονος ἐκ τεράτων δέους αὐτοῖς ὄντος.
47.2.3τάτε γὰρ σημεῖα τοῦ στρατεύματος τοῦ τὴν πόλιν φυλάττοντος ἀραχνίων ἀνεπλήσθη, καὶ ὅπλα ἐκ τῆς γῆς ἐς τὸν οὐρανὸν ἀνιόντα ὤφθη, κτύποςτε ἀπ’αὐτῶν πολὺς ἠκούσθη, καὶ ἐν τῷ Ἀσκληπιείῳ μέλισσαι ἐς τὴν ἄκραν πολλαὶ συνεστράφησαν, γῦπέςτε ἐπίτε τοῦ νεὼ τοῦ Γενίου τοῦ δήμου καὶ ἐπὶ τοῦ τῆς Ὁμονοίας παμπληθεῖς ἱδρύθησαν.
47.3.1καὶ αὐτῶν ἐνταῦθα ἔτι ὡς εἰπεῖν ὄντων αἵτε σφαγαὶ ἐκεῖναι αἷς ποτε ὁ Σύλλας ἐκ τῶν προγραφῶν ἐκέχρητο ἐπανήχθησαν, καὶ ἡ πόλις ἅπασα νεκρῶν ἐπληρώθη · πολλοὶ μὲν γὰρ ἐν ταῖς οἰκίαις πολλοὶ δὲ καὶ ἐν ταῖς ὁδοῖς ἔντε ταῖς ἀγοραῖς καὶ πρὸς τοῖς ἱεροῖς σποράδην ἀπεκτίννυντο, καὶ αἵτε κεφαλαὶ αὐτῶν ἐπὶ τὸ βῆμα αὖθις ἀνετίθεντο, καὶ τὰ λοιπὰ σώματα τὰ μὲν αὐτοῦτε ἐρριπτεῖτο καὶ ὑπὸ κυνῶν ὀρνίθωντε ἠσθίετο, τὰ δὲ ἐς τὸν ποταμὸν ἐνεβάλλετο.
47.3.2τάτε ἄλλα ὅσα ἐπὶ τοῦ Σύλλου πρότερον ἐπέπρακτο, καὶ τότε συνεφέρετο, πλὴν ὅτι δύο μόνα λευκώματα, χωρὶς μὲν τῶν βουλευτῶν χωρὶς δὲ τῶν ἄλλων, ἐξετέθη.
47.3.3καὶ τὸ μὲν αἴτιον δι’ὃ τοῦτ’ἐγένετο, οὔτε παρ’ἑτέρου τινὸς μαθεῖν οὔτ’αὐτὸς εὑρεῖν ἠδυνήθην · ὃ γάρ τοι μόνον ἄν τις, τό γε ἐλάττους θανατωθῆναι, ἐνενόησεν, ἥκιστα ἀληθές ἐστι · πολλῷ γὰρ πλείους, ἅτε καὶ ὑπὸ πλειόνων, ἐσεγράφησαν. τοῦτο δὲ οὐ παρὰ τὰς σφαγὰς τὰς ἐν τῷ πρὶν γενομένας παρήλλαξεν ·
47.3.4ἐπεὶ ὅτι γε οὐκ ἀναμὶξ τὰ ὀνόματα τῶν πρώτων τοῖς πολλοῖς ἀλλὰ χωρὶς ἐξετέθη, λῆρόν που πολὺν τοῖς γε ἐκ τοῦ ὁμοίου σφαγησομένοις ἔφερεν. ἀντ’ἐκείνου δὲ δὴ ἕτερα καὶ πάνυ δυσχερῆ, καίπερ μηδεμίαν τῶν προτέρων ὑπερβολήν, ὥς γε καὶ ἐδόκει, λιπόντων, οὐκ ὀλίγα αὐτοῖς συνηνέχθη.
47.4.1ἐπὶ μὲν γὰρ τοῦ Σύλλου οἵτέ τι δρῶντες τάςτε τόλμας ἐκ τοῦ παραχρῆμα, ἅτε καὶ πρῶτον τοῦ τοιούτου πειρώμενοι, καὶ οὐκ ἐκ προβουλῆς ἐποιοῦντο, καὶ διὰ τοῦθ’ἧττον τὰ πλείω κακοτρόπως, οἷα οὐκ ἐκ προνοίας ἀλλ’ἐκ συντυχίας, ἔπραττον · καὶ οἱ πάσχοντες ἐξαπιναίαιςτε καὶ ἀνηκούστοις συμφοραῖς περιπίπτοντες ῥᾳστώνην τινὰ ἐκ τοῦ ἀνελπίστου τῶν παθῶν ἐλάμβανον.
47.4.2τότε δὲ πάντα μὲν τὰ προτολμηθέντα οἱ μὲν αὐτοὶ χειρουργήσαντες, οἱ δὲ ἰδόντες, οἱ δ’ἀκοῇ γοῦν ὑπογύῳ ἀκριβοῦντες, πολλὰ δ’οὖν ἐν τῷ διὰ μέσου τῇ προσδοκίᾳ τῶν ὁμοίων οἱ μὲν ὡς δράσουσι προσεπινοήσαντες, οἱ δ’ὡς πείσονται προσδείσαντες, ἐκεῖνοίτε πλείστην ἀτοπίαν τῇτε ζηλώσει τῶν προτέρων ἔργων καὶ τῇ ἀπ’αὐτῶν σπουδῇ ἐς τὸ καινῶσαί πως τὰ ἐπιβουλεύματα ἐξ ἐπιτεχνήσεως παρεῖχον, καὶ οἱ ἕτεροι πάνθ’ὅσα παθεῖν ἐδύναντο λογιζόμενοι πολὺ ταῖς ψυχαῖς καὶ πρὸ τῶν σωμάτων, ὡς καὶ ἐν αὐτοῖς
47.5.1ἤδη ὄντες, διεκναίοντο. κα- κἄντε τούτῳ χαλεπωτέρως ἢ πρὶν ἀπήλλασσον, καὶ διότι τότε μὲν μόνοι οἱ τοῦ Σύλλου τῶντε περὶ αὐτὸν δυνατῶν ἐχθροὶ διώλοντο, τῶν δὲ δὴ φίλων αὐτοῦ τῶντε ἄλλων ἀνθρώπων οὐδεὶς ἐκείνου γε κελεύσαντος ἐφθάρη, ὥστε ἔξω τῶν πάνυ πλουσίων (τούτοις γὰρ οὐκ ἔστιν ὅτε εἰρήνη πρὸς τὸν ἰσχυρότερον ἐν τοῖς τοιούτοις γίγνεται) οἵ γε λοιποὶ ἐθάρσουν ·
47.5.2ἐν δὲ δὴ ταῖς δευτέραις ταύταις σφαγαῖς οὐχ ὅπως οἱ ἐχθροὶ αὐτῶν ἢ καὶ οἱ πλούσιοι, ἀλλὰ καὶ οἱ πάνυ φίλοι καὶ παρὰ δόξαν ἐκτείνοντο.
47.5.3ἄλλως μὲν γὰρ ἤ τις ἢ οὐδεὶς ἐς ἔχθραν ἀπ’ἰδίας τινὸς αἰτίας τοῖς ἀνδράσιν ἐκείνοις, ὡς καὶ σφαγῆναι πρὸς αὐτῶν, ἐληλύθει · τὰ δὲ δὴ κοινὰ πράγματα καὶ αἱ τῶν δυναστειῶν διαλλαγαὶ καὶ τὰς φιλίας τάςτε ἔχθρας τὰς σφοδρὰς αὐτοῖς ἐπεποιήκεσαν.
47.5.4πάντας γὰρ τοὺς τῷ πέλας συναραμένουςτέ τι καὶ συμπράξαντας ἐν πολεμίου μοίρᾳ οἱ ἕτεροι ἐτίθεντο · καὶ οὕτω συνέβαινε τοὺς αὐτοὺς καὶ φίλους τινὶ αὐτῶν καὶ ἐχθροὺς πάντων γεγονέναι ὥστε, ἐν ᾧ ἰδίᾳ ἕκαστος τοὺς ἐπιβουλεύσαντάς οἱ ἠμύνετο, καὶ τοὺς φιλτάτους κοινῇ συναπώλλυσαν.
47.5.5ἐκ γὰρ τῶν πρὸς ἀλλήλους πραγμάτων τότε οἰκειωθέν σφισι καὶ τὸ ἀλλοτριωθὲν ἐν λόγῳ τινὶ τιθέμενοι οὔτε τὸν ἑαυτοῦ τις αὐτῶν ἐχθρὸν τιμωρήσασθαι, φίλον ἑτέρου ὄντα, ἐδύνατο μὴ ἀντιδιδοὺς ἄλλον, καὶ ἐκ τῆς τῶν γεγονότων ὀργῆς τῆςτε ἔπειτα ὑποψίας παρ’οὐδὲν τὴν τοῦ ἑταιρικοῦ σωτηρίαν πρὸς τὴν τοῦ διαφόρου τιμωρίαν ποιούμενοι ῥᾳδίως σφᾶς ἀντεδίδοσαν.
47.6.1κα- κἀκ τούτου τούςτε φιλτάτους ἀντὶ τῶν ἐχθίστων ἀλλήλοις προέβαλλον, καὶ τοὺς πολεμιωτάτους ἀντὶ τῶν ἑταιροτάτων, τοῦτο μὲν ἴσους πρὸς ἴσους, τοῦτο δὲ ἀνθ’ἑνὸς πλείονας ἢ καὶ ἀντὶ πλειόνων ἐλάττονας, ἠλλάττοντο, τάτε ἄλλα ἐν ἀγορᾶς τρόπῳ ποιούμενοι, καὶ ὑπερβάλλοντες ὥσπερ ἐν πρατηρίῳ.
47.6.2εἰ μὲν γὰρ εἷς τις ἑνός τινος ἀντάξιος ὥστ’ἰσομοιρεῖν εὑρίσκετο, ἁπλῆ ἡ ἀντίδοσις ἐγίγνετο · ὅσους δὲ δὴ ἀρετή τις ἢ ἀξίωσις ἢ καὶ συγγένεια ἀνετίμα, ἀντὶ πλειόνων ἀπώλλυντο. ἅτε γὰρ ἐν ἐμφυλίοις πολέμοις, καὶ πολλῷ μὲν χρόνῳ πολλαῖς δὲ καὶ πράξεσι γενομένοις, συχνοὶ καὶ τοῖς πάνυ συγγενέσι κατὰ τὸ στασιωτικὸν προσεκεκρούκεσαν.
47.6.3ἀμέλει τῷτε Ἀντωνίῳ καὶ ὁ θεῖος Λούκιος Καῖσαρ καὶ τῷ Λεπίδῳ καὶ ὁ ἀδελφὸς Λούκιος Παῦλος ἐπεπολέμωντο. ἀλλ’οὗτοι μὲν ἐσώθησαν, τῶν δὲ δὴ ἄλλων πολλοὶ καὶ παρ’αὐτοῖς τοῖςτε φίλοις καὶ τοῖς ἀναγκαίοις, ὑφ’ὧνπερ ἐς τὰ μάλιστα καὶ σωθήσεσθαι καὶ τιμηθήσεσθαι προσεδόκων, ἐσφάγησαν.
47.6.4ὅπως γὰρ μηδεὶς στερηθήσεσθαι τῶν ἄθλων φοβηθείς, ὅτι τοὺς ἐπὶ τοῦ Σύλλου φονεύσαντάς τινας ὁ Κάτων ὁ Μᾶρκος ταμιεύσας ἀπῄτησε πάνθ’ὅσα ἐπ’αὐτοῖς εἰλήφεσαν, ἧττόν τινα ἀποκτείνῃ, προηγόρευσαν ὅτι οὐδένα αὐτῶν ἐς τὰ δημόσια γράμματα ἐσγράψουσι.
47.6.5τούςτε οὖν ἄλλους ἑτοιμότερον διὰ τοῦτ’ἔσφαζον καὶ τοὺς εὐπόρους, εἰ καὶ μηδενὶ αὐτῶν ἀπήχθοντο · παμπόλλωντε γὰρ χρημάτων δεόμενοι, καὶ οὐκ ἔχοντες ὁπόθεν ἄλλοθεν τὰς ἐπιθυμίας τῶν στρατιωτῶν ἀποπληρώσωσι, κοινήν τινα κατὰ τῶν πλουσίων ἔχθραν προσέθεντο.
47.6.6καὶ ἄλλατε διὰ τοῦτο πολλὰ παρενομήθη, καὶ παιδίσκον τινὰ ἐς ἐφήβους ἐσήγαγον, ἵν’ὡς ἐς ἄνδρας ἤδη τελῶν ἀποθάνῃ.
47.7.1ταῦτα δὲ ἐπράττετο μὲν ὑπότε τοῦ Λεπίδου καὶ ὑπὸ τοῦ Ἀντωνίου μάλιστα (πρόςτε γὰρ τοῦ Καίσαρος τοῦ προτέρου ἐπὶ μακρότατον τιμηθέντες, καὶ ἐν ταῖς ἀρχαῖς ταῖςτε ἡγεμονίαις ἐπὶ πλεῖστον γενόμενοι, πολλοὺς ἐχθροὺς εἶχον), ἐδόκει δὲ καὶ ὑπὸ τοῦ Καίσαρος κατὰ τὴν τῆς δυναστείας κοινωνίαν γίγνεσθαι, ἐπεὶ αὐτός γε οὐδέν τι συχνοὺς ἀποκτεῖναι ἐδεήθη ·
47.7.2τῇτε γὰρ φύσει οὐκ ὠμὸς ἦν, καὶ ἐν τοῖς τοῦ πατρὸς ἤθεσιν ἐνετέθραπτο. πρὸς δ’ἔτι νέοςτε ὢν καὶ ἄρτι ἐς τὰ πράγματα παριὼν οὔτ’ἄλλως ἀνάγκην πολλοὺς σφοδρῶς μισεῖν εἶχε καὶ φιλεῖσθαι ἤθελε.
47.7.3σημεῖον δὲ ὅτι, ἀφ’οὗ τῆςτε πρὸς ἐκείνους συναρχίας ἀπηλλάγη καὶ τὸ κράτος μόνος ἔσχεν, οὐδὲν ἔτι τοιοῦτον ἔπραξεν. καὶ τότε δὲ οὐχ ὅσον πολλοὺς οὐκ ἔφθειρεν, ἀλλὰ καὶ ἔσωσε πλείστους, τοῖςτε προδοῦσι τοὺς δεσπότας ἢ τοὺς φίλους χαλεπώτατα καὶ τοῖς συναραμένοις τισὶν ἐπιεικέστατα ἐχρήσατο.
47.7.4τεκμήριον δέ, Τανουσία γυνὴ ἐπιφανὴς τὸν ἄνδρα Τίτον Οὐίνιον ἐπικηρυχθέντα τὸ μὲν πρῶτον ἐς κιβωτὸν παρὰ ἀπελευθέρῳ τινὶ Φιλοποίμενι κατέκρυψεν, ὥστε καὶ πίστιν τοῦ τεθνηκέναι αὐτὸν παρασχεῖν · μετὰ δὲ τοῦτο δημοτελῆ ἑορτήν, ἣν συγγενής τις αὐτῆς ποιήσειν ἔμελλε, τηρήσασα, τόντε Καίσαρα διὰ τῆς Ὀκταουίας τῆς ἀδελφῆς ἐς τὸ θέατρον μόνον τῶν τριῶν ἐσελθεῖν διεπράξατο, κα- κἀνταῦθα ἐσπηδήσασα τότε πραχθὲν ἀγνοοῦντί οἱ ἐμήνυσε, καὶ τὴν κιβωτὸν αὐτὴν ἐσκομίσασα ἐκεῖθεν τὸν ἄνδρα ἐξήγαγεν, ὥστε τὸν Καίσαρα θαυμάσαντα πάντας μὲν αὐτοὺς ἀφεῖναι (καὶ γὰρ τοῖς συγκρύψασί τινα θάνατος προείρητο), τὸν δὲ Φιλοποίμενα καὶ ἐς τὴν ἱππάδα κατατάξαι.
47.8.1ἐκεῖνος μὲν οὖν πολλούς, ὅσους γε καὶ ἠδυνήθη, διεσώσατο · ὅτε Λέπιδος τῷτε ἀδελφῷ τῷ Παύλῳ ἐς Μίλητον ἐκδρᾶναι ἐπέτρεψε, καὶ πρὸς τοὺς ἄλλους οὐκ ἀπαραίτητος ἦν · ὁ δὲ Ἀντώνιος ὠμῶς καὶ ἀνηλεῶς οὐχ ὅτι τοὺς ἐκτεθέντας ἀλλὰ καὶ τοὺς ἐπικουρῆσαί τινι αὐτῶν ἐπιχειρήσαντας ἔκτεινε.
47.8.2τάςτε κεφαλάς σφων, εἰ καὶ σιτούμενος ἐτύγχανεν, ἐπεσκόπει, καὶ ἐπὶ πλεῖστον τῆςτε ἀνοσιωτάτης καὶ τῆς οἰκτροτάτης αὐτῶν ὄψεως ἐνεπίμπλατο. καὶ ἥ γε Φουλουία πολλοὺς καὶ αὐτὴ καὶ κατ’ἔχθραν καὶ διὰ χρήματα, καὶ ἔστιν οὓς οὐ δὲ γιγνωσκομένους ὑπὸ τοῦ ἀνδρός, ἐθανάτωσεν ·
47.8.3ἑνὸς γοῦν τινος κεφαλὴν ἰδὼν εἶπεν ὅτι “τοῦτον οὐκ ἠπιστάμην”. ὡς δ’οὖν καὶ ἡ τοῦ Κικέρωνός ποτε ἐκομίσθη σφίσι (φεύγων γὰρ καὶ καταληφθεὶς ἐσφάγη), ὁ μὲν Ἀντώνιος πολλὰ αὐτῷ καὶ δυσχερῆ ἐξονειδίσας ἔπειτ’ἐκέλευσεν αὐτὴν ἐκφανέστερον τῶν ἄλλων ἐν τῷ βήματι προτεθῆναι, ἵν’ὅθεν κατ’αὐτοῦ δημηγορῶν ἠκούετο, ἐνταῦθα μετὰ τῆς χειρὸς τῆς δεξιᾶς, ὥσπερ ἀπετέτμητο, ὁρῷτο ·
47.8.4ἡ δὲ δὴ Φουλουία ἔςτε τὰς χεῖρας αὐτὴν πρὶν ἀποκομισθῆναι ἐδέξατο, καὶ ἐμπικραναμένη οἱ καὶ ἐμπτύσασα ἐπίτε τὰ γόνατα ἐπέθηκε, καὶ τὸ στόμα αὐτῆς διανοίξασα τήντε γλῶσσαν ἐξείλκυσε καὶ ταῖς βελόναις αἷς ἐς τὴν κεφαλὴν ἐχρῆτο κατεκέντησε, πολλὰ ἅμα καὶ μιαρὰ προσεπισκώπτουσα.
