Roman History, 42
42.1.1ἡ μὲν οὖν μάχη τοιαύτη δή τις ἐγένετο, καὶ ἀπ’αὐτῆς ὁ Πομπήιος πάντων τῶν ἑαυτοῦ πραγμάτων παραχρῆμα ἀπέγνω, καὶ οὐκέτ’οὔτε τῆς ἰδίας ἀρετῆς οὔτε τοῦ τῶν λοιπῶν στρατιωτῶν πλήθους οὔθ’ὅτι πολλάκις ἡ τύχη δι’ἐλαχίστου τοὺς πταίσαντας ἀναλαμβάνει λογισμόν τινα ἐποιήσατο, καίπερ ἐν τῷ πρόσθεν χρόνῳ πλεῖστον μὲν τὸ εὔθυμον πλεῖστον δὲ τὸ εὔελπι παρὰ πάντα ὅσα ἐσφάλη ἀεί ποτε σχών.
42.1.2αἴτιον δὲ ὅτι ἐν μὲν ἐκείνοις ἀντίπαλος ὡς πλήθει τοῖς ἐναντίοις ὢν οὐ προελάμβανε τῇ γνώμῃ τὴν νίκην, ἀλλ’ἐπ’ἀμφότερα τὴν ἔκβασιν τῶν πραγμάτων, ἔντε τῷ θαρσοῦντι καὶ πρὶν ἐς κατάπληξίν τινα ἀφικέσθαι, προσκοπῶν οὐκ ἠμέλει τῆς τοῦ χείρονος θεραπείας, καὶ διὰ τοῦτ’οὔθ’ὑπείκειν ταῖς συμφοραῖς ἠναγκάζετο καὶ ἀναμάχεσθαι ῥᾳδίως ἐδύνατο, τότε δὲ πολλῷ τοῦ Καίσαρος περισχήσειν ἐλπίσας οὐδὲν προείδετο.
42.1.3οὔκουν οὐ δὲ τὸ στρατόπεδον ἐν ἐπιτηδείῳ ἐποιήσατο, οὐ δ’ἀναφυγὴν οὐδεμίαν ἡττηθέντι οἱ παρεσκεύασε · τρῖψαίτε δυνηθεὶς ἂν τὰ πράγματα, κα- κἀκ τούτου ἀμαχεὶ κρατῆσαι (στρατόςτε γὰρ καθ’ἑκάστην ἡμέραν αὐτῷ προσεγίγνετο, καὶ τὰ ἐπιτήδεια ἄφθονα ἅτε ἔντε φιλίᾳ τῇ πλείστῃ χώρᾳ ὢν καὶ ναυκρατῶν εἶχεν), ὅμως, εἴτε ἐθελοντὴς ὡς καὶ πάντως νικήσων, εἴτε καὶ ὑπὸ τῶν συνόντων ἐκβιασθείς, συνέβαλε.
42.1.4καὶ διὰ ταῦτ’, ἐπειδὴ τάχιστα ἐνικήθη, δεινῶς ἐξεπλάγη καὶ οὔτε τι βούλευμα καίριον οὔτ’ἐλπίδα βεβαίαν ἐς τὸ ἀνακινδυνεῦσαι ἔσχεν. ὅταν γάρ τι ἀπροσδοκήτωςτέ τινι καὶ μετὰ πλείστου παραλόγου προσπέσῃ, τότε φρόνημα αὐτοῦ ταπεινοῖ καὶ τὸ λογιζόμενον ἐκπλήσσει, ὥστ’αὐτὸν κάκιστόντε καὶ ἀσθενέστατον τῶν πρακτέων κριτὴν γενέσθαι ·
42.1.5οὐ γὰρ ἐθέλουσιν οἱ λογισμοὶ τοῖς φόβοις συνεῖναι, ἀλλὰ ἂν μὲν προκατάσχωσί τινα, καὶ μάλα γενναίως αὐτοὺς ἀπωθοῦνται, ἂν δ’ὑστερήσωσιν, ἡττῶνται.
42.2.1διὰ μὲν δὴ ταῦτα καὶ ὁ Πομπήιος, ὡς οὐδὲν αὐτῶν προενόησε, καὶ γυμνὸς καὶ ἄφρακτος εὑρέθη, τάχ’ἂν μὴ χαλεπῶς, εἴπερ τι προεώρατο, πάντα διὰ ταχέων ἀνακτησάμενος. τῶντε γὰρ μεμαχημένων συχνοὶ περιεγεγόνεσαν, καὶ ἑτέρας δυνάμεις οὐ σμικρὰς εἶχε · τότε μέγιστον καὶ χρήματα πολλὰ ἐκέκτητο καὶ τῆς θαλάσσης ἁπάσης ἐκράτει, αἵτε πόλεις καὶ αἱ αὐτοῦ καὶ αἱ ἐν τῇ Ἀσίᾳ καὶ δυστυχήσαντα αὐτὸν ἠγάπων.
42.2.2νῦν δ’ἐπειδήπερ ἐφ’ᾧ μάλιστα ἐθάρσει κακῶς ἀπήλλαξεν, οὐ δὲ ἐκείνων οὐδενὶ ὑπὸ τῆς αὐτίκα τοῦ φόβου προσβολῆς ἐχρήσατο, ἀλλὰ τότε ἔρυμα εὐθὺς ἐξέλιπε καὶ πρὸς Λάρισσαν μετ’ὀλίγων ἔφυγε.
42.2.3καὶ ἐς μὲν τὴν πόλιν οὐκ ἐσῆλθε καίτοι τῶν Λαρισσαίων ἐσκαλούντων, φοβηθεὶς μή τινα αἰτίαν ἐκ τούτου ὄφλωσιν · ἀλλ’ἐκείνους μὲν τῷ κρατοῦντι προσχωρῆσαι ἐκέλευσεν, αὐτὸς δὲ τάτε ἐπιτήδεια λαβὼν καὶ ἐπὶ τὴν θάλασσαν καταβὰς ἐς Λέσβον ὁλκάδι πρόςτε τὴν γυναῖκα τὴν Κορνηλίαν καὶ πρὸς τὸν υἱὸν τὸν Σέξτον ἔπλευσε.
42.2.4καὶ αὐτοὺς παραλαβὼν καὶ μη δὲ ἐς τὴν Μυτιλήνην ἐσελθὼν ἐς Αἴγυπτον ἀπῆρε, συμμαχίαν παρὰ τοῦ Πτολεμαίου τοῦ βασιλεύοντος αὐτῆς σχήσειν ἐλπίσας · τοῦτε γὰρ Πτολεμαίου τοῦ διὰ τοῦ Γαβινίου τὴν βασιλείαν παρ’αὐτοῦ ἀπολαβόντος υἱὸς ἦν, καὶ διὰ τοῦτο καὶ τὸ ναυτικὸν ἐς ἐπικουρίαν οἱ ἐπεπόμφει.
42.2.5ἤκουσα μὲν γὰρ ὅτι καὶ ἐς Πάρθους φυγεῖν ἐβουλεύσατο, οὐ μέντοι καὶ πιστεύειν ἔχω. ἐκεῖνοίτε γὰρ τούςτε Ῥωμαίους πάντας, ἀφ’οὗ σφισιν ὁ Κράσσος ἐπεστράτευσε, καὶ τὸν Πομπήιον μάλιστα ἅτε καὶ προσήκοντα αὐτῷ, οὕτως ἐμίσουν ὥστε καὶ τὸν πρεσβευτὴν αὐτοῦ πρὸς τὴν αἴτησιν τῆς βοηθείας ἐλθόντα δῆσαι καίπερ βουλευτὴν ὄντα ·
42.2.6καὶ ὁ Πομπήιος οὐκ ἄν ποτε τοῦ πολεμιωτάτου, οὗ γε εὖ πράττων οὐκ ἐτετυχήκει, ἱκέτης ὑπέμεινε δυστυχήσας γενέσθαι.
42.3.1ἀλλ’ἐς τὴν Αἴγυπτον δι’ἅπερ εἶπον ὥρμησε, καὶ παρὰ τὴν ἤπειρον μέχρι Κιλικίας κομισθεὶς ἐκεῖθεν πρὸς τὸ Πηλούσιον ἐπεραιώθη, ὅπου ὁ Πτολεμαῖος Κλεοπάτρᾳ τῇ ἀδελφῇ πολεμῶν ἐστρατοπεδεύετο.
42.3.2τάςτε ναῦς ἀνοκωχεύσας ἔπεμψέ τινας, τῆςτε πατρῴας αὐτὸν εὐεργεσίας ἀναμιμνήσκων καὶ δεόμενος ἐπὶ ῥητοῖςτέ τισι καὶ βεβαίοις καταχθῆναι · ἐκβῆναι γὰρ πρὶν ἀσφάλειάν τινα λαβεῖν οὐκ ἐθάρσησε.
42.3.3καὶ αὐτῷ ὁ μὲν Πτολεμαῖος οὐδέν (παῖς γὰρ ἔτι κομιδῇ ἦν) ἀπεκρίνατο, τῶν δὲ δὴ Αἰγυπτίων τινὲς καὶ Λούκιος Σεπτίμιος ἀνὴρ Ῥωμαῖος, συνεστρατευκὼς μέν ποτε τῷ Πομπηίῳ, συγγεγονὼς δὲ τῷ Γαβινίῳ καὶ πρὸς ἐκείνου τῷ Πτολεμαίῳ μετὰ στρατιωτῶν ἐς φυλακὴν αὐτοῦ καταλελειμμένος, ἦλθον μὲν ὡς φίλοι, ἐπεβούλευσαν δὲ ἀνοσίως, καὶ ἐκ τούτου προστρόπαιον καὶ ἑαυτοῖς καὶ τῇ Αἰγύπτῳ πάσῃ προσέθεντο ·
42.3.4αὐτοίτε γὰρ οὐκ ἐς μακρὰν ἀπώλοντο, καὶ οἱ Αἰγύπτιοι τὸ μὲν πρῶτον τῇ Κλεοπάτρᾳ δουλεύειν, ὅπερ ἥκιστα ἐβούλοντο, παρεδόθησαν, ἔπειτα δὲ καὶ ἐς τὸ τῶν Ῥωμαίων ὑπήκοον ἐσεγράφησαν.
42.4.1ἐν δ’οὖν τῷ τότε Σεπτίμιος καὶ Ἀχιλλᾶς ὁ στρατίαρχος, ἄλλοιτε μετ’αὐτῶν ὄντες, ἑτοίμως ἔφασαν ἐσδέξεσθαι τὸν Πομπήιον, ὅπως ὡς ῥᾷστα ἀπατηθεὶς ἁλοίη · καὶ τούςτε ἐλθόντας παρ’αὐτοῦ προέπεμψαν, θαρσεῖν σφας ἔνιοι κελεύσαντες, καὶ αὐτοὶ μετὰ τοῦτο ἀκατίων ἐπιβάντες προσέπλευσαν αὐτῷ, καὶ τάτε ἄλλα ἐφιλοφρονήσαντο αὐτὸν καὶ ἠξίωσαν πρὸς ἑαυτοὺς μετεκβῆναι, λέγοντες μήτε τινὰ ναῦν δύνασθαι ὑπὸ τοῦ μεγέθους διὰ τὰ βράχη πρὸς τὴν γῆν προσσχεῖν, καὶ τὸν Πτολεμαῖον ἐν πολλῇ ἐπιθυμίᾳ εἶναι θᾶσσον αὐτὸν ἰδεῖν.
