Cassius Dio

Roman History, 40

40.1

40.1.1ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτα, τότε ἑπτακόσια ἔτη ἀγούσῃ, ἐγένετο · ἐν δὲ δὴ τῇ Γαλατίᾳ Καῖσαρ ἐπὶ τῶν αὐτῶν ἐκείνων τοῦ Δομιτίου τοῦ Λουκίου καὶ τοῦ Κλαυδίου τοῦ Ἀππίου ὑπάτων τάτε ἄλλα καὶ ναῦς ἐν μέσῳ τῶντε σφετέρων τῶν ταχειῶν καὶ τῶν αὐτόθεν τῶν φορτίδων, ὅπως ὡς μάλιστα καὶ κουφίζωσι καὶ πρὸς τὸ κῦμα ἀντέχωσιν, ἐπίτε τοῦ ξηροῦ ἱστάμεναι μὴ λυμαίνωνται, παρεσκευάσατο.

40.1.2καὶ ἐπειδὴ πλόιμα ἐγένετο, ἐς τὴν Βρεττανίαν αὖθις ἐπεραιώθη, πρόφασιν μὲν ὅτι μὴ πάντας τοὺς ὁμήρους οὓς ὑπέσχοντό οἱ ἐπεπόμφεσαν, νομίζοντες αὐτόν, ὅτι διὰ κενῆς τότε ἀνεχώρησε, μηκέτ’αὖθίς σφων πειράσειν, ποιησάμενος, ἔργῳ δὲ δεινῶς τῆς νήσου ἐφιέμενος, ὥστε εἰ μὴ καὶ τοῦτο ἦν, πάντως ἂν ἄλλην τινὰ σκῆψιν εὑρεῖν.

40.1.3κατῆρέτε οὖν ἔνθα καὶ πρότερον, μηδενὸς ὑπότε τοῦ πλήθους τῶν νεῶν καὶ ὑπὸ τοῦ πολλαχόσε ἅμα αὐτὰς κατασχεῖν τολμήσαντος ἀντιστῆναι, καὶ τὸ ναύσταθμον

40.2

40.2.1εὐθὺς ἐκρατύνατο. οἱ οὖν βάρβαροι τὸν μὲν πρόσπλουν αὐτοῦ οὐκ ἠδυνήθησαν διὰ ταῦτα κωλῦσαι, δείσαντες δὲ μᾶλλον πρότερον, ἅτε καὶ στρατῷ πλείονι αὐτοῦ ἐλθόντος, ἐς τὸ λασιώτατον καὶ ἐς τὸ λοχμωδέστατον τῶν ἐγγὺς χωρίων πάντα τὰ τιμιώτατα συνεφόρησαν, καὶ αὐτὰ ἐν ἀσφαλεῖ ποιησάμενοι (τάτε γὰρ πέριξ ξύλα ἔκοψαν, καὶ ἕτερα ἐπ’αὐτοῖς στοιχηδὸν ἐπισυνένησαν, ὥστε ἐν χαρακώματι τρόπον τινὰ εἶναι) ἔπειτα τοὺς προνομεύοντας τῶν Ῥωμαίων ἐλύπουν.

40.2.2καὶ δὴ καὶ μάχῃ τινὶ ἐν τῷ ψιλῷ ἡττηθέντες ὑπήγαγόν σφας ἐκεῖσε κατὰ τὴν δίωξιν, καὶ συχνοὺς ἀνταπέκτειναν.

40.2.3καὶ μετὰ τοῦτο χειμῶνος αὖθις τὰς ναῦς αὐτῶν λυμηναμένου συμμάχουςτε προσμετεπέμψαντο καὶ ἐπ’αὐτὸ τὸ νεώριόν σφων ὥρμησαν, Κασουελλανὸν τὸν τὰ πρῶτα τῶν ἐν τῇ νήσῳ δυναστῶν φερόμενον προστησάμενοι.

40.2.4καὶ αὐτοῖς ἀπαντήσαντες οἱ Ῥωμαῖοι τὸ μὲν πρῶτον ἐταράχθησαν τῇ τῶν ἁρμάτων σφῶν προσμίξει, ἔπειτα δὲ διιστάμενοι, καὶ ἐκεῖνάτε παρεξιέντες καὶ τοὺς παραθέοντας ἐς τὰ πλάγια βάλλοντες,

40.3

40.3.1ἀνίσωσαν τὴν μάχην. καὶ τότε μὲν κατὰ χώραν ἀμφότεροι ἔμειναν · αὖθις δὲ οἱ βάρβαροι τοῦ μὲν πεζοῦ κρείττους γενόμενοι, ὑπὸ δὲ τῆς ἵππου κακωθέντες, πρόςτε τὸν Ταμέσαν ἀνεχώρησαν, καὶ τὸν πόρον αὐτοῦ σταυροῖς, τοῖς μὲν ἐμφανέσι τοῖς δὲ καὶ ὑφύδροις, διαλαβόντες ηὐλίσαντο.

40.3.2ἐπειδὴ δὲ ἐκείνουςτε Καῖσαρ τότε σταύρωμα προσβολῇ βιαίᾳ ἐκλιπεῖν ἠνάγκασε καὶ μετὰ τοῦτο καὶ ἐκ τοῦ ἐρύματος προσεδρείᾳ ἐξήλασε, καὶ τοὺς προσβάλλοντάς σφων τῷ ναυστάθμῳ ἕτεροι ἀπεώσαντο, κατέδεισαν καὶ κατελύσαντο ὁμήρουςτε δόντες καὶ φόρον ἐτήσιον ταξάμενοι.

40.4

40.4.1καὶ οὕτως Καῖσαρ ἀπῆρε παντάπασιν ἐκ τῆς νήσου, καὶ οὐδὲν ἐγκατέλιπε στράτευμα ἐν αὐτῇ · ἐκεῖνότε γὰρ κινδυνεύσειν ἐν ἀλλοτρίᾳ πῃ χειμάζον, καὶ αὐτὸς οὐκ ἂν ἐν καλῷ ἐπὶ πλεῖον ἀπὸ τῆς Γαλατίας ἀποδημῆσαι νομίζων, ἠγάπησε τοῖς παροῦσι, μὴ καὶ μειζόνων ὀριγνώμενος καὶ περὶ ἐκείνοις σφαλῇ.

40.4.2καὶ ἔδοξε καὶ τοῦτο ὀρθῶς πεποιηκέναι, ὥσπερ που καὶ τῷ ἔργῳ διεδείχθη · ἐπεὶ γὰρ ἐς τὴν Ἰταλίαν ὥρμησεν ὡς καὶ ἐκεῖ παραχειμάσων, οἱ Γαλάται, καίτοι φρουροὺς ὡς ἕκαστοι πολλοὺς ἔχοντες, ὅμως ἐνεόχμωσαν, καί τινες αὐτῶν καὶ φανερῶς ἐπανέστησαν. ὅπερ εἰ ἐν τῇ Βρεττανίᾳ καταμείναντος αὐτοῦ παρὰ τὸν χειμῶνα ἐγεγόνει, πάντα ἂν τὰ τῇδε ἐτετάρακτο.

40.5

40.5.1ἦρξαν δὲ τοῦ πολέμου τούτου Ἐβουρωνοί, ἡγουμένου σφίσιν Ἀμβιόριγος. καὶ ἔλεγον μὲν τῇ παρουσίᾳ τῶν Ῥωμαίων, ὧν τε Σαβῖνος καὶ Λούκιος Κόττας ὑποστράτηγοι ἦρχον, ἀχθόμενοι κεκινῆσθαι · τὸ δ’ἀληθὲς ἐκείνωντε κατεφρόνησαν ὡς οὐχ ἱκανῶν ἀμῦναι σφᾶς ἐσομένων, καὶ τὸν Καίσαρα οὐκ ἤλπισαν διὰ ταχέων σφίσιν ἐπιστρατεύσειν.

40.5.2ἐπῆλθόντε οὖν αὐτοῖς μὴ προσδεχομένοις ὡς καὶ αὐτοβοεὶ τὸ στρατόπεδον αἱρήσοντες, καὶ ἐπειδὴ διήμαρτον αὐτοῦ, πρὸς ἀπάτην ἐτράποντο. τῶν γὰρ χωρίων τὰ ἐπιτηδειότατα Ἀμβιόριξ προλοχίσας ἦλθεν ἐξ ἐπικηρυκείας πρὸς τοὺς Ῥωμαίους ὡς οὐχ ἑκὼν δὴ πολεμήσας, καὶ αὐτὸς μὲν μεταγιγνώσκειν ἔφη, τοὺς δ’ἄλλους φυλάττεσθαί σφισι παρῄνεσεν ·

40.5.3οὔτε γὰρ αὐτῷ πειθαρχεῖν αὐτοὺς καὶ ἐκείνοις μέλλειν τῆς νυκτὸς ἐπιθήσεσθαι. κἀκ τούτου καὶ γνώμην αὐτοῖς ἔδωκε τὴν μὲν Ἐβουρωνίαν, ὡς καὶ κινδυνεύσουσιν ἂν καταμείνωσι, καταλιπεῖν, πρὸς δὲ συστρατιώτας τινὰς πέλας που χειμάζοντας ὡς

40.6

40.6.1τάχιστα μεταστῆναι. ἀκούσαντες δὲ ταῦτα οἱ Ῥωμαῖοι ἐπείσθησαν, ἄλλωςτε καὶ ὅτι εὐηργέτητο πολλὰ ὑπὸ τοῦ Καίσαρος καὶ χάριν αὐτῷ ταύτην ἀντιδιδόναι ἐδόκει. συσκευασάμενοίτε σπουδῇ εὐθὺς ἀφ’ἑσπέρας ἀφώρμησαν, καὶ ἐμπεσόντες ἐς τὰ λελοχισμένα δεινῶς ἐσφάλησαν ·

40.6.2τε γὰρ Κόττας παραχρῆμα μετὰ πολλῶν ἀπώλετο, καὶ τὸν Σαβῖνον Ἀμβιόριξ μετεπέμψατο μὲν ὡς καὶ σώσων (οὔτε γὰρ τοῖς γιγνομένοις παρῆν, καὶ πιστὸς αὐτῷ καὶ τότε ἔτ’ἐδόκει εἶναι), συλλαβὼν δὲ δή, καὶ ἀποδύσας καὶ τὰ ὅπλα καὶ τὴν ἐσθῆτα, κατηκόντισεν, ἐπιλέγων ἄλλατε καὶ ὅτι τοιοίδε μέντοι ὄντες πῶς τηλικούτων ἡμῶν ὄντων ἄρχειν ἐθέλετε;

40.6.3οὗτοι μὲν δὴ ταῦτ’ἔπαθον · οἱ δὲ λοιποὶ διέπεσον μὲν ἐς τὸ τάφρευμα ὅθεν ἀπανειστήκεσαν, ἐπεὶ δὲ οἵτε βάρβαροι καὶ ἐκεῖ προσέμιξαν καὶ οὔτ’ἀμύνασθαι αὐτοὺς οὔτε διαφυγεῖν ἠδυνήθησαν, ἀλλήλους ἀπέκτειναν.

40.7

40.7.1γενομένου δὲ τούτου ἄλλοιτέ τινες τῶν πλησιοχώρων ἀπέστησαν καὶ Νέρουιοι, καίτοι Κυίντου Κικέρωνος παρ’αὐτοῖς χειμάζοντος · ἀδελφὸς δὲ τοῦ Κικέρωνος τοῦ Μάρκου ἦν, ὑποστρατηγῶν τῷ Καίσαρι. καὶ αὐτοὺς Ἀμβιόριξ προσλαβὼν συνέβαλε τῷ Κικέρωνι ·

40.7.2καὶ ἀγχώμαλα ἀγωνισάμενος, καί τινας καὶ ζῶντας ἑλών, ἀπατῆσαι μέν πῃ καὶ ἐκεῖνον ἐπεχείρησε, μὴ δυνηθεὶς δὲ ἔςτε πολιορκίαν αὐτὸν κατέστησε, καὶ διὰ ταχέων ὑπότε τῆς πολυχειρίας καὶ ὑπὸ τῆς ἐμπειρίας, ἣν ἐκ τῆς συστρατείας ἣν μετὰ τῶν Ῥωμαίων ἐπεποίητο ἐκέκτητο, καί τινα καὶ παρὰ τῶν αἰχμαλώτων ἑκάστων μαθών, καὶ ἀπεσταύρωσε καὶ ἀπετάφρευσεν.

40.7.3ἐγίγνοντο μὲν γὰρ καὶ μάχαι, οἷα ἐν τῷ τοιούτῳ εἰκὸς ἦν, συχναί, καὶ ἀπώλλυντο πολὺ πλείους τῶν βαρβάρων ἅτε καὶ πλείους ὄντες · οὐ μὴν ἀλλὰ αὐτοὶ μὲν ὑπὸ τῆς περιουσίας τοῦ στρατοῦ οὐ δὲ ἐν αἰσθήσει τοῦ φθειρομένου σφῶν ἦσαν, οἱ δὲ δὴ Ῥωμαῖοι μήτε ἄλλως πολλοὶ ὄντες καὶ ἐλάττους ἀεὶ γιγνόμενοι ῥᾳδίως περιεστοιχίσθησαν.

40.8

40.8.1κινδυνευόντων οὖν αὐτῶν ἁλῶναι (οὔτε γὰρ τὰ τραύματα θεραπεύειν ἀπορίᾳ τῶν ἐπιτηδείων ἐδύναντο, οὔτε τὴν τροφὴν ἀφθόνως, ἅτε ἐν ἀδοκήτῳ πολιορκίᾳ, εἶχον · οὐ δ’ἐπήμυνέ τις αὐτοῖς, καίτοι πολλῶν οὐκ ἄπωθεν χειμαζόντων · οἱ γὰρ βάρβαροι τὰς ὁδοὺς ἀκριβῶς φυλάσσοντες πάντας τοὺς ἐκπεμπομένους σφῶν συνελάμβανον κἀν τοῖς ὀφθαλμοῖς αὐτῶν ἐφόνευον) Νέρουιός τις εὐνοϊκῶς σφισιν ἐξ εὐεργεσίας ἔχων, καὶ τότε σὺν τῷ Κικέρωνι πολιορκούμενος, δοῦλόν τινα ἑαυτοῦ διάγγελον αὐτῷ παρέσχεν ·

40.8.2ἔκτε γὰρ τῆς σκευῆς καὶ ἐκ τῆς φωνῆς τῆς ἐπιχωρίας ἠδυνήθη λαθεῖν συγγενόμενος τοῖς πολεμίοις ὡς καὶ ἐξ αὐτῶν ὢν καὶ μετὰ τοῦτο ἀποχωρήσας.

40.9

40.9.1μαθὼν οὖν Καῖσαρ τὸ γιγνόμενον (οὐδέπω δὲ ἐς τὴν Ἰταλίαν ἀπεληλύθει, ἀλλ’ἔτ’ἐν ὁδῷ ἦν) ἀνέστρεψε, καὶ τοὺς ἐν τοῖς χειμαδίοις, δι’ὧν διῄει, στρατιώτας παραλαμβάνων ἠπείγετο. κἀν τούτῳ φοβηθεὶς μὴ καὶ φθάσῃ Κικέρων ἀπογνώσει τῆς βοηθείας δεινόν τι παθὼν καὶ συνθέμενος, προέπεμψεν ἱππέα.

40.9.2τῷ μὲν γὰρ οἰκέτῃ τῷ τοῦ Νερουίου, καίτοι πεῖραν ἔργῳ τῆς εὐνοίας αὐτοῦ λαβών, οὐκ ἐπίστευσε, μὴ καὶ τοὺς πατριώτας ἐλεήσας μέγα τι κακόν σφας ἐξεργάσηται · ἐκ δὲ δὴ τῶν συμμάχων ἱππέα τήντε διάλεκτον αὐτῶν εἰδότα καὶ τῇ στολῇ τῇ ἐκείνων σκευασθέντα ἔπεμψε.

40.9.3καὶ ὅπως γε μη δ’αὐτός τι μήτ’οὖν ἐθελοντὴς μήτ’ἄκων ἐξείπῃ, οὔτε τι αὐτῷ ἐξελάλησε, καὶ τῷ Κικέρωνι πάνθ’ὅσα ἠβουλήθη Ἑλληνιστὶ ἐπέστειλεν, ἵνα ἂν καὶ τὰ γράμματα ἁλῷ, ἀλλ’ἀσύνετά γε καὶ τότε τοῖς βαρβάροις ὄντα μηδέν σφας ἐκδιδάξῃ. εἰώθει δὲ καὶ ἄλλως, ὁπότε τι δι’ἀπορρήτων τινὶ ἐπέστελλε, τὸ τέταρτον ἀεὶ στοιχεῖον ἀντὶ τοῦ καθήκοντος ἀντεγγράφειν, ὅπως ἂν ἄγνωστα τοῖς πολλοῖς τὰ γραφόμενα.

40.9.4 δ’οὖν ἱππεὺς ἦλθε μὲν πρὸς τὸ τῶν Ῥωμαίων στρατόπεδον, μὴ δυνηθεὶς δ’ἐγγύθεν αὐτῷ προσμῖξαι συνέδησε τὰ γράμματα ἀκοντίῳ, καὶ ὡς ἱεὶς αὐτὸ ἐς τοὺς πολεμίους πρὸς πύργον ἐξεπίτηδες προσέπηξε. καὶ μὲν Κικέρων οὕτω τὴν πρόσοδον τοῦ Καίσαρος μαθὼν ἀνεθάρσησε καὶ προθυμότερον

40.10

40.10.1διεκαρτέρησεν · οἱ δὲ δὴ βάρβαροι ἐπὶ πολὺ μὲν τὴν ἐπικουρίαν αὐτοῦ ἠγνόησαν (νυκτοπορῶν γὰρ ἔπειτα τὰς ἡμέρας ἐν ἀφανεστάτοις χωρίοις ηὐλίζετο, ὅπως ἀπροσδοκήτοις ὅτι μάλιστα αὐτοῖς προσμίξῃ), ὀψὲ δέ ποτε ἐκ τῆς τῶν πολιορκουμένων περιχαρείας ὑποτοπήσαντες αὐτὴν προσκόπους ἔπεμψαν, καὶ μαθόντες παρ’αὐτῶν πλησιάζοντα ἤδη τὸν Καίσαρα ὥρμησαν ἐπ’αὐτὸν ὡς καὶ ἀνελπίστῳ οἱ προσπεσούμενοι.

40.10.2προμαθὼν οὖν τοῦτ’ἐκεῖνος τήντε νύκτα κατὰ χώραν ἔμεινε, καὶ ὑπὸ τὴν ἕω χωρίον τι ἐρυμνὸν προκαταλαβὼν ἐνταῦθα ὡς ἐν βραχυτάτῳ ἐστρατοπεδεύσατο τοῦ καὶ μετ’ὀλίγων εἶναι δοκεῖν καὶ ἐκ τῆς πορείας πεπονῆσθαι τήντε ἔφοδόν σφων δεδιέναι, κἀκ τούτου καὶ ἐς αὐτὸ τὸ μετέωρον αὐτοὺς ὑπαγαγέσθαι.

40.10.3καὶ ἔσχεν οὕτως · καταφρονήσαντες γὰρ αὐτοῦ διὰ ταῦτα πρόςτε τὸ ὄρθιον προσέβαλον καὶ μεγάλως ἔπταισαν, ὥστε μηκέτ’ἀντιπολεμῆσαι.