47.8.5καὶ οὗτοι δ’οὖν ὅμως ἔσωσάν τινας, παρ’ὧν γε καὶ πλείω χρήματα ἔλαβον ἢ τελευτησάντων εὑρήσειν ἤλπισαν · καὶ ἵνα γε μὴ κεναὶ αἱ ἐν τοῖς λευκώμασι χῶραι τῶν ὀνομάτων αὐτῶν ὦσιν, ἑτέρους ἀντενέγραψαν. πλήν γε ὅτι τὸν θεῖον ὁ Ἀντώνιος, πολλὰ τῆς μητρὸς τῆς ἑαυτοῦ τῆς Ἰουλίας ἱκετευσάσης, ἀφῆκεν, οὐδὲν ἄλλο χρηστὸν εἰργάσατο.
47.9.1πολύτροποι μὲν οὖν διὰ ταῦτα αἱ σφαγαί, πολυειδεῖς δὲ καὶ σωτηρίαι τισὶν ἐγένοντο. συχνοὶ μὲν γὰρ καὶ πρὸς τῶν φιλτάτων ἀπώλοντο, συχνοὶ δὲ καὶ ὑπὸ τῶν ἐχθίστων ἐσώθησαν. ἄλλοι σφᾶς αὐτοὺς ἀπέκτειναν, ἄλλους αὐτοὶ οἱ ἐπελθόντες ὡς καὶ φονεύσοντες ἀπέλυσαν. προδόντες δέ τινες δεσπότας ἢ καὶ φίλους ἐκολάσθησαν, καὶ ἕτεροι δι’αὐτὸ τοῦτο ἐτιμήθησαν · οἵτε περιποιήσαντές τινας οἱ μὲν δίκην ἔδοσαν οἱ δὲ καὶ γέρα ἔλαβον.
47.9.2οἷα γὰρ οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ τριῶν πρόςτε τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἑκάστου καὶ πρὸς τὸ ἴδιον συμφέρον πάντα ποιούντων, καὶ μήτε τοὺς αὐτοὺς ἐχθροὺς ἢ φίλους ἡγουμένων, σωθῆναίτε πολλάκις ὃν ὁ ἕτερος ἀπολέσθαι, καὶ φθαρῆναι αὖ ὃν ὁ ἕτερος περιγενέσθαι ἤθελε, σπουδαζόντων, πολλὰ καὶ ποικίλα συνέβαινεν, ὥς που καὶ εὐνοίας ἢ μίσους πρός τινα ἔχοντες ἦσαν.
47.10.1ἐγὼ οὖν τὸ μὲν πάντα αὐτὰ ἀκριβῶς καθ’ἕκαστον ἐπεξελθεῖν παραλείψω (πάμπολύτε γὰρ ἔργον ἂν εἴη, καὶ οὐδὲν μέγα τῇ συγγραφῇ παρέξεται), ἃ δὲ ἀξιομνημόνευτα μάλιστα εἶναι νομίζω, διηγήσομαι.
47.10.2τοῦτο μὲν γὰρ ἐς ἔπαυλίν τις τὸν δεσπότην κατακρύψας, εἶτ’ἐπειδὴ καὶ ὣς καθ’ἑτέρου τινὸς μήνυσιν ἀπολεῖσθαι ἔμελλε, τήντε ἐσθῆτα πρὸς αὐτὸν ἠλλάξατο, καὶ μετ’αὐτῆς τοῖς ἐπιοῦσιν ὡς καὶ αὐτὸς ἐκεῖνος ὢν προαπήντησε καὶ ἐσφάγη · καὶ οὕτως οἱ μὲν ἀπετράποντο, νομίσαντες ὃν ἐβούλοντο πεφονευκέναι, ὁ δὲ ἀπελθόντων αὐτῶν ἑτέρωσε διέφυγε.
47.10.3τοῦτο δὲ ἄλλος τις τὴν σκευὴν ὁμοίως ἅπασαν πρὸς τὸν δεσπότην διαλλάξας αὐτόςτε ἐς φορεῖον κατάστεγον ἐσῆλθε καὶ ἐκεῖνον διφροφορεῖν ἐποίησε · κα- κἀκ τούτου καταληφθέντες ὁ μὲν οὐ δ’ὀφθεὶς ἐφονεύθη, ὁ δὲ ὥς τις σκευοφόρος διεσώθη.
47.10.4καὶ ταῦτα μὲν ἴσως ἐκεῖνοι ἐξ εὐεργεσίας τινὸς προϋπαρχούσης σφίσι τοῖς εὖ ποιήσασιν ἀνταπέδοσαν · στιγματίας δέ τις οὐχ ὅσον οὐ προέδωκε τὸν στίξαντα, ἀλλὰ καὶ πάνυ προθύμως ἔσωσεν. ὡς γοῦν ὑπεκκομίζων ποι αὐτὸν ἐφωράθη καὶ ἐδιώκετο, ἀπέκτεινέτέ τινα ἐντυχόντα οἱ κατὰ τύχην, καὶ τὴν στολὴν αὐτοῦ τῷ δεσπότῃ δοὺς τὸν μὲν ἐπὶ πυρὰν ἐπέθηκεν, αὐτὸς δὲ τήντε ἐσθῆτα καὶ τὸν δακτύλιον τοῦ δεσπότου λαβὼν ἀπήντησε τοῖς διώκουσι, καὶ πλασάμενος ὡς καὶ φεύγοντα αὐτὸν ἀπεκτονὼς ἐπιστεύθη ἔκτε τῶν σκύλων καὶ ἐκ τῶν στιγμάτων, καὶ ἐκεῖνόντε ἅμα ἔσωσε καὶ αὐτὸς ἐτιμήθη.
47.10.6ταῦτα μὲν οὖν ἐς οὐδεμίαν ὀνόματος μνήμην ἀνήκει · Ὁσίδιον δὲ δὴ Γέταν ὁ υἱός, ἐκφορὰν δή τινα αὐτοῦ ὡς καὶ τεθνηκότος σκευάσας, ἐξέσωσε, καὶ Κύιντον Κικέρωνα τὸν τοῦ Μάρκου ἀδελφὸν ὁ παῖς ἐξέκλεψε καὶ ὅσον ἐφ’ἑαυτῷ ἔσωσεν.
47.10.7αὐτὸς μὲν γὰρ καὶ κατέκρυψε τὸν πατέρα ὥστε μὴ εὑρεθῆναι, καὶ στρεβλωθεὶς ἐπὶ τούτῳ πάσαις βασάνοις οὐδὲν ἐξελάλησε · μαθὼν δὲ ἐκεῖνος τὸ γιγνόμενον, καὶ θαυμάσαςτε ἅμα τὸν παῖδα καὶ ἐλεήσας, ἦλθεν ἐθελοντὴς ἐς τὸ ἐμφανὲς καὶ αὐτὸς ἑαυτὸν τοῖς σφαγεῦσι παρέδωκεν.
47.11.1ἀρετῆς μὲν δὴ καὶ εὐσεβείας τοσαῦτα τότε ἐπιφανῆ ἔργα ἐγένετο · Ποπίλιος δὲ δὴ Λαίνας τὸν Κικέρωνα τὸν Μᾶρκον ἀπέκτεινε καίπερ εὐεργέτην αὐτοῦ ἐκ συνηγορήματος ὄντα, καὶ ἵνα γε μὴ ἀκουόμενος μόνον ἀλλὰ καὶ ὁρώμενος πίστιν τοῦ πεφονευκέναι αὐτὸν λάβῃ, εἰκόνα ἑαυτοῦ πλησίον τῆς ἐκείνου κεφαλῆς ἐστεφανωμένην ἔθηκε, καὶ τὸ ὄνομα καὶ τὸ ἔργον αὐτοῦ ἐπιγεγραμμένον ἔχουσαν.
47.11.2καὶ οὕτω γε καὶ τῷ Ἀντωνίῳ διὰ τοῦτ’ἤρεσεν ὥστε καὶ χρήματα πλείω τῶν ἐπηγγελμένων λαβεῖν.
47.11.3Μᾶρκος δὲ Τερέντιος Οὐάρρων ἠδίκησε μὲν οὐδέν, ὁμώνυμος δὲ δή τινι τῶν ἐπικεκηρυγμένων πλὴν μιᾶς προσηγορίας ὤν, καὶ δείσας μή τι κατὰ τοῦτο, οἷα καὶ ὁ Κίννας, πάθῃ, ἐξέθηκε γράμμα αὐτὸ τοῦτο δηλῶν ·
47.11.4ἐδημάρχει δέ. καὶ ὁ μὲν διατριβὴν καὶ γέλωτα ἐπὶ τούτῳ ὠφλίσκανεν · τὸ δὲ δὴ ἀστάθμητον τοῦ βίου καὶ ἐξ ἐκείνου ἐτεκμηριώθη, ὅτι Λούκιος μὲν Φιλούσκιος ὑπότε τοῦ Σύλλου πρότερον ἐπικηρυχθεὶς καὶ διαφυγὼν ἔςτε τὸ λεύκωμα αὖθις τότε ἐσεγράφη καὶ ἀπέθανε, Μᾶρκος δὲ Οὐαλέριος Μεσσάλας ὑπὸ τοῦ Ἀντωνίου θανατωθεὶς οὐχ ὅπως ἐν ἀσφαλείᾳ διεβίω, ἀλλὰ καὶ ὕπατος ἀντ’αὐτοῦ ἐκείνου ὕστερον ἀπεδείχθη.
47.11.5οὕτως ἔκτε τῶν ἀπορωτάτων πολλοὶ περιγίγνονται καὶ ἐκ τῶν θαρσούντως ἐχόντων οὐκ ἐλάττους ἀπόλλυνται · καὶ διὰ τοῦτο χρὴ μήτε ἐς τὸ ἀνέλπιστον πρὸς τὰς αὐτίκα συμφορὰς ἐκπλήττεσθαί τινα μήτε ἐς τὸ ἀφρόντιστον ὑπὸ τοῦ παραχρῆμα περιχαροῦς ἐπαίρεσθαι, ἀλλ’ἐς τὸ μέσον ἐπ’ἀμφότερα τὴν ἐλπίδα τοῦ μέλλοντος τιθέμενον ἀσφαλεῖς ἐφ’ἑκάτερα τοὺς λογισμοὺς ποιεῖσθαι.
47.12.1καὶ τότε γοῦν ταῦτάτε οὕτως ἐγένετο, καὶ πλεῖστοι μὲν τῶν μὴ προγραφέντων διάτε ἔχθραν καὶ διὰ χρήματα παραπώλοντο, πλεῖστοι δὲ τῶν ἐπικηρυχθέντων οὐχ ὅτι περιεγένοντο ἀλλὰ καὶ κατῆλθον αὖθις, καί τινες αὐτῶν καὶ ἀρχὰς ἔσχον. ἡ δ’ἀναχώρησίς σφισι πρόςτε τὸν Βροῦτον καὶ πρὸς τὸν Κάσσιον τόντε Σέξτον ἐγίγνετο.
47.12.2καὶ οἵ γε πλείους πρὸς τοῦτον συγκατέφυγον · ναυαρχεῖντε γὰρ πρότερον αἱρεθεὶς καὶ χρόνον τινὰ ἐν τῇ θαλάσσῃ δυνηθεὶς ἰσχύντε οἰκείαν, καίπερ τῆς ἀρχῆς μετὰ τοῦθ’ὑπὸ τοῦ Καίσαρος ἀποστερηθείς, περιεβάλετο, καὶ τὴν Σικελίαν κατασχών, ἔπειθ’ὡς καὶ ἐκείνῳ ἐπεκηρύχθη αἵτε ἄλλαι σφαγαὶ ἐγίγνοντο, πλεῖστον τοῖς ὁμοίοις συνήρατο.
47.12.3τῇ γὰρ Ἰταλίᾳ ἐγγύθεν ἐφορμῶν διέπεμπεν ἔςτε τὴν Ῥώμην καὶ ἐς τὰς ἄλλας πόλεις, τάτε ἄλλα τοῖς τινα περισώσασι καὶ διπλάσια τῶν τοῖς φονεύσουσι προκειμένων ἐπαγγελλόμενος, καὶ αὐτοῖς ἐκείνοις καὶ ὑποδοχὴν καὶ ἐπικουρίαν καὶ χρήματα καὶ τιμὰς ὑπισχνούμενος.
47.13.1ὅθενπερ συχνοὶ πρὸς αὐτὸν ἦλθον. ἀριθμὸν γὰρ οὔτε τῶν προγραφέντων οὔτε τῶν φονευθέντων ἢ καὶ διαφυγόντων οὐ δὲ νῦν ἔγραψα, ὅτι πολλοὶ μὲν τῶν τὸ πρῶτον ἐς τὰ λευκώματα ἐγγραφέντων ἀπηλίφησαν, πολλοὶ δὲ ὕστερον ἀντ’αὐτῶν ἀντενεγράφησαν, καὶ τούτωντε οὐκ ὀλίγοι διεσώθησαν καὶ ἄλλοι συχνοὶ διεφθάρησαν.
47.13.2καὶ αὐτοὺς οὐ δὲ πενθεῖν τισιν ἐξουσία ἦν, ἀλλὰ πολλοὶ καὶ ἐκ τούτου παραπώλοντο. καὶ τέλος, ὡς τότε πεπλασμένον αὐτῶν πᾶν αἱ συμφοραὶ ἐξενίκων, καὶ οὐδεὶς οὐ δὲ τῶν πάνυ ἀνδρικῶν ἀντικαρτερεῖν πρὸς αὐτὰς ἐδύνατο, ἀλλ’ἔντε τοῖς ἄλλοις πᾶσι καὶ ἔργοις καὶ λόγοις ἐσκυθρώπαζον καὶ ἐν τῇ ἀρχῇ τοῦ ἔτους οὐκ ἤμελλον, ὥσπερ εἰώθασιν, ἑορτάσειν, ἐκελεύσθησαν διὰ προγραφῆς εὐθυμεῖσθαι, θάνατον ὀφλήσοντες ἂν μὴ πειθαρχήσωσιν · οὕτω που, ὡς καὶ ἐπ’ἀγαθοῖς, τοῖς κοινοῖς κακοῖς χαίρειν ἠναγκάζοντο.
47.13.3καὶ τί τοῦτο εἶπον, ὁπότε καὶ ἐκείνοις (τοῖς τρισὶν ἀνδράσι λέγω) ἄλλατε ὡς εὐεργέταις καὶ σωτῆρσι τῆς πόλεως γεγονόσι καὶ τοὺς στεφάνους τοὺς πολιτικοὺς ἐψηφίσαντο; οὐ γὰρ ὅτι τινὰς ἐφόνευον, αἰτίαν ἔχειν ἠξίουν, ἀλλ’ὅτι μὴ πλείονας, προσεπαινεῖσθαι ἤθελον.
47.13.4καὶ πρός γε τὸν δῆμον φανερῶς ποτε εἶπον ὅτι οὔτε τὴν τοῦ Μαρίου τοῦτε Σύλλου ὠμότητα, ὥστε καὶ μισηθῆναι, οὔτ’αὖ τὴν τοῦ Καίσαρος ἐπιείκειαν, ὥστε καὶ καταφρονηθῆναι καὶ ἀπ’αὐτοῦ καὶ ἐπιβουλευθῆναι, ἐζηλώκασι.
47.14.1τοιαῦτα μὲν περὶ τὰς σφαγὰς ἐγίγνετο, πολλὰ δὲ δὴ καὶ ἄτοπα καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε. καίτοι ταῖςτε γυναιξὶ ταῖς τῶν φονευομένων τὰς προῖκας καὶ τοῖς τέκνοις τοῖς μὲν ἄρρεσι τὸ δέκατον ταῖς δὲ θηλείαις τὸ εἰκοστὸν τῆς ἑκάστου σφῶν οὐσίας δώσειν, ὡς καὶ δὴ δίκαιοι φιλάνθρωποίτε ὄντες, ἐπηγγείλαντο.
47.14.2ἀλλ’οὔτε ταῦτα πλὴν ὀλίγων ἐδόθη, τάτε τῶν λοιπῶν καὶ πάνυ πάντα ἀδεῶς ἐπορθεῖτο. τοῦτο μὲν γὰρ ἐνοίκιον ἐνιαύσιον πασῶν τῶντε ἐν τῷ ἄστει καὶ τῶν ἐν τῇ ἄλλῃ Ἰταλίᾳ οἰκιῶν, ὧν μὲν ἐμεμισθώκεσάν τινες, ὅλον, ὧν δὲ αὐτοὶ ᾤκουν, ἐξ ἡμισείας, πρὸς τὴν τῆς καταγωγῆς ἀξίαν ἐσέπραξαν · τοῦτο δὲ τοὺς τὰ χωρία ἔχοντας τὸ ἥμισυ τῶν προσόδων αὐτῶν ἀφείλοντο.
47.14.3καὶ προσέτι καὶ τοὺς στρατιώτας τήντε τροφὴν παρὰ τῶν πόλεων, ἐν αἷς ἐχείμαζον, προῖκα λαμβάνειν ἐποίησαν, καὶ κατὰ τὴν χώραν, ὡς ἐπὶ τὰ δεδημευμένα τάτε τῶν ἀνθισταμένων ἔτι, διαπέμποντες (καὶ γὰρ ἐκείνους, ὅτι μὴ ἐντὸς τῆς προρρηθείσης σφίσιν ἡμέρας μετέστησαν, πολεμίους ἐποιήσαντο) πάντα καὶ τὰ λοιπὰ προσδιήρπαζον.
47.14.4ἵνα γὰρ καὶ πρὸ τῶν ἔργων τοὺς μισθοὺς ἔχοντες πᾶν τὸ πρόθυμόν σφισι παρέχωνται, ταῦτάτε αὐτοῖς πράττειν ἐπέτρεπον καὶ πόλεις χώραςτε δώσειν ὑπισχνοῦντο · καὶ ἐπὶ τούτῳ καὶ γεωνόμους ὁμοῦ καὶ οἰκιστὰς αὐτοῖς προσαπέδειξαν. τὸ μὲν οὖν πλῆθος τῶν στρατιωτῶν τούτοις ἀνηρτῶντο, τῶν δὲ δὴ λογιμωτέρων τοὺς μὲν τοῖς κτήμασι τοῖς τῶν ἀπολλυμένων ἐδελέαζον, τὰ μὲν ἐπευωνίζοντες τὰ δὲ καὶ προῖκά σφισι χαριζόμενοι, τοὺς δὲ καὶ ταῖς ἀρχαῖς ταῖςτε ἱερωσύναις αὐτῶν ἐτίμων.