42.4.3καὶ ὁ μὲν οὕτω, καίτοι πάντων οἱ τῶν σύμπλων ἀπαγορευόντων, πιστεύσας αὐτοῖς […] τοσοῦτον μόνον εἰπών, “ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται, κείνου ’στὶ δοῦλος, κα- κἂν ἐλεύθερος μόλῃ” ·
42.4.4οἱ δὲ ἐπειδὴ ἐγγὺς τῆς γῆς ἐγένοντο, φοβηθέντες μὴ καὶ ἐντυχὼν τῷ Πτολεμαίῳ σωθῇ εἴτε ὑπ’αὐτοῦ ἐκείνου ἢ καὶ ὑπὸ τῶν Ῥωμαίων τῶν συνόντων αὐτῷ ἢ καὶ ὑπὸ τῶν Αἰγυπτίων (καὶ γὰρ εὔνοιαν αὐτοῦ μεγάλην εἶχον), ἀπέκτειναν αὐτὸν πρὶν καταπλεῦσαι, μηδὲν μήτ’εἰπόντα μήτ’ὀδυράμενον.
42.4.5ὡς γὰρ τάχιστα τῆςτε ἐπιβουλῆς ᾔσθετο, καὶ ἔγνω ὅτι οὔτ’ἀμύνασθαί σφας οὔτε διαφυγεῖν δυνήσεται, συνεκαλύψατο.
42.5.1τοιοῦτον μὲν τὸ τέλος τῷ Πομπηίῳ ἐκείνῳ τῷ μεγάλῳ ἐγένετο, ὥστε καὶ διὰ τούτου τήντε ἀσθένειαν καὶ τὴν ἀτοπίαν τοῦ ἀνθρωπείου γένους ἐλεγχθῆναι.
42.5.2προμηθείαςτε γὰρ οὐδὲν ἐλλείπων, ἀλλὰ πρὸς τὸ κακουργῆσαίτε δυνάμενον ἀσφαλέστατος ἀεί ποτε γενόμενος ἠπατήθη, καὶ νίκας πολλὰς μὲν ἐν τῇ Ἀφρικῇ πολλὰς δὲ καὶ ἐν τῇ Ἀσίᾳ τῇτε Εὐρώπῃ παραδόξους καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἐκ μειρακίου ἀνελόμενος ἡττήθη παραλόγως ὀκτώτε καὶ πεντηκοντούτης ὤν, τήντε θάλασσαν τὴν τῶν Ῥωμαίων πᾶσαν ἡμερώσας ἐν αὐτῇ ἐκείνῃ διώλετο, καὶ χιλίων ποτὲ νεῶν, ὡς ὁ λόγος ἔχει, ἄρξας ἐν πλοιαρίῳ τινί, πρόςτε τῇ Αἰγύπτῳ καὶ πρὸς τοῦ Πτολεμαίου τρόπον τινὰ οὗ ποτε τὸν πατέρα ἔςτε ἐκείνην ἅμα καὶ ἐς τὴν βασιλείαν κατήγαγε, διεφθάρη ·
42.5.4ὃν γάρ τοι καὶ τότε ἔτι στρατιῶται Ῥωμαῖοι διὰ τὴν τοῦ Πομπηίου χάριν ὑπὸ τοῦ Γαβινίου, διὰ τὸ τῶν Αἰγυπτίων ἐς τὸν πατέρα αὐτοῦ μῖσος, καταλειφθέντες ἐφρούρουν, οὗτος αὐτὸν δι’αὐτῶν ἐκείνων ἑκατέρων ἀπεκτονέναι ἔδοξε.
42.5.5Πομπήιος μὲν δὴ κράτιστος πρότερον Ῥωμαίων νομισθείς, ὥστε καὶ Ἀγαμέμνονα αὐτὸν ἐπικαλεῖσθαι, τότε καθάπερ τις καὶ αὐτῶν τῶν Αἰγυπτίων ἔσχατος, πρόςτε τῷ Κασίῳ ὄρει καὶ ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ποτε τάτε τοῦ Μιθριδάτου καὶ τὰ τῶν καταποντιστῶν ἐπινίκια ἤγαγεν, ἐσφάγη, ὥστε μηδὲν μη δὲ ἐν τούτῳ ὁμολογηθῆναι ·
42.5.6ἔντε γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ τὰ λαμπρότατα πρὶν πράξας τότε τὰ ἀλγεινότατα ἔπαθε, καὶ ἐς πάντας τοὺς πολίτας τοὺς Κασσίους ἐκ χρησμοῦ τινος ὑποπτεύων πρὸς μὲν ἀνδρὸς Κασσίου οὐδενὸς ἐπεβουλεύθη, παρὰ δὲ δὴ τῷ ὄρει τῷ τὴν ἐπίκλησιν ταύτην ἔχοντι καὶ ἀπέθανε καὶ ἐτάφη.
42.5.7τῶν δὲ δὴ συμπλεόντων αὐτῷ οἱ μὲν αὐτίκα ἑάλωσαν οἱ δὲ καὶ ἔφυγον, ἄλλοιτε καὶ ὁ παῖς ἥτε γυνὴ αὐτοῦ. καὶ ἡ μὲν καὶ ἐς τὴν Ῥώμην μετὰ ταῦτα ἀδείας τυχοῦσα ἀνεσώθη, ὁ δὲ δὴ Σέξτος ἐς τὴν Ἀφρικὴν πρὸς τὸν ἀδελφὸν τὸν Γναῖον ἐκομίσθη · τούτοις γὰρ δὴ τοῖς ὀνόμασι διακεκρίδαται, ἐπειδὴ τὴν τοῦ Πομπηίου πρόσρησιν ἀμφότεροι εἶχον.
42.6.1Καῖσαρ δὲ ὡς τότε μετὰ τὴν μάχην τὰ κατεπείγοντα διῳκήσατο, τὴν μὲν Ἑλλάδα τάτε λοιπὰ τὰ ταύτῃ ἄλλοις τισὶ καὶ προσποιεῖσθαι καὶ καθίστασθαι προσέταξεν, αὐτὸς δὲ τὸν Πομπήιον ἐπεδίωξε. καὶ μέχρι μὲν τῆς Ἀσίας κατὰ πύστιν αὐτοῦ προϊὼν ἠπείχθη, ἐνταῦθα δέ, ἐπειδὴ μηδεὶς ὅπῃ πεπλευκὼς ἦν ἠπίστατο, ἐνδιέτριψεν.
42.6.2οὕτω δ’οὖν ἐν τύχῃ πάντα αὐτῷ προεχώρει ὥστε καὶ τὸν Ἑλλήσποντον ἐν πορθμείῳ τινὶ περαιούμενος ἐνέτυχε μὲν τῷ τοῦ Πομπηίου ναυτικῷ μετὰ τοῦ Κασσίου τοῦ Λουκίου πλέοντι, οὐ μόνον δὲ οὐδὲν δεινὸν ὑπ’αὐτῶν ἔπαθεν, ἀλλὰ καὶ προσκαταπλήξας σφᾶς προσεποιήσατο.
42.6.3κα- κἀκ τούτου καὶ τὰ ἄλλα τὰ ἐκείνῃ, μηδενὸς ἔτ’ἀνταίροντος, παρελάμβανε καὶ διῴκει, χρημάτων μὲν ἐκλογήν, ὥσπερ εἶπον, ποιούμενος, ἄλλο δὲ μηδὲν μηδένα λυπῶν, ἀλλὰ καὶ εὐεργετῶν πάντας ὅσα ἐνεδέχετο. τοὺς γοῦν τελώνας πικρότατά σφισι χρωμένους ἀπαλλάξας, ἐς φόρου συντέλειαν τὸ συμβαῖνον ἐκ τῶν τελῶν κατεστήσατο.
42.7.1κα- κἀν τούτῳ πυθόμενος τὸν Πομπήιον πρὸς τὴν Αἴγυπτον πλέοντα, καὶ δείσας μὴ προκατασχὼν αὐτὴν αὖθις ἰσχύσῃ, ἀφωρμήθη κατὰ τάχος.
42.7.2καὶ ἐκεῖνον μὲν οὐκέτι περιόντα κατέλαβε, τῇ δ’Ἀλεξανδρείᾳ αὐτῇ μετ’ὀλίγων πολὺ πρὸ τῶν ἄλλων, πρὶν τὸν Πτολεμαῖον ἐκ τοῦ Πηλουσίου ἐλθεῖν, προσπλεύσας, καὶ τοὺς Ἀλεξανδρέας θορυβουμένους ἐπὶ τῷ τοῦ Πομπηίου θανάτῳ εὑρών, οὐκ ἐθάρσησεν εὐθὺς ἐς τὴν γῆν ἐκβῆναι, ἀλλ’ἀνορμισάμενος ἀνεῖχε μέχρις οὗ τήντε κεφαλὴν καὶ τὸν δακτύλιον αὐτοῦ πεμφθέντα οἱ ὑπὸ τοῦ Πτολεμαίου εἶδεν.
42.7.3οὕτω δὴ ἐς μὲν τὴν ἤπειρον θαρσούντως προσέσχεν, ἀγανακτήσεως δὲ ἐπὶ τοῖς ῥαβδούχοις αὐτοῦ παρὰ τοῦ πλήθους γενομένης αὐτὸς μὲν ἀγαπητῶς ἐς τὰ βασίλεια προκατέφυγε, τῶν δὲ δὴ στρατιωτῶν τινες τὰ ὅπλα ἀφῃρέθησαν, καὶ διὰ τοῦθ’οἱ λοιποὶ ἀνωρμίσαντο αὖθις, ἕως πᾶσαι αἱ νῆες ἐπικατήχθησαν.
42.8.1ὁ δ’οὖν Καῖσαρ τὴν τοῦ Πομπηίου κεφαλὴν ἰδὼν κατεδάκρυσε καὶ κατωλοφύρατο, πολίτηντε αὐτὸν καὶ γαμβρὸν ὀνομάζων, καὶ πάνθ’ὅσα ποτὲ ἀλλήλοις ἀνθυπουργήκεσαν ἀναριθμούμενος. τοῖςτε ἀποκτείνασιν αὐτὸν οὐχ ὅπως εὐεργεσίαν τινὰ ὀφείλειν ἔφη, ἀλλὰ καὶ ἐπεκάλει, καὶ ἐκείνην κοσμῆσαίτε καὶ εὐθετῆσαι καὶ θάψαι τισὶν ἐκέλευσε.
42.8.2καὶ ἐπὶ μὲν τούτῳ ἔπαινον ἔσχεν, ἐπὶ δὲ δὴ τῇ προσποιήσει γέλωτα ὠφλίσκανε · τῆς γὰρ δυναστείας δεινῶς ἀπ’ἀρχῆς ἐφιέμενος, καὶ ἐκεῖνον καὶ ὡς ἀνταγωνιστὴν καὶ ὡς ἀντίπαλον ἀεί ποτε μισήσας, καὶ τάτε ἄλλα ἐπ’αὐτῷ πάντα πράξας καὶ τὸν πόλεμον τόνδε οὐκ ἐπ’ἄλλο τι παρασκευάσας ἢ ἵνα ἀπολομένου αὐτοῦ πρωτεύσῃ, τότετε ἐς τὴν Αἴγυπτον οὐ δι’ἄλλο τι ἐπειχθεὶς ἢ ἵνα αὐτόν, εἰ περιείη, προσκατεργάσαιτο, ποθεῖντε αὐτὸν ἐπλάττετο καὶ ἀγανακτεῖν τῷ ὀλέθρῳ αὐτοῦ ἐσκήπτετο.
42.9.1καὶ ὁ μὲν μηδὲν ἔτι πολέμιον ὑπεξῃρημένου οἱ ἐκείνου καταλείπεσθαι νομίζων, ἐν τῇ Αἰγύπτῳ ἐνεχρόνισεν ἀργυρολογῶν καὶ τὰ τοῦ Πτολεμαίου καὶ τὰ τῆς Κλεοπάτρας διάφορα διακρίνων · πόλεμοι δὲ ἐν τούτῳ ἕτεροι αὐτῷ παρεσκευάσθησαν.