40.11

40.11.1οὕτω μὲν οὖν τότε καὶ ἐκεῖνοι καὶ οἱ ἄλλοι πάντες ἐχειρώθησαν, οὐ μέντοι καὶ δι’εὐνοίας τοῖς Ῥωμαίοις ἦσαν. οἱ γοῦν Τρήουηροι φοβηθέντες, ἐπειδήπερ τοὺς παρ’ἑκάστοις πρώτους Καῖσαρ μεταπέμπων ἐκόλαζε, μὴ καὶ αὐτοὶ δίκην δῶσιν, ἐξεπολεμώθησαν αὖθις αὐτοῖς, Ἰνδουτιομάρου σφᾶς ἀναπείσαντος, καὶ συναποστήσαντες καὶ ἄλλους τινὰς τῶν τὰ αὐτὰ δεδιότων ἐπεστράτευσαν ἐπὶ τὸν Λαβιῆνον τὸν Τίτον ἐν Ῥημοῖς ὄντα, καὶ ἐπεξελθόντων σφίσι παρὰ δόξαν τῶν Ῥωμαίων ἐφθάρησαν.

40.11.2ταῦτα μὲν ἐν τῇ Γαλατίᾳ ἐγένετο, καὶ ἐν αὐτῇ καὶ Καῖσαρ ἐχείμασεν ὡς καὶ ἀκριβῶς σφας

40.12

40.12.1καταστήσασθαι δυνησόμενος. δὲ δὴ Κράσσος ἐπιθυμήσας τι καὶ αὐτὸς δόξηςτε ἅμα καὶ κέρδους ἐχόμενον πρᾶξαι, ἔπειτ’ἐπειδὴ μηδὲν ἐν τῇ Συρίᾳ τοιοῦτό τι εἶδεν ὄν (αὐτοίτε γὰρ ἡσύχαζον, καὶ οἱ πρόσθε προσπολεμήσαντές σφισιν οὐδὲν ὑπ’ἀδυνασίας παρεκίνουν), ἐπὶ τοὺς Πάρθους ἐπεστράτευσε, μήτε ἔγκλημά τι αὐτοῖς ἐπιφέρων μήτε τοῦ πολέμου οἱ ἐψηφισμένου · αὐτούςτε γὰρ παμπλουσίους ἤκουεν ὄντας, καὶ τὸν Ὀρώδην εὐάλωτον ἅτε καὶ νεοκατάστατον εἶναι προσεδόκησε.

40.12.2τόντε οὖν Εὐφράτην ἐπεραιώθη, καὶ προῆλθεν ἐπὶ πολὺ τῆς Μεσοποταμίας, φέρωντε αὐτὴν καὶ πορθῶν · τῆς γὰρ διαβάσεως αὐτοῦ ἀδοκήτου τοῖς βαρβάροις γενομένης οὐδεμία ἀκριβὴς φυλακὴ αὐτῆς καθειστήκει, ὥστε ταχὺ μὲν Σιλάκης τότε τῆς χώρας ἐκείνης σατραπεύων ἡττήθητε περὶ Ἰχνίας, τεῖχός τι οὕτω καλούμενον, ἱππεῦσιν ὀλίγοις μαχεσάμενος, καὶ τρωθεὶς ἀπεχώρησεν αὐτάγγελος τῷ βασιλεῖ τῆς ἐπιστρατείας αὐτοῦ

40.13

40.13.1γενησόμενος, ταχὺ δὲ καὶ Κράσσος τάτε φρούρια καὶ τὰς πόλεις τὰς Ἑλληνίδας μάλιστα, τάςτε ἄλλας καὶ τὸ Νικηφόριον ὠνομασμένον, προσεποιήσατο · τῶν γὰρ Μακεδόνων καὶ τῶν ἄλλων τῶν συστρατευσάντων σφίσιν Ἑλλήνων ἄποικοι πολλοί, […] βίᾳ ἀχθόμενοι καὶ ἐς τοὺς Ῥωμαίους ὡς καὶ φιλέλληνας πολλὰ ἐλπίζοντες, οὐκ ἀκουσίως μεθίσταντο ·

40.13.2πλήντε ὅτι οἱ Ζηνοδοτίου οἰκήτορες μετέπεμψάν τινας αὐτῶν ὡς καὶ μεταστησόμενοι, ἐπειδὴ δὲ ἔνδον ἐγένοντο, ἀπέλαβόντε αὐτοὺς καὶ διέφθειραν καὶ διὰ τοῦτο καὶ ἀνέστησαν, οὐδὲν ἄλλο δεινὸν οὔτε ἔπραξε τότε Κράσσος οὔτε ἔπαθε.

40.13.3πάντως δὲ κἂν τὰ λοιπὰ χωρία τὰ ἐντὸς τοῦ Τίγριδος ὄντα ἐκεχείρωτο, εἰ τῇτε ἑαυτοῦ ὁρμῇ καὶ τῇ τῶν βαρβάρων ἐκπλήξει πρὸς πάντα ὁμοίως ἐκέχρητο, καὶ προσέτι καὶ κατὰ χώραν χειμάσας ἐν φρουρᾷ αὐτὰ ἀκριβεῖ ἐπεποίητο.

40.13.4νῦν δὲ ἑλὼν ὅσα ἐξ ἐπιδρομῆς ἠδυνήθη λαβεῖν, οὔτε τι τῶν λοιπῶν οὔτ’αὐτῶν ἐκείνων ἐφρόντισεν, ἀλλὰ τῇτε ἐν τῇ Μεσοποταμίᾳ διατριβῇ ἀχθεσθεὶς καὶ τῆς ἐν τῇ Συρίᾳ ῥᾳστώνης ἐπιθυμήσας παρέσχετο τοῖς Πάρθοις καιρὸν παρασκευάσασθαι καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ χώρᾳ στρατιώτας κακῶσαι.

40.14

40.14.1αὕτη μὲν ἀρχὴ τοῖς Ῥωμαίοις τοῦ πρὸς αὐτοὺς πολέμου ἐγένετο · οἰκοῦσι δὲ ὑπὲρ τοῦ Τίγριδος τὸ μὲν πολὺ τείχη καὶ φρούρια, ἤδη δὲ καὶ πόλεις, ἄλλαςτε καὶ Κτησιφῶντα, ἐν καὶ βασίλεια ἔχουσι. τὸ γὰρ γένος σφῶν ἦν μέν που καὶ παρὰ τοῖς πάλαι βαρβάροις, καὶ τό γε ὄνομα τοῦτο καὶ ὑπὸ τὴν Περσικὴν βασιλείαν εἶχον ·

40.14.2ἀλλὰ τότε μὲν αὐτοίτε ἐν μέρει χώρας βραχεῖ ᾤκουν καὶ δυναστείαν ὑπερόριον οὐκ ἐκέκτηντο, ἐπεὶ δὲ τε τῶν Περσῶν ἀρχὴ κατελύθη καὶ τὰ τῶν Μακεδόνων ἤκμασεν, οἵτε τοῦ Ἀλεξάνδρου διάδοχοι στασιάσαντες ἄλλοι ἄλλα ἀπετέμοντο καὶ βασιλείας ἰδίας κατεσκευάσαντο, ἔςτε τὸ μέσον τότε πρῶτον ὑπ’Ἀρσάκου τινὸς ἀφίκοντο, ὅθενπερ καὶ οἱ ἔπειτα βασιλεύσαντες αὐτῶν Ἀρσακίδαι ἐπωνομάσθησαν, καὶ εὐτυχήσαντες τήντε πλησιόχωρον ἐκτήσαντο πᾶσαν καὶ τὴν Μεσοποταμίαν σατραπείαις κατέσχον, τελευτῶντες δὲ ἐπὶ τοσοῦτον καὶ τῆς δόξης καὶ τῆς δυνάμεως ἐχώρησαν ὥστε καὶ τοῖς Ῥωμαίοις τότετε ἀντιπολεμῆσαι καὶ δεῦρο ἀεὶ ἀντίπαλοι νομίζεσθαι.

40.14.4εἰσὶ μὲν γὰρ καὶ ἄλλως ἰσχυροὶ τὰ πολέμια, μεῖζον δ’ὅμως ὄνομα, καίτοι μήτε τῶν Ῥωμαίων τι παρῃρημένοι καὶ προσέτι καὶ τῆς ἑαυτῶν ἔστιν προέμενοι, ἔχουσιν, ὅτι μηδέπω δεδούλωνται, ἀλλὰ καὶ νῦν ἔτι τοὺς πολέμους τοὺς πρὸς ἡμᾶς,

40.15

40.15.1ὁσάκις ἂν συνενεχθῶσι, διαφέρουσι. περὶ μὲν οὖν τοῦτε γένους καὶ τῆς χώρας τῆςτε ἰδιότητος τῶν ἐπιτηδευμάτων αὐτῶν πολλοῖςτε εἴρηται καὶ ἐγὼ οὐκ ἐν γνώμῃ ποιοῦμαι συγγράψαι · τῇ δὲ δὴ ὁπλίσει καὶ τῇ τῶν πολέμων διαχειρίσει (τούτων γὰρ ἐξετασμὸς τῷδε τῷ λόγῳ, ὅτι καὶ ἐς χρείαν αὐτῶν ἀφικνεῖται, προσήκει) τοιᾷδε χρῶνται.

40.15.2ἀσπίδι μὲν οὐδὲν νομίζουσιν, ἱπποτοξόται δὲ καὶ κοντοφόροι, τὰ πολλὰ κατάφρακτοι, στρατεύονται. πεζοίτε ὀλίγοι μὲν καὶ οἱ ἀσθενέστεροι, τοξόται δ’οὖν καὶ ἐκεῖνοι πάντες εἰσίν. ἔκτε γὰρ παίδων ἀσκοῦνται, καὶ οὐρανὸς τε χώρα αὐτοῖς συναίρεται πρὸς ἀμφότερα.

40.15.3αὕτητε γὰρ πεδιὰς ὡς πλήθει οὖσα ἀρίστητε ἵππους τρέφειν ἐστὶ καὶ ἐπιτηδειοτάτη καθιππεύεσθαι · ἀγέλας γοῦν ὅλας καὶ ἐν τοῖς πολέμοις, ὥστ’ἄλλοτε ἄλλοις ἵπποις χρῆσθαι καὶ πόρρωθέντε ἐξαπιναίως ἐπελαύνειν καὶ μακράν ποι ἐξ αἰφνιδίου ἀποχωρεῖν, ἐπάγονται ·

40.15.4καὶ οὐρανὸς ὑπὲρ αὐτῶν, ξηρότατόςτε ὢν καὶ ἰκμάδα οὐ δὲ ἐλαχίστην ἔχων, ἐντονωτάτας σφίσι τὰς τοξείας πλὴν τοῦ πάνυ χειμῶνος παρέχεται. καὶ διὰ τοῦτο τὴν ὥραν ἐκείνην οὐδαμῇ στρατεύονται. τῷ δὲ δὴ λοιπῷ ἔτει δυσμαχώτατοι ἔντε τῇ σφετέρᾳ καὶ ἐν τῇ ὁμοιοτρόπῳ εἰσί ·

40.15.5τόντε γὰρ ἥλιον φλογωδέστατον ὄντα ἀνέχονται τῇ συνηθείᾳ, καὶ τῆς ὀλιγότητος τῆςτε δυσχερείας τοῦ ποτοῦ πολλὰ ἀλεξιφάρμακα ἀνευρήκασιν, ὥστε καὶ ἐκ τούτου μὴ χαλεπῶς τοὺς ἐς τὴν χώραν αὐτῶν ἐσβάλλοντας ἀμύνεσθαι. ἔξω γὰρ ἐκείνης ὑπὲρ τὸν Εὐφράτην μάχαις μέν τισι καὶ καταδρομαῖς αἰφνιδίοις ἤδη ποτὲ ἴσχυσάν τι, πολεμῆσαι δέ τισιν ἀπαυστὶ καὶ διαρκῶς οὐ δύνανται, καὶ ἐς ἀλλοτριωτάτην σφίσι καὶ τῆς γῆς καὶ τοῦ οὐρανοῦ κατάστασιν ἀπαρτῶντες, καὶ μήτε σίτου μήτε μισθοφορᾶς παρασκευὴν ποιούμενοι.

40.16

40.16.1τοιαῦτα μὲν τὰ τῶν Πάρθων ἐστίν, ἐσβαλόντος δὲ ἐς τὴν Μεσοποταμίαν τοῦ Κράσσου ὥσπερ εἴρηται, Ὀρώδης ἔπεμψε μὲν καὶ πρὸς ἐκεῖνον ἐς τὴν Συρίαν πρέσβεις, τῆςτε ἐσβολῆς αἰτιώμενος καὶ τὰς αἰτίας τοῦ πολέμου πυνθανόμενος, ἔπεμψε δὲ πρόςτε τὰ ἑαλωκότα τάτε μεθεστηκότα Σουρήναν σὺν στρατῷ ·

40.16.2αὐτὸς γὰρ τῇ Ἀρμενίᾳ τῇ τοῦ Τιγράνου ποτὲ γενομένῃ διενοεῖτο ἐπιστρατεῦσαι, ὅπως Ἀρταβάζης τοῦ Τιγράνου παῖς τότε αὐτῆς βασιλεύων μηδεμίαν τοῖς Ῥωμαίοις, ἅτε καὶ περὶ τῇ οἰκείᾳ δεδιώς, βοήθειαν πέμψῃ.

40.16.3 οὖν Κράσσος ἐκείνῳτε ἐν Σελευκείᾳ (ἔστι δὲ πόλις ἐν τῇ Μεσοποταμίᾳ, πλεῖστον τὸ Ἑλληνικὸν καὶ νῦν ἔχουσα) τὰς αἰτίας τοῦ πολέμου ἐρεῖν ἔφη · καὶ αὐτῷ τῶν Πάρθων τις ἐς τὴν χεῖρα τὴν ἀριστερὰν τοῖς τῆς ἑτέρας δακτύλοις κρούσας εἶπεν ὅτι θᾶσσον ἐντεῦθεν τρίχες ἀναφύσονται σὺ ἐν Σελευκείᾳ γενήσῃ.

40.17

40.17.1καὶ ἐπειδὴ χειμὼν ἐν Γναῖόςτε Καλουῖνος καὶ Οὐαλέριος Μεσσάλας ὑπάτευσαν ἐνέστη, πολλὰ μὲν καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ τέρατα τότε ἐγένετο · καὶ γὰρ βύαι καὶ λύκοι ὤφθησαν, οἵτε κύνες περιφοιτῶντες ὠρύοντο, καὶ ἀγάλματα τὰ μὲν ἵδρωσε τὰ δὲ ἐκεραυνώθη, τάςτε ἀρχὰς τὸ μέν τι φιλονεικίᾳ, τὸ δὲ δὴ πλεῖστον ὑπότε τῶν ὀρνίθων καὶ ὑπὸ διοσημιῶν μόλις ποτὲ τῷ ἑβδόμῳ μηνὶ ἀπέδειξαν ·

40.17.2ἀλλ’ἐκεῖνα μὲν οὐδὲν σαφὲς διεδήλου ἐς τι τελευτήσει · τάτε γὰρ ἐν τῷ ἄστει ἐταράττετο καὶ οἱ Γαλάται ἐκινήθησαν αὖθις, πρόςτε τοὺς Πάρθους οὐ δ’εἰδότες πω ὅπως συνερρώγεσαν ·

40.17.3τῷ δὲ δὴ Κράσσῳ τὸν Εὐφράτην κατὰ τὸ Ζεῦγμα (οὕτω γὰρ ἀπὸ τῆς τοῦ Ἀλεξάνδρου στρατείας τὸ χωρίον ἐκεῖνο, ὅτι ταύτῃ ἐπεραιώθη, κέκληται) διαβαίνοντι καὶ προφανῆ καὶ εὐσύμβολα

40.18

40.18.1συνηνέχθη. γὰρ ἀετὸς ὠνομασμένος (ἔστι δὲ νεὼς μικρός, καὶ ἐν αὐτῷ ἀετὸς χρυσοῦς ἐνίδρυται · καθίσταταίτε ἐν πᾶσι τοῖς ἐκ τοῦ καταλόγου στρατοπέδοις, καὶ οὐδαμόσε ἐκ τῶν χειμαδίων, πλὴν εἴ ποι σύμπας στρατὸς ἐξίοι, κινεῖται ·

40.18.2καὶ αὐτὸν εἷς ἀνὴρ ἐπὶ δόρατος μακροῦ, ἐς ὀξὺ τὸν στύρακα ἀπηγμένου ὥστε καὶ ἐς τὸ δάπεδον καταπήγνυσθαι, φέρει) τούτων οὖν τῶν ἀετῶν εἷς οὐκ ἠθέλησε τὸν Εὐφράτην αὐτῷ τότε συνδιαβῆναι, ἀλλὰ ἐν τῇ γῇ ἐνέσχετο ὥσπερ ἐμπεφυκώς, πρὶν δὴ πολλοὶ περιστάντες βίᾳ αὐτὸν ἀνέσπασαν.

40.18.3καὶ μὲν καὶ ἄκων ἐπηκολούθησε, σημεῖον δέ τι τῶν μεγάλων, τῶν τοῖς ἱστίοις ἐοικότων καὶ φοινικᾶ γράμματα ἐπ’αὐτοῖς πρὸς δήλωσιν τοῦτε στρατοῦ καὶ τοῦ στρατηγοῦ σφων τοῦ αὐτοκράτορος ἐχόντων, ἐς τὸν ποταμὸν ἀπὸ τῆς γεφύρας περιτραπὲν ἐνέπεσε. καὶ τοῦτο μὲν ὑπὸ πνεύματος ὄντος σφοδροῦ ἐγένετο ·

40.18.4 δὲ δὴ Κράσσος καὶ τἆλλα τὰ ἰσομήκη οἱ συντεμών, ὅπως βραχύτερα καὶ ἐκ τούτου καὶ βεβαιότερα φέρειν εἴη, προσεπηύξησε τὰ τέρατα. καὶ γὰρ ὁμίχλη ἐν αὐτῇ τῇ τοῦ ποταμοῦ διαβάσει τοσαύτη τοῖς στρατιώταις περιεχύθη ὥστε περίτε ἀλλήλοις αὐτοὺς σφαλῆναι καὶ μηδὲν τῆς πολεμίας, πρὶν ἐπιβῆναι αὐτῆς, ἰδεῖν ·

40.18.5καὶ τὰ διαβατήρια τάτε ἀπόβαθρά σφισι δυσχερέστατα ἐγένετο. κἀν τούτῳ ἄνεμόςτε πολὺς ἐπέπεσε καὶ κεραυνοὶ κατέσκηψαν, τε γέφυρα, πρὶν πάντας αὐτοὺς διελθεῖν, διελύθη. καὶ ἦν γὰρ τὰ γιγνόμενα οἷα πάντα τινὰ καὶ τῶν πάνυ ἀγνωμόνωντε καὶ ἀσυνέτων ἐκδιδάξαι ὅτι κακῶς ἀπαλλάξουσι καὶ οὐκ ἀνακομισθήσονται, φόβος καὶ κατήφεια ἐν τῷ

40.19

40.19.1στρατοπέδῳ ἐγένετο δεινή. οὖν Κράσσος παραμυθούμενος αὐτούς εἶπεν ὅτι μὴ καταπλήττεσθε, ἄνδρες στρατιῶται, εἰ γέφυρα διέφθαρται, μη δὲ οἴεσθε ἐκ τούτου χαλεπόν τι ἐπισημαίνεσθαι ·

40.19.2ἐγὼ γὰρ ὑμῖν αὐτὸς ἐπομνὺς λέγω ὅτι δι’Ἀρμενίας τὴν ἐπάνοδον ποιήσασθαι ἔγνωκα. ἐκ μὲν δὴ οὖν τούτου ἐθάρσυνε, νῦν δὲ προσεπειπών τινα ἔφη, μέγα ἀναβοήσας, θαρσεῖτε · οὐδεὶς γὰρ ἡμῶν ἐντεῦθεν ἐπανήξει.