47.14.5ὅπως γὰρ ἀδεῶς αὐτοίτε τὰ κάλλιστα καὶ τῶν χωρίων καὶ τῶν οἰκοδομημάτων λαμβάνωσι καὶ ἐκείνοις ὅσα βούλονται διδῶσι, προεῖπον μηδένα τῶν ἄλλων μὴ ὠνησείοντα ἐς τὸ πρατήριον ἀπαντᾶν, εἰ δὲ μή γε, θνήσκειν τὸν τοῦτο ποιήσαντα. καὶ ἐκείνους γε οὕτω μετεχειρίζοντο ὥστε μήτε τι καταφωρᾶν καὶ πλείστου ὅσου ἀγοράζειν ὧν ἔχρῃζον, καὶ διὰ τοῦτο μη δ’ὠνητιᾶν ἔτι.
47.15.1περὶ μὲν οὖν τὰ κτήματα τοῦθ’οὕτως ἐγίγνετο, τὰς δὲ ἀρχὰς τάςτε ἱερωσύνας τῶν θανατωθέντων οὐ πρὸς τὸ νομιζόμενον ἐκ τῶν νόμων, ἀλλ’ὥς που καὶ ἔδοξεν αὐτοῖς, διέδοσαν. καὶ ὑπάτουςτε, τοῦ μὲν Καίσαρος τὴν ἀρχὴν ἀπειπόντος (ἧς γὰρ οὕτως ἐπεθύμησεν ὥστε καὶ πολεμῆσαι δι’αὐτήν, ταύτης ἑκὼν ἐξέστη) τοῦ δὲ συνάρχοντος αὐτοῦ μεταλλάξαντος, ἄλλοντέ τινα καὶ τὸν Οὐεντίδιον τὸν Πούπλιον καίπερ στρατηγοῦντα ἀπέδειξαν, ἔςτε τὴν στρατηγίαν αὐτοῦ τῶν ἀγορανομούντων τινὰ ἐσήγαγον ·
47.15.3καὶ πάντας μετὰ τοῦτο τοὺς στρατηγούς, πέντε ἡμέρας ἔτι ἄρχοντας, παύσαντες ἐκείνους μὲν ἐς τὰς ἡγεμονίας τῶν ἐθνῶν ἔστειλαν, ἑτέρους δὲ ἀντ’αὐτῶν ἀντικατέστησαν. νόμουςτε τοὺς μὲν ἀπήλειψαν τοὺς δὲ ἀντενέγραψαν. καὶ συνελόντι εἰπεῖν, καὶ τα- τἆλλα πάντα ὅπως ποτὲ καὶ ἐδόκει αὐτοῖς ἔπρασσον ·
47.15.4τῶν μὲν γὰρ ἐπικλήσεων τῶν ἐπιφθόνων καὶ διὰ τοῦτο καταλυθεισῶν οὐκ ἀντεποιήσαντο, τὰ δὲ δὴ πράγματα πρόςτε τὸ βούλημα καὶ πρὸς τὸ ἐπιθύμημα τὸ ἑαυτῶν διῆγον, ὥστε χρυσὸν τὴν τοῦ Καίσαρος μοναρχίαν φανῆναι. τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον ταῦτάτε οὕτως ἐποίησαν, καὶ νεὼν τῷτε Σαράπιδι καὶ τῇ Ἴσιδι
47.16.1ἐψηφίσαντο · τοῦ δὲ δὴ Λεπίδου τοῦ Μάρκου τοῦτε Πλάγκου τοῦ Λουκίου ὑπατευσάντων λευκώματα αὖθις ἐξετέθη, θάνατον μὲν μηδενὶ ἔτι φέροντα, τὰς δὲ οὐσίας τῶν ζώντων ἀποσυλῶντα ·
47.16.2προσδεόμενοι γὰρ χρημάτων, ἅτε πολλὰ μὲν καὶ πολλοῖς στρατιώταις προοφειλήσαντες, πολλὰ δὲ καὶ ἐπὶ τοῖς γιγνομένοις δι’αὐτῶν δαπανῶντες, πολλῷ δὲ ἔτι πλείω ἐς τοὺς προσδοκωμένους πολέμους ἀναλώσειν νομίζοντες, ἠργυρολόγουν.
47.16.3οὐ μὴν ἀλλὰ τὸ μὲν τῶν τελῶν τῶν πρότερον μέν ποτε καταλυθέντων τότε δὲ αὖθις ἐπαναχθέντων ἢ καὶ ἐκ καινῆς προσκαταστάντων, τότε τῶν συντελειῶν, ἃς πολλὰς μὲν ἐπὶ τῇ γῇ πολλὰς δὲ καὶ ἐπὶ τοῖς οἰκέταις ἐπράττοντο, μετρίως πως τοὺς ἀνθρώπους ἐλύπει ·
47.16.4τὸ δὲ δὴ τοὺς καὶ ἐφ’ὁποσονοῦν ἔτι οὐ μόνον τῶν βουλευτῶν ἢ καὶ τῶν ἱππέων, ἀλλὰ καὶ τῶν ἐξελευθέρων, καὶ ἀνδρῶν ὁμοίως καὶ γυναικῶν, εὐποροῦντας ἐς λευκώματα ἐσγραφῆναι καὶ δεκατείαν τινὰ καινὴν δεκατευθῆναι σφόδρα πάντας ἠνίασε.
47.16.5τῷ μὲν γὰρ λόγῳ τὸ δέκατον τῆς οὐσίας παρ’ἑκάστου σφῶν ἐπράχθη, ἔργῳ δὲ οὐ δὲ τὸ δέκατόν τινι κατελείφθη · ἐπειδὴ γὰρ οὐ ῥητόν τι ἀργύριον πρὸς τὴν τῶν κτημάτων ἀξίαν ἐσενεγκεῖν ἐκελεύσθησαν, ἀλλ’ἐπ’αὐτοῖς αἱ τιμήσεις τῶν σφετέρων ἐγένοντο, κα- κἀκ τούτου ὡς οὐκ ὀρθῶς αὐτὰ τετιμημένοι διεβάλλοντο, καὶ τὰ
47.17.1λοιπὰ προσαπώλλυσαν. εἰ δ’οὖν τινες τοῦτό πως διέφυγον, ἀλλ’ὑπότε τῶν τάξεων ἐς στενὸν κατακλειόμενοι καὶ ἀργυρίου δεινῶς σπανίζοντες πάντων καὶ αὐτοὶ τρόπον τινὰ ἀπεστεροῦντο. καὶ μέντοι καὶ ἕτερόν τι τοιόνδε, βαρὺ μὲν καὶ ἀκοῦσαι βαρύτατον δὲ πραχθῆναι, ἐγένετο ·
47.17.2τῷ γὰρ βουλομένῳ σφῶν ἐδόθη, πάσης τῆς οὐσίας ἐκστάντι, τὸ τρίτον μετὰ ταῦτα αὐτῆς ἀπαιτῆσαι, τοῦτ’ἔστι μήτε τι λαβεῖν καὶ προσέτι καὶ πράγματα σχεῖν. ὁπότε γὰρ βίᾳ τὰ δύο μέρη φανερῶς ἐσυλῶντο, πῶς ἂν τὸ τρίτον ἀπέλαβον, ἄλλωςτε καὶ ἐλαχίστου αὐτῶν πωλουμένων;
47.17.3τοῦτο μὲν γὰρ πολλῶν ἅμα ἀποκηρυττομένων, καὶ τῶν ἀνθρώπων τῶν πλειόνων καὶ ἀχρύσων καὶ ἀναργύρων ὄντων, τῶν δὲ λοιπῶν μὴ τολμώντων ὡς καὶ ἐχόντων τι ἀγοράσαι, ἵνα μὴ καὶ ἐκεῖνο προσαπολέσωσιν, αἱ τιμαὶ ἀνεῖντο · τοῦτο δὲ τοῖς στρατιώταις πολὺ παρὰ τὴν ἀξίαν πάντα ἐπιπράσκετο.
47.17.4ὥστε τῶν μὲν ἰδιωτῶν οὐδεὶς οὐδέν, ὅ τι καὶ ἄξιον εἰπεῖν, διεσώσατο · πρὸς γὰρ αὖ τοῖς ἄλλοις ἔςτε τὸ ναυτικὸν οἰκέτας, εἰ καὶ μὴ εἶχόν τινες, ὠνούμενοί γε ἐδίδοσαν, καὶ τὰς ὁδοὺς οἰκείοις οἱ βουλευταὶ δαπανήμασιν ἐπεσκεύαζον. μόνοι δὲ δὴ οἱ τὰ ὅπλα ἔχοντες ὑπερεπλούτησαν.
47.17.5οὐ δὲ γὰρ οὐ δὲ ἐξήρκει σφίσιν οὔτε ἡ μισθοφορὰ καίπερ ἐντελὴς οὖσα, οὔτε αἱ ἔξωθεν ἐπιφοραὶ καίτοι παμπληθεῖς γενόμεναι, οὐ τὰ ἆθλα τῶν φόνων μέγιστα δὴ δοθέντα, οὐχ αἱ κτήσεις τῶν χωρίων προικιμαῖαι τρόπον τινὰ αὐτοῖς ὑπάρξασαι · ἀλλὰ καὶ προσέτι οἱ μὲν τὰς οὐσίας τῶν τελευτώντων ὅλας καὶ ᾔτουν καὶ ἐλάμβανον, οἱ δὲ καὶ ἐς τὰ τῶν ζώντων ἔτι γερόντωντε καὶ ἀτέκνων γένη ἐσεβιάζοντο.
47.17.6ἐς τοσοῦτον γὰρ τῆςτε ἀπληστίας καὶ τῆς ἀναισχυντίας ἐχώρησαν ὥστε τινὰ καὶ τὴν τῆς Ἀττίας τῆς τοῦ Καίσαρος μητρὸς οὐσίαν, ἀποθανούσης τότε καὶ δημοσίᾳ ταφῇ τιμηθείσης, παρ’αὐτοῦ τοῦ Καίσαρος αἰτῆσαι.
47.18.1ταῦτάτε οὖν οὕτως οἱ ἄνδρες ἐκεῖνοι οἱ τρεῖς ἐποίουν, καὶ ἅμα καὶ τὸν Καίσαρα τὸν πρότερον ἐπὶ πλεῖστον ἐσέμνυνον. ἅτε γὰρ τῆς μοναρχίας ἐφιέμενοι καὶ πρὸς αὐτὴν ἐπειγόμενοι τούςτε σφαγέας αὐτοῦ τοὺς λοιποὺς ὀργῇ μετῄεσαν, ὡς καὶ ἐκ τούτου τήντε ἄδειάν σφισιν ὧν ἐποίουν καὶ τὴν ἀσφάλειαν πόρρωθεν προπαρασκευάσοντες, καὶ πάνθ’ὅσα ἐς τιμὴν αὐτοῦ ἔφερε, προθύμως ἔπραττον ἐς ὑποδοχὴν τοῦ καὶ αὐτοί ποτε τῶν ὁμοίων ἀξιωθῆναι ·
47.18.2καὶ διὰ τοῦτο τοῖςτε ἐψηφισμένοις ἤγαλλον αὐτὸν καὶ ἑτέροις ἃ τότε προσέθεσαν.
47.18.3ἔντε γὰρ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ αὐτοίτε ὤμοσαν καὶ τοὺς ἄλλους ὥρκωσαν βέβαια νομιεῖν πάντα τὰ ὑπ’ἐκείνου γενόμενα (καὶ τοῦτο καὶ νῦν ἐπὶ πᾶσι τοῖς τὸ κράτος ἀεὶ ἴσχουσιν, ἢ καὶ ἐπ’αὐτοῦ ποτε γενομένοις καὶ μὴ ἀτιμωθεῖσι, γίγνεται), καὶ ἡρῷόν οἱ ἔντε τῇ ἀγορᾷ καὶ ἐν τῷ τόπῳ ἐν ᾧ ἐκέκαυτο προκατεβάλοντο, καί τι καὶ ἄγαλμα αὐτοῦ ἐν ταῖς ἱπποδρομίαις μεθ’ἑτέρου Ἀφροδισίου ἔπεμπον.
47.18.4εἴτε νίκη τις ἠγγέλθη ποθέν, χωρὶς μὲν τῷ κρατήσαντι χωρὶς δὲ ἐκείνῳ καὶ τεθνεῶτι τιμὴν ἱερομηνίας ἔνεμον.
47.18.5τάτε γενέσια αὐτοῦ δαφνηφοροῦντας καὶ εὐθυμουμένους πάντας ἑορτάζειν ἠνάγκασαν, νομοθετήσαντες τοὺς μὲν ἄλλους τοὺς ἀμελήσαντας αὐτῶν ἐπαράτους τῷτε Διὶ καὶ αὐτῷ ἐκείνῳ εἶναι, τοὺς δὲ δὴ βουλευτὰς τούςτε υἱεῖς σφων πέντε καὶ εἴκοσι μυριάδας ὀφλισκάνειν.
47.18.6καὶ συνέβαινε γὰρ ἐν τῇ αὐτῇ ἡμέρᾳ καὶ τὰ Ἀπολλώνια γίγνεσθαι, ἐψηφίσαντο τῇ προτεραίᾳ τὰ γενέσια ἀγάλλεσθαι, ὡς καὶ λογίου τινὸς Σιβυλλείου ἀπαγορεύοντος μηδενὶ θεῶν τότε πλὴν
47.19.1τῷ Ἀπόλλωνι ἑορτάζεσθαι. ταῦτάτε οὖν αὐτῷ ἔδωκαν, καὶ τὴν ἡμέραν ἐν ᾗ ἐφονεύθη, κυρίαν ἀεί ποτε ἕδραν βουλῆς ἔχουσαν, ἀποφράδα ἐνόμισαν. τότε οἴκημα ἐν ᾧ ἐσφάγη, παραχρῆμάτε ἔκλεισαν καὶ ὕστερον ἐς ἄφοδον μετεσκεύασαν · καὶ τὸ βουλευτήριον τὸ Ἰούλιον ἐπ’αὐτοῦ κληθὲν παρὰ τῷ Κομιτίῳ ὠνομασμένῳ ᾠκοδόμουν, ὥσπερ ἐψήφιστο.
47.19.2πρὸς δὲ τούτοις ἀπεῖπον μὲν μηδεμίαν εἰκόνα αὐτοῦ, καθάπερ θεοῦ τινος ὡς ἀληθῶς ὄντος, ἐν ταῖς τῶν συγγενῶν αὐτοῦ ἐκφοραῖς πέμπεσθαι, ὅπερ ἐκ τοῦ πάνυ ἀρχαίου καὶ τότε ἔτι ἐγίγνετο · ἀπηγόρευσαν δὲ μηδένα ἐς τὸ ἡρῷον αὐτοῦ καταφυγόντα ἐπ’ἀδείᾳ μήτε ἀνδρηλατεῖσθαι μήτε συλᾶσθαι, ὅπερ οὐδενὶ οὐ δὲ τῶν θεῶν, πλὴν τῶν ἐπὶ τοῦ Ῥωμύλου γενομένων, ἐδεδώκεσαν.
47.19.3καίτοι καὶ ἐκεῖνο τὸ χωρίον ὀνόματι τὴν ἀσυλίαν, μετὰ τὴν τῶν ἀνδρῶν ἄθροισιν, ἄνευ τοῦ ἔργου αὐτῆς ἔσχεν · οὕτω γὰρ περιεφράχθη ὥστε μηδένα ἔτι τὸ παράπαν ἐσελθεῖν ἐς αὐτὸ δυνηθῆναι.
47.19.4τῷ μὲν δὴ Καίσαρι ταῦτ’ἔδωκαν, ταῖς δὲ ἀειπαρθένοις ῥαβδούχῳ ἑνὶ ἑκάστῃ χρῆσθαι, ὅτι τις αὐτῶν ἀπὸ δείπνου πρὸς ἑσπέραν οἴκαδε ἐπανιοῦσα ἠγνοήθητε καὶ ὑβρίσθη. τάςτε ἀρχὰς τὰς ἐν τῇ πόλει ἐπὶ πλείω ἔτη προαπέδειξαν, τούςτε ἐπιτηδείους σφίσιν ἅμα δι’αὐτῶν τιμῶντες, καὶ τὰ πράγματα ἐπὶ μακρότερον ταῖς τῶν ἀρξόντων διαδοχαῖς κρατυνόμενοι.
47.20.1πράξαντες δὲ ταῦτα, Λέπιδος μὲν αὐτοῦ, τήντε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν διάξων, ὥσπερ εἶπον, ὑπέμεινε, Καῖσαρ δὲ καὶ Ἀντώνιος ἐξεστράτευσαν. ὅτε γὰρ Βροῦτος καὶ ὁ Κάσσιος τὸ μὲν πρῶτον μετὰ τὴν ὁμολογίαν τὴν πρὸς τὸν Ἀντώνιον τούςτε ἄλλους σφίσι γενομένην καὶ ἐς τὴν ἀγορὰν ἐσῄεσαν, καὶ τὰς στρατηγίας ἐν τῷ αὐτῷ ᾧ καὶ πρὶν κόσμῳ διῴκουν ·
47.20.2ἐπεὶ δ’ἤρξαντό τινες ἐπὶ τῇ τοῦ Καίσαρος σφαγῇ χαλεπαίνειν, ἐξεχώρησαν ὡς καὶ ἐπὶ τὰς ἔξω ἀρχάς, ἃς προσετετάχατο, ἐπειγόμενοι. καίτοι καὶ ἀστυνόμος ὁ Κάσσιος ἦν, τάτε Ἀπολλώνια οὐδέπω διεωρτάκει. ἀλλ’ἐκεῖνα μὲν δι’Ἀντωνίου τοῦ συστρατηγοῦ καὶ ἀπὼν ἐκπρεπέστατα ἐπετέλεσεν, αὐτὸς δὲ οὐκ εὐθὺς ἐκ τῆς Ἰταλίας ἀπέπλευσεν, ἀλλ’ἐν τῇ Καμπανίᾳ μετὰ τοῦ Βρούτου χρονίσας ἐπετήρει τὰ γιγνόμενα.
47.20.3καί τινα καὶ γράμματα ἐς τὴν Ῥώμην, ἅτε καὶ στρατηγοῦντες, πρὸς τὸν δῆμον ἔπεμπον, μέχρις οὗ ὁ Καῖσαρ ὁ Ὀκταουιανὸς τῶντε πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸ πλῆθος σφετερίζεσθαι ἤρξατο.