42.9.2ἥτε γὰρ Αἴγυπτος ἐνεόχμωσε, καὶ ὁ Φαρνάκης ἤρξατο μὲν εὐθύς, ἐπειδὴ πρῶτον τόντε Πομπήιον καὶ τὸν Καίσαρα ἐκπεπολεμῶσθαι ἔμαθε, τῆς πατρῴας ἀρχῆς ἀντιποιεῖσθαι (χρονιεῖντε γὰρ αὐτοὺς ἐν τῇ στάσει καὶ τὰς δυνάμεις τῶν Ῥωμαίων αὐτὰς περὶ αὑταῖς ἀναλώσειν ἤλπισεν), εἴχετο δὲ καὶ τότε τῶν προκειμένων, ὅτιτε ἅπαξ ἐκεκίνητο καὶ ὅτι πόρρω τὸν Καίσαρα ὄντα ἐπύθετο, καὶ πολλά γε χωρία προκατέλαβε.
42.9.3κα- κἀν τούτῳ καὶ ὁ Κάτων καὶ ὁ Σκιπίων, οἵτε ἄλλοι οἱ τὴν αὐτήν σφισι γνώμην ἔχοντες, καὶ ἐμφύλιον καὶ ὀθνεῖον ἐν τῇ Ἀφρικῇ πόλεμον ἤγειραν.
42.10.1ἔσχε γὰρ οὕτως. ὁ Κάτων ἐν τῷ Δυρραχίῳ πρὸς τοῦ Πομπηίου τάτε ἐκ τῆς Ἰταλίας ἐπιτηρεῖν, ἄν τις διαβαίνῃ, καὶ τοὺς Παρθινοὺς κατείργειν, ἄν τι παρακινῶσι, καταλειφθεὶς τὸ μὲν πρῶτον ἐκείνοις ἐπολέμει, ἡττηθέντος δὲ τοῦ Πομπηίου τὴν μὲν Ἤπειρον ἐξέλιπεν, ἐς δὲ Κέρκυραν μετὰ τῶν ὁμογνωμονούντων οἱ κομισθεὶς ἐνταῦθα τούςτε ἐκ τῆς μάχης διαφυγόντας καὶ τοὺς ἄλλους τοὺς τὰ αὐτὰ φρονοῦντας ἐδέχετο.
42.10.2Κικέρων μὲν γὰρ καὶ ἄλλοι τινὲς τῶν βουλευτῶν ἐς τὴν Ῥώμην παραχρῆμα ἀπῆραν ·
42.10.3οἱ δὲ δὴ πλείους μετάτε τοῦ Λαβιήνου καὶ μετὰ τοῦ Ἀφρανίου, ἅτε μηδεμίαν ἐν τῷ Καίσαρι ἐλπίδα, ὁ μὲν ὅτι ηὐτομολήκει, ὁ δὲ ὅτι σωθεὶς ὑπ’αὐτοῦ αὖθίς οἱ ἐπεπολεμήκει, ἐχόντων, πρόςτε τὸν Κάτωνα ἦλθον καὶ ἐκεῖνον προστησάμενοι ἐπολέμουν.
42.11.1καὶ μετὰ τοῦτο καὶ ὁ Ὀκτάουιός σφισι προσεγένετο. ὡς γὰρ τότε τὸν Ἰόνιον ἐσέπλευσε καὶ τὸν Ἀντώνιον τὸν Γάιον συνέλαβεν, ἄλλων μέν τινων χωρίων ἐκράτησε, τὴν δὲ δὴ Σάλωνα, καίπερ ἐπὶ πλεῖστον αὐτὴν πολιορκήσας, οὐχ εἷλε.
42.11.2τάτε γὰρ ἄλλα ἰσχυρῶς αὐτὸν ἀπεκρούοντο, βοηθοῦντά σφισι τὸν Γαβίνιον ἔχοντες, καὶ τέλος μετὰ τῶν γυναικῶν ἐπεκδραμόντες μέγα ἔργον εἰργάσαντο · ἐκεῖναίτε γὰρ τάςτε κόμας καθεῖσαι καὶ στολὰς μελαίνας ἐνδυσάμεναι λαμπάδαςτε λαβοῦσαι, καὶ τὸ σύμπαν πρὸς τὸ φοβερώτατον σχηματισάμεναι, τῷτε στρατοπέδῳ τῷ πολιορκοῦντί σφας νυκτὸς μέσης προσέμιξαν, καὶ τοὺς προφύλακας ὡς καὶ δαίμονές τινες ἐκπλήξασαι τὸ πῦρ ἐς τὸ χαράκωμα ἁπανταχόθεν ἅμα ἐνέβαλον, καὶ αὐτοὶ ἐπισπόμενοί σφισι πολλοὺς μὲν ταραττομένους πολλοὺς δὲ καὶ καθεύδοντας ἐφόνευσαν, καὶ ἐκεῖνότε εὐθὺς κατέσχον, καὶ τὸ ναύσταθμον ἐν ᾧ ὁ Ὀκτάουιος ηὐλίζετο αὐτοβοεὶ εἷλον.
42.11.4οὐ μέντοι καὶ ἐν ῥᾳστώνῃ τινὶ ἐγένοντο · διαφυγὼν γάρ πως αὐτοὺς δύναμίντε αὖθις ἤθροισε, καὶ μάχῃ νικήσας προσήδρευε σφίσι. κα- κἀν τούτῳ τοῦ Γαβινίου νόσῳ τελευτήσαντος τῆςτε θαλάσσης τῆς ἐκεῖ πάσης ἐκράτησε, καὶ ἐς τὴν γῆν ἐκβαίνων πολλὰ αὐτῆς ἐκακούργει, μέχρις οὗ ἥτε πρὸς Φαρσάλῳ μάχη ἐγένετο, καὶ οἱ στρατιῶται αὐτοῦ ἐπιπλευσάντων τινῶν ἐκ τοῦ Βρεντεσίου σφίσι μετέστησαν, μη δὲ ἐς χεῖρας αὐτοῖς ἐλθόντες.
42.11.5τότε γὰρ ἐρημωθεὶς τῶν συμμάχων ἐς τὴν Κέρκυραν ἀπεχώρησε.
42.12.1καὶ ὁ Πομπήιος δὲ ὁ Γναῖος πρότερον μὲν τῷ τῶν Αἰγυπτίων ναυτικῷ περιπλέων τήντε Ἤπειρον καλουμένην κατέτρεχε καὶ Ὠρικὸν ὀλίγου εἷλε, Μάρκου Ἀκιλίου αὐτὸ κατέχοντος, καὶ τόντε ἔσπλουν τὸν ἐς τὸν λιμένα πλοίοις λίθων γέμουσι χώσαντος, καὶ περὶ τὸ στόμα αὐτοῦ πύργους ἑκατέρωθεν ἐπίτε τῆς ἠπείρου καὶ ἐφ’ὁλκάδων ἐγείραντος.
42.12.2τούςτε γὰρ λίθους τοὺς ἐν τοῖς σκάφεσιν ἐγκειμένους κολυμβηταῖς ὑφύδροις διασκεδάσας, καὶ αὐτὰ ἐκεῖνα κουφισθέντα ἑλκύσας, τόντε ἔσπλουν ἠλευθέρωσε, καὶ μετὰ τοῦτο ὁπλίτας ἐφ’ἑκάτερα τῆς χηλῆς ἐκβιβάσας ἐπεσέπλευσε, καὶ τάτε πλοῖα πάντα καὶ τῆς πόλεως τὸ πολὺ κατέκαυσεν.
42.12.3εἷλε δ’ἂν καὶ τὴν λοιπήν, εἰ μὴ τρωθεὶς δέος τοῖς Αἰγυπτίοις μὴ καὶ ἀποθάνῃ παρέσχε. θεραπευθεὶς δ’οὖν Ὠρικῷ μὲν οὐκέτι προσέβαλε, τὰ δ’ἄλλα περιφοιτῶν ἐπόρθει, καί ποτε καὶ αὐτοῦ τοῦ Βρεντεσίου μάτην, ὥσπερ που καὶ ἄλλοι τινές, ἐπείρασε.
42.12.4τέως μὲν δὴ ταῦτ’ἐποίει · ἐπεὶ δὲ ὅτε πατὴρ αὐτοῦ ἡττήθη καὶ οἱ Αἰγύπτιοι πυθόμενοι τοῦτο οἴκαδε ἀπέπλευσαν, οὕτω δὴ πρὸς τὸν Κάτωνα ἀφίκετο.
42.13.1καὶ αὐτὸν Κάσσιος ὁ Γάιος ἐμιμήσατο, πλεῖστα μὲν καὶ τῆς Σικελίας καὶ τῆς Ἰταλίας λυπήσας, πολλαῖς δὲ μάχαις ἔντε τῇ θαλάσσῃ καὶ ἐν τῇ ἠπείρῳ συχνοὺς νικήσας.
42.13.2προύχοντα μὲν δὴ τὸν Κάτωνα ἀρετῇ σφῶν ἰδόντες πολλοὶ πρὸς αὐτὸν συγκατέφυγον, καὶ αὐτοῖς ἐκεῖνος συναγωνισταῖς καὶ συμβούλοις πρὸς πάντα χρώμενος ἐς Πελοπόννησον, ὡς καὶ καταληψόμενος αὐτήν, ἔπλευσεν · οὐ γάρ πω τὸν Πομπήιον τεθνεῶτα ἠκηκόει.
42.13.3καὶ Πάτρας μὲν κατέσχον, κα- κἀνταῦθα ἄλλουςτε πολλοὺς καὶ τὸν Πετρέιον τόντε Πομπηίου γαμβρὸν τὸν Φαῦστον προσέλαβον · Κυίντου δὲ δὴ Φουφίου Καλήνου μετὰ τοῦτο ἐπιστρατεύσαντός σφισιν ἐξανήχθησαν, καὶ ἐς Κυρήνην ἐλθόντες καὶ ἐκεῖ τὸν τοῦ Πομπηίου θάνατον μαθόντες οὐκέτι συνεφρόνησαν, ἀλλ’ὁ μὲν Κάτων δι’ἀχθηδόνα τῆς τοῦ Καίσαρος δυναστείας, καὶ ἄλλοι τινὲς δι’ἀπόγνωσιν τῆς παρ’αὐτοῦ συγγνώμης, ἔςτε τὴν Ἀφρικὴν μετὰ τοῦ στρατοῦ ἔπλευσαν καὶ τὸν Σκιπίωνα προσλαβόντες πάντα ἐπὶ τῷ Καίσαρι ἔπραττον, οἱ δὲ δὴ πλείους ἐσκεδάσθησαν, καὶ αὐτῶν οἱ μὲν ἄλλοι ἀποχωρήσαντες ἀπήλλαξαν ὥς που καὶ συνέτυχε σφίσιν, οἱ δὲ καὶ πρὸς τὸν Καίσαρα παραχρῆμα ἐλθόντες, ἄλλοιτε καὶ Γάιος Κάσσιος, ἀδείας ἔτυχον.
42.14.1ὁ δὲ δὴ Καλῆνος ἐπέμφθητε ἐς τὴν Ἑλλάδα πρὸ τῆς μάχης ὑπὸ τοῦ Καίσαρος, καὶ εἷλεν ἄλλατε καὶ τὸν Πειραιᾶ ἅτε καὶ ἀτείχιστον ὄντα. τὰς γὰρ Ἀθήνας, καίπερ πλεῖστα τὴν χώραν αὐτῶν κακώσας, οὐκ ἠδυνήθη πρὸ τῆς τοῦ Πομπηίου ἥττης λαβεῖν ·
42.14.2τότε γὰρ ἐθελονταὶ αὐτῷ προσεχώρησαν, καὶ αὐτοὺς ὁ Καῖσαρ μηδὲν μνησικακήσας ἀθῴους ἀφῆκε, τοσοῦτον μόνον εἰπών, ὅτι πολλὰ ἁμαρτάνοντες ὑπὸ τῶν νεκρῶν σώζοιντο. τὸ δὲ δὴ ἔπος τοῦτο ἐδήλου ὅτι σφῶν διάτε τοὺς προγόνους καὶ διὰ τὴν δόξαν τήντε ἀρετὴν αὐτῶν ἐφείσατο.