40.19.3ἀκούσαντες γὰρ τοῦθ’οἱ στρατιῶται οἰωνόντέ σφισιν οὐδενὸς τῶν ἄλλων ἥττω γεγονέναι ἐνόμισαν καὶ ἐς ἀθυμίαν πλείω κατέπεσον, ὥστε μηδὲν ἔτι μη δὲ τῶν λοιπῶν αὐτοῦ παραινέσεων φροντίσαι, δι’ὧν τόντε βάρβαρον ἐφαύλιζε καὶ τὰ τῶν Ῥωμαίων ἐνεκωμίαζε, χρήματάτε αὐτοῖς ἐδίδου καὶ γέρα ἐπηγγέλλετο.

40.19.4ἀλλὰ καὶ ὣς εἵποντο, καὶ οὔτε ἀντεῖπέν οἱ οὐδεὶς οὔτ’ἀντέπραξε, τάχα μὲν καὶ ὑπὸ τοῦ νόμου, ἤδη δὲ καὶ ἐκπεπληγμένοι καὶ μήτε τι βουλεῦσαι μήτε πρᾶξαι σωτήριον δυνάμενοι. πάντα γοῦν καὶ τὰ ἄλλα, καθάπερ ὑπὸ δαιμονίου τινὸς κατακεκριμένοι, καὶ ταῖς γνώμαις καὶ τοῖς σώμασιν ἐσφάλλοντο.

40.20

40.20.1μέγιστον δὲ ὅμως αὐτοὺς Ἄβγαρος Ὀρροηνὸς ἐλυμήνατο · ἔνσπονδος γὰρ τοῖς Ῥωμαίοις ἐπὶ τοῦ Πομπηίου γενόμενος ἀνθείλετο τὰ τοῦ βαρβάρου. καὶ τοῦτο μὲν καὶ Ἀλχαυδόνιος Ἀράβιος ἐποίησε · πρὸς γὰρ τὸ ἰσχυρὸν ἀεὶ μεθίστατο.

40.20.2ἀλλ’ἐκεῖνος μὲν ἐκ τοῦ προφανοῦς ἀπέστη, καὶ κατὰ τοῦτο οὐ δυσφύλακτος ἦν · δ’Ἄβγαρος ἐφρόνει μὲν τὰ τοῦ Πάρθου, ἐπλάττετο δὲ τῷ Κράσσῳ φιλικῶς ἔχειν, καὶ χρήματάτε ἀφειδῶς αὐτῷ ἀνήλισκε, καὶ τάτε βουλεύματα αὐτοῦ πάντα καὶ ἐμάνθανε καὶ ἐκείνῳ διήγγελλε, καὶ προσέτι εἰ μέν τι χρηστόν σφων ἦν, ἀπέτρεπεν αὐτόν, εἰ δ’ἀσύμφορον, ἐπέσπερχε.

40.20.3καὶ δὴ καὶ τοιόνδε τι τελευτῶν ἔπραξε. τοῦ γὰρ Κράσσου πρὸς Σελεύκειαν ὁρμῆσαι διανοουμένου, ὥστε ἐκεῖσέτε ἀσφαλῶς παράτε τὸν Εὐφράτην καὶ δι’αὐτοῦ τῷτε στρατῷ καὶ τοῖς ἐπιτηδείοις κομισθῆναι, καὶ μετ’αὐτῶν (προσποιήσεσθαι γάρ σφας ἅτε καὶ Ἕλληνας ῥᾳδίως ἤλπιζεν) ἐπὶ Κτησιφῶντα μὴ χαλεπῶς περαιωθῆναι, τούτου μὲν ὡς καὶ χρονίου ἐσομένου ἀμελῆσαι αὐτὸν ἐποίησε, τῷ δὲ δὴ Σουρήνᾳ ὡς καὶ ἐγγὺς καὶ μετ’

40.21

40.21.1ὀλίγων ὄντι συμμῖξαι ἔπεισε. καὶ μετὰ τοῦτο παρασκευάσας τὸν μὲν ὅπως ἀπόληται τὸν δ’ὅπως κρατήσῃ (συνεχῶς γὰρ προφάσει κατασκοπῆς τῷ Σουρήνᾳ συνεγίγνετο), ἐξήγαγε τοὺς Ῥωμαίους ἀφροντιστοῦντας ὡς ἐπὶ νίκην ἕτοιμον, καὶ αὐτοῖς ἐν αὐτῷ τῷ ἔργῳ συνεπέθετο.

40.21.2ἐπράχθη δὲ ὧδε. οἱ Πάρθοι τὸ πλεῖον τοῦ στρατοῦ σφων ἀποκρύψαντες ( γὰρ χώρα ἀνώμαλόςτέ πῃ ἦν καὶ δένδρα εἶχεν) ἀπήντησαν τοῖς Ῥωμαίοις. ἰδὼν οὖν αὐτοὺς Κράσσος, οὐκ ἐκεῖνος ἀλλ’ νεώτερος (πρὸς γὰρ τὸν πατέρα ἐκ τῆς Γαλατίας παρῆν), καὶ καταφρονήσας σφῶν ὡς καὶ μόνων, ἀντεξήγαγε τῷ ἱππικῷ, καὶ τραπομένους ἐξεπίτηδες αὐτοὺς ἐπιδιώκων ὡς καὶ κρατῶν ἀπήχθη πολὺ ἀπὸ τῆς φάλαγγος, κἀνταῦθα

40.22

40.22.1περιστοιχισθεὶς κατεκόπη. γενομένου δὲ τούτου οἱ πεζοὶ τῶν Ῥωμαίων οὐκ ἀπετράποντο μέν, ἀλλὰ καὶ προθύμως τοῖς Πάρθοις, ὡς καὶ τιμωρήσοντες αὐτῷ, συνέμιξαν · οὐ μέντοι καὶ ἄξιόν σφων οὐδὲν ἔκτε τοῦ πλήθους καὶ ἐκ τοῦ τρόπου τῆς μάχης αὐτῶν, ἄλλωςτε καὶ ὑπὸ τοῦ Ἀβγάρου ἐπιβουλευθέντες, ἐποίησαν.

40.22.2εἴτε γὰρ συνασπίσαι γνοίησαν ὡς καὶ τῇ πυκνότητι τῆς τάξεώς σφων τὰ τοξεύματα αὐτῶν ἐκφευξόμενοι, προσπίπτοντές σφισιν οἱ κοντοφόροι ῥύμῃ τοὺς μὲν κατέβαλλον, τοὺς δὲ πάντως γοῦν ἐσκεδάννυσαν · εἴτε καὶ διασταῖεν ὅπως τοῦτό γε ἐκκλίνοιεν, ἐτοξεύοντο.

40.22.3 κἀν τούτῳ πολλοὶ μὲν καὶ ἐξ αὐτῆς τῆς προσελάσεως τῶν κοντοφόρων ἐκπληττόμενοι ἔθνησκον, πολλοὶ δὲ καὶ ὑπὸ τῶν ἱππέων ἐγκαταλαμβανόμενοι ἐφθείροντο · ἄλλοι τοῖς κοντοῖς ἀνετρέποντο καὶ ἀναπειρόμενοι ἐφέροντο.

40.22.4τάτε βέλη καὶ πυκνὰ καὶ πανταχόθεν ἅμα αὐτοῖς ἐμπίπτοντα συχνοὺς μὲν καιρίᾳ πληγῇ κατέβαλλε, συχνοὺς δὲ ἀπομάχους εἰργάζετο, πᾶσι δ’ἀσχολίαν ἐνεποίει · ἔςτε γὰρ τοὺς ὀφθαλμούς σφων ἐσπετόμενα καὶ πρὸς τὰς χεῖρας τότε ἄλλο σῶμα πᾶν καὶ διὰ τῶν ὅπλων χωροῦντα τήντε προφυλακὴν αὐτῶν ἀφῃρεῖτο, καὶ γυμνοῦσθαί σφας πρὸς τὸ ἀεὶ τιτρῶσκον ἠνάγκαζεν, ὥστε ἐν τις τόξευμα ἐφυλάττετο καὶ ἐμπαγὲν ἐξῃρεῖτο, πλείω τραύματα ἄλλα ἐπ’ἄλλοις ἐλάμβανε.

40.22.5 κἀκ τούτου ἄπορον μέν σφισι κινηθῆναι, ἄπορον δὲ καὶ ἀτρεμίζειν ἦν · οὔτε γὰρ ἀσφάλειαν οὐδέτερον αὐτοῖς εἶχε, καὶ τὸν ὄλεθρον ἀμφότερα ἐπέφερε, τὸ μὲν ὅτι οὐκ ἐδύναντο, τὸ δὲ ὅτι ῥᾷον ἐτιτρώσκοντο.

40.23

40.23.1καὶ ταῦτα μέν, ἕως ἔτι πρὸς μόνους τοὺς ἐμφανεῖς πολεμίους ἐμάχοντο, ἔπασχον · γὰρ Ἄβγαρος οὐκ εὐθὺς αὐτοῖς ἐπεχείρησεν · ἐπεὶ δὲ καὶ ἐκεῖνος ἐπέθετο, ἐνταῦθα οἱ Ὀρροηνοὶ αὐτοίτε ὄπισθεν ἐς τὰ γυμνὰ ἀπεστραμμένους σφᾶς ἔπαιον καὶ τοῖς ἄλλοις ῥᾷον φονεύειν παρεῖχον. τὴν γὰρ τάξιν, ὅπως ἀντιπρόσωποι αὐτοῖς γένωνται, ἐξελίξαντες ὄπισθέν σφων τοὺς Πάρθους ἐποιήσαντο.

40.23.2αὖθίςτε οὖν πρὸς αὐτοὺς μετεστράφησαν, καὶ πάλιν αὖθις πρὸς ἐκείνους, εἶτα πρὸς τούτους. κἀκ τοῦ τοιούτου μᾶλλον ἐπιταραχθέντες, ἅτε καὶ συνεχῶς δεῦρο κἀκεῖσε μεθιστάμενοι καὶ πρὸς τὸ ἀεὶ τιτρῶσκον ἀποβλέπειν ἀναγκαζόμενοι, τοῖςτε ξίφεσι τοῖς σφετέροις περιέπιπτον καὶ πολλοὶ καὶ ὑπ’ἀλλήλων ἀπώλοντο.

40.23.3τέλος δὲ ἐς στενὸν οὕτω κατεκλείσθησαν, ἀναγκαζόμενοι, τῶν πολεμίων ἀεί σφισι πανταχόθεν ἅμα προσπιπτόντων, ταῖς τῶν παραστατῶν ἀσπίσι τὰς γυμνώσεις σφῶν προστέλλειν, ὥστε μη δὲ κινηθῆναι ἔτι δυνηθῆναι. οὐ μὴν οὐ δὲ τὴν στάσιν βεβαίαν ὑπὸ τοῦ πλήθους τῶν νεκρῶν εἶχον, ἀλλὰ καὶ περὶ ἐκείνοις ἀνετρέποντο.

40.23.4τότε καῦμα καὶ τὸ δίψος (μεσοῦντόςτε γὰρ τοῦ θέρους καὶ ἐν μεσημβρίᾳ ταῦτ’ἐγίγνετο) καὶ κονιορτός (ὅπως γὰρ ὅτι πλεῖστος αἴροιτο, πάντες σφᾶς οἱ βάρβαροι περιίππευον) δεινῶς τοὺς λοιποὺς συνῄρει, καὶ συχνοὶ καὶ ὑπὸ

40.24

40.24.1τούτων ἄτρωτοι ἔπεσον. κἂν πασσυδὶ ἀπώλοντο, εἰ μὴ οἵτε κοντοὶ τῶν βαρβάρων οἱ μὲν ἀπεστράφησαν οἱ δὲ ἐκλάσθησαν, καὶ αἱ νευραὶ τῇ συνεχείᾳ τῆς βολῆς ἐρράγησαν, τάτε βέλη ἐξετοξεύθη, καὶ τὰ ξίφη πάντα ἀπημβλύνθη, τότε μέγιστον οἱ ἄνδρες αὐτοὶ φονεύοντες ἐξέκαμον.

40.24.2οὕτω γὰρ δή (καὶ γὰρ νὺξ ἐγίγνετο καὶ πόρρω ποι ἀφιππεῦσαι αὐτοὺς ἐχρῆν) ἀπεχώρησαν · οὐδέποτε γὰρ πλησίοι οὐ δὲ τοῖς ἀσθενεστάτοις στρατοπεδεύονται διὰ τὸ μηδεμιᾷ ταφρείᾳ χρῆσθαι καὶ διὰ τό, ἄν τις ἐπέλθῃ σφίσιν ἐν τῷ σκότῳ, ἀδύνατοι μὲν τῇ ἵππῳ ἀδύνατοι δὲ καὶ τῇ τοξείᾳ ἰσχυρίσασθαι εἶναι.

40.24.3οὐ μέντοι καὶ ζῶντά τινα τῶν Ῥωμαίων τόθ’εἷλον · ἑστῶτάςτε γὰρ αὐτοὺς ἐν τοῖς ὅπλοις ὁρῶντες, καὶ μήτε τινὰ ἐκεῖνα ἀπορριπτοῦντα μήτ’αὐτὸν φεύγοντα αἰσθανόμενοι, ἰσχύειντε ἔτι σφᾶς ἐνόμισαν καὶ ἐφοβήθησαν αὐτῶν ἐπιλαβέσθαι.

40.25

40.25.1οὕτως τε Κράσσος καὶ ἄλλοι ὅσοι γε ἠδυνήθησαν ἐς τὰς Κάρρας ὥρμησαν, βεβαίους σφίσιν ὑπὸ τῶν καταμεινάντων ἔνδον Ῥωμαίων τηρηθείσας · πολλοὶ γὰρ δὴ τῶν τετρωμένων μήτε βαδίσαι οἷοίτε ὄντες μήτ’ὀχημάτων εὐποροῦντες καὶ ποδηγέτας ἔχοντες (ἀγαπητῶς γὰρ οἱ λοιποὶ ἑαυτοὺς ἀνέφερον) κατὰ χώραν ἔμειναν.

40.25.2καὶ ἐκείνωντε οἱ μὲν ἀπέθανον ἐκ τῶν τραυμάτων καὶ ἑαυτοὺς καταχρησάμενοι, οἱ δὲ ἑάλωσαν τῇ ὑστεραίᾳ · καὶ τῶν διαδεδρακότων συχνοὶ μὲν ἐν τῇ ὁδῷ προλιπόντων σφᾶς τῶν σωμάτων, συχνοὶ δὲ καὶ μετὰ τοῦτ’ἐφθάρησαν, θεραπείας παραχρῆμα ἀκριβοῦς μὴ δυνηθέντες τυχεῖν.

40.25.3 γὰρ Κράσσος ἀθυμήσας οὐ δὲ ἐν τῇ πόλει ἀσφαλῶς ἔθ’ὑπομεῖναι δυνήσεσθαι ἐνόμισεν, ἀλλὰ δρασμὸν εὐθὺς ἐβουλεύσατο. καὶ ἐπειδὴ οὐχ οἷόντε ἦν αὐτῷ μεθ’ἡμέραν ἐξιόντι μὴ οὐ καταφώρῳ γενέσθαι, ἐπεχείρησε μὲν νυκτὸς ἀποδρᾶναι, προδοθεὶς δὲ ὑπὸ τῆς σελήνης, πανσελήνου οὔσης, οὐκ ἔλαθεν.

40.25.4προσέμεινάντε οὖν μέχρι τῶν ἀσελήνων νυκτῶν, καὶ οὕτως ἄραντες δή, οἷα ἐν σκότῳ καὶ ἐν ἀλλοτρίᾳ καὶ προσέτι καὶ πολεμίᾳ γῇ φόβῳτε ἰσχυρῷ, ἐσκεδάσθησαν, καὶ αὐτῶν οἱ μὲν ἁλόντες ἡμέρας γενομένης ἀπώλοντο, οἱ δὲ ἐς τὴν Συρίαν μετὰ Κασσίου Λογγίνου τοῦ ταμίου διεσώθησαν ·

40.25.5ἄλλοι τῶν ὀρῶν μετ’αὐτοῦ τοῦ Κράσσου λαβόμενοι παρεσκευάζοντο ὡς καὶ δι’ἐκείνων ἐς τὴν Ἀρμενίαν φευξόμενοι.

40.26

40.26.1γνοὺς δὲ τοῦτο Σουρήνας, καὶ φοβηθεὶς μὴ μεταστάντες ποι αὖθίς σφισι προσπολεμῶσι, προσβαλεῖν μὲν πρὸς τὰ μετέωρα ἄφιππα ὄντα οὐκ ἠθέλησεν (ὁπλῖταίτε γὰρ ὄντες καὶ ἐξ ὑπερδεξίων μαχόμενοι, καί τι καὶ ἀπονοίας ὑπ’ἀπογνώσεως ἔχοντες, οὐ ῥᾴδιοι προσμῖξαί οἱ ἐγένοντο), πέμπει δὲ πρὸς αὐτοὺς ἐς σπονδὰς δῆθέν σφας προκαλούμενος, ἐφ’ τὴν ἐντὸς τοῦ Εὐφράτου πᾶσαν ἐκλίπωσι.

40.26.2καὶ αὐτῷ Κράσσος οὐδὲν ἐνδοιάσας ἐπίστευσεν · ἔντε γὰρ ἀκμῇ τοῦ δέους ὢν καὶ ὑπ’ἐκπλήξεως τῆςτε ἰδίας ἅμα καὶ τῆς δημοσίας συμφορᾶς τεθολωμένος, καὶ προσέτι καὶ τοὺς στρατιώτας τήντε ὁδὸν ὡς πολλὴν καὶ τραχεῖαν ὀκνοῦντας καὶ τὸν Ὀρώδην φοβουμένους ὁρῶν, οὐδὲν τῶν δεόντων προϊδέσθαι ἠδυνήθη.

40.26.3ἑτοίμου οὖν αὐτοῦ πρὸς τὰς σπονδὰς γενομένου Σουρήνας οὐκ ἠθέλησε δι’ἑτέρων σπείσασθαι, ἀλλ’ὅπως αὐτὸν μετ’ὀλίγων ἀπολαβὼν συλλάβῃ, αὐτῷ ἐκείνῳ ἔφη βούλεσθαι ἐς λόγους ἐλθεῖν.