47.20.4τότε γὰρ τῆςτε δημοκρατίας ἅμα ἀπογνόντες καὶ ἐκεῖνον φοβηθέντες ἀπῆραν. καὶ αὐτοὺς οἱ Ἀθηναῖοι λαμπρῶς ὑπεδέξαντο · ἐτιμῶντο μὲν γὰρ καὶ ὑπὸ τῶν ἄλλων σχεδόν τι πάντων ἐφ’οἷς ἐποίησαν, ἐκεῖνοι δὲ καὶ εἰκόνας σφίσι χαλκᾶς παράτε τὴν τοῦ Ἁρμοδίου καὶ παρὰ τὴν τοῦ Ἀριστογείτονος, ὡς καὶ ζηλωταῖς αὐτῶν γενομένοις, ἐψηφίσαντο.
47.21.1κα- κἀν τούτῳ πυθόμενοι τὸν Καίσαρα ἐπὶ μεῖζον αἴρεσθαι, Κρητῶν μὲν καὶ Βιθυνῶν, ἐφ’οὓς ἐστέλλοντο, ἠμέλησαν, οὐδεμίαν ἐν αὐτοῖς ἀξιόχρεων ὠφελίαν ὁρῶντες οὖσαν, πρὸς δὲ δὴ τήντε Συρίαν καὶ τὴν Μακεδονίαν, καίπερ μηδέν σφισι προσηκούσας, ἀλλ’ὅτι τῷ καιρῷ καὶ τοῖς χρήμασι ταῖςτε δυνάμεσιν ἤκμαζον, ἐτράποντο.
47.21.2καὶ Κάσσιος μὲν πρὸς τοὺς Σύρους ὡς καὶ συνήθεις οἱ καὶ φίλους ἐκ τῆς μετὰ τοῦ Κράσσου στρατείας ὄντας ὥρμησε, Βροῦτος δὲ τήντε Ἑλλάδα καὶ τὴν Μακεδονίαν συνίστη. ἄλλωςτε γὰρ ἔκτε τῆς δόξης τῶν πεπραγμένων καὶ ἐπὶ ταῖς ἐλπίσι τῶν ὁμοίων προσεῖχον αὐτῷ, καὶ διότι καὶ στρατιώτας συχνούς, τοὺς μὲν ἐκ τῆς πρὸς Φαρσάλῳ μάχης ἐκεῖ που καὶ τότε ἔτι περιπλανωμένους, τοὺς δὲ καὶ ἐκ τῶν τῷ Δολοβέλλᾳ συνεξελθόντων ὑπολειφθέντας ἢ διὰ νόσον ἢ διὰ ἀταξίαν, προσλαβὼν εἶχε ·
47.21.3καί οἱ καὶ χρήματα ἐκ τῆς Ἀσίας παρὰ τοῦ Τρεβωνίου ἦλθε.
47.21.4τὸ μὲν οὖν Ἑλληνικὸν ἀπονητότατα ἐκ τούτων, ἅτε μη δὲ δύναμίν τινα ἀξιόλογον ἔχον, προσεποιήσατο · ἐς δὲ δὴ τὴν Μακεδονίαν ἦλθε μὲν ἐν ἐκείνῳ τῷ καιρῷ ἐν ᾧ ὅτε Ἀντώνιος ὁ Γάϊος ἄρτι ἀφῖκτο καὶ Κύιντος Ὁρτήσιος ὁ προάρξας αὐτῆς ἀπαλλαγήσεσθαι ἔμελλεν, οὐ μέντοι καὶ πρᾶγμά τι ἔσχεν.
47.21.5οὗτόςτε γὰρ εὐθὺς αὐτῷ προσεχώρησε, καὶ ὁ Ἀντώνιος κωλυθεὶς κατὰ τὴν τοῦ Καίσαρος ἐν τῇ Ῥώμῃ ἐπικράτησιν πράσσειν τι τῶν τῇ ἀρχῇ προσηκόντων ἀσθενὴς ἦν.
47.21.6ὅτε Οὐατίνιος ἦρχε μὲν Ἰλλυριῶν τῶν πλησιοχώρων, καὶ τότε Δυρράχιον ἐκεῖθεν ἐπελθὼν προκατέλαβε καὶ ἦν αὐτῷ κατὰ τὸ στασιωτικὸν διάφορος, οὐ μὴν ἠδυνήθη τι αὐτὸν βλάψαι · οἱ γὰρ στρατιῶται ἀχθόμενοίτε αὐτῷ καὶ προσκαταφρονήσαντες αὐτοῦ διὰ νόσον μετέστησαν.
47.21.7καταλαβὼν οὖν καὶ τούτους ἐπίτε τὸν Ἀντώνιον ἐν τῇ Ἀπολλωνίᾳ ὄντα ἐστράτευσε, καὶ προαπαντήσαντός οἱ αὐτοῦ τούςτε στρατιώτας ᾠκειώσατο, καὶ ἐκεῖνον ἐς τὸ τεῖχος προκαταφυγόντα ἀπετείχισε μὲν καὶ ἐζώγρησεν ἐκ προδοσίας, κακὸν δὲ οὐδὲν εἰργάσατο.
47.22.1πράξας δὲ ταῦτα, καὶ τήντε Μακεδονίαν μετὰ τοῦτο πᾶσαν καὶ τὴν Ἤπειρον προσλαβών, ἐπέστειλε τῇ γερουσίᾳ, τάτε πραχθέντα οἱ δηλῶν καὶ ἑαυτὸν τάτε ἔθνη καὶ τοὺς στρατιώτας ἐπ’αὐτῇ ποιούμενος.
47.22.2οἱ δέ (ἔτυχον γὰρ ὑπόπτως ἤδη πρὸς τὸν Καίσαρα ἔχοντες) ἰσχυρῶςτε αὐτὸν ἐπῄνεσαν καὶ πάντων τῶν ἐκεῖ χωρίων ἄρχειν ἐκέλευσαν. ὡς οὖν καὶ ἐκ τοῦ δόγματος τὴν ἡγεμονίαν ἐβεβαιώσατο, αὐτόςτε ἐπὶ πλεῖον προεθυμήθη καὶ τὸ ὑπήκοον ἀπροφασίστως συναιρόμενον ἔσχε.
47.22.3καὶ τέως μὲν τῷτε Καίσαρι πέμπων, ὅτε ἐδόκει τῷ Ἀντωνίῳ πολεμεῖν, παρῄνει ἐκείνῳτε ἀνθίστασθαι καὶ ἑαυτῷ συναλλαγῆναι, καὶ αὐτὸς ἐς τὴν Ἰταλίαν πλεῦσαι παρεσκευάζετο, ὅτι ἡ γερουσία μετέπεμψεν αὐτόν ·
47.22.4ἐπεὶ δὲ ὁ Καῖσαρ τάτε ἐν τῇ Ῥώμῃ ἀκριβῶς κατέσχε καὶ τοὺς τοῦ πατρὸς φονέας φανερῶς ἐτιμωρεῖτο, κατὰ χώραν ἔμεινε, καὶ διεσκόπει ὅπῃ ποτὲ ἐπιόντα αὐτὸν καλῶς ἀμύναιτο, καὶ τάτε ἄλλα ἄριστα δὴ τήντε Μακεδονίαν διήγαγε, καὶ τὰ στρατεύματα στασιασθέντα οἱ ὑπὸ τοῦ Ἀντωνίου κατεστήσατο.
47.23.1ἐκεῖνος γάρ, καίτοι ὑπ’αὐτοῦ οὐ δὲ τοῦ στρατηγικοῦ κόσμου στερηθείς, οὐκ ἠγάπησε τὴν ἡσυχίαν ἔντε ἀδείᾳ καὶ ἐν τιμῇ ἔχων, ἀλλ’ἐς τοὺς τοῦ Βρούτου στρατιώτας ἔπραττεν ἀπόστασιν ·
47.23.2φωραθείςτε ἐπὶ τούτῳ πρὶν μέγα τι κακὸν δρᾶσαι, καὶ τῶντε ἐπισήμων τῆς στρατηγίας ἀφαιρεθεὶς καὶ φυλακῇ τινι ἀδέσμῳ, ἵνα μηδὲν νεοχμώσῃ, παραδοθεὶς οὐ δ’ὣς ἡσύχασεν, ἀλλὰ καὶ ἐπὶ μᾶλλον ἢ πρὶν ἐνεωτέρισεν, ὥστε καὶ τῶν στρατιωτῶν τοὺς μὲν ἀλλήλοις ἐς χεῖρας ἐλθεῖν, τοὺς δὲ καὶ ἐπ’ἐκεῖνον ἐς τὴν Ἀπολλωνίαν, ὅπως ἐξαρπάσωσιν αὐτόν, ὁρμῆσαι.
47.23.3καὶ τοῦτο μὲν οὐκ ἠδυνήθησαν ποιῆσαι · ὁ γὰρ Βροῦτος ἐκ γραμμάτων τινῶν ἁλόντων προμαθὼν τὸ γενησόμενον ὑπεξήγαγεν αὐτόν, ὡς καὶ νοσοῦντά τινα ἐς δίφρον κατάστεγον ἐμβαλών · οὔτε δὲ ἐκεῖνον εὑρεῖν δυνάμενοι καὶ τὸν Βροῦτον φοβούμενοι λόφον ὑπὲρ τῆς πόλεως κατέλαβον.
47.23.4καὶ αὐτοὺς ὁ Βροῦτος ἔςτε ὁμολογίαν ὑπαγαγόμενος, καὶ ὀλίγους τῶν θρασυτάτων τοὺς μὲν θανατώσας τοὺς δὲ ἀπαλλάξας ἐκ τῆς συστρατείας, οὕτω διέθηκεν ὥστε σφᾶς τούςτε ἀποπεμφθέντας ὡς καὶ τῆς στάσεως αἰτιωτάτους συλλαβεῖν καὶ ἀποκτεῖναι, καὶ τὸν ταμίαν τούςτε ὑποστρατήγους τοῦ Ἀντωνίου
47.24.1ἐξαιτῆσαι. ὁ οὖν Βροῦτος ἐκείνων μὲν οὐδένα σφίσιν ἐξέδωκεν, ἀλλ’ἐς πλοῖα αὐτοὺς ἐμβαλὼν ὡς καὶ καταποντώσων ἐς τὸ ἀσφαλὲς ἀπέπεμψε · φοβηθεὶς δὲ μὴ καὶ αὖθις τῶν ἐν τῇ Ῥώμῃ πραττομένων ἐπὶ τὸ φοβερώτερον ἀγγελλομένων πυνθανόμενοι μεταβάλωνται, τὸν μὲν Ἀντώνιον ἐν τῇ Ἀπολλωνίᾳ κατέλιπε, Γαΐῳ τινὶ Κλωδίῳ παραδοὺς φυλάσσειν, αὐτὸς δὲ τότε πλεῖστον καὶ τὸ ἰσχυρότατον τοῦ στρατοῦ λαβὼν ἔςτε τὴν ἄνω Μακεδονίαν ἀνεχώρησε, κα- κἀντεῦθεν ἐς τὴν Ἀσίαν ὕστερον ἔπλευσεν, ὅπως σφᾶς ὅτιτε πορρωτάτω τῆς Ἰταλίας ἀπαγάγῃ κα- κἀκ τῶν ἐκεῖ ὑπηκόων διατρέφῃ.
47.24.3καὶ ἄλλουςτε ἐν τούτῳ συμμάχους προσεποιήσατο καὶ τὸν Δηιόταρον, καίπερ ὑπεργήρωντε ὄντα καὶ τῷ Κασσίῳ ἀπειπόντα τὴν βοήθειαν. διατρίβοντος δὲ αὐτοῦ ταύτῃ, ἐκείνῳτε Γέλλιος Ποπλικόλας ἐπεβούλευσε καὶ τὸν Ἀντώνιον ὁ ἀδελφὸς ὁ Μᾶρκος ἐξαρπάσαι, πέμψας τινάς, ἐπεχείρησε.
47.24.4καὶ τοῦτον μὲν ὁ Κλώδιος, ὡς οὐκ ἠδυνήθη σῶον φυλάξαι, ἀπέκτεινεν, εἴτ’αὐτογνωμονήσας εἴτε καὶ ἐξ ἐντολῆς τοῦ Βρούτου · καὶ γὰρ λόγος ἔχει ὅτι πρότερον μὲν ἐν παντὶ τὴν σωτηρίαν αὐτοῦ ἐποιεῖτο, ὕστερον δέ, μαθὼν τὸν Δέκιμον ἀπολωλότα, παρ’οὐδὲν αὐτὴν ἤγαγεν.
47.24.5ὁ δὲ δὴ Γέλλιος ἐφωράθη μέν, ἔπαθε δὲ δεινὸν οὐδέν · ὁ γὰρ Βροῦτος ἐκεῖνόντε ἐν τοῖς φιλτάτοις ἀεί ποτε νομίσας εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ Μᾶρκον Μεσσάλαν πάνυ τῷ Κασσίῳ προσκείμενον εἰδώς, ἀφῆκεν αὐτόν. καὶ ὃς ἐπέθετο μὲν καὶ τῷ Κασσίῳ, οὐδὲν δὲ οὐ δὲ τότε κακὸν ἔπαθεν.
47.24.6αἴτιον δὲ ὅτι ἡ μήτηρ αὐτοῦ Πώλλα προμαθοῦσα τὴν ἐπιβουλήν, καὶ δείσασα περίτε τῷ Κασσίῳ μὴ προκαταληφθῇ (σφόδρα γὰρ αὐτὸν ἠγάπα) καὶ περὶ τῷ υἱῷ μὴ καταφωραθῇ, τότε ἐπιβούλευμα αὐτὴ ἑκοῦσα τῷ Κασσίῳ προεμήνυσε καὶ τὴν σωτηρίαν τοῦ παιδὸς ἀντέλαβεν. οὐ μέντοι καὶ βελτίω αὐτὸν ἐποίησεν · πρόςτε γὰρ τὸν Καίσαρα καὶ πρὸς τὸν Ἀντώνιον ἀπὸ τῶν εὐεργετῶν ἀπηυτομόλησεν.
47.25.1ὁ δ’οὖν Βροῦτος ὡς τάχιστα τήντε τοῦ Ἀντωνίου τοῦ Μάρκου πείρασιν καὶ τὴν τοῦ ἀδελφοῦ αὐτοῦ σφαγὴν ἔμαθεν, ἔδεισε μὴ καὶ ἄλλο τι ἐν τῇ Μακεδονίᾳ παρὰ τὴν ἀπουσίαν αὐτοῦ νεωτερισθῇ, καὶ εὐθὺς ἐς τὴν Εὐρώπην ἐπειχθεὶς τήντε χώραν τὴν τοῦ Σαδάλου γενομένην παρέλαβεν (ἄπαις γὰρ τελευτῶν τοῖς Ῥωμαίοις αὐτὴν κατέλιπε), καὶ ἐς Βησσοὺς ἐμβαλών, εἴ πως ἀμύναιτότε ἅμα αὐτοὺς ὧν ἐκακούργουν, καὶ ὄνομα ἀξίωμάτε αὐτοκράτορος, ὡς καὶ ῥᾷον ἐκ τούτου τῷτε Καίσαρι καὶ τῷ Ἀντωνίῳ προσπολεμήσων, περιβάλοιτο, ἀμφότερα διεπράξατο, Ῥασκυπόριδός οἱ δυνάστου τινὸς ἐς τὰ μάλιστα βοηθήσαντος.
47.25.2ἐντεῦθεν δὲ ἐς τὴν Μακεδονίαν ἐλθὼν καὶ πάντα τὰ ἐκεῖ κρατυνάμενος ἐς τὴν Ἀσίαν αὖθις ἀνεκομίσθη.
47.25.3Βροῦτος μὲν ταῦτάτε ἔπρασσεν, καὶ ἐς τὰ νομίσματα ἃ ἐκόπτετο εἰκόνατε αὑτοῦ καὶ πιλίον ξιφίδιάτε δύο ἐνετύπου, δηλῶν ἐκτε τούτου καὶ διὰ τῶν γραμμάτων ὅτι τὴν πατρίδα μετὰ τοῦ
47.26.1Κασσίου ἠλευθερωκὼς εἴη · ἐν δὲ τοῖς αὐτοῖς ἐκείνοις χρόνοις ὁ Κάσσιος ἔςτε τὴν Ἀσίαν πρὸς τὸν Τρεβώνιον, φθάσας τὸν Δολοβέλλαν, ἐπεραιώθη, καὶ λαβὼν παρ’αὐτοῦ χρήματα, τῶντε ἱππέων συχνούς, οὓς ὁ Δολοβέλλας ἐς τὴν Συρίαν προεπεπόμφει, καὶ ἑτέρους πολλοὺς τῶντε Ἀσιανῶν καὶ τῶν Κιλίκων προσέθετο.
47.26.2κα- κἀκ τούτου καὶ τὸν Ταρκονδίμοτον τούςτε Ταρσέας καὶ ἄκοντας ἐς τὸ συμμαχικὸν προσηγάγετο · οὕτω γὰρ προσφιλῶς τῷ Καίσαρι τῷ προτέρῳ, καὶ δι’ἐκεῖνον καὶ τῷ δευτέρῳ, οἱ Ταρσεῖς εἶχον ὥστε καὶ Ἰουλιόπολίν σφας ἀπ’αὐτοῦ μετονομάσαι. ταῦτ’οὖν ὁ Κάσσιος πράξας ἐς τὴν Συρίαν ἦλθε, καὶ ἀμαχεὶ πάντα τάτε τῶν δήμων καὶ τὰ τῶν στρατευμάτων προσεποιήσατο.
47.26.3ἡ δὲ δὴ κατάστασις ἡ ἐν τῇ Συρίᾳ τότε τοιάδε ἦν. Καικίλιος Βάσσος ἱππεὺς συστρατεύσαςτε τῷ Πομπηίῳ καὶ ἀναχωρήσας ἐς Τύρον, ἐκεῖ ἐν τῷ ἐμπορίῳ τὰς διατριβὰς λανθάνων ἐποιεῖτο. ἦρχε δὲ τῶν Σύρων Σέξτος · τούτῳ γὰρ καὶ ταμίᾳ καὶ συγγενεῖ αὑτοῦ ὄντι ὁ Καῖσαρ πάντα τὰ τῇδε κατὰ τὴν ἐκ τῆς Αἰγύπτου ἐπὶ τὸν Φαρνάκην ἔλασιν ἐπέτρεψεν.