42.14.3Ἀθῆναι μὲν οὖν καὶ τὰ ἄλλα τὰ πλείω τῆς Ἑλλάδος εὐθὺς τότε ὡμολόγησαν αὐτῷ, Μεγαρεῖς δὲ καὶ ὣς ἀντέσχον · πολλῷτε ὕστερον χρόνῳ τὰ μὲν βίᾳ τὰ δὲ καὶ προδοσίᾳ ἥλωσαν. ὅθενπερ φόνοςτε αὐτῶν πολὺς ἐγένετο καὶ οἱ λοιποὶ ἐπράθησαν.
42.14.4ὁ μέντοι Καλῆνος τοῦτο μέν, ἵνα δὴ καὶ κατ’ἀξίαν αὐτοὺς τετιμωρῆσθαι δόξῃ, ἐποίησε · φοβηθεὶς δὲ μὴ καὶ παντελῶς ἡ πόλις ἀπόληται, πρῶτα μὲν τοῖς ἐπιτηδείοις σφᾶς, ἔπειτα δὲ καὶ ἐλαχίστου ἀπέδοτο, ἵν’ἐλευθερωθῶσι.
42.14.5καὶ ὁ μὲν ταῦτα πράξας ἐπίτε τὰς Πάτρας ἐπεστράτευσε, καὶ ἀμαχεὶ αὐτάς, τόντε Κάτωνα καὶ τοὺς μετ’αὐτοῦ προεκφοβήσας, κατέσχεν ·
42.15.1ἐν ᾧ δὲ ταῦτα ὡς ἕκαστα ἐπράττετο, καὶ ἡ Ἰβηρία καίπερ εἰρηνεύσασα ἐκινήθη. ἐπειδὴ γὰρ ὁ Λογγῖνος ὁ Κύιντος πολλὰ καὶ τότε αὐτοὺς ἐλυμαίνετο, τὸ μὲν πρῶτον ὀλίγοι τινὲς συνέστησαν ὡς καὶ ἀποκτενοῦντες αὐτόν ·
42.15.2ἐπεὶ δὲ δὴ τρωθεὶς διέφυγε κα- κἀκ τούτου πολλῷ μείζω σφᾶς ἠδίκει, συχνοὶ μὲν Κορδουβήσιοι συχνοὶ δὲ καὶ στρατιῶται, ἅτε καὶ τοῦ Πομπηίου γεγονότες, ἐπανέστησαν αὐτῷ, Μᾶρκον Μάρκελλον Αἰσερνῖνον τὸν ταμίαν προστησάμενοι.
42.15.3οὐ μὴν καὶ ὅλῃ τῇ γνώμῃ αὐτοὺς προσεδέξατο, ἀλλὰ τότε ἀστάθμητον τῶν πραγμάτων ὁρῶν καὶ τὴν ἔκβασίν σφων ἐφ’ἑκάτερα προσδεχόμενος ἐπημφοτέριζε καὶ διὰ μέσου πάντα καὶ ἔλεγε καὶ ἔπραττεν, ὥστε, ἄντε ὁ Καῖσαρ ἄντε καὶ ὁ Πομπήιος κρατήσῃ, ἀμφοτέροις σφίσι συνηγωνίσθαι δόξαι.
42.15.4Πομπηίῳ μὲν γάρ, ὅτι τούςτε μεταστάντας πρὸς αὐτὸν ἐδέξατο καὶ τῷ Λογγίνῳ τὰ τοῦ Καίσαρος πράττειν λέγοντι ἀντεπολέμησεν, ἐχαρίσατο, Καίσαρι δὲ ὅτι καὶ τοὺς στρατιώτας, ὡς καὶ τοῦ Λογγίνου νεωτερίζοντός τι, παραλαβὼν τούτουςτε αὐτῷ ἐτήρησε καὶ ἐκεῖνον οὐκ εἴασε πολεμωθῆναι.
42.15.5καὶ τό γε ὄνομα τὸ τοῦ Πομπηίου τῶν στρατιωτῶν ταῖς ἀσπίσιν ἐπιγραψάντων ἀπήλειψεν, ὅπως καὶ ἐκ τοῦ τοιούτου τῷ μὲν τὰ ἔργα τῶν ὅπλων τῷ δὲ τὴν δόκησιν προβάλλων, καὶ τῶν μὲν ὑπὲρ τοῦ κρατήσαντος γεγονότων προσποιούμενος, τὰ δὲ ἐναντία ἔςτε τὴν ἀνάγκην καὶ ἐς ἄλλους τινὰς ἀναφέρων, ἀσφαλὴς εἴη ·
42.16.1καὶ διὰ τοῦτο, καίτοι παρασχὸν αὐτῷ παντελῶς τοῦ Λογγίνου τῷ πλήθει κρατῆσαι, οὐκ ἠθέλησεν, ἀλλ’ἔςτε ἔνδειξιν καὶ ἐς παρασκευὴν ὧν ἐβούλετο προάγων τὰ πράγματα, ἐπ’ἄλλοις τισὶ τὰ ἀμφίλογα αὐτῶν ἐποιήσατο, ὥστε καὶ ἐν οἷς ἠλαττώθη καὶ ἐν οἷς ἐπλεονέκτησέ τι, ὑπὲρ τοῦ αὐτοῦ ὁμοίως τὰ μὲν ὡς αὐτὸς καὶ ἐποίησε καὶ οὐκ ἐποίησε, τὰ δὲ ὡς ἕτεροι, προτείνασθαι δυνηθῆναι.
42.16.2καὶ ὁ μὲν οὕτω διαγαγὼν μέχρις οὗ καὶ ὁ Καῖσαρ ἐνίκησε, παραχρῆμα μὲν ἐς ὀργὴν αὐτῷ ἦλθε καὶ ὑπερωρίσθη, ἔπειτα δὲ κατῆλθε καὶ ἐτιμήθη · Λογγῖνος δέ, καταβοησάντων αὐτοῦ διὰ πρεσβείας τῶν Ἰβήρων, τῆςτε ἀρχῆς ἐξέπεσε, καὶ οἴκαδε ἀνακομιζόμενος ἐφθάρη πρὸς ταῖς τοῦ Ἴβηρος ἐκβολαῖς.
42.17.1ταῦτα μὲν ἔξω ἐγίγνετο · οἱ δὲ ἐν τῇ Ῥώμῃ, τέως μὲν ἔντε ἀμφιλόγῳ καὶ ἐν μετεώρῳ τάτε τοῦ Καίσαρος καὶ τὰ τοῦ Πομπηίου πράγματα ἦν, ἐκ μὲν τοῦ προφανοῦς πάντες τὰ τοῦ Καίσαρος ὑπότε τῆς δυνάμεως αὐτοῦ τῆς συνούσης σφίσι καὶ ὑπὸ τοῦ Σερουιλίου τοῦ συνάρχοντος ἐσπούδαζον, καὶ εἴτε που κρατήσας ἠγγέλθη, ἔχαιρον, εἴτε καὶ πταίσας, ἐλυποῦντο, οἱ μὲν ἀληθῶς οἱ δὲ πλαστῶς ἑκάτερον ·
42.17.2καὶ γὰρ κατάσκοποί σφων καὶ κατήκοοι, πάνθ’ὅσα ἐπ’αὐτοῖς καὶ ἐλέγετο καὶ ἐγίγνετο παρατηροῦντες, πολλοὶ περιενόστουν ·
42.17.3ἰδίᾳ δὲ τὰ ἐναντιώτατα τῶν φανερῶν οἱ τῷτε Καίσαρι ἀχθόμενοι καὶ τὰ τοῦ Πομπηίου προαιρούμενοι καὶ ἔλεγον καὶ ἐποίουν, κα- κἀκ τούτου τάτε ἀγγελλόμενα κατὰ τὸ πρόσφορόν σφισιν ἀμφότεροι λαμβάνοντες τοῖς μὲν δεδιότως τοῖς δὲ θαρσούντως ἐχρῶντο, καὶ οἷα πολλῶν καὶ ποικίλων ἔντε τῇ αὐτῇ ἡμέρᾳ καὶ ἐν τῇ αὐτῇ ὥρᾳ πολλάκις λογοποιουμένων χαλεπώτατα διετίθεντο ·
42.17.4καὶ γὰρ ἥδοντο καὶ ἐλυποῦντο καὶ ἐθάρσουν
42.18.1καὶ ἐφοβοῦντο διὰ βραχυτάτου. ἀγγελθείσης δὲ τῆς Φαρσαλικῆς μάχης ἐπὶ πολὺ μὲν ἠπίστουν · οὔτε γὰρ ὁ Καῖσαρ τῷ κοινῷ τι ἐπέστειλεν, ὀκνήσας δημοσίᾳ χαίρων ἐπὶ τοιαύτῃ νίκῃ φανῆναι (διόπερ οὐ δὲ ἐπινίκια αὐτῆς ἔπεμψε), καὶ ὁ παράλογος πρόςτε τὴν παρασκευὴν αὐτῶν καὶ πρὸς τὰ ἐλπιζόμενα πολὺς ἐφαίνετο.
42.18.2ὡς δ’οὖν ἐπίστευσάν ποτε, τὰς μὲν εἰκόνας τοῦτε Πομπηίου καὶ τοῦ Σύλλου τὰς ἐπὶ τῷ βήματι ἑστώσας ἀνεῖλον, ἄλλο δὲ οὐδὲν τότε ἔπραξαν · συχνοὶ μὲν γὰρ οὐ δὲ τοῦτο βουλόμενοι ποιῆσαι, συχνοὶ δὲ καὶ τὸν Πομπήιον, μή πως ἀναμαχέσηται, φοβούμενοι, τῷτε Καίσαρι καὶ ἐκεῖνο ἱκανῶς ἔχειν ἐνόμιζον, καὶ τὸν Πομπήιον εὐπαραίτητον ἐπ’αὐτῷ γενήσεσθαί σφισι προσεδόκων.
42.18.3ἐπεὶ μέντοι καὶ ἀπέθανεν, ὀψὲ μὲν καὶ τοῦτο, καὶ οὐ πρότερον πρὶν τὸν δακτύλιον αὐτοῦ πεμφθέντα ἰδεῖν, ἐπίστευσαν (ἐνεγέγλυπτο δὲ ἐν αὐτῷ τρόπαια
42.19.1τρία, ὥσπερ καὶ ἐν τῷ τοῦ Σύλλου), ὡς δ’οὖν ἐτεθνήκει, φανερῶςτε ἤδη τὸν μὲν ἐπῄνουν τὸν δὲ ἐλοιδόρουν, καὶ πᾶν ὅ τι ποτὲ ἐξευρεῖν ἐδύναντο ἐσηγοῦντο δοθῆναι τῷ Καίσαρι. καὶ ἔντε τούτῳ πολλὴ ἦν παρὰ πάντων ὡς εἰπεῖν τῶν πρώτων ἅμιλλα, ὑπερβάλλειν σφῶν ἀλλήλους τῇ κολακείᾳ σπουδαζόντων, καὶ ἐν τῇ ἐπιχειροτονίᾳ αὐτῶν ·
42.19.2τοῖςτε γὰρ ἐπιβοήμασι καὶ τοῖς σχήμασι πάντες, ὡς καὶ παρόντος καὶ ὁρῶντος τοῦ Καίσαρος, πολὺ πλείστην σπουδὴν ἐνεδείκνυντο, καὶ ἐνόμιζον εὐθὺς ἀντ’αὐτῶν, ὥσπερ τι αὐτῷ χαριζόμενοι ἀλλ’οὐκ ἐξ ἀνάγκης αὐτὸ ποιοῦντες, ὁ μὲν ἀρχὴν ὁ δὲ ἱερωσύνην ὁ δὲ καὶ χρήματα ἀντιλήψεσθαι.