40.26.4 κἀκ τούτου δόξαν σφίσιν ἐν τῷ μεταιχμίῳ μετ’ἴσων ἀνδρῶν ἑκατέρωθεν συμβαλεῖν ἀλλήλοις, τε Κράσσος ἐς τὸ ὁμαλὸν ὑποκατέβη, καὶ Σουρήνας ἵππον αὐτῷ δῶρον, ἵνα δὴ θᾶσσον πρὸς αὐτὸν

40.27

40.27.1ἀφίκηται, ἔπεμψε. καὶ οὕτω διαμέλλοντα τὸν Κράσσον, καὶ βουλευόμενον τι ποιήσῃ, συναρπάσαντες οἱ βάρβαροι βίᾳ ἐπὶ τὸν ἵππον ἀνέβαλον. κἀν τούτῳ ἀντιλαμβανομένων αὐτοῦ τῶν Ῥωμαίων ἔςτε χεῖράς σφισιν ἦλθον, καὶ τέως μὲν ἰσοπαλεῖς ἐγίγνοντο, ἔπειτα δὲ προσβοηθησάντων τινῶν αὐτοῖς ἐπεκράτησαν ·

40.27.2οἱ γὰρ βάρβαροι ἔντε τῷ πεδίῳ ὄντες καὶ προπαρεσκευασμένοι ἔφθησαν τοὺς ἄνω Ῥωμαίους ἀμύναντες σφίσι. καὶ οἵτε ἄλλοι ἔπεσον καὶ Κράσσος, εἴτ’οὖν ὑπὸ τῶν σφετέρων τινὸς ὅπως μὴ ζωγρηθῇ, εἴτε καὶ ὑπὸ τῶν πολεμίων ἐπειδὴ κακῶς ἐτέτρωτο, ἐσφάγη.

40.27.3καὶ ἐκείνῳ μὲν τοῦτο τὸ τέλος ἐγένετο, καὶ αὐτοῦ χρυσὸν ἐς τὸ στόμα οἱ Πάρθοι, ὥς γέ τινες λέγουσιν, ἐνέτηξαν ἐπισκώπτοντες · οὕτω γὰρ δὴ περὶ τὰ χρήματα, καίτοι πολυχρήματος ὤν, ἐσπουδάκει ὥστε καὶ ὡς πένητας οἰκτείρειν τοὺς μὴ δυναμένους στρατόπεδον ἐκ καταλόγου οἴκοθεν θρέψαι ·

40.27.4τῶν δὲ δὴ στρατιωτῶν τὸ μὲν πλεῖον διὰ τῶν ὀρῶν ἐς τὴν φιλίαν ἀπέφυγε, τὸ δέ τι καὶ ἐς τοὺς πολεμίους ἑάλω.

40.28

40.28.1οἱ δὲ δὴ Πάρθοι τότε μὲν οὐ περαιτέρω τοῦ Εὐφράτου προεχώρησαν, ἀλλὰ τὴν ἐντὸς αὐτοῦ πᾶσαν ἀνεκτήσαντο · μετὰ δὲ τοῦτο καὶ ἐς τὴν Συρίαν, οὐ μέντοι καὶ ἐν πλήθει τινί, ὡς μήτε στρατηγὸν μήτε στρατιώτας ἔχουσαν, ἐνέβαλον · ἀφ’οὗπερ Κάσσιος ῥᾳδίως αὐτούς, ἅτε μὴ πολλοὺς ὄντας, ἀπεώσατο.

40.28.2οὗτος γὰρ ἐν μὲν ταῖς Κάρραις τῶντε στρατιωτῶν τὴν αὐτοκράτορα αὐτῶν ἡγεμονίαν μίσει τοῦ Κράσσου διδόντων, καὶ προσέτι καὶ αὐτοῦ ἐκείνου ἐθελοντὶ διὰ τὸ τῆς συμφορᾶς μέγεθος ἐπιτρέποντος, οὐκ ἐδέξατο, τότε δὲ καὶ ἀνάγκῃ τῆς Συρίας ἔντε τῷ παρόντι καὶ μετὰ ταῦτα προέστη.

40.28.3οἱ γὰρ βάρβαροι οὐκ ἀπέσχοντο αὐτῆς, ἀλλὰ χειρὶ αὖθις μείζονι, Πακόρου μὲν ὀνόματι, τοῦ υἱέος τοῦ Ὀρώδου, ἔργῳ δέ (παῖς γὰρ ἔτι ἐκεῖνος ἦν) Ὠσάκου ἡγουμένου σφίσιν, ἐστράτευσαν, καὶ μέχρι τῆς Ἀντιοχείας ἦλθον, πᾶσαν τὴν ἐν ποσὶ χειρούμενοι.

40.28.4καὶ ἐλπίδα εἶχον καὶ τὰ λοιπὰ καταστρέψεσθαι, μήτε τῶν Ῥωμαίων ἀξιομάχῳ τινὶ δυνάμει παρόντων, καὶ τῶν δήμων τῇτε ἐκείνων δεσποτείᾳ ἀχθομένων καὶ πρὸς αὐτοὺς ἅτε καὶ γείτονας καὶ συνήθεις σφίσιν ὄντας

40.29

40.29.1ἀποκλινόντων. ἁμαρτόντες δὲ τῆς Ἀντιοχείας (τε γὰρ Κάσσιος ἰσχυρῶς αὐτοὺς ἀπεκρούσατο, καὶ ἐκεῖνοι ἀδύνατοι πολιορκῆσαί τι ἦσαν) ἐπ’Ἀντιγόνιαν ἐτράποντο. καὶ ἐπειδὴ τότε προάστειον αὐτῆς σύμφυτον ἦν, καὶ οὐκ ἐθάρσησαν, ἀλλ’οὐ δὲ ἠδυνήθησαν ἐς αὐτὸ ἐσελάσαι, ἐνενόησαν μὲν τάτε δένδρα κόψαι καὶ τὸ χωρίον πᾶν ψιλῶσαι, ὅπως καὶ θαρσούντως καὶ ἀσφαλῶς τῇ πόλει προσμίξωσι, μὴ δυνηθέντες δέ (τε γὰρ πόνος πολὺς ἐγίγνετο καὶ χρόνος ἄλλως ἀναλοῦτο, τε Κάσσιος τοὺς ἀποσκεδαννυμένους σφῶν ἐλύπει) ἀπανέστησαν ὡς καὶ ἐπ’ἄλλο τι ἐπιστρατεύσοντες.

40.29.3 κἀν τούτῳ Κάσσιος ἔςτε τὴν ὁδὸν δι’ἧς ἀποπορεύεσθαι ἔμελλον ἐλόχισε, κἀνταῦθα ἐπιφανείς σφισι μετ’ὀλίγων ἔςτε δίωξιν αὐτοὺς ὑπηγάγετο, καὶ περιστοιχισάμενος ἄλλουςτε καὶ τὸν Ὠσάκην ἀπέκτεινε. τελευτήσαντος δ’ἐκείνου πᾶσαν τὴν Συρίαν Πάκορος ἐξέλιπε, καὶ οὐ δ’αὖθίς ποτε ἐς αὐτὴν ἐσέβαλεν.

40.30

40.30.1ἅμα δὲ οὗτος ἀνεκεχωρήκει καὶ Βίβουλος ἄρξων τῆς Συρίας ἀφίκετο, καίπερ ἐψηφισμένου μηδένα μήτε στρατηγὸν μήθ’ὕπατον μήτε εὐθὺς μήτε πρὸ πέμπτου ἔτους ἐς τὰς ἔξω ἡγεμονίας ἐξιέναι, ἵνα μὴ διὰ τοῦτο σπουδαρχοῦντες στασιάζωσι.

40.30.2καὶ αὐτὸς μὲν ἐν ἡσυχίᾳ τὸ ὑπήκοον διήγαγε, τοὺς δὲ δὴ Πάρθους ἐπ’ἀλλήλους ἔτρεψε · Ὀρνοδαπάτην γάρ τινα σατράπην ἀχθόμενον τῷ Ὀρώδῃ προσποιησάμενος, ἀνέπεισε δι’ἀγγέλων τόντε Πάκορον βασιλέα στήσασθαι καὶ ἐπ’ἐκεῖνον μετ’αὐτοῦ στρατεῦσαι.

40.30.3 μὲν οὖν πόλεμος οὗτος, τε τῶν Ῥωμαίων καὶ τῶν Πάρθων, τετάρτῳ ἔτει ἀφ’οὗ ἤρξατο, ἐπίτε Μάρκου Μαρκέλλου καὶ ἐπὶ Σουλπικίου

40.31

40.31.1Ῥούφου ὑπάτων, ἐπαύσατο · ἐν δὲ τῷ αὐτῷ ἐκείνῳ χρόνῳ καὶ Καῖσαρ τὰ ἐν τῇ Γαλατίᾳ ταραχθέντα αὖθις μάχαις κατέλαβε, πολλὰ πάνυ τὰ μὲν αὐτὸς τὰ δὲ καὶ διὰ τῶν ὑποστρατήγων πράξας, ὧν ἐγὼ τὰ ἀξιολογώτατα διηγήσομαι μόνα.

40.31.2 γὰρ Ἀμβιόριξ τοὺς Τρηουήρους χαλεπῶς ἔτι καὶ τότε τῷ τοῦ Ἰνδουτιομάρου θανάτῳ ἔχοντας παραλαβὼν τάτε αὐτόθεν ἐπὶ πλεῖον συνέστησε, καὶ παρὰ τῶν Κελτῶν μισθοφορικὸν μετεπέμψατο.

40.31.3βουληθεὶς οὖν Λαβιῆνος, πρὶν ἐκείνους ἐπελθεῖν, συμμῖξαί σφισι, προενέβαλεν ἐς τὴν τῶν Τρηουήρων χώραν. καὶ ἐπειδὴ μὴ ἠμύνοντο τὴν ἐπικουρίαν ἀναμένοντες, ἀλλὰ ποταμόν τινα διὰ μέσου ποιησάμενοι ἡσύχαζον, συνεκάλεσε τοὺς στρατιώτας, καὶ ἐδημηγόρησε τοιάδε ἀφ’ὧν τούςτε σφετέρους καταπλήξειν καὶ ἐκείνους […] ἔμελλε, χρῆναίτέ σφας ἔλεγε, πρὶν τοὺς Κελτοὺς αὐτοῖς ἐπαμῦναι, πρόςτε τὸν Καίσαρα καὶ ἐς τὸ ἀσφαλὲς ἀποχωρῆσαι, ἐσήμηνέτε εὐθὺς συσκευάσασθαι.

40.31.4καὶ ἐξανέστη οὐ πολλῷ ὕστερον, προσδοκήσας ἔσεσθαι τοῦτο καὶ ἐγένετο.

40.31.5οἱ γὰρ βάρβαροι ἀκούσαντες ταῦτα (ἦν γὰρ αὐτοῖς ἐπιμελές, καὶ δι’αὐτό γε τοῦτο καὶ φανερῶς ἐλέχθη) δεδιέναιτε αὐτὸν ὄντως καὶ φυγὴν ὡς ἀληθῶς ποιεῖσθαι ἐπίστευσαν, καὶ τὸν ποταμὸν σπουδῇ διαβάντες θυμῷ ἐπ’αὐτοὺς ἐχώρουν, ὡς τάχους ἕκαστος εἶχε.

40.31.6καὶ οὕτως Λαβιῆνος ὑπέστητέ σφας ἐσκεδασμένους, καὶ τοὺς πρώτους ἐκπλήξας ῥᾳδίως καὶ τοὺς λοιποὺς δι’αὐτῶν ἐκείνων ἐτρέψατο. κἀκ τούτου φευγόντωντέ σφων τεταραγμένως καὶ ἀλλήλοις ἐμπιπτόντων καὶ πρὸς τὸν ποταμὸν ὠθουμένων πολλοὺς ἀπέκτεινε.

40.32

40.32.1διαφυγόντωντε καὶ ὣς συχνῶν, Καῖσαρ τῶν μὲν ἄλλων οὐδένα λόγον ἐποιεῖτο, τὸν δὲ Ἀμβιόριγα διαδιδράσκοντα ἄλλοτε ἄλλῃ καὶ πολλὰ κακουργοῦντα καὶ ζητῶν καὶ διώκων πράγματα ἔσχε. καὶ ἐκεῖνον μὲν οὐδένα τρόπον λαβεῖν ἠδυνήθη, ἐπὶ δὲ δὴ τοὺς Κελτοὺς ὡς καὶ τοῖς Τρηουήροις βοηθῆσαι ἐθελήσαντας ἐστράτευσε.

40.32.2καὶ ἔπραξε μὲν οὐ δὲ τότε οὐδέν, ἀλλὰ καὶ διὰ ταχέων φόβῳ τῶν Σουήβων ἐπανεχώρησεν, ἔδοξε δ’οὖν αὖθις τὸν Ῥῆνον διαβεβηκέναι, καὶ τῆςτε γεφύρας μόνα τὰ προσεχῆ τοῖς βαρβάροις ἔλυσε, καὶ φρούριον ἐπ’αὐτῆς ὡς καὶ ἀεὶ διαβησείων ᾠκοδόμησε.

40.32.3καὶ μετὰ τοῦτο ὀργῇ τὴν τοῦ Ἀμβιόριγος διάφευξιν φέρων, τὴν πατρίδα αὐτοῦ καίτοι μηδὲν νεωτερίσασαν διαρπάσαι τοῖς βουλομένοις ἐπέτρεψε, προεπαγγείλας σφίσιν αὐτὸ τοῦθ’, ὅπως ὅτι πλεῖστοι συνέλθωσιν · ὅθενπερ πολλοὶ μὲν Γαλάται πολλοὶ δὲ καὶ Σύγαμβροι πρὸς τὰς ἁρπαγὰς ἦλθον.

40.32.4οὐ μέντοι καὶ ἀπέχρησε τοῖς Συγάμβροις τὰ ἐκείνων λῄσασθαι, ἀλλὰ καὶ αὐτοῖς τοῖς Ῥωμαίοις ἐπέθεντο · τηρήσαντες γάρ σφας πρὸς σίτου κομιδὴν ἀπιόντας ἐπεχείρησαν τῷ στρατοπέδῳ αὐτῶν, κἀν τούτῳ προσβοηθησάντων σφῶν, ἐπείπερ ᾔσθοντο, συχνοὺς ἐφόνευσαν.

40.32.5καὶ οἱ μὲν φοβηθέντες διὰ τοῦτο τὸν Καίσαρα οἴκαδε σπουδῇ ἀνεχώρησαν · ἐκεῖνος δὲ τούτων μὲν οὐδενός, διάτε τὸν χειμῶνα καὶ διὰ τὸ τὰ ἐν τῇ Ῥώμῃ στασιάζεσθαι, οὐδεμίαν τιμωρίαν ἐποιήσατο, τοὺς δὲ δὴ στρατιώτας πρὸς τὰ χειμάδια διαπέμψας αὐτόςτε ἐς τὴν Ἰταλίαν, πρόφασιν μὲν τῆς ἐκεῖ Γαλατίας ἕνεκα, τὸ δ’ἀληθὲς ὅπως ἐγγύθεν τοῖς ἐν τῇ πόλει δρωμένοις ἐφεδρεύῃ, ἀπῆλθεν.

40.33

40.33.1 κἀν τούτῳ οἱ Γαλάται αὖθις ἐνεόχμωσαν. Ἀρουερνοὶ γὰρ ἡγουμένου σφῶν Οὐερκιγγετόριγος ἀπέστησαν, καὶ τούςτε Ῥωμαίους, ὅσους ἔντε ταῖς πόλεσιν ἔντε τῇ χώρᾳ σφῶν εὗρον, πάντας ἀπέκτειναν, καὶ ἐπὶ τὴν συμμαχίδα αὐτῶν χωρήσαντες τοὺς μὲν συναποστῆναί σφισιν ἐθελήσαντας περιεῖπον, τοὺς δὲ λοιποὺς ἐκακούργουν.

40.33.2μαθὼν οὖν ταῦθ’ Καῖσαρ ἀνεκομίσθη, καὶ καταλαβὼν αὐτοὺς ἐς Βιτούριγας ἐσβεβληκότας ἐκείνοις μέν (οὐ γάρ πω πάντες οἱ στρατιῶται αὐτοῦ παρῆσαν) οὐκ ἐπήμυνεν, ἐς δὲ δὴ τὴν Ἀρουερνίδα ἀντεμβαλὼν ἐπανήγαγεν οἴκαδε τοὺς πολεμίους καὶ (οὐ γὰρ ἐδόκει πω ἀξιόμαχος αὐτοῖς εἶναι)

40.34

40.34.1προαπεχώρησεν. αὖθις οὖν ἐκεῖνοι πρόςτε τοὺς Βιτούριγας ἐπανῆλθον, καὶ πόλιν αὐτῶν Ἀουαρικὸν ἑλόντες ἐπὶ πλεῖστον ἐν αὐτῇ ἀντέσχον. ὕστερον δὲ ὑπὸ τῶν Ῥωμαίων πολιορκούμενοι τότε γὰρ τεῖχος δυσπρόσιτον ἦν, τῇ μὲν ἑλῶν δυσδιαβάτων τῇ δὲ ποταμοῦ ῥοώδους αὐτὸ περιέχοντος, καὶ αὐτοὶ παμπληθεῖς ὄντες τάςτε προσβολάς σφων ῥᾳδίως ἀπεκρούοντο, καὶ ἐπεξιόντες πολλὰ αὐτοὺς ἐλύπουν.

40.34.2καὶ τέλος τάτε πέριξ πάντα, οὐχ ὅπως ἀγροὺς κώμας, ἀλλὰ καὶ πόλεις ἀφ’ὧν ὠφελίαν τινὰ ἔσεσθαί σφισι προσεδόκων, κατέφλεξαν, εἴτέ τι παρὰ τῶν πόρρωθεν συμμάχων ἐκομίζετο αὐτοῖς, ἥρπαζον, ὥστε πολιορκεῖν τὴν πόλιν τοὺς Ῥωμαίους δοκοῦντας τὰ τῶν πολιορκουμένων πάσχειν, πρὶν δὴ ὑετόςτε λάβρος καὶ πνεῦμα μέγα προσβάλλουσί πῃ αὐτοῖς ἐπιγενόμενον ( γὰρ χειμὼν ἐνειστήκει) πρώτους μὲν ἐκείνους ἀπήλασε καὶ ἐς τὰς σκηνὰς ἐπανήγαγεν, ἔπειτα δὲ καὶ τοὺς βαρβάρους ἐς τὰς οἰκίας κατέκλεισεν.

40.34.3ἀπελθόντων γὰρ αὐτῶν ἀπὸ τῶν ἐπάλξεων οἱ Ῥωμαῖοι προσέβαλον ἐξαίφνης αὖθις αὐταῖς ἐρήμοις ἀνδρῶν οὔσαις ·

40.34.4καὶ πύργον τινὰ παραχρῆμα, πρὶν καὶ αἰσθέσθαι τοὺς πολεμίους τῆς παρουσίας σφῶν, ἑλόντες ἔπειτα καὶ τὰ λοιπὰ οὐ χαλεπῶς ἐχειρώσαντο, καὶ τήντε πόλιν πᾶσαν διήρπασαν, καὶ τοὺς ἀνθρώπους πάντας ὀργῇ τῆςτε προσεδρείας καὶ τῆς ταλαιπωρίας ἔσφαξαν.