47.26.4ὁ οὖν Βάσσος τὸ μὲν πρῶτον ἡσυχίαν ἦγεν, ἀγαπῶν εἴ τις αὐτὸν ζῆν ἐάσειεν · ὡς δὲ τῶντε ὁμοίων τινὲς πρὸς αὐτὸν συνελέγησαν, καὶ τῶν τοῦ Σέξτου στρατιωτῶν ἄλλοτε ἄλλους ἐς φυλακὴν τῆς πόλεως φοιτῶντας ἀνηρτήσατο, περίτε τοῦ Καίσαρος πολλὰ καὶ δεινὰ ἐκ τῆς Ἀφρικῆς ἠγγέλλετο, οὐκέτι τοῖς παροῦσιν ἔστερξεν, ἀλλ’ἢ τοῖς ἀμφὶ τὸν Σκιπίωνα τόντε Κάτωνα καὶ τοὺς Πομπηίους συναιρόμενος, ἢ καὶ ἑαυτῷ δυναστείαν τινὰ περιβαλλόμενος, ἐνεόχμου.
47.26.5φωραθείςτε ὑπὸ τοῦ Σέξτου πρὶν παρασκευάσασθαι, ἔφητε τῷ Μιθριδάτῃ τῷ Περγαμηνῷ τὴν ἐπικουρίαν ἐπὶ τὸν Βόσπορον ἀθροίζειν, καὶ πιστευθεὶς ἀπελύθη.
47.26.6καὶ οὕτω μετὰ ταῦτα γράμματά τινα συνέπλασεν ὡς καὶ παρὰ τοῦ Σκιπίωνός οἱ πεμφθέντα, καὶ ἐξ αὐτῶν τόντε Καίσαρα ἐν τῇ Ἀφρικῇ ἡττῆσθαι καὶ ἀπολωλέναι διήγγελλε, καὶ ἑαυτῷ τὴν ἀρχὴν τῆς Συρίας προστετάχθαι ἔλεγε.
47.26.7κα- κἀκ τούτου τήντε Τύρον μετὰ τῶν προπαρεσκευασμένων κατέλαβε, κα- κἀντεῦθεν πρὸς τὰ τοῦ Σέξτου στρατόπεδα προσχωρῶν περιέπεσεν αὐτῷ καὶ ἡττηθεὶς ἐτρώθη. παθὼν δὲ τοῦτο κατὰ μὲν τὸ ἰσχυρὸν οὐκέτ’αὐτοῦ ἐπείρασε, τοῖς δὲ δὴ στρατιώταις προσπέμπων τινὰ τρόπον οὕτω τινὰς αὐτῶν ἐσφετερίσατο ὥστε καὶ αὐτόχειρας τοῦ Σέξτου γενέσθαι.
47.27.1ἀποθανόντος δὲ ἐκείνου τότε στράτευμα πᾶν πλὴν ὀλίγων προσηταιρίσατο (τοὺς γὰρ ἐν Ἀπαμείᾳ χειμάζοντας ἐπεδίωξε μὲν Κιλικίαν προαποχωρήσαντας, οὐ μὴν καὶ προσεποιήσατο), καὶ ἐς τὴν Συρίαν ἐπανελθὼν στρατηγόςτε ὠνομάσθη καὶ τὴν Ἀπάμειαν ἐκρατύνατο, ὅπως ὁρμητήριόν οἱ τοῦ πολέμου γένηται.
47.27.2τήντε ἡλικίαν οὐχ ὅτι τὴν ἐλευθέραν ἀλλὰ καὶ τὴν τῶν δούλων κατέλεγε, καὶ χρήματα ἤθροιζε καὶ ὅπλα κατεσκευάζετο. πράσσοντα δὲ αὐτὸν ταῦτα Γάϊός τις Ἀντίστιος ἐς πολιορκίαν κατέκλεισε. καὶ μετὰ τοῦτο ἀγχώμαλα ἀγωνιζόμενοι, καὶ μηδέτεροι ἰσχυρόν τι παραλαβεῖν δυνάμενοι, ἀσπόνδῳ διοκωχῇ πρὸς συμμάχων ἐπαγωγὴν διελύθησαν.
47.27.3καὶ Ἀντιστίῳ μὲν ἔκτε τῶν περιχώρων οἱ τὰ τοῦ Καίσαρος φρονοῦντες καὶ ἐκ τῆς Ῥώμης στρατιῶται ὑπ’αὐτοῦ πεμφθέντες προσεγένοντο, τῷ δὲ δὴ Βάσσῳ ὁ Ἀλχαυδόνιος ὁ Ἀράβιος · οὗτος γὰρ τῷτε Λουκούλλῳ πρότερον, ὥσπερ εἴρηταί μοι, ὁμολογήσας, καὶ τοῖς Πάρθοις μετὰ τοῦτο κατὰ τοῦ Κράσσου συναράμενος, τότε παρεκλήθη μὲν ὑπ’ἀμφοτέρων, ἐλθὼν δὲ ἐς τὸ μέσον τῆςτε πόλεως καὶ τῶν στρατοπέδων, πρίν τι ἀποκρίνασθαί σφισι, τήντε συμμαχίαν ἀπεκήρυξε, καὶ ἐπειδὴ ὁ Βάσσος ὑπερέβαλε τοῖς χρήμασιν, ἐπεκούρησέτε αὐτῷ καὶ ἐν τῇ μάχῃ πολὺ τοῖς τοξεύμασιν ἐπεκράτησεν.
47.27.5οἱ δὲ δὴ Πάρθοι ἦλθον μὲν καὶ αὐτοὶ τῷ Βάσσῳ ἐπίκλητοι, οὐ μέντοι καὶ ἐπὶ πολὺ αὐτῷ διὰ τὸν χειμῶνα συνεγένοντο, καὶ διὰ τοῦτο οὐ δὲ ἔπραξάν τι ἀξιόλογον. καὶ ὁ μὲν δυνηθείς τινα χρόνον, ἔπειτα ὑπότε Μαρκίου Κρίσπου καὶ ὑπὸ Λουκίου Σταΐου Μούρκου αὖθις κατείρχθη.
47.28.1τοιούτων δὲ δὴ τῶν πραγμάτων αὐτοῖς ὄντων, ὁ Κάσσιος ἐπελθὼν τάςτε πόλεις πάσας εὐθὺς πρόςτε τὴν δόξαν ὦν ἐν τῇ ταμιείᾳ ἐπεποιήκει καὶ πρὸς τὴν λοιπὴν εὔκλειαν ᾠκειώσατο, καὶ τὰ στρατόπεδα τάτε τοῦ Βάσσου καὶ τὰ τῶν ἑτέρων οὐδὲν ἐπιπονήσας προσέθετο.
47.28.2καὶ αὐτῷ καθ’ἓν μετὰ πάντων αὐτῶν αὐλιζομένῳ ὕδωρ ἐκ τοῦ οὐρανοῦ αἰφνίδιον πολὺ ἐπεγένετο, κα- κἀν τούτῳ σύες ἄγριοι ἐς τὸ στρατόπεδον κατὰ πάσας ἅμα τὰς πύλας ἐσπεσόντες πάντα τὰ ἐν αὐτῷ ὄντα συνέχεαν καὶ συνετάραξαν, ὥστε τινὰς ἐκ τούτων τήντε ἰσχὺν αὐτοῦ τὴν αὐτίκα καὶ τὴν μετὰ ταῦτα καταστροφὴν τεκμήρασθαι.
47.28.3παραλαβὼν οὖν τὴν Συρίαν ἐς τὴν Ἰουδαίαν ὥρμησε, πυθόμενος τοὺς στρατιώτας τοὺς ἐν τῇ Αἰγύπτῳ ὑπὸ τοῦ Καίσαρος καταλειφθέντας προσιέναι, καὶ ἐκείνουςτε ἀκονιτὶ καὶ τοὺς Ἰουδαίους παρεστήσατο.
47.28.4καὶ μετὰ τοῦτο τὸν μὲν Βάσσον καὶ τὸν Κρίσπον, τούςτε ἄλλους τοὺς οὐκ ἐθελήσαντάς οἱ συστρατεῦσαι, ἀπέπεμψε μηδὲν ἀδικήσας, τῷ δὲ δὴ Σταΐῳ τότε ἀξίωμα μεθ’οὗ ἀφῖκτο ἐτήρησε, καὶ προσέτι καὶ τὸ ναυτικὸν ἐπέτρεψεν.
47.28.5οὕτω μὲν καὶ ὁ Κάσσιος ἰσχυρὸς διὰ ταχέων ἐγένετο, καὶ τῷτε Καίσαρι περὶ τῶν συναλλαγῶν καὶ τῇ γερουσίᾳ περὶ τῶν παρόντων ὅμοια τῷ Βρούτῳ ἐπέστειλε. καὶ αὐτῷ διὰ ταῦτα ἡ βουλὴ τήντε ἀρχὴν τῆς Συρίας ἐβεβαίωσε καὶ τὸν τοῦ
47.29.1Δολοβέλλου πόλεμον ἐψηφίσατο. οὗτος γὰρ ἐτέτακτο μὲν τῆς Συρίας ἄρχειν καὶ τὴν ἔξοδον ὑπατεύων ἐπεποίητο, χρόνιος δὲ διάτε τῆς Μακεδονίας καὶ διὰ τῆς Θρᾴκης ἐς τὴν Ἀσίαν τὸ ἔθνος κομισθεὶς καὶ ἐκεῖ ἐνδιέτριψεν.
47.29.2ἐπειδήτε ἐνταῦθα ἔτι ὄντι αὐτῷ τὸ δόγμα ἠγγέλθη, πρὸς μὲν τὴν Συρίαν οὐ προεχώρησεν, αὐτοῦ δὲ δὴ καταμείνας τὸν Τρεβώνιον οὕτω μετεχειρίσατο ὥστε δόξαν οἱ εὐνοίας πλείστην παρασχεῖν, καὶ τήντε τροφὴν τοῖς στρατιώταις παρ’ἑκόντος αὐτοῦ λαβεῖν καὶ τὴν δίαιταν ἀδεῶς σὺν αὐτῷ ποιεῖσθαι.
47.29.3ἐπειδήτε ἔντε τῷ θαρσοῦντι διὰ ταῦτ’ἐγένετο καὶ φυλακὴν οὐδεμίαν ἑαυτοῦ ἐποιεῖτο, τήντε Σμύρναν, ἐν ᾗ ἦσαν, νυκτὸς ἐξαπιναίως κατέλαβε, καὶ ἐκεῖνον ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ πρὸς τὴν τοῦ Καίσαρος εἰκόνα ἔρριψε, κα- κἀκ τούτου πᾶσαν τὴν Ἀσίαν κατέσχε.
47.29.4πυθόμενοι δὲ ταῦτα οἱ ἐν οἴκῳ Ῥωμαῖοι πόλεμον αὐτῷ ἐπήγγειλαν · οὐδέπω γὰρ ὁ Καῖσαρ οὔτε τὸν Ἀντώνιον ἐνενικήκει οὔτε τὰ ἐν τῷ ἄστει διὰ χειρὸς ἐπεποίητο. καὶ τοῖςτε συνοῦσίν οἱ ῥητὴν ἡμέραν ἐς ἔκλειψιν τῆς φιλίας αὐτοῦ προεῖπον, ἵνα μὴ καὶ ἐκεῖνοι ἐν ἐχθρῶν μοίρᾳ γένωνται, καὶ τὴν ἀντίταξιν τόντε πόλεμον τὸν πρὸς αὐτὸν τὸ μὲν σύμπαν τοῖς ὑπάτοις προσέταξαν, ἐπειδὰν τὰ παρόντα κατορθώσωσι, ποιήσασθαι (τὸν γὰρ Κάσσιον οὐδέπω τὴν Συρίαν ἔχοντα ᾔδεσαν), ἵνα δὲ μὴ ἐπὶ μεῖζον ἐν τῷ μεταξὺ χρόνῳ αὐξηθῇ, τοῖς τῶν προσόρων ἐθνῶν ἄρχουσιν ἐνεχείρισαν ·
47.29.6καὶ μετὰ τοῦτο μαθόντες τὰ κατὰ τὸν Κάσσιον, πρὶν καὶ ὁτιοῦν ὑπ’ἐκείνων πραχθῆναι, ταῦθ’ἅπερ εἶπον ἐψηφίσαντο.
47.30.1ὁ δ’οὖν Δολοβέλλας ἐγκρατὴς οὕτω τῆς Ἀσίας γενόμενος ἐς τὴν Κιλικίαν ἦλθε, τοῦ Κασσίου ἐν τῇ Παλαιστίνῃ ὄντος, καὶ τοὺς Ταρσέας ἑκουσίους προσλαβὼν φρουρούς τινας αὐτοῦ ἐν Αἰγέαις ὄντας ἐνίκησε, καὶ ἐς τὴν Συρίαν ἐνέβαλε.
47.30.2καὶ τῆς μὲν Ἀντιοχείας ὑπὸ τῶν ἐμφρουρούντων αὐτὴν ἀπεκρούσθη, τὴν δὲ δὴ Λαοδίκειαν ἀμαχεὶ διὰ τὴν φιλίαν αὐτῶν, ἣν πρὸς τὸν Καίσαρα τὸν πρότερον εἶχον, προσεποιήσατο. κα- κἀκ τούτων ἡμέρας τινὰς ἰσχύσας (τάτε γὰρ ἄλλα καὶ τὸ ναυτικὸν αὐτῷ διὰ ταχέων ἐκ τῆς Ἀσίας ἐπῆλθε) διέβαλεν ἐς Ἄραδον, ὅπως καὶ παρ’ἐκείνων καὶ χρήματα καὶ ναῦς λάβῃ ·
47.30.3κα- κἀνταῦθα ἀποληφθεὶς μετ’ὀλίγων ἐκινδύνευσε. διαφυγὼν δ’οὖν ἀπήντησέτε τῷ Κασσίῳ προσελαύνοντι, καὶ συμβαλὼν αὐτῷ ἡττήθη. κατακλεισθείςτε ἐς τὴν Λαοδίκειαν ἐπορθεῖτο, τῆς μὲν ἠπείρου παντελῶς εἰργόμενος (ἄλλοιτε γὰρ τῷ Κασσίῳ καὶ Πάρθοι τινὲς ἐβοήθησαν), ταῖς δὲ δὴ ναυσὶ ταῖςτε Ἀσιαναῖς καὶ ταῖς Αἰγυπτίαις, ἃς ἡ Κλεοπάτρα αὐτῷ ἔπεμψε, καὶ προσέτι καὶ τοῖς χρήμασι τοῖς παρ’αὐτῆς ἐλθοῦσιν ἰσχύων, μέχρις οὗ ὁ Στάϊος τότε ναυτικὸν συνεκρότησε, καὶ ἐς τὸν τῶν Λαοδικέων λιμένα ἐσπλεύσας τούςτε ἀνταναχθέντας ἐκράτησε καὶ ἀπέκλεισέν οἱ καὶ τὴν θάλασσαν.
47.30.5τότε γὰρ ἀμφοτέρωθεν τῆς ἐπαγωγῆς τῶν ἐπιτηδείων εἰρχθεὶς ἐπεκδρομὴν μὲν σπάνει τῶν ἀναγκαίων ἐποιήσατο, καταραχθεὶς δὲ διὰ ταχέων ἐς τὸ τεῖχος, καὶ προδιδόμενον αὐτὸ ἰδών, ἐφοβήθη μὴ ζῶν ἁλοίη καὶ ἑαυτὸν κατεχρήσατο. ὅπερ που καὶ Μᾶρκος Ὀκτάουιος ὑποστράτηγος αὐτοῦ ἔπραξε.
47.30.6καὶ οἱ μὲν ταφῆς ὑπὸ τοῦ Κασσίου, καίπερ τὸν Τρεβώνιον ἄταφον ῥίψαντες, ἠξιώθησαν · οἵτε συστρατεύσαντές σφισι καὶ περιγενόμενοι καὶ σωτηρίας καὶ ἀδείας, καίτοι πολέμιοι ὑπὸ τῶν οἴκοι Ῥωμαίων νομισθέντες, ἔτυχον.
47.30.7οὐ μέντοι οὐ δ’οἱ Λαοδικεῖς κακόν τι πλὴν συντελείας χρημάτων ἔπαθον. ἀλλ’οὐ δὲ ἄλλος οὐδείς, συχνῶν μετὰ τοῦτο ἐπιβουλευσάντων τῷ Κασσίῳ, ἐκολάσθη.
47.31.1ἐν ᾧ δὲ ταῦτ’ἐγίγνετο, οἱ Ταρσεῖς Τίλλιον Κίμβρον φονέατε τοῦ Καίσαρος ὄντα καὶ τότε Βιθυνῶν ἄρχοντα πρόςτε τὴν τοῦ Κασσίου ἐπικουρίαν ἐπειγόμενον ἐπεχείρησαν τῶν τοῦ Ταύρου διόδων εἶρξαι, προεκλιπόντες δὲ αὐτὰς ὑπὸ δέους παραχρῆμα μὲν ἐσπείσαντο αὐτῷ, νομίσαντες ἰσχυρὸν αὐτὸν εἶναι, μετὰ δὲ τοῦτο τὴν ὀλιγότητα τῶν στρατιωτῶν κατανοήσαντες οὔτε τῇ πόλει αὐτὸν ἐδέξαντο οὔτε τὰ ἐπιτήδειά οἱ παρέσχον.
47.31.2ἐπειδήτε φρούριόν τι ἐπιτειχίσας σφίσιν ἐς τὴν Συρίαν ἀπῆρε, προτιμότερον τὸ τῷ Κασσίῳ βοηθῆσαι τοῦ τὴν πόλιν αὐτὸς ἐξελεῖν ποιησάμενος, τοῦτότε ἐπιστρατεύσαντες αὐτῷ παρεστήσαντο, καὶ πρὸς τὰ Ἀδανὰ ὅμοράτέ σφισι καὶ διάφορα ἀεὶ ὄντα ὥρμησαν, πρόφασιν ὡς καὶ τὰ τοῦ Κασσίου πράσσοντα ποιησάμενοι.
47.31.3πυθόμενος δὲ ταῦτα ἐκεῖνος πρότερον μέν, ὡς ἔτι ὁ Δολοβέλλας ἔζη, Λούκιον Ῥοῦφον ἐπ’αὐτοὺς ἔπεμψεν, ὕστερον δὲ καὶ αὐτὸς ἦλθε, καὶ (ἤδη γὰρ ἀμαχεὶ τῷ Ῥούφῳ προσεκεχωρήκεσαν) ἄλλο μέν σφας οὐδὲν δεινὸν εἰργάσατο, τὰ δὲ χρήματα τάτε ἴδια καὶ τὰ δημόσια πάντα ἀφείλετο.