42.19.3ἐγὼ οὖν τὰ μὲν ἄλλα, ὅσα ἤτοι καὶ ἑτέροις τισὶ πρότερον ἐψήφισται, εἰκόναςτε καὶ στεφάνους καὶ προεδρίας τάτε τοιουτότροπα, ἢ καινὰ μὲν καὶ τότε ἐσενεχθέντα πρῶτον ἦν, οὐ μέντοι καὶ ὑπὸ τοῦ Καίσαρος ἐβεβαιώθη, παραλείψω, μὴ καὶ δι’ὄχλου γένωμαι εἰ πάντα αὐτὰ ἐπεξίοιμι ·
42.19.4τὸ δ’αὐτὸ τοῦτο καὶ ἐν τοῖς ἔπειτα, καὶ μᾶλλόν γε ὅσῳ καὶ πλείω καὶ ἀτοπώτερα ἀεὶ ἐσήγετο, ποιήσω · μόνα δὲ δὴ ὅσα ἴδιόντέ τι καὶ ἐξαίρετον ἔχοντα ἐκυροῦτο καταλέξω.
42.20.1τούςτε γὰρ τὰ τοῦ Πομπηίου φρονήσαντας ἐπέτρεψαν αὐτῷ πᾶν ὅ τι ποτ’ἂν ἐθελήσῃ δρᾶσαι, οὐχ ὅτι καὶ αὐτὸς παρ’ἑαυτοῦ οὐ τοῦτ’ἤδη λαβὼν εἶχεν, ἀλλ’ἵνα καὶ ἐν νόμῳ δή τινι αὐτὸ ποιεῖν δόξῃ · καὶ πολέμων καὶ εἰρήνης κύριον, προφάσει τῶν ἐν τῇ Ἀφρικῇ συνισταμένων, πρὸς πάντας ἀνθρώπους ἀπέδειξαν αὐτόν, κα- κἂν μηδὲν μήτε τῷ δήμῳ μήτε τῇ βουλῇ περὶ αὐτῶν κοινώσηται.
42.20.2καὶ ἦν μέν που καὶ τοῦτο καὶ πρὶν ἐπ’ἐκείνῳ ἅτε καὶ δύναμιν τηλικαύτην ἔχοντι · τοὺς γοῦν πολέμους οὓς ἐπολέμησε πάντας ὀλίγου καθ’ἑαυτὸν ἀνείλετο · ὅμως δ’οὖν αὐτῷ (πολῖταίτε γὰρ καὶ αὐτοτελεῖς ἔτι δοκεῖν εἶναι ἤθελον) ταῦτάτε οὕτως ἐψηφίσαντο καὶ τα- τἆλλα πάντα ἃ καὶ ἀκόντων αὐτῶν ἔχειν ἐδύνατο.
42.20.3ὕπατόςτε γὰρ ἔτη πέντε ἐφεξῆς γενέσθαι καὶ δικτάτωρ οὐκ ἐς ἕκμηνον ἀλλ’ἐς ἐνιαυτὸν ὅλον λεχθῆναι ἔλαβεν, τήντε ἐξουσίαν τῶν δημάρχων διὰ βίου ὡς εἰπεῖν προσέθετο · συγκαθέζεσθαίτε γὰρ ἐπὶ τῶν αὐτῶν βάθρων καὶ ἐς τα- τἆλλα συνεξετάζεσθαί σφισιν, ὃ μηδενὶ ἐξῆν, εὕρετο.
42.20.4αἵτε ἀρχαιρεσίαι πᾶσαι, πλὴν τῶν τοῦ πλήθους, ἐπ’αὐτῷ ἐγένοντο, καὶ διὰ τοῦτο ἐς τὴν παρουσίαν αὐτοῦ ἀναβληθεῖσαι ἐπ’ἐξόδῳ τοῦ ἔτους ἐτελέσθησαν. τάςτε ἡγεμονίας τὰς ἐν τῷ ὑπηκόῳ τοῖς μὲν ὑπάτοις αὐτοὶ δῆθεν ἐκλήρωσαν, τοῖς δὲ δὴ στρατηγοῖς τὸν Καίσαρα ἀκληρωτὶ δοῦναι ἐψηφίσαντο · ἔςτε γὰρ τοὺς ὑπάτους καὶ ἐς τοὺς στρατηγοὺς αὖθις παρὰ τὰ δεδογμένα σφίσιν ἐπανῆλθον.
42.20.5καὶ ἕτερον δέ τι, εἰθισμένον μὲν γίγνεσθαι, ἐν δὲ δὴ τῇ τοῦ καιροῦ διαφθορᾷ καὶ ἐπίφθονον καὶ νεμεσητὸν ὄν, ἔγνωσαν · τοῦ γὰρ πολέμου τοῦ πρόςτε τὸν Ἰόβαν καὶ πρὸς τοὺς Ῥωμαίους τοὺς μετ’αὐτοῦ πολεμήσαντας, ὃν ὁ Καῖσαρ οὐδέπω τότε οὐ δ’ὅτι γενήσοιτο ἠπίστατο, πέμψαι τινὰ αὐτῷ νικητήρια ὡς κεκρατηκότι προσέταξαν.
42.21.1ταῦτ’οὖν οὕτω καὶ ἐψηφίσθη καὶ ἐκυρώθη · καὶ ὅτε Καῖσαρ τὴν δικτατορίαν παραχρῆμα, καίπερ ἔξω τῆς Ἰταλίας ὤν, ὑπέστη, καὶ τὸν Ἀντώνιον μη δὲ ἐστρατηγηκότα ἵππαρχον προελόμενος, καὶ εἶπε καὶ τοῦτον ὁ ὕπατος, καίτοι τῶν οἰωνιστῶν σφοδρότατα ἀντειπόντων μηδενὶ ἐξεῖναι πλείω τοῦ ἑξαμήνου χρόνον ἱππαρχῆσαι.
42.21.2ἀλλ’ἐκεῖνοι μὲν γέλωτα ἐπὶ τούτῳ πολὺν ὠφλίσκανον, αὐτὸν μὲν τὸν δικτάτορα ἐς ἐνιαυτὸν παρὰ πάντα τὰ πάτρια λεχθῆναι γνόντες, περὶ
42.22.1δὲ δὴ τοῦ ἱππάρχου ἀκριβολογούμενοι · ὁ δὲ δὴ Καίλιος ὁ Μᾶρκος καὶ ἀπώλετο τολμήσας τὰ περὶ τῶν δανεισμάτων ὑπὸ τοῦ Καίσαρος ὁρισθέντα, καθάπερ ἡττημένουτε αὐτοῦ καὶ ἐφθαρμένου, λῦσαι, καὶ διὰ τοῦτο καὶ τὴν Ῥώμην καὶ τὴν Καμπανίαν ἐκταράξας.
42.22.2οὗτος γὰρ ἔπραξε μὲν ἀνὰ πρώτους τὰ τοῦ Καίσαρος, διὸ καὶ στρατηγὸς ἀπεδείχθη · ὀργισθεὶς δὲ ὅτιτε μὴ ἠστυνόμησεν καὶ ὅτι καὶ ὁ Τρεβώνιος ὁ συνάρχων αὐτοῦ οὐ κληρωτός, ὥσπερ εἴθιστο, ἀλλ’αἱρετὸς ὑπὸ τοῦ Καίσαρος ἐς τὴν ἀστυνομίαν προεκρίθη, ἠναντιοῦτο πρὸς πάντα τῷ συνάρχοντι καὶ οὔτ’ἄλλο τι τῶν ἐπιβαλλόντων οἱ ποιεῖσθαι ἐπέτρεπεν, οὔτε τὰς δίκας κατὰ τοὺς τοῦ Καίσαρος νόμους τελεῖσθαι συνεχώρει, καὶ προσέτι τοῖς ὀφείλουσί τι βοηθήσειν ἐπὶ τοὺς δεδανεικότας καὶ τοῖς ἐν ἀλλοτρίων οἰκοῦσι τὸ ἐνοίκιον ἀφήσειν ἐπηγγέλλετο.
42.22.4προσθέμενος δὲ ἐκ τούτου συχνοὺς ἐπῆλθε μετ’αὐτῶν τῷ Τρεβωνίῳ, κα- κἂν ἀπέκτεινεν αὐτὸν εἰ μὴ τήντε ἐσθῆτα ἠλλάξατο καὶ διέφυγέ σφας ἐν τῷ ὄχλῳ. διαμαρτὼν δὲ τούτου νόμον ἰδίᾳ ἐξέθηκε, προῖκάτε πᾶσιν οἰκεῖν διδοὺς καὶ τὰ χρέα ἀποκόπτων.
42.23.1ὁ οὖν Σερουίλιος στρατιώταςτέ τινας ἐς Γαλατίαν κατὰ τύχην παριόντας μετεπέμψατο, καὶ τὴν βουλὴν τῇ παρ’αὐτῶν φρουρᾷ συναγαγὼν προέθηκε γνώμην περὶ τῶν παρόντων, καὶ κυρωθέντος μὲν μηδενὸς (δήμαρχοι γὰρ ἐκώλυσαν) συγγραφέντος δὲ τοῦ δόξαντος ἐκέλευσε τοῖς ὑπηρέταις καθελεῖν τὰ πινάκια.
42.23.2ἐπειδήτε ὁ Καίλιος ἐκείνουςτε ἀπήλασε καὶ αὐτὸν τὸν ὕπατον ἐς θόρυβον κατέστησε, συνῆλθον αὖθις φραξάμενοι τοῖς στρατιώταις, καὶ τὴν φυλακὴν τῆς πόλεως τῷ Σερουιλίῳ, ὥσπερ ἄνω μοι πολλάκις περὶ αὐτῆς εἴρηται, παρέδοσαν.
42.23.3καὶ ὁ μὲν οὐδὲν ἐκ τούτου τῷ Καιλίῳ ὡς καὶ στρατηγοῦντι πρᾶξαι ἐφῆκεν, ἀλλὰ τάτε προσήκοντα τῇ ἀρχῇ αὐτοῦ ἄλλῳ τῳ τῶν στρατηγῶν προσέταξε, καὶ αὐτὸν ἐκεῖνον τοῦτε συνεδρίου εἶρξε καὶ ἀπὸ τοῦ βήματος καταβοῶντά τι κατέσπασε, τόντε
42.24.1δίφρον αὐτοῦ συνέτριψεν · ὁ δὲ ὀργὴν μὲν πολλὴν καθ’ἕκαστον αὐτῶν ἐποιεῖτο, δεδιὼς δὲ μὴ καὶ κολασθῇ (δύναμιν γὰρ ἀξιόμαχον ἐν τῇ πόλει εἶχεν) ἐς Καμπανίαν πρὸς Μίλωνα νεωτερίζοντά τι ἀπᾶραι ἔγνω.
42.24.2ἐκεῖνος γὰρ ἐπειδὴ μόνος τῶν φευγόντων οὐ κατήχθη πρὸς τοῦ Καίσαρος, ἔςτε τὴν Ἰταλίαν ἀφίκετο, καὶ πολλοὺς ἀνθρώπους, τοὺς μὲν βίου δεομένους τοὺς δὲ καὶ τιμωρίαν τινὰ δεδιότας, συλλέξας τήντε χώραν ἐκακούργει καὶ ταῖς πόλεσι ταῖςτε ἄλλαις καὶ τῇ Καπύῃ προσέβαλλε.