40.35

40.35.1πράξας δὲ ταῦτα Καῖσαρ ἐπὶ τὴν χώραν αὐτῶν ἐπεστράτευσε. καὶ ἐπειδὴ πολεμούμενοι τὰς γεφύρας οἱ λοιποὶ Ἀρουερνοὶ προεκεκρατήκεσαν δι’ὧν διαβῆναι αὐτὸν ἐχρῆν, ἀπορήσας ὅπως περαιωθῇ, ἐπιπαρῆλθεν ἐπὶ πολὺ παρὰ τὴν ὄχθην, εἴ πως ἐπιτηδείου τινὸς χωρίου ὥστε πεζῇ δι’αὐτοῦ τοῦ ὕδατος διελθεῖν λάβοιτο.

40.35.2 κἀκ τούτου ἔντε ὑλώδει τινὶ καὶ ἐν συσκίῳ τόπῳ γενόμενος τὰ μὲν σκευοφόρα καὶ τοῦ στρατοῦ τὸ πλεῖον προέπεμψε, μακρὰν ἐκτεταμένῃ τάξει κελεύσας αὐτοὺς προϊέναι, ὥστε καὶ πάντας σφᾶς ἐνταῦθα εἶναι δοκεῖν ·

40.35.3αὐτὸς δὲ μετὰ τῶν ἐρρωμενεστάτων ὑπέμεινε, καὶ ξύλατε ἔτεμε καὶ σχεδίας ἐποίησε καὶ ἐπ’αὐτῶν διέβη τὸ ῥεῦμα, τῶν βαρβάρων πρόςτε τοὺς ἐν τῷ πρόσθεν πορευομένους τὸν νοῦν ἐχόντων καὶ τὸν Καίσαρα μετ’αὐτῶν εἶναι λογιζομένων.

40.35.4καὶ μετὰ τοῦτο τούςτε προεληλυθότας νυκτὸς ἀνεκαλέσατο, καὶ διαβιβάσας αὐτοὺς ὁμοίως τῆς μὲν χώρας ἐκράτησε, τῶν δ’ἀνθρώπων ἐς Γεργοουίαν συγκαταφυγόντων καὶ ἐκεῖσε πάντα τὰ τιμιώτατά σφισι συγκομισάντων πλεῖστον

40.36

40.36.1πόνον μάτην αὐτοῖς προσεδρεύων ἔσχε. τότε γὰρ φρούριον ἐπίτε λόφου καρτεροῦ ἦν καὶ τείχεσιν ἰσχυρῶς ἐκεκράτυντο, καὶ οἱ βάρβαροι πέριξ αὐτὸ πάντα τὰ μετέωρα κατειληφότες περιεφρούρουν, ὥστε καὶ μένειν αὐτοῖς κατὰ χώραν ἀσφαλῶς ὑπάρχειν καὶ ἐπικαταθέουσι πλεονεκτεῖν τὰ πλείω.

40.36.2ἔντε γὰρ πεδίῳ Καῖσαρ ηὐλίζετο (οὐ γὰρ εὐπόρησεν ἐχυροῦ χωρίου), καὶ αὐτὸς μὲν οὔτε προεγίγνωσκεν. […] οἱ δὲ δὴ βάρβαροι, ὡς καὶ ὑπερδεξίων κρατοῦντες, τότε στρατόπεδον αὐτοῦ κατεθεῶντο καὶ ταῖς καταδρομαῖς ἐπικαίροις ἐχρῶντο.

40.36.3εἴτέ πῃ περαιτέρω τοῦ καιροῦ προχωρήσαντες ἀνεκόπτοντο, δι’ὀλίγου αὖθις ἐντὸς τῆς ἐπικρατείας σφῶν ἐγίγνοντο · οἱ γὰρ Ῥωμαῖοι οὐδένα τρόπον, ἐφ’ὅσον οἵτε λίθοι καὶ τὰ ἀκόντια ἐξικνεῖτο, πελάσαι τοῖς χωρίοις ἐδύναντο.

40.36.4 οὖν Καῖσαρ, ἐπειδὴ τε χρόνος ἄλλως ἀναλοῦτο, καὶ πολλάκις καὶ πρὸς αὐτὸ τὸ ὄρθιον, ἐφ’οὗ τὸ πόλισμα ἦν, προσβαλὼν μέρους μέν τινος ἐκράτησεν αὐτοῦ ὥστε καὶ ἐντειχίσασθαί τι ῥᾴωτε ἐκεῖθεν τὴν ἐπὶ τἆλλα ἔφοδον ποιεῖσθαι, τὸ δ’ὅλον ἀπεκρούετο, καὶ τῶντε στρατιωτῶν συχνοὺς ἀπέβαλε καὶ ἐκείνους ἀλήπτους ἑώρα ὄντας, τάτε τῶν Αἰδούων ἐν τούτῳ ἐκινήθη, καὶ προσέτι καὶ πρὸς τούτους ἀπελθόντος αὐτοῦ κακῶς οἱ καταλειφθέντες ἀπήλλαξαν, ἀνέστη.

40.37

40.37.1οἱ γὰρ Αἴδουοι κατ’ἀρχὰς μὲν ταῖςτε ὁμολογίαις ἐνέμειναν καὶ ἐπικουρίας αὐτῷ ἔπεμπον, ἔπειτα δὲ καὶ ἄκοντες ἐπολέμησαν, ἀπατησάντων σφᾶς ἄλλωντε καὶ Λιταουίκου. ἐπειδὴ γὰρ οὐκ ἔπειθεν αὐτοὺς ἄλλως τοῦτο ποιῆσαι, διεπράξατο προσταχθῆναί οἱ πρὸς τὸν Καίσαρα ἀπαγαγεῖν τινας ἐπὶ συμμαχίᾳ δῆθεν αὐτοῦ, καὶ ὥρμησε μὲν ὡς καὶ τοῦτο ποιήσων, προπέμψας δὲ ἱππέας, καὶ κελεύσας τισὶν αὐτῶν ἐπανελθοῦσιν εἰπεῖν ὅτι οἵτε συμπεμφθέντες σφίσι καὶ οἱ ἄλλοι οἱ παρὰ τοῖς Ῥωμαίοις σφῶν ὄντες συνειλημμένοιτε ὑπ’αὐτῶν εἰσι καὶ ἀπολώλασι, προσπαρώξυνε τοὺς στρατιώτας δημηγορήσας ἀκόλουθα τοῖς ἀγγέλοις.

40.37.3καὶ οὕτως αὐτοίτε ἐπανέστησαν καὶ τοὺς ἄλλους συμμετέστησαν. καὶ τότε μέν ( γὰρ Καῖσαρ ὡς τάχιστα τοῦτ’ᾔσθετο, τούςτε Αἰδούους οὓς εἶχε καὶ ἐδόκει πεφονευκέναι ἔπεμψεν αὐτοῖς, ὥστε φανεροὺς πᾶσι ζῶντας γενέσθαι, καὶ τῷ ἱππικῷ

40.38

40.38.1ἐφέσπετο) μετενόησαν καὶ συνηλλάγησαν · αὖθις δὲ τῶν Ῥωμαίων πρόςτε τῇ Γεργοουίᾳ τῇ τοῦ Καίσαρος ἀπουσίᾳ πταισάντων, καὶ μετὰ τοῦτο παντάπασιν ἀπ’αὐτῆς ἀποχωρησάντων, ἐφοβήθησαν οἱ τήντε ἐπανάστασιν πράξαντες καὶ νεωτέρων ἀεὶ πραγμάτων ἐφιέμενοι μὴ σχολάζοντες […] ποιήσωνται, καὶ ἐνεόχμωσαν.

40.38.2μαθόντες δὲ τοῦθ’οἱ συστρατεύοντες αὐτῶν τῷ Καίσαρι ᾐτήσαντο ἐπιτραπῆναί σφισιν οἴκαδε ἀπελθεῖν, ὑποσχόμενοι πάντα καταστήσειν. καὶ οὕτως ἀφεθέντες πρόςτε Νοουιοδουνόν, ἔνθα τάτε χρήματα καὶ τὸν σῖτον ὁμήρουςτε πολλοὺς οἱ Ῥωμαῖοι κατετέθειντο, ἦλθον, καὶ τούςτε φρουροὺς αὐτῶν, συναιρομένων σφίσι τῶν ἐπιχωρίων, μὴ προσδεχομένους ἔφθειραν, καὶ ἐν κράτει πάντων αὐτῶν ἐγένοντο.

40.38.3καὶ ἐκείνηντε τὴν πόλιν ἐπίκαιρον οὖσαν κατέπρησαν, ὅπως μὴ οἱ Ῥωμαῖοι ὁρμητήριον αὐτὴν τοῦ πολέμου ποιήσωνται, καὶ τὰ λοιπὰ τῶν Αἰδούων προσαπέστησαν. οὖν Καῖσαρ ἐπεχείρησε μὲν παραχρῆμα ἐπ’αὐτοὺς στρατεῦσαι, μὴ δυνηθεὶς δὲ διὰ τὸν ποταμὸν τὸν Λίγρον ἐπὶ Λίγγονας ἐτράπετο.

40.38.4καὶ μὲν οὐ δ’ἐκεῖ κατώρθωσεν, δὲ δὴ Λαβιῆνος τὴν νῆσον τὴν ἐν τῷ Σηκουανῷ ποταμῷ οὖσαν, τούςτε προκινδυνεύσαντας ἐν τῇ ἠπείρῳ κρατήσας καὶ τὴν διάβασιν πολλαχῇ ἅμα κατάτε τὸν ῥοῦν καὶ ἀνάπαλιν, ὅπως μὴ καθ’ἓν περαιούμενος κωλυθῇ, ποιησάμενος, κατέσχε.

40.39

40.39.1πρὶν δὲ τοῦτο γενέσθαι, καταφρονήσας Οὐερκιγγετόριξ τοῦ Καίσαρος ἐξ ὧν ἐπταίκει ἐπ’Ἀλλόβριγας ἐστράτευσε. κἀν τούτῳ ὁρμήσαντα αὐτὸν ὡς καὶ βοηθήσοντά σφισιν, ἀπέλαβεν ἐν Σηκουανοῖς γενόμενον καὶ ἐνεκυκλώσατο, οὐ μέντοι κακόν τι εἰργάσατο, ἀλλὰ καὶ πᾶν τοὐναντίον τούςτε Ῥωμαίους ἠνάγκασεν ἀγαθοὺς εἶναι ἀπογνώσει τῆς σωτηρίας, καὶ αὐτὸς ὑπότε τοῦ πλήθους καὶ ὑπὸ τοῦ θράσους ἔπταισε, καί τι καὶ ὑπὸ τῶν Κελτῶν τῶν τοῖς Ῥωμαίοις συμμαχούντων ἐσφάλη ·

40.39.3ταῖςτε γὰρ ὁρμαῖς ἄπληστοι ὄντες καὶ τοῖς σώμασι τὴν τόλμαν προσεπισχυρίσαντες διέρρηξαν τὴν περίσχεσιν. εὑρὼν δὲ δὴ τὸ εὕρημα τοῦτο Καῖσαρ οὐκ ἀνῆκεν, ἀλλ’ἐς Ἀλεσίαν τοὺς διαφυγόντας αὐτῶν κατακλείσας ἐπολιόρκει.

40.40

40.40.1 κἀν τούτῳ Οὐερκιγγετόριξ τὸ μὲν πρῶτον τοὺς ἱππέας, πρὶν παντελῶς ἀποτειχισθῆναι, ἐξέπεμψε, τῆςτε τροφῆς τῶν ἵππων ἕνεκα (οὐ γὰρ ἦν) καὶ ὅπως ἐς τὰς πατρίδας ἕκαστοί σφων κομισθέντες τάτε ἐπιτήδεια καὶ ἐπικουρίαν αὐτῷ ἀγάγωσιν.

40.40.2ἐπεὶ δ’οὗτοίτε ἐχρόνιζον καὶ τὰ σιτία σφᾶς ἐπιλείπειν ἤρξατο, τούςτε παῖδας καὶ τὰς γυναῖκας καὶ τῶν ἄλλων τοὺς ἀχρειοτάτους ἐξέβαλεν, ἐλπίσας μάτην ὅτι καὶ ἐκεῖνοι πρὸς τῶν Ῥωμαίων τῆς λείας ἕνεκα σωθήσονται, οἵ γε λοιποὶ ταῖς τροφαῖς αὐτῶν ἐπὶ πλεῖον χρησάμενοι περιγενήσονται.

40.40.3 γὰρ Καῖσαρ ἄλλως μὲν οὐ δ’αὐτὸς τῶν ἐπιτηδείων, ὥστε καὶ ἑτέρους τρέφειν, εὐπόρει · τοῖς δ’οὖν πολεμίοις ἰσχυροτέραν τὴν σιτοδείαν ἐπανελθόντων αὐτῶν, ἐλπίδι τοῦ πάντως σφᾶς καταδεχθήσεσθαι, ποιήσειν νομίσας πάντας αὐτοὺς ἀπεώσατο.

40.40.4καὶ οἱ μὲν οὕτως ἐν τῷ μέσῳ τῆς πόλεως καὶ τοῦ στρατοπέδου, μηδετέρων σφᾶς δεχομένων, οἰκτρότατα ἀπώλοντο · δὲ ἐπικουρία τῶντε ἱππέων καὶ τῶν ἄλλων τῶν ὑπ’αὐτῶν ἀχθέντων ἐπῆλθε μὲν οὐκ ἐς μακρὰν τοῖς βαρβάροις, ἱππομαχίᾳ δὲ δὴ τῶν Ῥωμαίων τῇ βοηθείᾳ.

40.40.5[…] καὶ μετὰ τοῦτο πειράσαντες νυκτὸς διὰ τῶν περιτειχισμάτων ἐς τὴν πόλιν ἐσελθεῖν ἰσχυρῶς ἐπόνησαν · τάφρουςτε γὰρ οἱ Ῥωμαῖοι κρυπτὰς ἐν τοῖς ἱππασίμοις ἐπεποιήκεσαν καὶ σκόλοπας ἐς αὐτὰς ἐνεπεπήχεσαν, πάντα ἐπιπολῆς τῷ ἄλλῳ τῷ πέριξ χωρίῳ ὁμοιώσαντες, ὥστε καὶ τοὺς ἄνδρας καὶ τοὺς ἵππους ὅτι μάλιστα ἀπερισκέπτως ἐς αὐτὰ ἐμπεσόντας σφαλῆναι.

40.40.6οὐ μέντοι καὶ ἐνέδοσαν πρὶν ἐκ παρατάξεως αὖθις πρὸς αὐτοῖς τοῖς τειχίσμασιν αὐτοίτε ἅμα καὶ οἱ ἐκ τῆς πόλεως ἐπεξελθόντες πταῖσαι.

40.41

40.41.1 δ’οὖν Οὐερκιγγετόριξ ἠδυνήθη μὲν ἐκφυγεῖν (οὔτε γὰρ ἑάλω καὶ ἄτρωτος ἦν), ἐλπίσας δ’, ὅτι ἐν φιλίᾳ ποτὲ τῷ Καίσαρι ἐγεγόνει, συγγνώμης παρ’αὐτοῦ τεύξεσθαι, ἦλθε πρὸς αὐτὸν μὴ ἐπικηρυκευσάμενος, καὶ καθημένῳ οἱ ἐπὶ βήματος ἐξαίφνης ὤφθη, ὥστε καὶ ταραχθῆναί τινας · ἄλλωςτε γὰρ περιμήκης ἦν καὶ ἐν τοῖς ὅπλοις δεινῶς ἐνέπρεπεν ·

40.41.2ἡσυχίας δ’οὖν γενομένης εἶπε μὲν οὐδέν, πεσὼν δὲ ἐς γόνυ τώτε χεῖρε πιέσας ἐδεῖτο. ταῦτα τοῖς μὲν ἄλλοις οἶκτον τῇτε τῆς προτέρας αὐτοῦ τύχης ἀναμνήσει καὶ τῷ τῆς παρούσης ὄψεως περιπαθεῖ ἐνέβαλεν · δὲ δὴ Καῖσαρ αὐτότε αὐτῷ τοῦτο, δι’ μάλιστα σωθήσεσθαι προσεδόκησεν, ἐπεκάλεσε (τῆς γὰρ φιλίας τὴν ἀντίταξιν ἀντιθεὶς χαλεπωτέραν τὴν ἀδικίαν αὐτοῦ ἀπέφηνε), καὶ διὰ τοῦτο οὔτε ἐν τῷ παραχρῆμα αὐτὸν ἠλέησεν ἀλλ’εὐθὺς ἐν δεσμοῖς ἔδησε, καὶ ἐς τὰ ἐπινίκια μετὰ τοῦτο πέμψας ἀπέκτεινε.

40.42

40.42.1τοῦτο μὲν οὖν ὕστερον ἐγένετο, τότε δὲ τοὺς μὲν ὁμολογίᾳ τῶν λοιπῶν προσέθετο, τοὺς δὲ καὶ μάχῃ κρατήσας ἐδουλώσατο. οἵτε γὰρ Βελγικοὶ οἱ πλησιόχωροι, Κόμμιόν τινα Ἀτρέβαν προστησάμενοί σφων, ἐπὶ πλεῖστον ἀντέσχον, καὶ δύοτε ἱππομαχίαις ἀγχώμαλά πῃ ἠγωνίσαντο, καὶ τρίτῃ πεζομαχίᾳ ἰσοπαλεῖ τὸ πρῶτον συνενεχθέντες ἔπειτα ὑπὸ τοῦ ἱππικοῦ κατὰ νώτου σφίσιν ἀνελπίστως προσπεσόντος ἐτράπησαν.

40.42.2 κἀκ τούτου τότε στρατόπεδον τῆς νυκτὸς οἱ περιλιπεῖς ἐξέλιπον, καὶ διελθόντες ὕλην τινὰ ἐκείνηντε ἐνέπρησαν καὶ τὰς ἁμάξας μόνας ὑπελίποντο, ὅπως τῶν πολεμίων διάτε ταύτας καὶ διὰ τὸ πῦρ χρονισάντων φθάσωσιν ἐς τὸ ἀσφαλὲς ἀποχωρήσαντες.

40.42.3οὐ μέντοι καὶ ἐπιτυχεῖς τῆς ἐλπίδος ἐγένοντο · οἱ γὰρ Ῥωμαῖοι ὡς τάχιστα τῆς φυγῆς αὐτῶν ᾔσθοντο, ἐπεδίωξάν σφας, καὶ ἐντυχόντες τῷ πυρὶ τὰ μὲν κατέσβεσαν τὰ δὲ καὶ διέκοψαν, καὶ τινες καὶ διὰ μέσης τῆς φλογὸς δραμόντες κατέλαβον αὐτοὺς ἀπροσδόκητοι καὶ παμπληθεῖς

40.43

40.43.1ἐφόνευσαν. ἐκ δὲ τούτου τῶν μὲν ἄλλων τινὲς ὡμολόγησαν, δὲ Ἀτρέβας διαφυγὼν οὐ δ’ὣς ἡσύχασεν, ἀλλὰ καὶ τὸν Λαβιῆνον ἐπεχείρησεν ἐνεδρεῦσαί ποτε.