47.31.4κα- κἀκ τούτου Ταρσεῖς ἐπαίνουςτε παρὰ τῶν τριῶν ἀνδρῶν (ἐκεῖνοι γὰρ τὰ πράγματα ἤδη τὰ ἐν τῇ Ῥώμῃ εἶχον) καὶ ἐλπίδα ἀντιλήψεσθαί τι ἀντὶ τῶν ἀπολωλότων ἔλαβον ·
47.31.5ἥτε Κλεοπάτρα διὰ τὴν συμμαχίαν ἣν τῷ Δολοβέλλᾳ ἔπεμψεν, εὕρετο τὸν υἱόν, ὃν Πτολεμαῖον μὲν ὠνόμαζεν, ἐπλάττετο δὲ ἐκ τοῦ Καίσαρος τετοκέναι καὶ κατὰ τοῦτο Καισαρίωνα προσηγόρευε, βασιλέα τῆς Αἰγύπτου κληθῆναι.
47.32.1Κάσσιος δὲ ἐπειδὴ τάτε ἐν τῇ Συρίᾳ καὶ τὰ ἐν τῇ Κιλικίᾳ κατεστήσατο, ἐς τὴν Ἀσίαν πρὸς τὸν Βροῦτον ἀφίκετο. ὡς γὰρ τήντε συνωμοσίαν τῶν τριῶν ἀνδρῶν ἔμαθον καὶ τὰ πραττόμενα ὑπ’αὐτῶν κατὰ σφῶν ᾔσθοντο, συνῆλθόντε ἐκεῖ καὶ τὰ πράγματα ἔτι καὶ μᾶλλον ἐκοινώσαντο ·
47.32.2τήντε γὰρ αἰτίαν τὴν τοῦ πολέμου τὴν αὐτὴν ἔχοντες καὶ τὸν κίνδυνον τὸν αὐτὸν προσδεχόμενοι, τήντε ὑπὲρ τῆς τοῦ δήμου ἐλευθερίας γνώμην μη δὲ τότε ἐξιστάμενοι, καὶ ἐκείνους ἅτε καὶ τρεῖς ὄντας καὶ τοιαῦτα δρῶντας προσκαταλῦσαι γλιχόμενοι, πολλῷ προθυμότερον κοινῇ πάντα καὶ ἐβουλεύοντο καὶ ἐποίουν.
47.32.3καὶ τὸ μὲν σύμπαν ἔγνωσαν ἔςτε τὴν Μακεδονίαν ἐλθεῖν καὶ περαιωθῆναι αὐτοὺς ἐκεῖσε κωλῦσαι, ἢ καὶ ἐς τὴν Ἰταλίαν προδιαβῆναι · ἐπεὶ δὲ τάτε ἐν τῇ Ῥώμῃ καθίστασθαι ἔτ’ἐλέγοντο, καὶ πρὸς τὸν Σέξτον ἅτε καὶ ἐγγύθεν ἐφεδρεύοντά σφισιν ἀσχολίαν ἕξειν ἐνομίζοντο, οὐκ εὐθὺς ταῦτ’ἐποίησαν, ἀλλ’αὐτοίτε περιιόντες καὶ ἑτέρους διαπέμποντες τούςτε μηδέπω ὁμοφρονοῦντάς σφισι προσεκτῶντο καὶ χρήματα καὶ στρατιώτας ἤθροιζον.
47.33.1καὶ αὐτοῖς οἱ μὲν ἄλλοι ταύτῃ πάντες, καὶ οἱ πρόσθεν περιορώμενοι, παραχρῆμα ὡμολόγησαν, ὁ δὲ δὴ Ἀριοβαρζάνης οἵτε Ῥόδιοι καὶ οἱ Λύκιοι ἄλλως μὲν οὐκ ἀνθίσταντο, οὐ μέντοι καὶ συμμαχῆσαι ἤθελον.
47.33.2ὑποπτεύσαντες οὖν αὐτοὺς τὰ τῶν ἐναντίων, ἐπειδὴ εὖ ὑπὸ τοῦ Καίσαρος τοῦ προτέρου ἐπεπόνθεσαν, φρονεῖν, καὶ φοβηθέντες μὴ καὶ αὐτοίτε ἀπελθόντων σφῶν ταράξωσί τι καὶ τοὺς ἄλλους συναποστήσωσι, γνώμην ἐποιήσαντο ἐπ’ἐκείνους πρῶτον τραπέσθαι, ἐλπίσαντές σφας, ἅτε καὶ τοῖς ὅπλοις πολὺ αὐτῶν ὑπερέχοντες καὶ ταῖς εὐεργεσίαις ἀφθόνως χρώμενοι, διὰ βραχέος πείσειν ἢ καὶ βιάσεσθαι.
47.33.3καὶ Κάσσιος μὲν Ῥοδίους, καίτοι τοσοῦτον ἐπὶ τῷ ναυτικῷ φρονοῦντας ὥστε ἔςτε τὴν ἤπειρον ἐπ’αὐτὸν προδιαπλεῦσαι καὶ τὰς πέδας ἃς ἐκόμιζον ὡς καὶ ζῶντας πολλοὺς αἱρήσοντες ἐπιδεικνύναι σφίσι, ναυμαχίᾳ πρότερον μὲν περὶ Μύνδον, ἔπειτα δὲ πρὸς αὐτῇ τῇ Ῥόδῳ διὰ τοῦ Σταΐου, τῷτε πλήθει καὶ τῷ μεγέθει τῶν νεῶν τὴν ἐμπειρίαν σφῶν κρατήσας, ἐνίκησε ·
47.33.4καὶ μετὰ τοῦτο καὶ αὐτὸς ἐς τὴν νῆσον περαιωθεὶς ἄλλο μὲν κακὸν οὐδὲν αὐτοὺς ἔδρασεν (οὔτε γὰρ ἀντέστησάν οἱ, καὶ εὔνοιαν αὐτῶν ἐκ τῆς διατριβῆς ἣν ἐκεῖ κατὰ παιδείαν ἐπεποίητο εἶχε), τὰς δὲ δὴ ναῦς καὶ τὰ χρήματα καὶ τὰ ὅσια καὶ τὰ ἱερά, πλὴν τοῦ ἅρματος τοῦ Ἡλίου, παρεσπάσατο. καὶ μετὰ ταῦτα καὶ τὸν Ἀριοβαρζάνην συλλαβὼν ἀπέκτεινε.
47.34.1Βροῦτος δὲ τότε κοινὸν τῶν Λυκίων στράτευμα ἀπαντῆσαν αὐτῷ πρὸς τὰ μεθόρια μάχῃτε ἐκράτησε καὶ συγκαταφυγὸν ἐς τὸ ἔρυμα αὐτοβοεὶ εἷλε, καὶ τῶν πόλεων τὰς μὲν πλείους ἀμαχεὶ προσηγάγετο, Ξάνθον δὲ ἐς πολιορκίαν κατέκλεισε.
47.34.2καὶ αὐτῶν ἐξαίφνης ἐκδραμόντων καὶ πῦρ ἐς τὰς μηχανὰς ἐμβαλόντων, τάτε τοξεύματα καὶ ἀκόντια ἅμα ἀφέντων, ἐς πᾶν κινδύνου ἀφίκετο. κα- κἂν πασσυδὶ ἀπώλετο, εἰ μὴ δι’αὐτοῦ τοῦ πυρὸς ὠσάμενοι οἱ στρατιῶται προσέμιξαν αὐτοῖς ἀπροσδόκητοι γυμνητεύουσιν, καὶ ἐκείνουςτε ἐς τὸ τεῖχος κατήραξαν, καὶ αὐτοὶ συνεσπεσόντες σφίσι τοῦτε πυρὸς ἐς οἰκίας τινὰς ἐνέβαλον, καὶ τοὺς μὲν ὁρῶντας τὸ γιγνόμενον προκατέπληξαν, τοῖς δ’ἄπωθεν οὖσι δόξαν ὡς καὶ πάντα ἄρδην ᾑρηκότες παρέσχον ·
47.34.3ἐκ γὰρ τούτου καὶ οἱ ἐπιχώριοι τὰ λοιπὰ ἐθελονταὶ συγκατέπρησαν καὶ ἀλλήλους οἱ πλείους ἀνεχρήσαντο.
47.34.4μετὰ δὲ τοῦτο πρὸς τὰ Πάταρα ὁ Βροῦτος ἦλθε, καὶ προεκαλέσατο μὲν αὐτοὺς ἐς φιλίαν, ὡς δ’οὐχ ὑπήκουσαν (οἵτε γὰρ δοῦλοι καὶ τῶν ἐλευθέρων οἱ πένητες, οἱ μὲν ἐλευθερίας οἱ δὲ χρεῶν ἀποκοπῆς προτετυχηκότες, ἐκώλυόν σφας συμβῆναι), τὸ μὲν πρῶτον τοὺς αἰχμαλώτους τῶν Ξανθίων (καὶ γὰρ ἐν γένει αὐτοῖς κατ’ἐπιγαμίαν πολλοὶ ἦσαν) ἔπεμψέ σφισιν, ἐλπίδα ἔχων δι’ἐκείνων αὐτοὺς προσάξεσθαι ·
47.34.5ἐπεὶ δ’οὐδὲν μᾶλλον ἐνέδοσαν καίπερ προῖκα αὐτοῦ τοὺς ἀναγκαίους ἑκάστῳ διδόντος, πρατήριόν τι ὑπ’αὐτὸ τὸ τεῖχος ἐν ἀσφαλεῖ κατεστήσατο, καὶ παράγων ἕνα ἕκαστον τῶν πρώτων ἀπεκήρυττεν, εἴ πως διά γε τούτου τοὺς Παταρέας ὑπαγάγοιτο. ὡς δ’οὐ δὲ τότε αὐτῷ προσεχώρησαν, ὀλίγους ἀποδόμενος τοὺς λοιποὺς ἀφῆκεν.
47.34.6ἰδόντες δὲ τοῦτο οἱ ἔνδον οὐκέτ’ἀντῆραν, ἀλλ’εὐθὺς αὐτῷ ὡς καὶ ἀρετὴν ἔχοντι προσέθεντο, μηδὲν ἔξω τῶν χρημάτων ζημιωθέντες. καὶ τοῦτο καὶ οἱ Μυρεῖς ἐποίησαν, ἐπειδὴ τὸν στρατηγὸν αὐτῶν ἐν τῷ ἐπινείῳ λαβὼν ἀπέλυσε. καὶ οὕτω καὶ τα- τἆλλα δι’ὀλίγου παρεστήσατο.
47.35.1ταῦτ’οὖν ἀμφότεροι πράξαντες ἔςτε τὴν Ἀσίαν αὖθις ἦλθον, καὶ πάνθ’ὅσα ἐκ διαβολῶν, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, ὕποπτα πρὸς ἀλλήλους εἶχον, ἔςτε τὸ μέσον καὶ κατὰ μόνας προενεγκόντες καὶ διαλυσάμενοι ἐς τὴν Μακεδονίαν ἠπείγοντο.
47.35.2καὶ αὐτοὺς Γάιόςτε Νωρβανὸς καὶ Δεκίδιος Σάξας ἔφθησαν τόντε Ἰόνιον, πρὶν τὸν Στάιον ἐλθεῖν, περαιωθέντες, καὶ πᾶσαν τὴν μέχρι τοῦ Παγγαίου γῆν προκατασχόντες, καὶ πρὸς τοῖς Φιλίπποις στρατοπεδευσάμενοι.
47.35.3τὸ δὲ δὴ ἄστυ τοῦτο παράτε τῷ Παγγαίῳ καὶ παρὰ τῷ Συμβόλῳ κεῖται · σύμβολον γὰρ τὸ χωρίον ὀνομάζουσι καθ’ὃ τὸ ὄρος ἐκεῖνο ἑτέρῳ τινὶ ἐς μεσόγειαν ἀνατείνοντι συμβάλλει, καὶ ἔστι μεταξὺ Νέας πόλεως καὶ τῶν Φιλίππων · ἡ μὲν γὰρ πρὸς τῇ θαλάσσῃ κατ’ἀντιπέρας Θάσου ἦν, ἡ δὲ ἐντὸς τῶν ὀρῶν ἐπὶ τῷ πεδίῳ πεπόλισται.
47.35.4καὶ ἔτυχον γὰρ τὴν συντομωτάτην αὐτοῦ ὑπερβολὴν ὅτε Σάξας καὶ ὁ Νωρβανὸς προκαταλαβόντες, ταύτῃ μὲν ὁ Βροῦτος ὅτε Κάσσιος οὐ δὲ ἐπείρασαν διαβῆναι, ἑτέραν δέ τινα μακροτέραν κατὰ τὰς Κρηνίδας ὠνομασμένας περιελθόντες φυλακῇ μὲν καὶ ἐκεῖ ἐνέτυχον, βιασάμενοι δὲ αὐτὴν εἴσωτε τῶν ὀρῶν ἐγένοντο, καὶ πρὸς τὴν πόλιν κατὰ τὰ μετέωρα ἐπιπαρελθόντες ἐνταῦθα χωρὶς ἑκάτερος, ὥς γε τῷ λόγῳ εἰπεῖν, ἐστρατοπεδεύσαντο ·
47.35.5τῷ γὰρ ἔργῳ καθ’ἓν ηὐλίσαντο.
47.35.6τὰ μὲν γὰρ στρατόπεδα, ὡς καὶ εὐτακτότεροι οἱ στρατιῶται καὶ ῥᾴους ἄρχειν ὦσι, διχῇ κατέστη, παντὸς δὲ δὴ καὶ τοῦ διὰ μέσου αὐτῶν καὶ τάφρῳ καὶ σταυρώματι περιληφθέντος εἷςτε ὁ πᾶς περίβολος ἀμφοτέρων ἐγένετο, καὶ ἐν κοινῷ τὴν ἀπ’αὐτοῦ ἀσφάλειαν εἶχον.
47.36.1ἦσαν δὲ πολὺ τῷ πλήθει τῶν ἐναντίων τῶν τότε παρόντων καθυπέρτεροι, καὶ διὰ τοῦτο τότε Σύμβολον ἐκκρούσαντες αὐτοὺς κατέλαβον, καὶ τὰ ἐπιτήδεια ταύτῃτε δι’ἐλάττονος ἐκ τῆς θαλάσσης ἐπήγοντο καὶ ἐκ τοῦ πεδίου καταθέοντες ἐλάμβανον.
47.36.2ὁ γὰρ Νωρβανὸς ὅτε Σάξας πανστρατιᾷ μὲν οὐ δὲ ἐτόλμησαν αὐτοῖς προσμῖξαι, ἐκπέμποντες δ’ἱππέας ἐκδρόμους ὅπῃ παρείκοι, οὐδὲν ἐπέραινον, ἀλλ’αὐτοίτε διὰ φυλακῆς μᾶλλον ἢ διὰ κινδύνων τὸ στρατόπεδον ἐποιοῦντο, καὶ τὸν Καίσαρα τόντε Ἀντώνιον σπουδῇ μετεπέμποντο.
47.36.3οὗτοι γὰρ τέως μὲν περίτε τοὺς Ῥοδίους καὶ περὶ τοὺς Λυκίους τόντε Κάσσιον καὶ τὸν Βροῦτον ἀσχόλους ὄντας ἐπυνθάνοντο, ἐπὶ πλεῖόντε αὐτοὺς ἔδοξάν σφισι προσπολεμήσειν, καὶ οὐκ ἠπείχθησαν ἀλλὰ τόντε Σάξαν καὶ τὸν Νωρβανὸν ἐς τὴν Μακεδονίαν προέπεμψαν ·
47.36.4αἰσθόμενοι δὲ αὐτοὺς ἑαλωκότας, τοῖς μὲν Λυκίοις καὶ τοῖς Ῥοδίοις ἐπαίνουςτε ἔδοσαν καὶ χρήματα χαριεῖσθαι ὑπέσχοντο, αὐτοὶ δὲ ἐκ μὲν τῆς πόλεως εὐθὺς ἐξώρμησαν, ἐγχρονίσαντες δὲ Ἀντώνιος μὲν περὶ Βρεντέσιον (ὑπὸ γὰρ τοῦ Σταΐου καθείργετο) Καῖσαρ δὲ περὶ Ῥήγιον (πρὸς γὰρ τὸν Σέξτον τήντε Σικελίαν ἔχοντα καὶ τῆς Ἰταλίας πειρῶντα προαπετράπετο) διετρίβησαν.
47.37.1ὡς δ’οὖν οὗτόςτε οὐ καθαιρετὸς ἔδοξεν εἶναί σφισι, καὶ τὰ τοῦ Κασσίου τοῦτε Βρούτου μᾶλλον αὐτοὺς ἤπειξε, μέρος μέν τι τοῦ στρατοῦ πρὸς φρουρὰν τῆς Ἰταλίας κατέλιπον, τῷ δὲ δὴ πλείονι τὸν Ἰόνιον ἀσφαλῶς ἐπεραιώθησαν.
47.37.2καὶ Καῖσαρ μὲν ἐν Δυρραχίῳ νοσήσας ὑπελείφθη, Ἀντώνιος δὲ πρὸς τοὺς Φιλίππους ἤλασε, καὶ παραυτίκα μὲν ῥώμην τινὰ τοῖς σφετέροις παρέσχεν, ἐνεδρεύσας δέ τινας τῶν ἐναντίων σιταγωγοῦντας καὶ σφαλεὶς οὐκέτ’οὐ δ’αὐτὸς ἐθάρσει.
47.37.3ὁ οὖν Καῖσαρ πυθόμενος τοῦτο καὶ δείσας ἑκάτερον, εἴτε τι ἐλαττωθείη κατὰ μόνας συμβαλὼν εἴτε καὶ κρατήσειεν (ἐκ μὲν γὰρ τοῦ τόντε Βροῦτον καὶ τὸν Κάσσιον, ἐκ δὲ τοῦ τὸν Ἀντώνιον πάντως ἐφ’ἑαυτὸν ἰσχύσειν ἐνόμισεν), ἠπείχθη καίπερ καὶ τότε ἔτι ἀρρωστῶν.
47.37.4κα- κἀκ τούτου ἀνεθάρσησαν μὲν οἱ περὶ τὸν Ἀντώνιον · ἐπεὶ δ’οὐκ ἀσφαλὲς ἐφαίνετο τὸ μὴ οὐχ ἅμα πάντας αὐτοὺς αὐλίζεσθαι, ἔςτε χωρίον ἓν καὶ ἐς ἔρυμα ἓν τὰ τρία στρατεύματα συνήγαγον.