42.24.3πρὸς οὖν τοῦτον ὁ Καίλιος ἀφορμῆσαι ἐθελήσας ὡς μετ’αὐτοῦ πᾶν ὅ τι δύναιτο τὸν Καίσαρα λυπήσῃ, ἔπειτ’ἐπειδὴ μήτε ἐκ τοῦ προφανοῦς ἐκδημῆσαι ἐδύνατο (παρετηρεῖτο γάρ) μήτ’αὖ ἐκδρᾶναι ἐτόλμα διάτε τα- τἆλλα καὶ ὅτι πολλῷ πλείω ἔντε τῷ σχήματι καὶ ἐν τῷ ὀνόματι τῷ τῆς στρατηγίας ὢν καταπράξειν ἤλπιζε, τῷτε ὑπάτῳ προσῆλθε καὶ παρῃτεῖτο αὐτόν, λέγων καὶ πρὸς τὸν Καίσαρα ἀπελθεῖν βούλεσθαι.
42.24.4ὑποτοπήσας οὖν ἐκεῖνος τὴν διάνοιαν αὐτοῦ ἐπέτρεψε μέν οἱ τοῦτο ποιῆσαι, ἄλλωςτε καὶ ὅτι πολὺς ἐνέκειτο τότε τοῦ Καίσαρος ὄνομα ἐπικαλούμενος καὶ πρὸς τὴν ἀπολογίαν δὴ ἐπείγεσθαι σκηπτόμενος, συνέπεμψε δὲ αὐτῷ δήμαρχόν τινα, ἵν’εἴ τι νεοχμῶσαι τολμήσειε
42.25.1κωλυθείη. ὡς δὲ ἐν τῇ Καμπανίᾳ ἐγένοντο, καὶ ὅτε Μίλων πταίσας πρὸς τῇ Καπύῃ ἐς τὰ Τιφατῖνα ὄρη κατεπεφεύγει καὶ ὁ Καίλιος οὐκέτι περαιτέρω προυχώρει, δείσας ὁ δήμαρχος οἴκαδε ἐπαναγαγεῖν αὐτὸν ἠθέλησε.
42.25.2προπυθόμενος οὖν ταῦθ’ὁ Σερουίλιος τῷ μὲν Μίλωνι πόλεμον ἐν τῇ βουλῇ ἐπήγγειλε, τὸν δὲ δὴ Καίλιον ὑπομεῖναι μὲν ἐν τῷ προαστείῳ, μὴ καὶ ταράξῃ τι, ἐκέλευσεν, οὐ μέντοι διὰ φυλακῆς ἀκριβοῦς ἅτε καὶ στρατηγοῦντα ἐποιήσατο. ἀπέδρατε οὖν καὶ πρὸς τὸν Μίλωνα ἠπείγετο.
42.25.3κα- κἂν ἔπραξέ τι ταραχῶδες, εἰ ζῶντα αὐτὸν εὑρήκει. νῦν δὲ ἐκ τῆς Καμπανίας ἐκπεσόντος αὐτοῦ καὶ ἐν Ἀπουλίᾳ φθαρέντος, ἔςτε τὴν Βρεττίαν ἦλθεν ὡς ἐνταῦθά γέ τι συστήσων, καὶ ἐκεῖ πρὶν ποιῆσαί τι λόγου ἄξιον ἀπώλετο · συστραφέντες γὰρ οἱ τὰ τοῦ Καίσαρος πράττοντες ἀπέκτειναν αὐτόν.
42.26.1καὶ οἱ μὲν οὕτως ἀπέθανον, οὐ μέντοι καὶ ἡσυχία παρὰ τοῦτο ἐν τῇ Ῥώμῃ ἐγένετο, ἀλλὰ πολλὰ καὶ δεινὰ συνηνέχθη, ὥσπερ που καὶ τὰ τέρατα προεδήλωσεν. ἐκείνῳτε γὰρ τῷ ἔτει τελευτῶντι ἄλλατέ τινα συνέβη, καὶ μέλισσαι ἐν τῷ Καπιτωλίῳ παρὰ τὸν Ἡρακλέα ἱδρύθησαν.
42.26.2καὶ (ἐτύγχανε γὰρ ἱερὰ Ἴσιδι ἐνταῦθα τότε γιγνόμενα) ἔδοξε γνώμῃ τῶν μάντεων πάντα αὖθις τάτε ἐκείνης καὶ τὰ τοῦ Σαράπιδος τεμενίσματα κατασκάψαι · γενομένου δὲ τούτου καὶ Ἐνυεῖόν τι λαθόν σφας προσκαθῃρέθη, καὶ ἐν αὐτῷ κεράμια ἀνθρωπείων σαρκῶν μεστὰ εὑρέθη.
42.26.3τῷτε ἐχομένῳ σεισμόςτε ἰσχυρὸς ἐγένετο καὶ βύας ὤφθη, κεραυνοίτε ἔςτε τὸ Καπιτώλιον καὶ ἐς τὸν τῆς Τύχης τῆς δημοσίας καλουμένης ναὸν ἔςτε τοὺς τοῦ Καίσαρος κήπους κατέσκηψαν, κα- κἀνταῦθα ἵππος τις τῶν οὐκ ἠμελημένων ἀπέθανεν ὑπ’αὐτῶν, καὶ τὸ Τυχαῖον αὐτόματον ἀνεῴχθη.
42.26.4πρὸς δὲ τούτοις αἷμάτε ἐξ ἐργαστηρίου σιτοποιοῦ προχυθὲν ἀφίκετο πρὸς νεὼν ἕτερον Τύχης, ἣν ἐκ τοῦ πάντα τάτε ἐν τοῖς ὀφθαλμοῖς καὶ τὰ κατόπιν καὶ ἐφορᾶν καὶ ἐκλογίζεσθαι χρῆναί τινα, μη δὲ ἐπιλανθάνεσθαι ἐξ οἵων οἷος ἐγένετο, καὶ ἱδρύσαντο καὶ ἐπεκάλεσαν τρόπον τινὰ οὐκ εὐαφήγητον Ἕλλησι ·
42.26.5καὶ βρέφη τινὰ τὰς ἀριστερὰς ἐπὶ τῆς κεφαλῆς χεῖρας ἔχοντα ἐγεννήθη, ὥστε ἔκτε τῶν ἄλλων μηδὲν ὑγιὲς ὑποπτεύεσθαι, καὶ ἐκ τούτων μάλιστα τὴν τῶν ὑποδεεστέρων κατὰ τῶν προτετιμημένων ἐπανάστασιν τούςτε μάντεις προειπεῖν καὶ τὸν δῆμον προσδέχεσθαι.
42.27.1ταῦτα μὲν οὕτως ὑπὸ τοῦ δαιμονίου προδειχθέντα ἐτάραττεν αὐτούς · συνεπελάβετο δέ σφισι τοῦ φόβου καὶ ἡ ὄψις αὐτὴ τῆς πόλεως καὶ δεινὴ καὶ ἀήθης ἔντε τῇ νουμηνίᾳ καὶ ἔπειτα ἐπὶ πολὺ γενομένη.
42.27.2ὕπατος μὲν γὰρ οὐδεὶς οὐ δὲ στρατηγὸς οὐδέπω ἦν, ὁ δὲ δὴ Ἀντώνιος τῆς μὲν ἐσθῆτος ἕνεκα (τῇ γὰρ περιπορφύρῳ ἐχρῆτο) καὶ ῥαβδούχων (τοὺς γὰρ ἓξ μόνους εἶχε) τοῦτε τὴν βουλὴν ἀθροίζειν εἰκόνα τινὰ τῆς δημοκρατίας παρείχετο, τῷ δὲ δὴ ξίφει ὃ παρέζωστο καὶ τῷ πλήθει τῶν συνόντων οἱ στρατιωτῶν τοῖςτε ἔργοις αὐτοῖς ὅτι μάλιστα τὴν μοναρχίαν ἐνεδείκνυτο ·
42.27.3καὶ γὰρ ἁρπαγαὶ καὶ ὕβρεις καὶ σφαγαὶ πολλαὶ ἐγίγνοντο. καὶ ἦν οὐ τὸ παρὸν μόνον τοῖς Ῥωμαίοις χαλεπώτατον, ἀλλ’ὅτι καὶ ἐς τὸν Καίσαρα πολὺ πλείω καὶ δεινότερα ὑπωπτεύετο · ὅπου γὰρ ὁ ἵππαρχος οὐ δὲ ἐν ταῖς πανηγύρεσι τὸ ξίφος κατετίθετο (τὰς γὰρ πλείους ταῖς τοῦ Καίσαρος παρασκευαῖς ἐπετέλεσεν ·
42.27.4ὀλίγας γάρ τινας καὶ οἱ δήμαρχοι ἐποίησαν), τίς οὐκ ἂν αὐτὸν τὸν δικτάτορα ὑπετόπησεν; εἰ γάρ τις καὶ τὴν χρηστότητα αὐτοῦ, ὑφ’ἧς πολλῶν καὶ ἀντιπολεμησάντων οἱ ἐπέφειστο, ἐνενόει, ἀλλ’οὔτοι καὶ ἐπὶ τῶν ὁμοίων τούςτε ἐφιεμένους ἀρχῆς καὶ τοὺς καταπράξαντας αὐτὴν μένοντας ἰδόντες καὶ ἐκεῖνον ἀλλοιωθήσεσθαι
42.28.1προσεδόκων. ἐλυποῦντότε οὖν, καὶ πολλὰ πρὸς ἀλλήλους, οἷς γε καὶ ἀσφάλειά τις ἦν, διελάλουν. οὐ γάρ που καὶ πᾶσιν ἀδεῶς συγγίγνεσθαι ἐδύναντο · καὶ γὰρ οἱ πάνυ φίλοι δοκοῦντές τινων εἶναι, συγγενεῖςτε ἕτεροι, διέβαλλόν σφας, τὰ μὲν παρατρέποντες τὰ δὲ καὶ παντάπασι καταψευδόμενοι.
42.28.2ὅθεν οἱ λοιποὶ καὶ κατὰ τοῦτο οὐχ ἥκιστα ἐκακοπάθουν, ὅτι μήτε προσολοφύρασθαι μήτ’ἐπικοινῶσαι ἔχοντες οὐ δ’ἀπαλλαγῆναί ποτε αὐτοῦ ἐδύναντο. ἡ μὲν γὰρ πρὸς τοὺς ὁμοπαθεῖς συνουσία ἔφερέ τινα αὐτοῖς κούφισιν, καί τις ἀσφαλῶς ἐκλαλήσαςτέ τι καὶ ἀντακούσας οἷα ἔπασχον ῥᾴων ἐγίγνετο ·
42.28.3ἡ δὲ δὴ πρὸς τοὺς οὐχ ὁμοήθεις ἀπιστία καθείργνυτε ἐν ταῖς ψυχαῖς αὐτῶν τὴν ἀνίαν καὶ ἐπὶ πλεῖον αὐτὰς ἐξέκαε, μήτ’ἀποφυγὴν μήτ’ἀνάπαυσίν τινα λαμβανούσας.
42.28.4πρὸς γὰρ τῷ κατεχόμενα ἔνδον τὰ παθήματά σφας τηρεῖν, καὶ εὐλογεῖν αὐτὰ καὶ θαυμάζειν, ἑορτάζειντε καὶ βουθυτεῖν εὐθυμεῖσθαίτε ἐπ’αὐτοῖς ἠναγκάζοντο.