40.43.2ἡττηθεὶς δὲ τῇ μάχῃ ἀνεπείσθη μὲν ἐς λόγους αὐτῷ ἐλθεῖν, πρὶν δὲ ὁτιοῦν συμβῆναι τρωθεὶς ὑπό τινος τῶν Ῥωμαίων ἀπιστίᾳ τοῦ μὴ ἂν ἀκριβῶς εἰρηνῆσαι διέφυγε, καὶ χαλεπὸς αὖθις αὐτοῖς ἐγένετο, μέχρις οὗ ἀπογνοὺς τὰ πράγματα τοῖς μὲν ἄλλοις τοῖς συνοῦσίν οἱ ἀκέραιον τὴν ἄδειαν ἐπὶ πᾶσι τοῖς σφετέροις ἔπραξεν, αὐτὸς δὲ ἑαυτῷ τὸ μηδέποτε, ὥς γέ τινές φασιν, ἐς ὄψιν μηδενὸς Ῥωμαίου ἐλθεῖν.

40.43.3ἐκεῖνοίτε οὖν οὕτω κατελύσαντο, καὶ οἱ λοιποὶ μετὰ τοῦτο, οἱ μὲν ἑκούσιοι οἱ δὲ καὶ καταπολεμηθέντες, ἐχειρώθησαν, καὶ αὐτοὺς Καῖσαρ καὶ φρουραῖς καὶ δικαιώσεσι χρημάτωντε ἐσπράξεσι καὶ φόρων ἐπιτάξεσι τοὺς μὲν ἐταπείνωσε τοὺς δὲ ἡμέρωσε.

40.44

40.44.1ταῦτα μὲν οὕτως ἐπίτε Λουκίου Παύλου καὶ ἐπὶ Γαΐου Μαρκέλλου ὑπάτων ἐτελευτήθη, δὲ δὴ Καῖσαρ τῶν μὲν Γαλατῶν ἕνεκα καὶ τοῦ χρόνου τοῦ πρὸς τὴν ἡγεμονίαν αὐτοῦ δοθέντος ἔκτε τῆς Γαλατίας ἀπαλλαγῆναι καὶ ἐς τὴν Ῥώμην ἐπανακομισθῆναι ὤφειλεν · ἐκεῖνόςτε γὰρ ἐπ’ἐξόδῳ ἦν καὶ πόλεμος ἐπέπαυτο, καὶ οὐδεμίαν ἔτ’εὐπρεπῆ σκῆψιν πρὸς τὸ μὴ οὐ τάτε στρατόπεδα ἀφεῖναι καὶ ἰδιωτεῦσαι εἶχεν ·

40.44.2ἐπεὶ δὲ τάτε ἐν τῷ ἄστει ἐστασιάζετο, καὶ Κράσσος ἐτεθνήκει, τε Πομπήιος ἔντε δυνάμει αὖθις, ἅτε τρίτον ὑπατευκὼς καὶ τὴν ἐν τῇ Ἰβηρίᾳ ἀρχὴν ἐπὶ πέντε ἄλλα ἔτη δοθῆναί οἱ διαπεπραγμένος, ἐγένετο, καὶ αὐτῷ οὐκέτ’οἰκείως, ἄλλωςτε καὶ τοῦ παιδίου, ὅπερ που καὶ μόνον ἐν τῇ φιλίᾳ αὐτοὺς κατεῖχε, τετελευτηκότος, διέκειτο, ἐφοβήθη μὴ τῶν στρατιωτῶν ψιλωθεὶς ἐπίτε ἐκείνῳ καὶ ἐπὶ τοῖς ἄλλοις ἐχθροῖς γένηται, καὶ οὐ διῆκεν αὐτούς.

40.45

40.45.1ἐν γὰρ δὴ τοῖς αὐτοῖς τούτοις ἔτεσιν ἄλλατε ἐν τῇ πόλει στασιώδη πολλὰ κἀν ταῖς ἀρχαιρεσίαις μάλιστα ἐγένετο, ὥστε μόλις ἑβδόμῳ μηνὶ τόντε Καλουῖνον καὶ τὸν Μεσσάλαν ὑπάτους ἀποδειχθῆναι ·

40.45.2καὶ οὐ δ’ἂν τότε ᾑρέθησαν, εἰ μὴ Κύιντόςτε Πομπήιος Ῥοῦφος ἐς τὸ δεσμωτήριον ὑπὸ τῆς βουλῆς, καίτοι τοῦτε Σύλλου θυγατριδοῦς ὢν καὶ δημαρχῶν, ἐνεβλήθη, καὶ τοῦτο καὶ τοῖς ἄλλοις τοῖς κακουργῆσαί τι ἐθελήσασιν ἐψηφίσθη, τῷτε Πομπηίῳ πρὸς αὐτοὺς βοήθεια ἐνεχειρίσθη.

40.45.3ἔστι μὲν γὰρ ὅτε καὶ οἱ ὄρνιθες τὰς ἀρχαιρεσίας ἐπέσχον, οὐ βουλόμενοι τοῖς μεσοβασιλεῦσι γενέσθαι · μάλιστα δὲ οἱ δήμαρχοι, τὰ πράγματα τὰ ἐν τῇ πόλει διέποντες ὥστε καὶ τὰς πανηγύρεις καὶ ἀντὶ τῶν στρατηγῶν ποιεῖν, ἐκώλυον τὰς λοιπὰς ἀρχὰς αἱρεθῆναι. καὶ διὰ τοῦτο καὶ Ῥοῦφος ἐς τὸ οἴκημα ἐσέπεσε.

40.45.4καὶ οὗτος μὲν τὸν Φαουώνιον ἀγορανομοῦντα ἐς αὐτὸ ὕστερον ἀπό τινος οὐ μεγάλης αἰτίας, ἵνα δὴ κοινωνὸν τῆς ἀτιμίας λάβῃ, κατέθετο · πάντες δὲ οἱ δήμαρχοι ἄλλαςτε σκήψεις ἐμποδίους ἐσέφερον, καὶ χιλιάρχους ἀντὶ τῶν ὑπάτων, ὅπως πλείους ἄρχοντες ὥσπερ ποτὲ ἀποδεικνύωνται, καθίστασθαι ἐσηγοῦντο.

40.45.5ἐπειδήτ’οὐδεὶς αὐτῶν ἐπείσθη, δικτάτορα γοῦν τὸν Πομπήιον λεχθῆναι δεῖν ἔφασκον. καὶ ἐπὶ πλεῖστον ἐπὶ τῇ προφάσει ταύτῃ διέτριψαν · ἐκεῖνόςτε γὰρ ἀπεδήμει, καὶ ἐκ τῶν παρόντων οὔτε ψηφίσασθαί τις αὐτό (πρὸς γὰρ τὴν τοῦ Σύλλου ὠμότητα ἐμίσουν πάντες τὸ πολίτευμα) οὔτ’αὖ μὴ ἑλέσθαι διὰ

40.46

40.46.1τὸν τοῦ Πομπηίου φόβον ὑπέμεινε. τέλος δὲ ὀψέ ποτε αὐτὸς ἐλθὼν τὴν μὲν δικτατορίαν διδομένην οἱ δῆθεν οὐκ ἐδέξατο, τοὺς δὲ ὑπάτους ἀποδειχθῆναι παρεσκεύασεν. οὐ μέντοι οὐ δὲ ἐκεῖνοι διαδόχους σφίσι διὰ τὸν ἐκ τῶν σφαγῶν τάραχον κατέστησαν, καίπερ καὶ τὴν βουλευτικὴν ἐσθῆτα καταθέμενοι κἀν τῇ ἱππάδι τὴν γερουσίαν ὥσπερ ἐπὶ μεγάλῳ τινὶ πένθει συνάγοντες.

40.46.2δόγματε ἐποιήσαντο μηδένα μήτε στρατηγήσαντα μήθ’ὑπατεύσαντα τὰς ἔξω ἡγεμονίας, πρὶν ἂν πέντε ἔτη διέλθῃ, λαμβάνειν, εἴ πως ὑπὸ τοῦ μὴ παραυτίκα ἐν δυνάμει τινὶ αὐτοὺς γίγνεσθαι παύσαιντο σπουδαρχοῦντες. οὔτε γὰρ ἐμετρίαζον οὔθ’ὑγιὲς οὐδὲν ἐποίουν, ἀλλ’ἐπ’ἀλλήλους παρώρμηντο πολλὰ μὲν δαπανώμενοι πολλῷ δ’ἔτι πλείω μαχόμενοι, ὥστε καὶ τὸν ὕπατόν ποτε τὸν Καλουῖνον τρωθῆναι.

40.46.3οὔκουν οὔθ’ὕπατος οὔτε στρατηγὸς οὔτε πολίαρχός τίς σφας διεδέξατο, ἀλλὰ ἄναρκτοι κατὰ τοῦτο παντελῶς οἱ Ῥωμαῖοι τὰ πρῶτα τοῦ ἔτους ἐγένοντο.

40.47

40.47.1 κἀκ τούτου οὔτε τι ἄλλο χρηστὸν συνέβη, καὶ ἀγορὰ διὰ τῶν ἐννέα ἀεὶ ἡμερῶν ἀγομένη ἐν αὐτῇ τῇ τοῦ Ἰανουαρίου νουμηνίᾳ ἤχθη.

40.47.2καὶ τοῦτότε αὐτούς, ὡς οὐκ ἀπὸ ταὐτομάτου συμβὰν ἀλλ’ἐν τέρατος λόγῳ γενόμενον, ἐθορύβει, καὶ ὅτι βύας ἐν τῇ πόλει καὶ ὤφθη καὶ συνελήφθη, ἄγαλμάτέ τι ἐπὶ τρεῖς ἡμέρας ἵδρωσε, καὶ λαμπὰς ἐκ τῶν νοτίων πρὸς ἀνατολὰς διέδραμε, καὶ πολλοὶ μὲν κεραυνοὶ πολλοὶ δὲ καὶ βῶλοι λίθοιτε καὶ ὄστρακα καὶ αἷμα διὰ τοῦ ἀέρος ἠνέχθη.

40.47.3δοκεῖ δὲ ἔμοιγε καὶ ἐκεῖνο τὸ τῷ προτέρῳ ἔτει, ἐπ’ἐξόδῳ αὐτοῦ, περίτε τὸν Σάραπιν καὶ περὶ τὴν Ἶσιν ψηφισθὲν τέρας οὐδενὸς ἧττον γενέσθαι · τοὺς γὰρ ναοὺς αὐτῶν, οὓς ἰδίᾳ τινὲς ἐπεποίηντο, καθελεῖν τῇ βουλῇ ἔδοξεν.

40.47.4οὐ γὰρ δὴ τοὺς θεοὺς τούτους ἐπὶ πολὺ ἐνόμισαν, καὶ ὅτε γε καὶ ἐξενίκησεν ὥστε καὶ δημοσίᾳ αὐτοὺς σέβεσθαι, ἔξω τοῦ πωμηρίου σφᾶς ἱδρύσαντο.

40.48

40.48.1τοιαύτης οὖν τότε τῆς ἐν τῷ ἄστει καταστάσεως οὔσης, καὶ μηδενὸς τοῖς πράγμασιν ἐπιτεταγμένου, σφαγαὶ καθ’ἑκάστην ἡμέραν ὡς εἰπεῖν ἐγίγνοντο, τάςτε ἀρχαιρεσίας, καίτοι σπεύδοντες ἐπὶ τὰς ἀρχὰς καὶ δεκασμοῖς καὶ φόνοις δι’αὐτὰς χρώμενοι, οὐκ ἐπετέλουν.

40.48.2 γοῦν Μίλων ὑπατείαν αἰτῶν τὸν Κλώδιον ἐν τῇ Ἀππίᾳ ὁδῷ συντυχόντα οἱ τὸ μὲν πρῶτον ἁπλῶς πως ἔτρωσεν, ἔπειτα δὲ φοβηθεὶς μὴ ἐπεξέλθῃ τῷ γεγονότι κατέσφαξεν, ἐλπίσας, ἐπειδὴ πάντας τοὺς οἰκέτας τοὺς τοῦτο ποιήσαντας εὐθὺς ἠλευθέρωσε, ῥᾷον τοῦ φόνου τελευτήσαντος αὐτοῦ τοῦ τραύματος εἰ περιγίγνοιτο ἀφεθήσεσθαι.

40.48.3ἀκούσαντες οὖν τοῦθ’οἱ ἐν τῇ πόλει πρὸς ἑσπέραν δεινῶς ἐταράχθησαν · ταῖςτε γὰρ στάσεσιν ἀφορμὴ πολέμου καὶ κακῶν ἐγίγνετο, καὶ οἱ διὰ μέσου, εἰ καὶ ἐμίσουν τὸν Κλώδιον, ὅμως διάτε τὸ ἀνθρώπινον καὶ ὅτι καὶ τοῦ Μίλωνος στερηθῆναι ἐπὶ τῇ προφάσει ταύτῃ

40.49

40.49.1ἤθελον, ἠγανάκτουν. παραλαβόντες δὲ αὐτοὺς οὕτως ἔχοντας τε Ῥοῦφος καὶ Τίτος Μουνάτιος Πλάγκος προσπαρώξυναν · δημαρχοῦντες γὰρ ἔςτε τὴν ἀγορὰν τὸν νεκρὸν ὑπὸ τὴν ἕω ἐσεκόμισαν καὶ ἐπὶ τὸ βῆμα ἐπέθεσαν πᾶσίτε ἐπεδείκνυσαν, καὶ ἐπέλεγον οἷα εἰκὸς ἦν ὀδυρόμενοι, ὥστε τὸν ὅμιλον καὶ ἐξ ὧν ἑώρων καὶ ἐξ ὧν ἤκουον συνταραχθῆναι, καὶ μήτε τοῦ ὁσίου μήτε τοῦ θείου ἔτι φροντίσαι, ἀλλὰ πάντα μὲν τὰ περὶ τὰς ταφὰς νόμιμα συγχέαι, πᾶσαν δὲ ὀλίγου τὴν πόλιν καταπρῆσαι.

40.49.2τὸ γὰρ σῶμα τοῦ Κλωδίου ἀράμενοι ἔςτε τὸ βουλευτήριον ἐσήνεγκαν, καὶ εὐθέτησαν, καὶ μετὰ τοῦτο πυρὰν ἐκ τῶν βάθρων συννήσαντες ἔκαυσαν καὶ ἐκεῖνο καὶ τὸ συνέδριον.

40.49.3οὕτωτε οὐχ ὁρμῇ τινι, οἵα που τοὺς ὄχλους ἐξαπιναία καταλαμβάνει, ἀλλὰ ἐκ προαιρέσεως αὐτὸ ἔπραξαν ὥστε καὶ τὴν ἐνάτην τὸ περίδειπνον ἐν αὐτῇ τῇ ἀγορᾷ, τυφομένου ἔτι τοῦ βουλευτηρίου, ποιῆσαι, καὶ προσέτι καὶ τὴν οἰκίαν τὴν τοῦ Μίλωνος καταφλέξαι ἐπιχειρῆσαι.

40.49.4ἐκείνη μὲν οὖν πολλῶν αὐτῇ ἀμυνάντων οὐκ ἐκαύθη · δὲ δὴ Μίλων τέως μὲν περίφοβος ἐπὶ τῷ φόνῳ ὢν ἐκρύπτετο, οὐχ ὑπὸ ἰδιωτῶν μόνον ἀλλὰ καὶ ἱππέων βουλευτῶντέ τινων φρουρούμενος · ἐπεὶ δὲ τοῦτότε ἐγένετο καὶ τὴν ὀργὴν τῆς γερουσίας ἐς τὸ τῶν ἀντιστασιωτῶν μίασμα περιχωρήσειν ἤλπισεν (εὐθὺς γοῦν τῆς δείλης ἐς τὸ Παλάτιον δι’αὐτὸ τοῦτο συλλεγέντες τόντε μεσοβασιλέα προχειρισθῆναι, καὶ τῆς φυλακῆς τῆς πόλεως καὶ ἐκεῖνον καὶ τοὺς δημάρχους καὶ προσέτι καὶ τὸν Πομπήιον ἐπιμεληθῆναι ὥστε μηδὲν ἀπ’αὐτῆς ἀποτριβῆναι, ἐψηφίσαντο), προῄειτε ἐς τὸ μέσον καὶ τῆς ἀρχῆς ὁμοίως καὶ μᾶλλον ἀντεποιεῖτο.

40.50

40.50.1μάχαιτε οὖν ἐκ τούτου πολλαὶ καὶ σφαγαὶ αὖθις ἐγίγνοντο, ὥστε τὴν βουλὴν τάτε προειρημένα ἐπικυρῶσαι, καὶ τὸν Πομπήιον μεταπέμψασθαι, καταλόγουςτε αὐτῷ καινοὺς ποιήσασθαι ἐπιτρέψαι, καὶ τὰ ἐσθήματα ἀλλάξασθαι.

40.50.2ἐλθόντοςτε αὐτοῦ οὐ πολλῷ ὕστερον ἔξωτε τοῦ πωμηρίου πρὸς τῷ θεάτρῳ αὐτοῦ σὺν φρουρᾷ ἠθροίσθησαν καὶ τὰ τοῦ Κλωδίου ὀστᾶ ἀνελέσθαι ἔγνωσαν, τότε βουλευτήριον τῷ Φαύστῳ τῷ τοῦ Σύλλου υἱεῖ ἀνοικοδομῆσαι προσέταξαν.

40.50.3ἦν μὲν γὰρ τὸ Ὁστίλιον, μετεσκεύαστο δὲ ὑπὸ τοῦ Σύλλου · διὸ τοῦτότε περὶ αὐτοῦ ἔδοξε, καὶ ὅπως ἐξοικοδομηθὲν τὸ ἐκείνου ὄνομα ἀπολάβῃ. μετεώρου δὲ τῆς πόλεως οὔσης ἐπὶ τοῖς ἄρξουσί σφων, καὶ διαθροούντων τῶν μὲν ὡς δικτάτορα τὸν Πομπήιον, τῶν δὲ ὡς ὕπατον τὸν Καίσαρα αἱρεθῆναι δεῖ (οὕτω γάρ που ἐκ προαιρέσεως ἐπὶ τοῖς κατειργασμένοις αὐτὸν ἐτίμων ὥστε καὶ ἑξήκονθ’ἡμέρας θῦσαι ἐπ’αὐτοῖς ψηφίσασθαι), φοβηθέντες ἑκάτερον οἵτε ἄλλοι βουλευταὶ καὶ Βίβουλος, ὅσπερ που τὴν γνώμην πρῶτος ἐρωτηθεὶς ποιήσεσθαι ἔμελλε, προκατέλαβον τὴν τοῦ πλήθους ὁρμήν, τῷ Πομπηίῳ τὴν ὑπατείαν, ὥστε μὴ δικτάτορα αὐτὸν λεχθῆναι, καὶ μόνῳ γε, ἵνα μὴ Καῖσαρ αὐτῷ συνάρξῃ, δόντες.