47.37.5ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις ἐκδρομαὶ μὲν καὶ ἀντεπέξοδοι παρ’ἀμφοτέρων ὡς ἔτυχεν ἐγίγνοντο, μάχη δὲ ἐκ παρατάξεως οὐδεμία χρόνον τινὰ συνηνέχθη, καίτοι καὶ τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου πάνυ συμβαλεῖν σπουδαζόντων ·
47.37.6ταῖςτε γὰρ δυνάμεσι μᾶλλον τῶν ἐναντίων ἔρρωντο, καὶ τῶν ἐπιτηδείων οὐχ ὁμοίως αὐτοῖς ηὐπόρουν διὰ τὸ τῆς θαλάσσης, ἅτε τοῦ ναυτικοῦ σφων τῷ Σέξτῳ προσπολεμοῦντος, μὴ κρατεῖν.
47.38.1οὗτοι μὲν οὖν δὴ διάτε ταῦτα καὶ διὰ τὸν Σέξτον τήντε Σικελίαν ἔχοντα καὶ τῆς Ἰταλίας πειρῶντα, μὴ καὶ χρονισάντων αὐτῶν τήντε Ἰταλίαν καταλάβῃ καὶ ἐς τὴν Μακεδονίαν ἔλθῃ, ὤργων.
47.38.2ὁ δὲ δὴ Κάσσιος ὅτε Βροῦτος ἄλλως μὲν οὐκ ὤκνουν τὴν μάχην (ὅσον γὰρ τῇ ῥώμῃ τῶν στρατιωτῶν ἠλαττοῦντο, τοσοῦτον τῷ πλήθει ἐπλεονέκτουν), ἐκλογιζόμενοι δὲ τάτε ἐκείνων καὶ τὰ σφέτερα (σύμμαχοίτε γὰρ αὐτοῖς καθ’ἑκάστην ἡμέραν προσεγίγνοντο, καὶ τὴν τροφὴν ἄφθονον ὑπὸ τῶν νεῶν εἶχον) ἀνεβάλλοντο, εἴ πως ἄνευ κινδύνου καὶ φθόρου τινῶν ἐπικρατήσειαν ·
47.38.3ἅτε γὰρ δημεράσταιτε ἀκριβῶς ὄντες καὶ πρὸς πολίτας ἀγωνιζόμενοι ἐκείνωντε οὐδὲν ἧττον ἢ τῶν συνόντων σφίσι διεσκόπουν, καὶ ἐπεθύμουν ἑκατέροις ὁμοίως καὶ τὴν σωτηρίαν καὶ τὴν ἐλευθερίαν παρασχεῖν.
47.38.4χρόνον μὲν οὖν τινα διὰ ταῦτα ἀνέσχον, οὐκ ἐθέλοντές σφισιν ἐς χεῖρας ἐλθεῖν · ὡς μέντοι τὰ στρατεύματα, ἅτε ἐκ τοῦ ὑπηκόου τὸ πλεῖστον ὄντα, τῇτε τριβῇ βαρυνόμενα καὶ τῶν ἀντιπολεμούντων καταφρονήσαντα, ὅτι τὸ καθάρσιον τὸ πρὸ τῶν ἀγώνων γιγνόμενον ἐντὸς τοῦ ἐρύματος ὡς καὶ δεδιότες ἐποιήσαντο, ἔςτε τὴν μάχην ὥρμησαν καὶ διελάλουν ὅτι, ἂν ἐπὶ πλεῖον διατριφθῶσι, τότε στρατόπεδον ἐκλείψουσι καὶ διασκεδασθήσονται, οὕτω δὴ καὶ ἄκοντες συνέμιξαν.
47.39.1μέγιστον δὴ τὸν ἀγῶνα τοῦτον καὶ ὑπὲρ πάντας τοὺς ἐμφυλίους τοὺς τοῖς Ῥωμαίοις γεγονότας οὐκ ἀπεικότως ἄν τις συμβῆναι νομίσειεν, οὐχ ὅτι καὶ τοῖς πλήθεσιν ἢ καὶ ταῖς ἀρεταῖς τῶν μαχεσαμένων διήνεγκεν αὐτῶν (πολλῷ γὰρ καὶ πλείους καὶ ἀμείνους σφῶν πολλαχόθι ἠγωνίσαντο), ἀλλ’ὅτι περίτε τῆς ἐλευθερίας καὶ τῆς δημοκρατίας τότε ὡς οὐπώποτε ἐπολέμησαν.
47.39.2συνέπεσον μὲν γὰρ καὶ αὖθις ἀλλήλοις, ὥσπερ καὶ πρότερον · ἀλλ’ἐκείνους μὲν τοὺς ἀγῶνας ὑπὲρ τοῦ τίνος ἐπακούσουσιν ἐποιήσαντο, τότε δὲ οἱ μὲν ἐς δυναστείαν αὐτοὺς ἦγον, οἱ δὲ ἐς αὐτονομίαν ἐξῃροῦντο. ὅθεν οὐ δ’ἀνέκυψεν ἔτι πρὸς ἀκριβῆ παρρησίαν ὁ δῆμος καίπερ ὑπ’οὐδενὸς ἀλλοτρίου ἡττηθείς (τὸ γάρ τοι ὑπήκοον τότε συμμαχικὸν τὸ τότε αὐτοῖς παραγενόμενον ἐν προσθήκης μέρει τοῦ πολιτικοῦ ἦν), ἀλλ’αὐτόςτε ἑαυτοῦ κρείττωντε ἅμα καὶ ἥττων γενόμενος καὶ ἔσφηλεν ἑαυτὸν καὶ ἐσφάλη, κα- κἀκ τούτου τότε δημοκρατικὸν συμπαρανάλωσε καὶ τὸ μοναρχικὸν ἐκράτυνε.
47.39.4καὶ οὐ λέγω ὡς οὐ συνήνεγκεν αὐτοῖς ἡττηθεῖσι τότε · τί γὰρ ἄν τις ἄλλο περὶ αὐτῶν ἀμφοτέρωθεν μαχεσαμένων εἴποι ἢ ὅτι Ῥωμαῖοι μὲν ἐνικήθησαν, Καῖσαρ δὲ ἐκράτησεν; ὁμοφρονῆσαι μὲν γὰρ ἐν τῷ καθεστῶτι τρόπῳ τῆς πολιτείας οὐκέθ’οἷοίτε ἦσαν ·
47.39.5οὐ γὰρ ἔστιν ὅπως δημοκρατία ἄκρατος, ἐς τοσοῦτον ἀρχῆς ὄγκον προχωρήσασα, σωφρονῆσαι δύναται · πολλοὺς δ’ἂν ἐπὶ πολλοῖς καὶ αὖθις ἀγῶνας ὁμοίους ἀνελόμενοι πάντως ἄν ποτε ἐδουλώθησαν ἢ καὶ ἐφθάρησαν.
47.40.1πάρεστι δὲ καὶ ἐκ τῶν σημείων τῶν τότε συμβάντων σφίσι τεκμήρασθαι ὅτι μέγιστος διαφανῶς ὁ ἀγὼν αὐτοῖς ἐγένετο · τὸ γὰρ δαιμόνιον, ὥσπερ που καὶ ἀεὶ πρὸ τῶν ἀτοπωτάτων φιλεῖ προσημαίνειν, πάντα σφίσιν ἀκριβῶς καὶ ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ Μακεδονίᾳ τὰ ἐκβάντα ἀπ’αὐτοῦ προεμαντεύσατο.
47.40.2ἐν γὰρ τῷ ἄστει ὅτε ἥλιος τοτὲ μὲν ἠλαττοῦτο καὶ ἐλάχιστος ἐγίγνετο, τοτὲ δὲ καὶ μέγας καὶ τριττὸς ἐξεφαίνετο, καί ποτε καὶ νυκτὸς ἐξέλαμψε · καὶ κεραυνοὶ ἄλλοσέτε πολλαχόσε καὶ ἐς τὸν τοῦ Νικαίου Διὸς βωμὸν ἐφέροντο, λαμπάδεςτε ἐνταῦθα κα- κἀκεῖσε ᾖττον, καὶ σαλπίγγων ἠχαὶ ὅπλωντε κτύποι καὶ στρατοπέδων βοαὶ νυκτὸς ἔκτε τῶν τοῦ Καίσαρος καὶ ἐκ τῶν τοῦ Ἀντωνίου κήπων, ὁμοχώρων ἀλλήλοις παρὰ τῷ Τιβέριδι ὄντων, ἠκούοντο.
47.40.3καὶ προσέτι καὶ κύων κυνὸς σῶμα πρὸς τὸ Δημήτριον προσελκύσας τήντε γῆν τοῖς ποσὶν ὤρυξε καὶ κατέχωσεν αὐτό. καί τι παιδάριον δεκαδακτύλους χεῖρας ἔχον ἐγεννήθη, ἡμίονόςτε διφυές τέρας ἔτεκε · τὰ μὲν γὰρ πρόσθια ἵππῳ, τὰ δὲ λοιπὰ ἡμιόνῳ ἐῴκει.
47.40.4καὶ ὁ τῆς Ἀθηνᾶς ὀχὸς πρὸς τὸ Καπιτώλιον ἐξ ἱπποδρομίας τινὸς ἐπανιὼν συνετρίβη, τότε ἄγαλμα τὸ τοῦ Διὸς τὸ ἐν τῷ Ἀλβανῷ ὂν αἷμα παρ’αὐτὰς τὰς ἀνοχὰς ἔκτε τοῦ δεξιοῦ ὤμου καὶ ἐκ τῆς δεξιᾶς χειρὸς ἀνέδωκε.
47.40.5καὶ ταῦτα μὲν ἐκ τοῦ δαιμονίου σφίσι προεδείχθη, ποταμοίτε ἐν τῇ χώρᾳ αὐτῶν οἱ μὲν παντάπασιν ἐξέλιπον οἱ δ’ἀνάπαλιν ῥεῖν ἤρξαντο · συνενηνέχθαι δέ πως ἐς τα- ταὐτὸ καὶ ὅσα παρὰ τῶν ἀνθρώπων κατὰ συντυχίαν ἐπράχθη ἔδοξεν ·
47.40.6ἔντε γὰρ ταῖς ἀνοχαῖς ὁ πολίαρχος τὰ Λατιάρια, οὔτ’ἄλλως προσήκοντα αὐτῷ οὔτ’ἐν τῷ καιρῷ ἐκείνῳ γίγνεσθαι εἰωθότα, ἐποίησεν, καὶ οἱ ἀγορανόμοι τοῦ πλήθους ὁπλομαχίας ἀγῶνας ἀντὶ τῆς ἱπποδρομίας τῇ Δήμητρι ἐπετέλεσαν.
47.40.7ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτ’ἐγίγνετο, καί τινα καὶ λόγια καὶ πρὸ αὐτῶν καὶ ἐπ’αὐτοῖς ἐς τὴν κατάλυσιν τῆς δημοκρατίας συμβαίνοντα ᾔδετο · ἐν δὲ δὴ τῇ Μακεδονίᾳ (ταύτης γὰρ τότε Παγγαῖον καὶ ἡ περὶ αὐτὸ γῆ νομίζεται) μέλισσαίτε πολλαὶ τὸ τοῦ Κασσίου στρατόπεδον περιέσχον, κα- κἀν τῷ καθαρσίῳ αὐτοῦ τὸν στέφανόν τις τραπέμπαλιν αὐτῷ ἐπέθηκε, παῖςτε ἐν πομπῇ τινι, οἵας οἱ στρατιῶται ἄγουσι, νίκην φέρων ἔπεσε.
47.40.8καὶ ὅ γε μάλιστα τὸν ὄλεθρόν σφισιν ἐσήμηνεν ὥστε καὶ τοῖς ἐναντίοις ἔκδηλον γενέσθαι, πολλοὶ μὲν γῦπες πολλοὶ δὲ καὶ ἄλλοι ὄρνιθες νεκροφάγοι ὑπέρτε ἐκείνων μόνων διεφοίτων καὶ ἐς αὐτοὺς κατέβλεπον, δεινόντέ τι καὶ φρικῶδες κλάζοντέςτε καὶ τρίζοντες.
47.41.1τούτοις μὲν δὴ ταῦτα τὸ κακὸν ἔφερε, τοῖς δὲ ἑτέροις τέρας μὲν οὐδέν, ὅσα γε ἡμεῖς ἴσμεν, ἐγένετο, ὄψεις δὲ δὴ ὀνείρων τοιαίδε ἐφάνησαν.
47.41.2ἀνὴρ Θεσσαλὸς ἔδοξέν οἱ τὸν Καίσαρα τὸν πρότερον κεκελευκέναι εἰπεῖν τῷ Καίσαρι ὅτιτε ἐς ἕνης ἡ μάχη γενήσοιτο, καὶ ἵνα ἀναλάβῃ τι ὧν δικτατορεύων αὐτὸς ἐφόρει · καὶ διὰ τοῦτο τὸν δακτύλιον αὐτοῦ τότετε εὐθὺς περιέθετο καὶ ἔπειτα πολλάκις ἔφερεν.
47.41.3οὗτος μὲν δὴ τοῦτο εἶδεν, ὁ δ’ἰατρὸς ὁ συνὼν τῷ Καίσαρι ἐνόμισέν οἱ τὴν Ἀθηνᾶν προστάσσειν ἔκτε τῆς σκηνῆς αὐτόν, καίτοι καὶ τότε ἔτι κακῶς ἀρρωστοῦντα, ἐξαγαγεῖν καὶ ἐς τὴν παράταξιν καταστῆσαι · ὑφ’οὗπερ καὶ ἐσώθη. ὃ γάρ τοι τοῖς ἄλλοις ἐν μὲν τῷ στρατοπέδῳ τῷτε ἐρύματι αὐτοῦ μένουσι σωτηρίαν, ἐς δὲ δὴ τὰ ὅπλα τάςτε μάχας ἰοῦσι κίνδυνον φέρει, τοῦτο τότε ἐπὶ τοῦ Καίσαρος διηλλάγη ·
47.41.4ἔκτε γὰρ τῆς ἐξόδου τῆς ἐκ τοῦ ταφρεύματος καὶ ἐκ τῆς πρὸς τοὺς μαχομένους ὁμιλίας περιφανέστατα, καίπερ χαλεπῶς καὶ ἄνευ τῶν ὅπλων ὑπὸ τῆς ἀσθενείας ἑστώς, περιεγένετο.
47.42.1ἐπράχθη δὲ ὧδε. οὐχ ὡμολόγησαν μὲν ὁπότε τὴν μάχην ποιήσονται, ὥσπερ δὲ ἀπὸ συγκειμένου τινὸς πάντες ἅμα ἕῳ ἐξωπλίσαντο, καὶ ἔςτε τὸ χωρίον τὸ μεταίχμιόν σφων καθάπερ ἀγωνισταί τινες σχολῇ προῆλθον, κα- κἀνταῦθα ἡσυχῇ παρετάξαντο.
47.42.2ὡς δ’ἀντικατέστησαν, παραινέσεις, τοῦτο μὲν ἀθρόοις τοῦτο δὲ καὶ καθ’ἑκάστους, ἀμφοτέροις ἀπότε τῶν στρατηγῶν καὶ ἀπὸ τῶν ὑποστρατήγων τῶνθ’ὑπομειόνων ἐγένοντο, πολλὰ μὲν πρὸς τὸ αὐτίκα τοῦ κινδύνου ἀναγκαῖα πολλὰ δὲ καὶ ἐς τὸ ἔπειτα ἁρμόζοντα αὐτῶν λεγόντων, οἷα ἄν τινες ἔντε τῷ παραχρῆμα κινδυνεύσοντες καὶ τῷ μέλλοντι προκάμνοντες εἴποιεν.
47.42.3καὶ τὰ μὲν ἄλλα ὁμοιοτροπώτατα, ἅτε καὶ Ῥωμαίων ἀμφοτέρωθεν ὁμοίως μετὰ τῶν συμμάχων σφῶν ὄντων, ἐρρήθη · διήλλαξε δὲ ὅτι οἱ μὲν περὶ τὸν Βροῦτον τήντε ἐλευθερίαν καὶ τὴν δημοκρατίαν τότε ἀτυράννευτον καὶ τὸ ἀδέσποτον τοῖς σφετέροις προεβάλλοντο, καὶ τάτε ἐν ἰσονομίᾳ χρηστὰ καὶ τὰ ἐν μοναρχίᾳ ἄτοπα, ὅσα ποτὲ αὐτοίτε ἐπεπόνθεσαν καὶ περὶ ἑτέρων ἠκηκόεσαν, προέφερον, παραδεικνύντεςτε καθ’ἓν ἕκαστον ἑκάτερα καὶ ἱκετεύοντές σφας τῶν μὲν ὀριγνήσασθαι τὰ δὲ ἐκκλῖναι καὶ τῶν μὲν ἔρωτα λαβεῖν τὰ δὲ μὴ παθεῖν φυλάξασθαι, οἱ δὲ ἕτεροι τῷ σφετέρῳ στρατῷ τούςτε σφαγέας τιμωρήσασθαι καὶ τὰ τῶν ἀντικαθεστώτων σχεῖν, ἄρξαιτε πάντων τῶν ὁμοφύλων ἐπιθυμῆσαι, παρῄνουν, καὶ ὅ γε μάλιστα αὐτοὺς ἐπέρρωσε, καὶ κατὰ πεντακισχιλίας σφίσι δραχμὰς δώσειν ὑπέσχοντο.
47.43.1κα- κἀκ τούτου πρῶτον μὲν τὰ συνθήματα αὐτοῖς διῆλθεν (ἦν δὲ τοῖς μὲν ἀμφὶ τὸν Βροῦτον Ἐλευθερία, τοῖς δὲ ἑτέροις ὅ τι ποτὲ καὶ ἐδόθη), ἔπειτα σαλπικτὴς εἷς ἑκατέρωθεν ὑπεσήμηνε, καὶ οὕτω καὶ οἱ λοιποὶ ἐπήχησαν, πρῶτοι μὲν οἱ τότε στάσιμον καὶ τὸ παρασκευαστικὸν ἐν τόπῳ τινὶ κυκλοτερεῖ διὰ σαλπίγγων μελῳδοῦντες, ἔπειτα δὲ καὶ οἱ ἄλλοι οἱ τόντε θυμὸν τῶν στρατιωτῶν ἐπεγείροντες καὶ ἐπὶ τὴν σύνοδον αὐτοὺς ἐξοτρύνοντες.
47.43.2καὶ μετὰ τοῦτο σιωπήτε ἐξαπίνης πολλὴ ἐγένετο, καὶ σμικρὸν ἐπισχόντες αὐτοίτε διάτορον ἐξεφώνησαν καὶ αἱ τάξεις ἑκατέρωθεν συνεβόησαν.