42.29.1οὕτω μὲν οἱ Ῥωμαῖοι οἱ ἐν τῇ πόλει τότε ὄντες διετίθεντο · ὥσπερ δὲ οὐκ ἀποχρῶν αὐτοῖς ὑπὸ τοῦ Ἀντωνίου κακοῦσθαι, Λούκιόςτέ τις Τρεβέλλιος καὶ Πούπλιος Κορνήλιος Δολοβέλλας δήμαρχοι ἐστασίασαν. οὗτος μὲν γὰρ τοῖς ὀφείλουσιν, ἐξ ὧν καὶ αὐτὸς ἦν, διὸ καὶ ἐκ τῶν εὐπατριδῶν ἐς τὸ πλῆθος ἐπὶ τῇ δημαρχίᾳ μετέστη, συνηγωνίζετο ·
42.29.2ἐκεῖνος δὲ ἔλεγε μὲν τῶν ἀμεινόνων προΐστασθαι, ἐκ δὲ δὴ τοῦ ὁμοίου αὐτῷ καὶ γράμματα ἐξετίθει καὶ σφαγαῖς ἐχρῆτο. ταραχήτε οὖν καὶ ἐκ τούτων πολλὴ ἐγίγνετο, καὶ ὅπλα πολλὰ καὶ πανταχοῦ ἑωρᾶτο, καίτοι τῶντε βουλευτῶν ἀπαγορευσάντων μηδὲν πρὸ τῆς τοῦ Καίσαρος ἀφίξεως καινοτομηθῆναι, καὶ τοῦ Ἀντωνίου μηδένα ἐν τῷ ἄστει ἰδιώτην ὁπλοφορεῖν.
42.29.3καὶ οὐ γὰρ ἐσήκουον, ἀλλὰ πάντα δὴ πάντως καὶ ἐπ’ἀλλήλοις καὶ ἐπ’ἐκείνοις ἐποίουν, τρίτη στάσις τοῦτε Ἀντωνίου καὶ τῆς γερουσίας ἐγένετο · ἵνα γὰρ καὶ παρ’αὐτῆς τάτε ὅπλα καὶ τὴν ἐξουσίαν τὴν ἀπ’αὐτῶν, ᾗ φθάσας ἐχρῆτο, προστεθεῖσθαι νομισθείη, στρατιώταςτε ἐντὸς τοῦ τείχους τρέφειν καὶ τὴν πόλιν διὰ φυλακῆς μετὰ τῶν ἄλλων δημάρχων ποιεῖσθαι ἔλαβε.
42.29.4κα- κἀκ τούτου Ἀντώνιος μὲν ἐν νόμῳ δή τινι πάνθ’ὅσα ἐπεθύμει ἔδρα, Δολοβέλλας δὲ καὶ Τρεβέλλιος ὄνομα μὲν βιαίου πράξεως εἶχον, ἀντηγωνίζοντο δὲ ὑπότε τῆς θρασύτητος καὶ ὑπὸ τῆς παρασκευῆς καὶ ἀλλήλοις καὶ ἐκείνῳ, ὥσπερ τινὰ καὶ αὐτοὶ ἡγεμονίαν παρὰ τῆς βουλῆς εἰληφότες.
42.30.1κα- κἀν τούτῳ Ἀντώνιος πυθόμενος τὰ στρατόπεδα, ἃ μετὰ τὴν μάχην ὁ Καῖσαρ ἐς τὴν Ἰταλίαν ὡς καὶ ἐφεψόμενός σφισι προέπεμψε, μηδὲν ὑγιὲς δρᾶν, καὶ φοβηθεὶς μή τι νεωτερίσωσι, τὸ μὲν ἄστυ τῷ Καίσαρι τῷ Λουκίῳ ἐπέτρεψε, πολίαρχον αὐτὸν ἀποδείξας, ὃ μηπώποτε πρὸς ἱππάρχου ἐγεγόνει, αὐτὸς δὲ πρὸς τοὺς στρατιώτας ἐξώρμησεν.
42.30.2οἱ οὖν δήμαρχοι οἱ ἀντιστασιάζοντές σφισι τοῦτε Λουκίου διὰ τὸ γῆρας κατεφρόνησαν, καὶ πολλὰ καὶ δεινά, μέχρις οὗ τὸν Καίσαρα τάτε ἐν τῇ Αἰγύπτῳ διῳκηκότα καὶ ἐς τὴν Ῥώμην ὡρμηκότα ἐπύθοντο, καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους ἐξειργάσαντο.
42.30.3ὡς γὰρ οὐκέτ’αὐτοῦ ἐπανήξοντος, ἀλλ’ἐκεῖ που πρὸς τῶν Αἰγυπτίων, ὥσπερ που ἤκουον, ἀπολουμένου, διεφέροντο. τότε δὲ χρόνον μέν τινα ἐμετρίασαν, ἐπεὶ δὲ ἐπὶ τὸν Φαρνάκην ἐκεῖνος πρότερον ἐπεστράτευσεν, ἐστασίασαν αὖθις.
42.31.1ὁ οὖν Ἀντώνιος μήτε ἐπισχεῖν αὐτοὺς δυνάμενος, καὶ τῷ πλήθει διὰ τὴν πρὸς τὸν Δολοβέλλαν ἐναντίωσιν προσκρούων, τὰ μὲν πρῶτα τούτῳ προσέθετο, καὶ τὸν Τρεβέλλιον ἄλλατε ἐπῃτιᾶτο καὶ ὅτι τοὺς στρατιώτας σφετερίζοιτο ·
42.31.2ἔπειτα δὲ αἰσθόμενος τὸν ὅμιλον ἑαυτοῦ μὲν μηδὲν προτιμῶντα τῷ δὲ Δολοβέλλᾳ μόνῳ προσκείμενον, ἠχθέσθη καὶ μετεβάλετο, ἄλλωςτε καὶ ὅτι τῆς μὲν παρὰ τοῦ πλήθους χάριτος οὐκ ἐκοινώνει οἱ, τῆς δὲ παρὰ τῶν βουλευτῶν αἰτίας τὸ πλεῖστον μετελάμβανε.
42.31.3καὶ τῷ μὲν λόγῳ ἐν μέσῳ ἀμφοῖν ἔστη, τῷ δὲ ἔργῳ τὸν Τρεβέλλιον κρύφα ἀνθείλετο, καὶ τάτε ἄλλα αὐτῷ συνηγωνίζετο καὶ στρατιώτας λαβεῖν ἐπέτρεψεν. καὶ ὁ μὲν θεατὴς ἐκ τούτου καὶ ἀγωνοθέτης αὐτῶν ἐγίγνετο, ἐκεῖνοι δὲ ἐμάχοντο, καὶ τῆςτε πόλεως τὰ ἐπικαιρότατα ἀντικατελάμβανον καὶ φόνουςτε καὶ ἐμπρήσεις ἐποίουν, ὥστε καὶ τὰ ἱερά ποτε ἐκ τοῦ Ἑστιαίου ὑπὸ τῶν
42.32.1ἀειπαρθένων ἐκκομισθῆναι. αὖθίςτε οὖν φυλακὴν οἱ βουλευταὶ τῆς πόλεως ἀκριβεστέραν τῷ ἱππάρχῳ ἐψηφίσαντο, καὶ στρατιωτῶν ἅπασα ὡς εἰπεῖν ἡ πόλις ἐπληρώθη.
42.32.2οὐ μέντοι καὶ παῦλά τις ἐγένετο. ὁ γὰρ Δολοβέλλας ἀπογνοὺς συγγνώμης τινὸς παρὰ τοῦ Καίσαρος τεύξεσθαι, μέγα τι κακὸν ἐπεθύμει δράσας ἀπολέσθαι ὡς καὶ ὄνομα ἐκ τούτου ἐς ἀεὶ σχήσων · ἤδη γάρ τινες καὶ τῶν κακίστων ἔργων ἐρασταὶ ἐπὶ τῇ φήμῃ γίγνονται. ὑφ’οὗπερ καὶ ἐκεῖνος τάτε ἄλλα ἐτάραττε, καὶ τοὺς νόμους, τόντε περὶ τῶν χρεῶν καὶ τὸν περὶ τῶν ἐνοικίων, ἐν ῥητῇ τινι ἡμέρᾳ θήσειν ὑπέσχετο.
42.32.3ὡς οὖν τοῦτότε προεπήγγελτο καὶ ὁ ὄχλος τάτε περὶ τὴν ἀγορὰν ἀποφράξας καὶ πύργους ἔστιν ᾗ ξυλίνους ἐπικαταστήσας ἕτοιμος παντὶ τῷ ἐναντιωθησομένῳ σφίσιν ἐπιχειρῆσαι ἐγένετο, ἐνταῦθ’ὁ Ἀντώνιος στρατιώτας ἅμα τῇ ἡμέρᾳ πολλοὺς ἐκ τοῦ Καπιτωλίου καταγαγὼν τάςτε σανίδας τῶν νόμων κατέκοψε, καί τινας καὶ μετὰ τοῦτο ταραχώδεις ἀπ’αὐτοῦ τοῦ Καπιτωλίου κατεκρήμνισεν.
42.33.1οὐ μέντοι καὶ ἐπαύσαντο διὰ τοῦτο στασιάζοντες, ἀλλ’ὅσῳ πλείους αὐτῶν ἀπώλλυντο, τόσῳ μᾶλλον οἱ περιλιπεῖς ἐθορύβουν, νομίζοντες τὸν Καίσαρα μεγίστῳτε καὶ δυσχερεστάτῳ πολέμῳ συμπεπλέχθαι. οὐ δὲ ἐπέσχον πρὶν αὐτὸν ἐκεῖνον ἐξαπιναίως σφίσιν ὀφθῆναι.
42.33.2οὕτω δὲ καὶ ἄκοντες ἡσύχασαν. καὶ οἱ μὲν πᾶν ὅ τι ποτὲ ἐνεδέχετο πείσεσθαι προσεδόκων, λόγοςτε ἐπ’αὐτοῖς κατὰ πᾶσαν ὁμοίως τὴν πόλιν ἦν, τῶν μὲν τά, τῶν δὲ τὰ δικαιούντων · ὁ δὲ δὴ Καῖσαρ τῷ συνήθει οἱ τρόπῳ καὶ τότε ἐχρήσατο. τῇτε γὰρ παρούσῃ αὐτῶν καταστάσει ἠρκέσθη, καὶ οὐδὲν τῶν προγενομένων ἐπολυπραγμόνησεν, ἀλλὰ πάντωντε ἐφείσατο καί τινας αὐτῶν καὶ ἐτίμησεν, ἄλλουςτε καὶ τὸν Δολοβέλλαν.
42.33.3εὐεργεσίαν γάρ τινα αὐτῷ ὀφείλων οὐκ ἠξίωσεν αὐτῆς ἐκλαθέσθαι · οὐ γὰρ ὅτι ἠδικήθη, διὰ τοῦτο καὶ ἐκείνης ὠλιγώρησεν, ἀλλ’ἐξ ὧν εὖ ἐπεπόνθει, καὶ ἐπὶ τούτῳ οἱ συνέγνω, καὶ τάτε ἄλλα αὐτὸν ἐν τιμῇ ἤγαγεν, καὶ ὕπατον οὐ πολλῷ ὕστερον μη δὲ στρατηγήσαντα ἀπέδειξε.
42.34.1ταῦτα μὲν ἐν τῇ Ῥώμῃ παρὰ τὴν τοῦ Καίσαρος ἀπουσίαν ἐγένετο · χρόνιος δὲ ἐπ’αὐτήν, καὶ οὐκ εὐθὺς ἐπὶ τῷ τοῦ Πομπηίου θανάτῳ, ἦλθε διὰ τάδε. οἱ Αἰγύπτιοι ταῖς τῶν χρημάτων ἐσπράξεσι βαρυνόμενοι, καὶ δεινῶς φέροντες ὅτι μη δὲ τῶν ἱερῶν τις ἀπείχετο (θρησκεύουσίτε γὰρ πολλὰ περισσότατα ἀνθρώπων, καὶ πολέμους ὑπὲρ αὐτῶν καὶ πρὸς ἀλλήλους, ἅτε μὴ καθ’ἓν ἀλλὰ καὶ ἐκ τοῦ ἐναντιωτάτου καὶ αὑτοῖς τιμῶντές τινα, ἀναιροῦνται), τούτοιςτε οὖν ἀγανακτήσαντες, καὶ προσέτι φοβηθέντες μὴ τῇ Κλεοπάτρᾳ ἅτε μέγα παρὰ τῷ Καίσαρι δυναμένῃ παραδοθῶσιν, ἐταράχθησαν.