40.50.5ξένον μὲν δὴ τοῦτο καὶ ἐπὶ μηδενὸς ἄλλου γενόμενον ἔπραξαν, καίτοι ὀρθῶς αὐτὸ πεποιηκέναι ἔδοξαν · ἐπειδὴ γὰρ ἧττον τοῦ Καίσαρος τῷ ὁμίλῳ προσέκειτο, ἀπορρήξειντε αὐτὸν ἀπ’ἐκείνου παντάπασι καὶ σφετεριεῖσθαι ἤλπισαν. καὶ ἔσχεν οὕτως · τῷτε γὰρ καινῷ καὶ τῷ παραδόξῳ τῆς τιμῆς ἐπαρθεὶς οὐκέτ’οὐδὲν ἐς τὴν τῶν πολλῶν χάριν ἐβούλευσεν, ἀλλ’ἀκριβῶς πάντα τὰ τῇ βουλῇ ἀρέσκοντα ἔπραξεν.

40.51

40.51.1οὐ μέντοι καὶ μόνος ἄρξαι ἠθέλησεν · τὴν γὰρ εὔκλειαν ἐν τῷ δεδόχθαι τοῦτ’ἔχων, τὸν φθόνον τὸν ἐπ’αὐτῇ ἐξέκλινε. καὶ φοβηθεὶς μήποτε κενῆς τῆς χώρας οὔσης Καῖσαρ ἔκτε τῆς τῶν δυνάμεων καὶ ἐκ τῆς τοῦ πλήθους σπουδῆς συνάρχων αὐτῷ δοθῇ, ἐκείνῳ μέν, ἵνα μὴ καὶ παντελῶς παρημελῆσθαι νομίσῃ κἀκ τούτου τινὰ ὀργὴν δικαίαν ποιήσηται, παρεσκεύασε διὰ τῶν δημάρχων ἐπιτραπῆναι καὶ ἀπόντι τὴν ἀρχήν, ὅταν ἐκ τῶν νόμων καθήκῃ, αἰτῆσαι, αὐτὸς δὲ Κύιντον Σκιπίωνα πενθερόντέ οἱ ὄντα καὶ δεκασμοῦ αἰτίαν ἔχοντα προσείλετο.

40.51.3οὗτος γὰρ γόνῳ μὲν υἱὸς τοῦ Νασικοῦ ὤν, ἐκ δὲ δὴ κλήρου διαδοχῆς ἐς τὸ τοῦ Μετέλλου τοῦ Εὐσεβοῦς γένος ποιηθεὶς καὶ διὰ τοῦτο καὶ τὴν ἐπίκλησιν αὐτοῦ φέρων, τήντε θυγατέρα τῷ Πομπηίῳ ἐξέδωκε, καὶ παρ’αὐτοῦ τήντε ὑπατείαν καὶ τὸ μὴ κατηγορηθῆναι ἀντέλαβε.

40.52

40.52.1πάνυ γὰρ πολλοὶ ἐπὶ τῷ ἐγκλήματι τούτῳ εὐθύνθησαν, καὶ μάλισθ’ὅτι τὰ δικαστήρια ἀκριβέστερον ἐκ τῶν τοῦ Πομπηίου νόμων συνήγετο. πάνταςτε γὰρ τοὺς ἄνδρας ἐξ ὧν τοὺς δικάσοντας ἀποκληροῦσθαι ἔδει αὐτὸς ἐπελέγετο, καὶ τὸν τῶν συναγορευσόντων ἑκατέρῳ τῷ μέρει ἀριθμὸν ὥρισεν, ὥστε μὴ ὑπὸ τοῦ πλήθους αὐτῶν τοὺς δικαστὰς θορυβουμένους ἐκταράττεσθαι.

40.52.2χρόνοντε τῷ μὲν διώκοντι δύο ὥρας, τῷ δὲ φεύγοντι τρεῖς δίδοσθαι ἐκέλευσε. καὶ δὴ μάλιστα πλείστοις ἐλυμαίνετο, τό τινας ἐπαινέτας ὑπὸ τῶν κρινομένων δίδοσθαι (πάμπολλοι γὰρ ὑπὸ τῶν ἀξιοπίστων ἐπαινούμενοι ἐξηρπάζοντο), ἐπηνώρθωσε, νομοθετήσας μηδένα ἔτι τὸ παράπαν ἐπαινέτην τοῖς τοιούτοις γίγνεσθαι.

40.52.3καὶ ταῦτα μὲν ἄλλατέ τινα κατὰ πάντων ὁμοίως τῶν δικαστηρίων ἐτάχθη, τοῖς δὲ δὴ περὶ τὰς ἀρχὰς δεκάζουσι καὶ τοὺς προεαλωκότας ἐπὶ τοιούτῳ τινὶ κατηγόρους ἐπέστησεν, ἆθλόν σφισιν οὐκ ἐλάχιστον προθείς ·

40.52.4εἰ γάρ τις ἤτοι δύο τῶν ὁμοίων τῶντε ἐλαττόνων καὶ ἕνα τῶν μειζόνων τῆς καθ’ἑαυτὸν αἰτίας εἷλεν, ἄδειαν εὑρίσκετο.

40.53

40.53.1ἄλλοιτε οὖν ἐκ τούτου πολλοὶ ἑάλωσαν καὶ Πλαύτιος Ὑψαῖος ἀνταιτήσας τῷτε Μίλωνι καὶ τῷ Σκιπίωνι τὴν ὑπατείαν. τῶν γὰρ δὴ τριῶν δωροφορησάντων μόνος ἐκεῖνος κατεδικάσθη.

40.53.2τε γὰρ Σκιπίων ἐγράφη μὲν καὶ ὑπὸ δυοῖν γε, οὐκ ἐκρίθη δὲ διὰ τὸν Πομπήιον · καὶ Μίλων ἐπὶ μὲν τούτῳ οὐκ ἐσήχθη (τὸ γὰρ τοῦ φόνου ἔγκλημα μεῖζον εἶχεν), ὑπαχθεὶς δὲ ἐπ’ἐκείνῳ ἑάλω, μηδὲν δυνηθεὶς βίαιον δρᾶσαι. γὰρ Πομπήιος τήντε ἄλλην πόλιν διὰ φυλακῆς ἐποιήσατο, καὶ ἐς τὸ δικαστήριον σὺν ὁπλίταις ἐσῆλθε, θορυβησάντωντε ἐπὶ τούτῳ τινῶν προσέταξε τοῖς στρατιώταις ἐκδιῶξαι αὐτοὺς ἐκ τῆς ἀγορᾶς πλαγίοις καὶ πλατέσι τοῖς ξίφεσι παίοντας.

40.53.3ἐπειδήτε οὐχ ὑπεῖκον ἀλλὰ καὶ καθάπερ ἐν παιδιᾷ τινι πλαγιαζόμενοι ὕβριζον, καὶ ἐτρώθησάν τινες αὐτῶν καὶ ἀπέθανον.

40.54

40.54.1τάτε οὖν δικαστήρια ἡσύχως ἐκ τούτων συνήγετο, καὶ ἐδικαιώθησαν ἐπίτε ἑτέροις τισὶ πολλοὶ καὶ ἐπὶ τῷ τοῦ Κλωδίου φόνῳ ἄλλοιτε καὶ Μίλων, καίτοι τὸν Κικέρωνα συναγωνιστὴν ἔχων.

40.54.2 γὰρ ῥήτωρ ἐκεῖνος τόντε Πομπήιον καὶ τοὺς στρατιώτας ἐν τῷ δικαστηρίῳ παρὰ τὸ καθεστηκὸς ἰδὼν ἐξεπλάγη καὶ κατέδεισεν, ὥστε τῶν μὲν παρεσκευασμένων μηδὲν εἰπεῖν, βραχὺ δέ τι καὶ τεθνηκὸς χαλεπῶς φθεγξάμενος ἀγαπητῶς μεταστῆναι. τοῦτον γὰρ τὸν λόγον τὸν νῦν φερόμενον ὡς καὶ ὑπὲρ τοῦ Μίλωνος τότε λεχθέντα χρόνῳ ποθ’ὕστερον καὶ κατὰ σχολὴν ἀναθαρσήσας ἔγραψε ·

40.54.3καὶ δὴ καὶ τοιόνδε τι περὶ αὐτοῦ παραδέδοται. Μίλων τῷ λόγῳ πεμφθέντι οἱ ὑπ’αὐτοῦ ἐντυχών (ἐπεφυγάδευτο γὰρ) ἀντεπέστειλε λέγων ὅτι ἐν τύχῃ αὐτῷ ἐγένετο τὸ μὴ ταῦθ’οὕτω καὶ ἐν τῷ δικαστηρίῳ λεχθῆναι · οὐ γὰρ ἂν τοιαύτας ἐν τῇ Μασσαλίᾳ (ἐν κατὰ τὴν φυγὴν ἦν) τρίγλας ἐσθίειν, εἴπερ τι τοιοῦτον ἀπελελόγητο.

40.54.4τοῦτο δὲ ἔγραψεν οὐχ ὅτι τοῖς παροῦσιν ἠρέσκετο (πολλὰ γὰρ ἐπὶ τῇ καθόδῳ ἐπετόλμησεν) ἀλλ’ἐς τὸν Κικέρωνα ἀποσκώπτων, ὅτι μηδὲν χρηστὸν ἐν τῷ τῆς ἀπολογίας καιρῷ εἰπὼν ἔπειτα ἀκάρπους λόγους καὶ ἐμελέτα καὶ ἔπεμπεν αὐτῷ, ὥσπερ τι ὠφελῆσαι τότε αὐτὸν δυναμένους.

40.55

40.55.1τε οὖν Μίλων οὕτως ἑάλω, καὶ Ῥοῦφος τε Πλάγκος ἐπειδὴ πρῶτον ἐκ τῆς ἀρχῆς ἐξῆλθον, ἄλλοιτε σὺν αὐτοῖς συχνοὶ διὰ τὴν τοῦ βουλευτηρίου ἔμπρησιν, καίτοι τῷ Πλάγκῳ καὶ τοῦ Πομπηίου συσπουδάσαντος, ὥστε καὶ βιβλίον ἔπαινόντε ἅμα αὐτοῦ καὶ ἱκετείαν ἔχον ἐς τὸ δικαστήριον ἔπεμψεν ·

40.55.2 γὰρ Κάτων Μᾶρκος (δικάζειν δὲ ἔμελλεν) οὐκ ἔφη τὸν ἐπαινέτην ἐπὶ τῇ τῶν ἑαυτοῦ νόμων καταλύσει προσίεσθαι. καὶ μὲν οὐκέτι τὴν ψῆφον ἔδωκεν · γὰρ Πλάγκος ὡς καὶ τὴν καθαιρήσουσαν αὐτὸν οἴσοντα ἐξέκρινεν (ἐξῆν γάρ, ἐκ τῶν Πομπηίων νόμων, πέντε ἑκατέρῳ τῶν διαδικούντων ἐκ τῶν δικάσειν σφίσι μελλόντων ἀπολέγειν) ·

40.55.3οἱ μέντοι ἄλλοι δικασταὶ κατεψηφίσαντο αὐτοῦ. οὔτε γὰρ ἄλλως ὀρθῶς ἔχειν ἔδοξέ σφισι, τοῦ Ῥούφου κατεγνωκόσιν, ἐκεῖνον ἐπὶ τοῖς αὐτοῖς κρινόμενον ἀφεῖναι · καὶ ἐπειδὴ τὸν Πομπήιον συναιρόμενόν οἱ εἶδον, ἀντεσπούδασαν αὐτῷ, μὴ καὶ δοῦλοί τινες ἄντικρυς αὐτοῦ μᾶλλον δικασταὶ νομισθῶσιν εἶναι.

40.55.4καίπερ καὶ τότε Κικέρων οὐδὲν βέλτιον τοῦ Πλάγκου κατηγόρησεν ὑπὲρ τοῦ Μίλωνος ἀπελογήσατο · τε γὰρ τοῦ δικαστηρίου ὄψις αὐτὴ ἦν, καὶ Πομπήιος ἐν ἑκατέρῳ τἀναντία οἱ καὶ ἐβουλεύετο καὶ ἔπραττεν, ὅθεν οὐχ ἥκιστα αὗθις αὐτῷ προσέκρουσε.

40.56

40.56.1ταῦτάτε οὖν ἅμα διῴκει, καὶ τὸν περὶ τῶν ἀρχαιρεσιῶν νόμον τὸν κελεύοντα τοὺς ἀρχήν τινα ἐπαγγέλλοντας ἐς τὴν ἐκκλησίαν πάντως ἀπαντᾶν, ὥστε μηδένα ἀπόντα αἱρεῖσθαι, παρημελημένον πως ἀνενεώσατο · τότε δόγμα τὸ μικρὸν ἔμπροσθε γενόμενον, ὥστε τοὺς ἄρξαντας ἐν τῇ πόλει μὴ πρότερον ἐς τὰς ἔξω ἡγεμονίας, πρὶν πέντε ἔτη παρελθεῖν, κληροῦσθαι, ἐπεκύρωσεν.

40.56.2οὐ δ’ᾐσχύνθη τότε μὲν τοιαῦτα γράψας, ὕστερον δὲ οὐ πολλῷ αὐτόςτε τὴν Ἰβηρίαν ἐς πέντε ἄλλα ἔτη λαβών, καὶ τῷ Καίσαρι καὶ ἀπόντι (οἱ γὰρ φίλοι αὐτοῦ δεινῶς ἠγανάκτουν) αἰτῆσαι τὴν ὑπατείαν, ὥσπερ ἐψήφιστο, δούς.

40.56.3προσέγραψε μὲν γὰρ τῷ νόμῳ τὸ μόνοις αὐτὸ ἐξεῖναι ποιεῖν οἷς ἂν ὀνομαστίτε καὶ ἄντικρυς ἐπιτραπῇ, διέφερε δ’οὐδὲν τοῦτο τοῦ μη δ’ἀρχὴν κεκωλῦσθαι · πάντως γὰρ οἵ τι δυνάμενοι καὶ ἐκεῖνο ψηφισθῆναί σφισι διαπράξασθαι ἔμελλον.

40.57

40.57.1 μὲν οὖν Πομπήιος τοιαῦτ’ἐπολιτεύετο, δὲ δὴ Σκιπίων οὔτε ἐνομοθέτησέ τι, καὶ τὰ πρὸς τοῦ Κλωδίου περὶ τῶν τιμητῶν γραφέντα κατέλυσε. καὶ ἔδοξε μὲν τὴν ἐκείνων χάριν τοῦτο πεποιηκέναι, ἐπειδὴ τὴν ἐξουσίαν αὐτοῖς ἣν καὶ πρὶν εἶχον ἀπέδωκε, περιέστη δὲ ἐς τοὐναντίον.

40.57.2ὑπὸ γὰρ τοῦ πολλοὺς ἔντε τῇ ἱππάδι καὶ ἐν τῷ βουλευτικῷ φλαύρους ἄνδρας εἶναι, τέως μὲν μηδένα μήτε κατηγορηθέντα μήθ’ἁλόντα διαγράψαι σφίσιν ἐξῆν, οὐδεμίαν τῶν οὐκ ἀπαλειφομένων αἰτίαν εἶχον ·

40.57.3ἀπολαβόντες δὲ τὴν ἀρχαίαν ἰσχύν, ὑφ’ἧς αὐτοῖς καὶ καθ’ἑαυτοὺς τὸν ἑκάστου βίον ἐξετάζουσι τοῦτο ποιεῖν ἐδέδοτο, οὔτε πολλοῖς προσκρούειν ὑπέμενον, οὔτ’αὖ ἐν μέμψει τινὶ ὡς μὴ διαγράφοντες τοὺς οὐκ ἐπιτηδείους γίγνεσθαι ἤθελον, καὶ διὰ τοῦτο οὐ δὲ ἐφίετο ἔτι τῆς ἀρχῆς τῶν ἐμφρόνων οὐ δὲ εἷς.

40.58

40.58.1περὶ μὲν δὴ τοὺς τιμητὰς ταῦτ’ἐψηφίσθη, δὲ δὴ Κάτων ἄλλως μὲν οὐδεμιᾶς ἀρχῆς ἐδεῖτο, ἰδὼν δὲ τόντε Καίσαρα καὶ τὸν Πομπήιον ὑπὲρ τὴν κατάστασιν τῆς πολιτείας αὐξανομένους, καὶ ὑποτοπήσας ἤτοι καὶ ἀμφοτέρους σφᾶς τὰ πράγματα ἕξειν, καὶ διενεχθέντας ἀλλήλοις στάσιντε μεγίστην ποιήσειν καὶ τὸν κρατήσαντα αὐτῶν μοναρχήσειν, ἠθέλησε μέν σφας πρὶν ἀνταγωνιστὰς γενέσθαι καταλῦσαι, καὶ τὴν ὑπατείαν ἐπ’αὐτοὺς ᾔτησεν, ἐπειδήπερ ἰδιωτεύων οὐδὲν ἰσχύσειν ἔμελλεν, ὑποπτευθεὶς δὲ ὑπὸ τῶν τὰ ἐκείνων πραττόντων τοιοῦτόν τι δράσειν οὐκ ἀπεδείχθη, ἀλλ’τε Μάρκελλος Μᾶρκος καὶ Ῥοῦφος Σουλπίκιος, μὲν διὰ τὴν τῶν νόμων ἐμπειρίαν δὲ διὰ τὴν τῶν λόγων δύναμιν, ᾑρέθησαν, ἄλλωςτε καὶ ὅτι αὐτοὶ μέν, εἰ καὶ μὴ χρήμασιν βιαίῳ τινὶ ἔργῳ, ἀλλὰ τῇ γε θεραπείᾳ καὶ τῇ παρακλήσει πολλῇ πρὸς πάντας ἐχρήσαντο, δὲ δὴ Κάτων οὐδένα αὐτῶν ἐθεράπευσε.

40.58.4καὶ μὲν οὐκέτ’αὖθις τῆς ἀρχῆς ἀντεποιήσατο, λέγων ἀγαθοῦ ἀνδρὸς ἔργον εἶναι μήτ’ἀποδιδράσκειν τὴν προστασίαν τῶν κοινῶν, ἄν γέ τινες χρῆσθαι αὐτῷ ἐθελήσωσι, μήθ’ὑπὲρ

40.59

40.59.1τὸ προσῆκον αὐτῆς ἐφίεσθαι · Μάρκελλος δὲ πάντ’εὐθὺς ἐπὶ τῇ τοῦ Καίσαρος καταλύσει (τῆς γὰρ τοῦ Πομπηίου μερίδος ἦν) ἔπραττε, καὶ ἄλλατε ἐπ’αὐτῷ πολλά, καὶ ὥστε καὶ διάδοχόν οἱ ἤδη καὶ πρὸ τοῦ καθήκοντος χρόνου πεμφθῆναι, ἐσηγήσατο. καὶ αὐτῷ τε Σουλπίκιος καὶ τῶν δημάρχων τινὲς ἀντέπραξαν, οὗτοι μὲν τῇ πρὸς τὸν Καίσαρα χάριτι · ἐκεῖνος δ’αὐτοῖς ἐκοινώσατο καὶ τοῖς πολλοῖς ὅτι οὐκ ἤρεσκε τό τινα μεταξὺ ἄρχοντα μηδὲν ἠδικηκότα παυθῆναι.