47.43.3κα- κἀκ τούτου ἀλαλάξαντες οἱ ὁπλῖται τάςτε ἀσπίδας τοῖς δορατίοις ἔκρουσαν καὶ ἐκεῖνα ἐπ’ἀλλήλους ἐξηκόντισαν, καὶ οἱ σφενδονῆται οἵτε τοξόται βέλη καὶ λίθους ἧκαν. καὶ μετὰ ταῦτα τότε ἱππικὸν ἀντεξήλασαν καὶ τὸ θωρακοφόρον συνεπισπόμενόν σφισιν ἐν χερσὶν ἐγένετο.
47.44.1καὶ πολλῷ μὲν ὠθισμῷ πολλῷ δὲ καὶ ξιφισμῷ ἐχρήσαντο, τὰ μὲν πρῶτα περισκοποῦντες ὅπωςτε τρώσουσί τινας καὶ ὅπως αὐτοὶ μὴ τρωθῶσι (τούςτε γὰρ ἀνθεστηκότας ἅμα ἀποκτεῖναι καὶ ἑαυτοὺς σῶσαι ἐβούλοντο), ἔπειτα δὲ ὡς ἥτε ὁρμή σφων ηὐξήθη καὶ ὁ θυμὸς ἐφλέγμηνεν, ὁμόσετε ἀπερισκέπτως χωροῦντες καὶ μηδεμίαν ἔτ’ἀσφάλειαν ἑαυτῶν ποιούμενοι, ἀλλ’ἐπιθυμίᾳ τοῦ τοὺς ἀντιπάλους ἀπολέσαι καὶ ἑαυτοὺς προϊέμενοι.
47.44.2καί τινες τάςτε ἀσπίδας ἀπερρίπτουν, καὶ ἀντιλαμβανόμενοι τῶν ἀντιτεταγμένων οἱ μὲν ἔκτε τῶν κρανῶν αὐτοὺς ἦγχον καὶ κατὰ νώτου ἔπαιον, οἱ δὲ τάτε προβλήματα ἀπέσπων καὶ ἐς τὰ στήθη ἔτυπτον. ἄλλοι τῶν ξιφῶν αὐτῶν λαμβανόμενοι τὰ σφέτερα ὡς καὶ ἐς ἀόπλους σφᾶς ἐώθουν · καὶ ἕτεροι τρωθῆναί τι μέρος τῶν σωμάτων σφῶν προβάλλοντες ἑτοιμότερον τῷ λοιπῷ ἐχρῶντο.
47.44.3συμπλεκόμενοίτέ τινες τὸ μὲν παίειν ἀλλήλους ἀφῃροῦντο, τῇ δὲ δὴ συμμίξει καὶ τῶν ξιφῶν καὶ τῶν σωμάτων διώλλυντο. καὶ οἱ μὲν μιᾷ πληγῇ οἱ δὲ καὶ πολλαῖς ἔθνησκον, καὶ οὔτε τῶν τραυμάτων αἴσθησιν εἶχον, τὸ γὰρ ἀλγῆσον ὁ θάνατος προελάμβανεν, οὔτε τοῦ ὀλέθρου σφῶν ὀλοφυρμὸν ἐποιοῦντο, ἐς γὰρ τὸ λυπῆσον οὐκ ἐξικνοῦντο.
47.44.4ἄλλος τις ἀποκτείνας τινὰ οὐ δ’ἀποθανεῖσθαί ποτε ὑπὸ τῆς αὐτίκα περιχαρείας ἤλπιζε · καὶ ὁ ἀεὶ πίπτων ἔςτε τὸ ἀναίσθητον καθίστατο καὶ σύνεσιν τοῦ πάθους οὐκ ἐλάμβανεν.
47.45.1ἔμενον δὲ κατὰ χώραν ἀκριβῶς ἀμφότεροι, καὶ οὔθ’ὑπαγωγαῖς οὔτε διώξεσιν οὐδέτεροι ἐχρήσαντο, ἀλλ’αὐτοῦ, ὥσπερ εἶχον, ἐτίτρωσκον ἐτιτρώσκοντο, ἐφόνευον ἐφονεύοντο μέχρι πόρρω τῆς ἡμέρας.
47.45.2καὶ εἴγε πάντες πᾶσιν, οἷα ἐν τῷ τοιούτῳ συμβαίνει, συνεμεμίχεσαν, ἢ Βροῦτος μὲν κατὰ Ἀντώνιον Κάσσιος δὲ κατὰ Καίσαρα ἀντετέτακτο, ἰσοπαλεῖς ἂν ἐγεγόνεσαν. νῦν δὲ ὅτε Βροῦτος τὴν τοῦ Καίσαρος ἀρρωστίαν ἐξεβιάσατο, καὶ ὁ Ἀντώνιος τὸν Κάσσιον οὐδέν οἱ ὅμοιον τὰ πολέμια ὄντα ἐξενίκησε.
47.45.3καὶ τότε δὲ τῷ μὴ πάντας ἅμα τοὺς ἑτέρους, ἀλλ’ἐν τῷ μέρει ἀμφοτέρους καὶ ἡττηθῆναι καὶ κρατῆσαι τα- ταὐτὸν ὡς εἰπεῖν ἐγένετο · καὶ γὰρ ἐνίκησαν ἀμφότεροι καὶ ἡττήθησαν, ἔτρεψάντε τοὺς ἀντιτεταγμένους σφίσιν ἑκάτεροι καὶ ἐτράποντο, καὶ αἵτε διώξεις καὶ αἱ φυγαὶ ἀμφοῖν ὁμοίως συνέβησαν, καὶ τὰ στρατόπεδα ἀμφοτέρωθεν ἑάλω.
47.45.4τοῦτε γὰρ πεδίου ἐπὶ πλεῖστον, ἅτε καὶ πολλοὶ ὄντες, ἐπέσχον, ὥστε μὴ καθορᾶν ἀλλήλους · καὶ οὔτε ἐν τῇ μάχῃ πλὴν τὸ καθ’ἑαυτὸν ἕκαστος ἔγνω, ἐπείτε ἡ τροπὴ ἐγένετο, ἔςτε τὰ οἰκεῖα ἐρύματα πολὺ ἀπ’ἀλλήλων ἀφεστηκότα τὴν ἐναντίαν ἑκάτεροι ἀμεταστρεπτὶ ἔφυγον, καὶ ἀπότε τούτου καὶ ἐκ τοῦ κονιορτοῦ ἀπλέτου γενομένου ἠγνόησαν τὸ τέλος τῆς μάχης, καὶ οἵτε νενικηκότες πάντα κεκρατηκέναι καὶ οἱ ἡττημένοι πάντα νενικῆσθαι ἐνόμισαν, καὶ οὐ πρότερον τὸ γεγονὸς ἔμαθον πρὶν τάτε ταφρεύματα διαπορθηθῆναι καὶ ἀλλήλοις τοὺς νενικηκότας πρὸς τὸ οἰκεῖον ἑκατέρους ἀναχωροῦντας συντυχεῖν.
47.46.1τῆς μὲν δὴ οὖν μάχης ἕνεκα καὶ ἐκράτησαν οὕτως ἀμφότεροι καὶ ἡττήθησαν · οὐ δὲ γὰρ οὐ δὲ ἐς χεῖρας ἔτι τότε ἀφίκοντο, ἀλλ’ἐπειδὴ τάχιστα ἰδόντες ἐν τῇ ὑποστροφῇ ἀλλήλους καὶ τὸ συμβεβηκὸς ἔγνωσαν, ἀντιπαρεξῆλθον μηδὲν μηδέτεροι τολμήσαντες.
47.46.2ἐπλεονέκτησαν δὲ καὶ ἠλαττώθησαν ἀλλήλων τῷ τότε τάφρευμα τὸ τοῦ Καίσαρος τοῦτ’Ἀντωνίου πᾶν καὶ τὰ ἐν αὐτῷ πάντα ἁλῶναι (ἀφ’οὗπερ καὶ τὰ μάλιστα τέκμαρσιν τὸ ὄναρ ἔσχεν · εἰ γάρ τοι κατὰ χώραν ὁ Καῖσαρ ἐμεμενήκει, πάντως ἂν ἅμα τοῖς ἄλλοις ἀπωλώλει) καὶ τῷ τὸν Κάσσιον ἐκ μὲν τῆς μάχης σωθῆναι, τοῦτε ἐρύματος στερηθέντα ἄλλοσέ ποι διαφυγεῖν, ὑποτοπήσαντα δὲ καὶ τὸν Βροῦτον ἐσφάλθαι καί τινας τῶν κεκρατηκότων ἐφ’ἑαυτὸν ἐπιέναι, ἐπειχθῆναι πρὸς τὸν θάνατον.
47.46.4ἔπεμψε μὲν γὰρ ἑκατόνταρχον κατασκεψόμενον καὶ ἀναγγελοῦντα αὐτῷ ὅπουτε ὁ Βροῦτος εἴη καὶ ὅ τι ποιοίη · ἐπεὶ δὲ ἐκεῖνος συμβαλὼν ἱππεῦσιν οὓς ὁ Βροῦτος ζητήσοντας αὐτὸν ἀπεστάλκει ἀνέστρεψε, καὶ σχολῇ μετ’αὐτῶν ὡς οὐδενὸς ἐπείγοντος, ἅτε μηδενὸς δεινοῦ ὄντος, ᾔει, ὑπώπτευσέτε αὐτοὺς πόρρωθεν ὁρῶν πολεμίους εἶναι, καὶ Πινδάρῳ τινὶ ἐξελευθέρῳ ἀποκτεῖναι ἑαυτὸν προσέταξε.
47.46.5καὶ αὐτῷ καὶ ὁ ἑκατόνταρχος, μαθὼν ὅτι διὰ τὴν βραδυτῆτα αὐτοῦ διώλετο, ἐπαπέθανεν.
47.47.1ὁ οὖν Βροῦτος τὸ μὲν τοῦ Κασσίου σῶμα ἐς Θάσον εὐθὺς κρύφα ἔπεμψεν, ὀκνήσας κατὰ χώραν αὐτὸ θάψαι, μὴ τῷ στρατῷ πένθοςτε ἅμα καὶ ἀθυμίαν ἐκ τῆς τῶν ποιουμένων ὄψεως ἐμβάλῃ ·
47.47.2τοὺς δὲ λοιποὺς τῶν στρατιωτῶν αὐτοῦ παραλαβών, καὶ λόγοιςτέ σφας παραμυθούμενος καὶ δόσει χρημάτων ἀνθ’ὧν ἀπωλωλέκεσαν ἀνακτησάμενος, ἔςτε τὴν ταφρείαν αὐτῶν ἐπιτηδειοτέραν οὖσαν μετεστρατοπεδεύσατο, καὶ ἐκεῖθεν ὁρμώμενος τάτε ἄλλα τοὺς ἐναντίους ἐλύπει καὶ τῷ στρατοπέδῳ σφῶν νυκτὸς προσέμισγε.
47.47.3μάχῃ μὲν γὰρ αὐτοῖς ἐκ παρατάξεως οὐ διενοεῖτο αὖθις συνενεχθῆναι, πολλὴν δὲ δὴ ἐλπίδα ἀκινδύνως ἐν τῷ χρόνῳ κατεργάσεσθαί σφας ἔχων θορυβεῖντε αὐτοὺς ἄλλως καὶ ταράττειν νύκτωρ ἐπειρᾶτο, καί ποτε καὶ τὸν ποταμὸν παρατρέψας πολὺ τοῦ ἐρύματος αὐτῶν κατέκλυσεν.
47.47.4ὁ δὲ δὴ Καῖσαρ ὅτε Ἀντώνιος ἐσπάνιζον μὲν τῆς τροφῆς καὶ χρημάτων, ὅθεν οὐ δὲ τοῖς στρατιώταις τι ἀντὶ τῶν διαρπασθέντων ἔδωκαν · καὶ προσέτι καὶ τὴν δύναμιν τὴν ἐκ τοῦ Βρεντεσίου ἐπιδιαπλέουσαν ἐν ὁλκάσιν ἀπώλεσαν ὑπὸ τοῦ Σταΐου ·
47.47.5οὐ μέντοι καὶ ἀσφαλῶς οὔτ’ἄλλοσέ ποι μεταναστῆναι οὔτ’ἐς τὴν Ἰταλίαν ἀνακομισθῆναι δυνάμενοι, ἀλλ’ἐν τοῖς ὅπλοις καὶ τότε ἔτι μόνον τὰς ἐλπίδας οὐχ ὅτι τῆς νίκης ἀλλὰ καὶ τῆς σωτηρίας ποιούμενοι, ὥρμηντο καὶ διακινδυνεῦσαι πρὶν ἔκπυστον τοῖςτε σφετέροις καὶ
47.48.1τοῖς ἐναντίοις τὸ θαλάσσιον πάθος γενέσθαι. μὴ βουλομένου δὲ τοῦ Βρούτου συμμῖξαί σφισι βιβλία ἐς τὸ χαράκωμα αὐτοῦ τρόπον τινὰ ἐνέβαλον, προκαλούμενοι τοὺς στρατιώτας ἢ τὰ σφέτερα φρονῆσαι (καὶ γὰρ ὑπισχνοῦντό τινα αὐτοῖς) ἢ ἐς χεῖρας ἐλθεῖν, ἄν γε καὶ τὸ βραχύτατον ἰσχύωσι.
47.48.2κα- κἀν τῇ διατριβῇ ταύτῃ ηὐτομόλησαν μὲν καὶ παρ’ἐκείνων πρὸς τὸν Βροῦτον ἐκ τοῦ Κελτικοῦ τινες, ηὐτομόλησαν δὲ καὶ πρὸς αὐτοὺς Ἀμύνταςτε ὁ τοῦ Δηιοτάρου στρατηγὸς καὶ ὁ Ῥασκύπορις. καὶ οὗτος μὲν οἴκαδε εὐθύς, ὥς τινές φασιν, ἀπεχώρησε · δείσας δ’οὖν ἐκ τούτων ὁ Βροῦτος μὴ καὶ ἐπὶ πλεῖόν τι νεωτερισθῇ, συμμῖξαί σφισιν ἔγνω.
47.48.3καὶ ἐπειδὴ πολλοίτε αἰχμάλωτοι ἐν τῷ στρατοπέδῳ αὐτοῦ ἦσαν, καὶ οὐκ εἶχεν οὔθ’ὅπως διὰ φυλακῆς αὐτοὺς ἐν τῷ τῆς μάχης καιρῷ ποιήσηται οὔθ’ὅπως πιστεύσῃ σφίσι μηδὲν λυμανεῖσθαι, διέφθειρε τοὺς πλείους, τῇ ἀνάγκῃ καὶ παρὰ γνώμην δουλεύσας, ἄλλωςτε καὶ ὅτι οἱ ἐναντίοι τοὺς ζωγρηθέντας τῶν στρατιωτῶν αὐτοῦ ἀπεκτόνεσαν.
47.48.4πράξας δὲ τοῦτο ἐξωπλίσατο. καὶ αὐτῶν ἀντιπαρατεταγμένων ἤδη ἀετοὶ δύο ὑπὲρ ἀμφοτέρων ὑπερπτόμενοι ἀλλήλοιςτε ἐμαχέσαντο καὶ ἐκείνοις τὸ τέλος τοῦ πολέμου προέφηναν · ὥσπερ γὰρ ὁ ἀετὸς ὁ κατὰ τὸν Βροῦτον ὢν ἠλαττώθητε καὶ ἔφυγεν, οὕτω τότε ὁπλιτικὸν αὐτοῦ ἀγχώμαλα ἐπὶ πλεῖστον ἀγωνισάμενον ἡττήθη, κα- κἀκ τούτου πεσόντων πολλῶν καὶ τὸ ἱππικόν, καίτοι γενναίως μαχόμενον, ἐνέδωκε.
47.48.5καὶ μετὰ τοῦτο φυγόντας αὐτοὺς ἄλλους ἄλλῃ ἐπεδίωξαν μὲν οἱ κεκρατηκότες, οὔτε δὲ ἀπέκτειναν οὔθ’εἷλόν τινα, ἀλλὰ προσεδρεύσαντες αὐτοῖς τὴν νύκτα ὡς ἑκάστοις οὐκ εἴασαν αὖθις συστραφῆναι.
47.49.1ὁ οὖν Βροῦτος ἐπεχείρησε μὲν ἐς τὸ στρατόπεδόν πῃ διαπεσεῖν (ἐς γὰρ χωρίον τι ἐρυμνὸν ἀναπεφευγὼς ἦν), μὴ δυνηθεὶς δέ, καὶ προσέτι καὶ μαθὼν ὅτι τινὲς τῶν στρατιωτῶν τοῖς νικήσασιν ὡμολογήκασιν, οὐδεμίαν ἔτ’ἐλπίδα ἔσχεν, ἀλλὰ ἀπογνοὺς μὲν τὴν σωτηρίαν ἀπαξιώσας δὲ τὴν ἅλωσιν ἐς τὸν θάνατον καὶ αὐτὸς κατέφυγεν. καὶ ἀναβοήσας τοῦτο δὴ τὸ Ἡράκλειον, ὦ τλῆμον ἀρετή, λόγος ἄρ’ἦσθ’, ἐγὼ δέ σε ὡς ἔργον ἤσκουν ·
47.49.2σὺ δ’ἄρ’ἐδούλευες τύχῃ, παρεκάλεσέ τινα τῶν συνόντων, ἵνα αὐτὸν ἀποκτείνῃ. καὶ αὐτοῦ τὸ μὲν ἄλλο σῶμα ταφῆς ὑπὸ τοῦ Ἀντωνίου ἔτυχεν, ἡ δὲ δὴ κεφαλὴ ἐπέμφθη μὲν ἐς τὴν Ῥώμην, χειμῶνι δ’ἐν τῷ ἀπὸ τοῦ Δυρραχίου διάπλῳ περιπεσοῦσα ἐς τὴν θάλασσαν ἐρρίφη.
47.49.3τελευτήσαντος δὲ αὐτοῦ τὸ μὲν πλῆθος τῶν στρατιωτῶν αὐτίκα ἀδείας σφίσι κηρυχθείσης μετέστη, ἡ δὲ δὴ Πορκία ἄνθρακα διάπυρον καταπιοῦσα ἀπέθανε.
47.49.4τῶν δὲ ἀνδρῶν τῶν πρώτων τῶν ἀρχάς τινας σχόντων ἢ καὶ ἐκ τῶν σφαγέων τῶντε ἐπικεκηρυγμένων ἔτι ὄντων οἱ μὲν πλείους ἑαυτοὺς παραχρῆμα ἀπέκτειναν ἢ ἁλόντες, ὥσπερ καὶ ὁ Φαουώνιος, ἐφθάρησαν, οἱ δὲ λοιποὶ τότε ἐπὶ τὴν θάλασσαν διέφυγον καὶ μετὰ τοῦτο τῷ Σέξτῳ προσέθεντο.