40.59.2μαθὼν οὖν ταῦθ’ Πομπήιος (ἀπῆρε μὲν γὰρ ἐκ τοῦ ἄστεως ὡς καὶ ἐς τὴν Ἰβηρίαν στρατεύσων, οὐ μὴν οὐ δὲ τότε ἐκ τῆς Ἰταλίας ἐξεχώρησεν, ἀλλὰ τοῖς ὑποστρατήγοις πάντα τὰ ἐκεῖ προστάξας αὐτὸς τῇ πόλει ἐφήδρευε) τὸ μὲν δὴ τὸν Καίσαρα τῆς ἡγεμονίας παραλυθῆναι οὐ δὲ ἑαυτῷ ἀρέσκειν ἐπλάττετο, ἔπραττε δ’ὅπως, ὅταν τὸν δεδομένον οἱ χρόνον διάρξῃ (τοῦτο δὲ οὐκ ἐς μακρὰν ἀλλ’εὐθὺς τῷ ὑστέρῳ ἔτει γενήσεσθαι ἔμελλε), τάτε ὅπλα κατάθηται καὶ ἰδιωτεύσων οἴκαδε ἐπανέλθῃ.

40.59.4καὶ διὰ τοῦτο Γάιόντε Μάρκελλον τὸν τοῦ Μάρκου ἀνεψιὸν καὶ ἀδελφόν (λέγεται γὰρ ἑκάτερον) ὑπατεῦσαι, ἐπειδὴ τῷ Καίσαρι καίπερ ἐξ ἐπιγαμίας προσήκων ἐχθρὸς ἦν, καὶ τὸν Κουρίωνα τὸν Γάιον, δι’ἔχθρας καὶ αὐτὸν ἐκ παλαιοῦ οἱ ὄντα, δημαρχῆσαι ἐποίησεν.

40.60

40.60.1 οὖν Καῖσαρ μήτ’ἄλλως ὑπομένων ἔκτε τηλικαύτης καὶ ἐκ χρονίου ἡγεμονίας ἰδιωτεῦσαι, καὶ φοβηθεὶς μὴ καὶ ἐπὶ τοῖς ἐχθροῖς γένηται, παρεσκευάζετο ὡς καὶ ἀκόντων αὐτῶν ἐν τῇ ἀρχῇ ἐμμενῶν, καὶ στρατιώτας προσκατελέγετο καὶ χρήματα ἤθροιζεν ὅπλατε ἐποίει, καὶ καθ’ἡδονὴν πᾶσιν ἡγεῖτο.

40.60.2 κἀν τούτῳ καὶ τὰ οἴκοι τρόπον τινά, τοῦ μὴ πάντα βίᾳ ἀλλὰ καὶ πειθοῖ πράττειν δοκεῖν, προδιοικήσασθαι ἐθελήσας ἔγνω συναλλαγῆναι τῷ Κουρίωνι · τοῦτε γὰρ τῶν Κουριώνων γένους ἦν, καὶ τὴν γνώμην ὀξύς, εἰπεῖντε δεινός, τῷτε πλήθει πιθανώτατος, καὶ χρημάτων ἐς πάντα ἁπλῶς ἐξ ὧν αὐτός τι πλεονεκτήσειν καὶ ἑτέρῳ διαπράξειν ἤλπιζεν ἀφειδέστατος.

40.60.3καὶ αὐτὸν πολλὰ μὲν ἐπελπίσας, πάντων δὲ τῶν ὀφειλημάτων, συχνῶν διὰ τὸ πολλὰ δαπανᾶσθαι ὄντων, ἀπαλλάξας ἀνηρτήσατο. πρὸς γὰρ τὴν παροῦσαν ὧν ἔπραττε σπουδὴν οὔτε ἀργυρίου, ἅτε καὶ ἐξ αὐτῶν ἐκείνων ἀργυρολογῶν, ἐφείδετο, καὶ προσυπισχνεῖτό τισι παμπληθῆ ὧν οὐ δὲ πολλοστὸν μέρος δώσειν ἔμελλε.

40.60.4καὶ οὐ μόνον γε τοὺς ἐλευθέρους ἀλλὰ καὶ τοὺς δούλους τούς τι καὶ ὁπωσοῦν παρὰ τοῖς δεσπόταις σφῶν δυναμένους ἐθεράπευσε · καὶ συχνοὶ αὐτῷ καὶ ἐκ τούτου καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν ὑπῆρξαν.

40.61

40.61.1 δ’οὖν Κουρίων ἐφρόνησε μὲν τὰ τοῦ Καίσαρος, οὐ μέντοι καὶ παραχρῆμα φανερῶς αὐτὰ πράττειν ἤρξατο · πρόφασίντε γὰρ εὐπρεπῆ τοῦ μὴ καὶ ἑκὼν ἀλλὰ ἀναγκασθεὶς δὴ μεθεστηκέναι δόξαι ἐζήτει, καὶ ἐνόμισεν, ὅσῳ ἂν ἐπὶ πλεῖον τοῖς ἐχθροῖς αὐτοῦ ὡς καὶ φίλος σφῶν συγγένηται, καὶ πλείω καὶ μείζω τῶν ἀπορρήτων αὐτῶν μαθήσεσθαι.

40.61.2δι’οὖν ταῦτα ἐπὶ μακρότατόντε ἐπεκρύψατο, καὶ ὅπως μηδένα τρόπον ὑποπτευθῇ μεταβεβλῆσθαίτε καὶ οὐκ ἀνὰ πρώτους καὶ πάντα τὰ ἐναντία τῷ Καίσαρι καὶ τότε ἔτι καὶ φρονεῖν καὶ λέγειν, καὶ ἐδημηγόρει κατ’αὐτοῦ ἀφ’οὗ γε καὶ δημαρχεῖν ἤρξατο, καὶ ἐσηγεῖτο πολλὰ καὶ ἄτοπα.

40.61.3καί τινα καὶ ἐπὶ τῇ βουλῇ τοῖςτε δυνατωτάτοις σφῶν, οἵπερ που καὶ τὰ τοῦ Πομπηίου μάλιστ’ἔπραττον, ἔγραφεν, οὐχ ὅτι καὶ ἤθελεν καὶ ἤλπιζέ τι αὐτῶν γενήσεσθαι, ἀλλ’ἵνα μὴ προσδεχομένων μήτε κατὰ τοῦ Καίσαρός τι ψηφισθείη (πολλὰ γὰρ ἐπ’αὐτῷ ὑπὸ πολλῶν ἐγράφετο) καὶ αὐτὸς ἐπὶ τῇ προφάσει ταύτῃ

40.62

40.62.1μετασταίη. συχνὸν οὖν ἐκ τούτου χρόνον ἄλλοτε ἄλλαις σκήψεσιν, ὥστε μηδὲν αὐτῶν τὸ παράπαν κυρωθῆναι, κατατρίψας ἀγανακτεῖντε προσεποιεῖτο, καὶ ἠξίου μῆνα ἄλλον πρὸς τὰς ὑπ’αὐτῶν δὴ νομοθεσίας ἐπεμβληθῆναι. τοῦτο δὲ ἐγίγνετο μὲν ὁσάκις γε καὶ καθῆκον ἦν, οὐ μέντοι καὶ κατ’ἐκεῖνο συνέβαινεν, ὥσπερ που καὶ αὐτὸς ἅτε ποντίφιξ ὢν ἠπίστατο.

40.62.2ὅμως δ’οὖν δεῖντε αὐτὸ γενέσθαι ἔλεγε, καὶ τοὺς συνιερέας ὅσον ἀπὸ βοῆς ἐξεβιάζετο · καὶ τέλος μὴ δυνηθεὶς αὐτοὺς πεῖσαι συγκαταθέσθαι οἱ, ὥσπερ οὐ δὲ ἐβούλετο, οὐ δ’ἄλλο τι διὰ τοῦτο ψηφισθῆναι ἐπέτρεψεν, ἀλλὰ καὶ ἐκ τοῦ φανεροῦ ἤδη τὰ τοῦ Καίσαρος διαδικαιῶν, ἐπειδὴ μηδὲν κατ’αὐτοῦ δῆθεν ἠδυνήθη ποιῆσαι, πᾶν τι ποτὲ ἐνεδέχετο οὐ δεχθῆναι προΐσχετο, καὶ μάλισθ’ὅτι πάντας τοὺς τὰ ὅπλα ἔχοντας ταῦτάτε καταθέσθαι καὶ τὰ στρατόπεδα διαλῦσαι χρή, μη δ’ἐκεῖνον ψιλώσαντας αὐτῶν ταῖς δυνάμεσι ταῖς τῶν ἀντιστασιωτῶν ἐκδοῦναι.

40.62.4ἔλεγε δὲ τοῦτο οὐχ ὅτι καὶ τὸν Καίσαρα ποιῆσαι αὐτὸ ἤθελεν, ἀλλ’ὅτι τὸν Πομπήιον εὖ ἠπίστατο μὴ πειθαρχήσοντα αὐτῷ · καὶ ἐκ τούτου καὶ ἐκείνῳ πρόφασις εὔλογος τοῦ μὴ διιέναι τοὺς στρατιώτας ἐδίδοτο.

40.63

40.63.1 οὖν Πομπήιος ἐπεὶ μηδὲν ἄλλως πράττων ἤνυτε, πρόςτε τὸ τραχὺ ἀπαρακαλύπτως ὥρμησε, καὶ ἐκ τοῦ προφανοῦς πάντα καὶ ἔλεγε καὶ ἐποίει κατὰ τοῦ Καίσαρος. οὐ μέντοι καὶ κατέπραξέ τι.

40.63.2ἄλλοιτε γὰρ ἐκείνῳ πολλοὶ καὶ Λούκιος Παῦλος τοῦ Μαρκέλλου συνάρχων, τε Πίσων Λούκιος πενθερὸς αὐτοῦ τιμητὴς ὢν συνηγωνίζοντο · καὶ γὰρ τιμηταὶ τὸν χρόνον τοῦτον τε Κλαύδιος Ἄππιος καὶ Πίσων, καίτοι μὴ βουληθείς, ἐγένοντο.

40.63.3καὶ οὗτος μὲν διὰ τὴν συγγένειαν ὑπῆρχε τῷ Καίσαρι, δὲ δὴ Κλαύδιος ἠναντιοῦτο μὲν αὐτῷ (τὰ γὰρ τοῦ Πομπηίου ᾑρεῖτο), οὐκ ἐλάχιστα δὲ καὶ ἄκων ὠφέλησε · πλείστους γὰρ καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν διέγραψεν, ἐκβιασάμενος τὸν συνάρχοντα, κἀκ τούτου πάντας αὐτοὺς τὰ τοῦ Καίσαρος φρονεῖν ἐποίησεν.

40.63.4 γὰρ Πίσων οὔτ’ἄλλως πράγματ’ἔχειν ἐθέλων καὶ πρὸς τὴν τοῦ γαμβροῦ φιλίαν πολλοὺς θεραπεύων αὐτὸς μὲν οὐδὲν τοιοῦτον ἐποίησεν, ἐκείνῳ δὲ οὐκ ἀντέπραξε πάντας μὲν τοὺς ἐκ τῶν ἀπελευθέρων συχνοὺς δὲ καὶ τῶν πάνυ γενναίων, ἄλλουςτε καὶ τὸν Κρίσπον τὸν Σαλούστιον τὸν τὴν ἱστορίαν γράψαντα, ἀπελάσαντι ἐκ τοῦ συνεδρίου.

40.63.5τὸν μέντοι Κουρίωνα μελλήσαντα καὶ αὐτὸν ἀπαλειφθήσεσθαι ἐξῃτήσατο μετὰ τοῦ Παύλου, οὗπερ

40.64

40.64.1συγγενὴς ἦν · καὶ ὃς οὐκ ἀπήλλαξε μὲν αὐτὸν διὰ τοῦτο, τὴν μέντοι γνώμην ἣν περὶ αὐτοῦ εἶχεν ἐδημοσίευσεν ἐν τῷ βουλευτηρίῳ, ὥστε ἐκεῖνον ἀγανακτήσαντα τὴν ἐσθῆτα αὐτοῦ περιρρῆξαι. παραλαβὼν οὖν τοῦτον Μάρκελλος, καὶ νομίσας ἐπίτε τῷ Κουρίωνι καὶ δι’αὐτὸν καὶ ἐπὶ τῷ Καίσαρι δεινόν τι τὴν γερουσίαν ψηφιεῖσθαι, γνώμας περὶ αὐτοῦ προέθηκεν.

40.64.2 οὖν Κουρίων τὸ μὲν πρῶτον ἠναντιοῦτο μηδεμίαν περὶ αὑτοῦ γνώμην δοθῆναι · γνοὺς δὲ τὸ πολὺ τῶν βουλευτῶν τῶν τότε παρόντων τοὺς μὲν καὶ φρονοῦντας ὄντως τὰ τοῦ Καίσαρος τοὺς δὲ πάνυ αὐτὸν δεδιότας, ἐπέτρεψέ σφισι διαγνῶναι, τοσοῦτον ὑπειπὼν ὅτι σύνοιδα μὲν ἐμαυτῷ τάτε ἄριστα καὶ τὰ συμφορώτατα τῇ πατρίδι πράττοντι, ὑμῖν μέντοι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν παραδίδωμι χρήσασθαι τι βούλεσθε.

40.64.3κατηγορήσας οὖν αὐτοῦ Μάρκελλος ὡς καὶ πάντως ἁλωσομένου, ἔπειτ’ἐπειδὴ πρὸς τῶν πλειόνων ἀφείθη, δεινόντε ἐποιήσατο καὶ ἐκπηδήσας ἐκ τοῦ συνεδρίου πρὸς τὸν Πομπήιον ἐν τῷ προαστείῳ ὄντα ἦλθε, καὶ τήντε φυλακὴν αὐτῷ τῆς πόλεως καὶ δύο στρατόπεδα πολιτικά αὐτὸς καθ’ἑαυτόν, μηδενὸς ἐψηφισμένου, ἔδωκεν.

40.64.4οἱ δὲ δὴ στρατιῶται οὗτοι ὧδέτε καὶ ἐπὶ τῷδε

40.65

40.65.1συνειλεγμένοι καὶ παρόντες τότε ἦσαν. Πομπήιος πρότερον μέν, ἕως ἔτι τὸν Καίσαρα διὰ φιλίας εἶχε, στράτευμα ἓν τῶν ἐκ τοῦ καταλόγου αὐτῷ στρατευομένῳ ἐδεδώκει (οὔτε γὰρ οὗτος πόλεμόν τινα διεχείριζε, καὶ ἐκείνῳ χρεία στρατιωτῶν ἐγένετο), ἐπεὶ δὲ διηνέχθησαν, ἐθελήσας τοῦτότε ἀπολαβεῖν παρ’αὐτοῦ καὶ ἔτι καὶ ἄλλο αὐτὸν προσαφελέσθαι ἐλογοποίησεν ὡς τοῦ Βιβούλου στρατιωτῶν πρὸς τοὺς Πάρθους δεομένου, καὶ ἵνα γε μὴ καινοὶ δή τινες κατάλογοι γένωνται (τότε γὰρ πρᾶγμα κατεπείγειν καὶ περιουσίαν σφίσι στρατοπέδων εἶναι ἔλεγε), ψηφισθῆναι ἐποίησεν ὥστε ἑκάτερόν σφων, ἑαυτόντε καὶ τὸν Καίσαρα, ἓν δεῖν αὐτῷ πέμψαι.

40.65.3 κἀκ τούτου τῶν μὲν συστρατευομένων οἱ οὐδένα ἀπέστειλε, τὸ δὲ δὴ στράτευμα ἐκεῖνο ὅπερ τῷ Καίσαρι ἐδεδώκει ἐκέλευσε τοῖς ἐπὶ τοῦτο ταχθεῖσιν αἰτῆσαι. καὶ οὕτω τῷ μὲν λόγῳ ἀμφότεροι, τὸ δ’ἀληθὲς Καῖσαρ μόνος τὰ δύο ἔπεμψεν ·

40.65.4ᾔδει μὲν γὰρ τὸ γιγνόμενον, ἐπειθάρχησε δὲ μὴ βουληθεὶς αἰτίαν ὡς καὶ ἀνηκουστηκὼς λαβεῖν, ἄλλωςτε καὶ μέλλων ἐπὶ τῇ προφάσει ταύτῃ πολλῷ πλείους στρατιώτας ἀντικαταλέξειν.

40.66

40.66.1ταῦτα οὖν τὰ στρατόπεδα παρεσκευάσθη μὲν ὡς καὶ ἐπὶ τοὺς Πάρθους πεμφθησόμενα, ἐπεὶ δ’οὐδὲν αὐτῶν ἐδέησε (οὐ δὲ γὰρ χρεία σφῶν ἦν), Μάρκελλος πρότερον μέν, φοβηθεὶς μὴ τῷ Καίσαρι ἀποδοθῇ, ἐν τῇ Ἰταλίᾳ δεῖν εἶναι ἔλεγεν, τότε δὲ τῷ Πομπηίῳ, ὥσπερ εἶπον, ἐνεχείρισε.

40.66.2καὶ ἦν γὰρ ἐπ’ἐξόδῳ τοῦ ἔτους τὰ γιγνόμενα, καὶ ἔμελλεν οὐκ ἐπὶ πολύ, ἅτε μήτε τῇ βουλῇ μήτε τῷ δήμῳ δόξαντα, ἰσχύσειν, ἐπήγετο πρὸς τὸν Πομπήιον Κορνήλιόντε Λέντουλον καὶ Γάιον Κλαύδιον τοὺς τῷ ὑστέρῳ ἔτει ὑπατεύσειν μέλλοντας, καὶ ἐποίησε καὶ ἐκείνους τὰ αὐτὰ προστάξαι ·

40.66.3ἐπειδὴ γὰρ καὶ γράμματα τοῖς ἀποδεδειγμένοις ἐς τὰς ἀρχὰς ἐκτιθέναι καὶ ἄλλα τινὰ τῶν τῇ ἡγεμονίᾳ σφῶν προσηκόντων, καὶ πρὶν ἐνίστασθαι αὐτήν, πράττειν ἔτι καὶ τότε ἐξῆν, καὶ τούτου κύριοι ἐνόμιζον εἶναι. καὶ γε Πομπήιος, καίπερ ἐς πάντα τἆλλα ἀκριβὴς ὤν, ὅμως οὐδὲν διὰ τὴν στρατιωτῶν χρείαν ἐπολυπραγμόνησεν, οὔτε ἀφ’ὧν οὔθ’ὅπως αὐτοὺς λαμβάνει, ἀλλὰ καὶ πάνυ ἄσμενός σφας ἐδέξατο.

40.66.4οὐ μέντοι καὶ ἐπράχθη τι οἷον ἄν τις ἐπὶ τηλικούτῳ τολμήματι γενήσεσθαι προσεδόκησεν, ἀλλὰ τὴν ἔχθραν μόνον τὴν πρὸς τὸν Καίσαρα ἐνδειξάμενοι αὐτοὶ μὲν οὐδὲν ἄλλο ἰσχυρὸν παρεσκευάσαντο, ἐκείνῳ δὲ καὶ ἐκ τούτου πρόφασιν εὔλογον ἐς τὸ τὰ στρατόπεδα τὰ συνόντα οἱ κατασχεῖν παρέσχον.

40.66.5 γὰρ Κουρίων ἐπίτε τούτοις πολλὴν ἐν τῷ πλήθει κατηγορίαν κατάτε τῶν ὑπάτων καὶ κατὰ τοῦ Πομπηίου ἐποιήσατο, καὶ ἐπειδὴ διῆρξε, πρὸς τὸν Καίσαρα εὐθὺς ἀφωρμήθη.