42.34.3ἐκείνητε γὰρ τέως μὲν δι’ἑτέρων παρ’αὐτῷ διὰ τὸν ἀδελφὸν ἐδικάζετο, ἔπειτα δὲ ὡς τάχιστα τὴν φύσιν αὐτοῦ κατέμαθεν (ἦν γὰρ ἐρωτικώτατος, καὶ πλείσταις καὶ ἄλλαις, ὅσαις που περιτύχοι, συνεγίγνετο), πέμπει πρὸς αὐτὸν προδίδοσθαίτε ὑπὸ τῶν φίλων λέγουσα καὶ ἀξιοῦσα αὐτὴ δι’ἑαυτῆς ἀγωνίσασθαι.
42.34.4ἄλλωςτε γὰρ περικαλλεστάτη γυναικῶν ἐγένετο, καὶ τότε τῇ τῆς ὥρας ἀκμῇ πολὺ διέπρεπε, τότε φθέγμα ἀστειότατον εἶχε, καὶ προσομιλῆσαι παντί τῳ διὰ χαρίτων ἠπίστατο, ὥστε λαμπράτε ἰδεῖν καὶ ἀκουσθῆναι οὖσα, κα- κἀκ τούτου πάντα τινὰ καὶ δυσέρωτα καὶ ἀφηλικέστερον ἐξεργάσασθαι δυναμένη, πρὸς τρόπουτε ἐνόμισε τῷ Καίσαρι ἐντεύξεσθαι, καὶ πάντα ἐν τῷ κάλλει τὰ δικαιώματα ἔθετο.
42.34.6ᾐτήσατότε οὖν ἐς ὄψιν αὐτοῦ ἐλθεῖν, καὶ τυχοῦσα κατεκόσμησέτε ἑαυτὴν καὶ ἐξήσκησεν ὥστε σεμνοπρεπεστάτη καὶ οἰκτροτάτη αὐτῷ ὀφθῆναι. καὶ ἡ μὲν ταῦτα μηχανησαμένη ἔςτε τὴν πόλιν ἅμα (ἔξω γὰρ καὶ ἐκείνης ἦν) καὶ ἐς τὰ βασίλεια
42.35.1λάθρᾳ τοῦ Πτολεμαίου νυκτὸς ἐσῆλθεν · ὁ δὲ δὴ Καῖσαρ ἰδώντε αὐτὴν καί τι φθεγξαμένης ἀκούσας οὕτως εὐθὺς ἐδουλώθη ὥστε αὐτίκα ὑπότε τὴν ἕω τόντε Πτολεμαῖον μεταπέμψασθαι καὶ συναλλάξαι σφᾶς ἐπιχειρῆσαι · ἧς γὰρ δικαστὴς πρότερον ἠξιοῦτο εἶναι, τότε ταύτῃ συνεδίκει.
42.35.2ὁ οὖν παῖς, διάτε τοῦτο καὶ ὅτι τὴν ἀδελφὴν αἰφνιδίως εἶδεν ἔνδον οὖσαν, ὀργῆςτε ἐπληρώθη, καὶ ἐκπηδήσας ἐς τὸ πλῆθος ἐβόα λέγων προδίδοσθαι, καὶ τέλος τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς περισπάσας ἔρριψε. θορύβου δὲ ἐπὶ τούτῳ μεγάλου συμβάντος ἐκεῖνον μὲν οἱ Καισάρειοι στρατιῶται συνήρπασαν, τὸ δὲ δὴ Αἰγύπτιον ἐταράττετο ·
42.35.3κα- κἂν αὐτοβοεὶ τὰ βασίλεια καὶ ἐκ τῆς γῆς καὶ ἐκ τῆς θαλάσσης ἅμα προσβαλόντες εἷλον (τοῖς γὰρ Ῥωμαίοις οὐδὲν ἀξιόμαχον, ἅτε καὶ φίλων σφῶν δοκούντων εἶναι, παρῆν), εἰ μὴ φοβηθεὶς ὁ Καῖσαρ προῆλθέτε ἐς αὐτούς, καὶ ἐν τῷ ἀσφαλεῖ στὰς πάντα σφίσιν, ὅσα ἂν ἐθελήσωσι, πράξειν ὑπέσχετο.
42.35.4καὶ μετὰ τοῦτο ἐς ἐκκλησίαν ἐσελθὼν τόντε Πτολεμαῖον καὶ τὴν Κλεοπάτραν παρεστήσατο, καὶ τὰς διαθήκας τοῦ πατρὸς αὐτῶν ἀνέγνω, ἐν αἷς ἐκείνους μὲν συνοικῆσαίτε ἀλλήλοις κατὰ τὰ τῶν Αἰγυπτίων πάτρια καὶ βασιλεύειν ἅμα, τὸν δὲ δὴ τῶν Ῥωμαίων δῆμον τὴν ἐπιτροπείαν σφῶν ἔχειν ἐγέγραπτο.
42.35.5πράξας δὲ τοῦτο, καὶ ἐπειπὼν ὅτι ἑαυτῷ, δικτάτορι ὄντι καὶ πᾶν τὸ τοῦ δήμου κράτος ἔχοντι, τήντε ἐπιμέλειαν τῶν παίδων ποιεῖσθαι καὶ τὰ δόξαντα τῷ πατρὶ αὐτῶν ἐπιτελεῖν προσήκει, ἐκείνοιςτε τὴν βασιλείαν ἀμφοτέροις ἔδωκε, καὶ τῇ Ἀρσινόῃ τῷτε Πτολεμαίῳ τῷ νεωτέρῳ, τοῖς ἀδελφοῖς σφων, Κύπρον ἐχαρίσατο.
42.35.6τοσοῦτον γάρ που δέος αὐτὸν ἔσχεν ὥστε μὴ μόνον μηδὲν τῶν τῆς Αἰγύπτου προσλαβεῖν, ἀλλὰ καὶ τῶν οἰκείων τι αὐτοῖς προσδοῦναι.
42.36.1τότε μὲν οὕτως ἐπαύσαντο, αὖθις δὲ οὐ πολλῷ ὕστερον ἐκινήθησαν ὥστε καὶ πολεμῆσαι. ὁ γὰρ Ποθεινὸς ὁ τὴν διοίκησιν τῶν τοῦ Πτολεμαίου χρημάτων προστεταγμένος (εὐνοῦχος δὲ ἦν καὶ τοὺς Αἰγυπτίους ἐν τοῖς μάλιστα συνετεταράχει), δείσας μὴ καὶ δίκην ποτὲ ἐπὶ τούτῳ δῷ, πέμπει κρύφα πρὸς τὸν Ἀχιλλᾶν περὶ τὸ Πηλούσιον ἔτι καὶ τότε ὄντα, καὶ αὐτὸν ἐκφοβήσαςτε ἅμα καὶ ἐπελπίσας προσηταιρίσατο, καὶ μετὰ τοῦτο καὶ τοὺς ἄλλους τοὺς τὰ ὅπλα ἔχοντας ᾠκειώσατο.
42.36.3πᾶσίτε γὰρ ὁμοίως δεινὸν ἐδόκει εἶναι ὑπὸ γυναικὸς ἄρχεσθαι, ὑποψίᾳ τοῦ τὸν Καίσαρα τότε μὲν ἐπὶ τῇ καταστάσει σφῶν ἀμφοτέροις δῆθεν αὐτοῖς τὴν βασιλείαν δεδωκέναι, προϊόντος δὲ δὴ τοῦ χρόνου μόνῃ τῇ Κλεοπάτρᾳ αὐτὴν προσθήσειν ·
42.36.4καὶ ἀντίπαλοι τῷ τότε παρόντι αὐτοῦ στρατῷ ἐνόμιζον εἶναι. καὶ οἱ μὲν ἐπὶ τὴν Ἀλεξάνδρειαν
42.37.1εὐθὺς ἄραντες ἤλασαν · πυθόμενος δὲ τοῦτο ὁ Καῖσαρ, καὶ καταδείσας τότε πλῆθος αὐτῶν καὶ τὰς τόλμας, ἔπεμψέ τινας πρὸς τὸν Ἀχιλλᾶν, οὔτι γε τῷ αὑτοῦ ἀλλὰ τῷ τοῦ Πτολεμαίου ὀνόματι, κελεύοντος αὐτῷ τὴν ἡσυχίαν ἄγειν. καὶ ὃς συνιεὶς ὅτι οὐ τοῦ παιδὸς ἀλλ’ἐκείνου ἡ πρόσταξις ἦν, οὐχ ὅπως οὐκ ἐπήκουσεν αὐτοῦ, ἀλλὰ καὶ προσκαταφρονήσας ὡς καὶ φοβουμένου τούςτε στρατιώτας συνήγαγε, καὶ πολλὰ μὲν ὑπὲρ τοῦ Πτολεμαίου πολλὰ δὲ καὶ κατὰ τοῦ Καίσαρος τῆςτε Κλεοπάτρας εἰπών, τέλος καὶ ἐπὶ τοὺς πεμφθέντας καίπερ Αἰγυπτίους ὄντας παρώξυνεν αὐτούς, ὅπως τοῦτε φόνου σφῶν ἀναπλησθῶσι καὶ ἐς ἀνάγκην ἀσπείστου πολέμου καταστῶσι.
42.37.3μαθὼν οὖν ταῦτα ὁ Καῖσαρ τούςτε ἐκ τῆς Συρίας στρατιώτας μετεπέμψατο, καὶ τὰ βασίλεια τάτε ἄλλα τὰ πλησίον αὐτῶν οἰκοδομήματα διετάφρευσε
42.38.1καὶ ἀπετείχισε μέχρι τῆς θαλάσσης. κα- κἀν τούτῳ καὶ ὁ Ἀχιλλᾶς μετάτε τῶν Ῥωμαίων καὶ μετὰ τῶν ἄλλων τῶν ὑπὸ τοῦ Γαβινίου σὺν τῷ Σεπτιμίῳ πρὸς τὴν τοῦ Πτολεμαίου φρουρὰν καταλειφθέντων ἐπελθών (ἐκ γὰρ δὴ τῆς ἐκεῖ διατριβῆς καὶ τοὺς τρόπους ἐς τὸ ἐπιχώριον μετεβεβλήκεσαν) τῶντε Ἀλεξανδρέων τὸ πλεῖστον εὐθὺς προσεποιήσατο καὶ τὰ ἐπικαιρότατα ἐκρατύνατο.
42.38.2κα- κἀκ τούτου πολλαὶ μὲν μάχαι καὶ μεθ’ἡμέραν καὶ νύκτωρ αὐτοῖς ἐγίγνοντο, πολλὰ δὲ καὶ κατεπίμπρατο, ὥστε ἄλλατε καὶ τὸ νεώριον τάςτε ἀποθήκας καὶ τοῦ σίτου καὶ τῶν βίβλων, πλείστων δὴ καὶ ἀρίστων, ὥς φασι, γενομένων, καυθῆναι. ἐκράτει δὲ τῆς μὲν ἠπείρου ὁ Ἀχιλλᾶς, χωρὶς ὧν ὁ Καῖσαρ ἐνετετείχιστο, τῆς δὲ δὴ θαλάσσης ἐκεῖνος, ἄνευ τοῦ λιμένος.
42.38.3καὶ ναυμαχίᾳτε ἐνίκησε, καὶ ἐπειδὴ διὰ τοῦτο φοβηθέντες οἱ Αἰγύπτιοι μὴ ἐς τὸν λιμένα σφῶν ἐπεσπλεύσῃ, τὸ στόμα αὐτοῦ πλὴν βραχέος ἔχωσαν, καὶ ἐκεῖνο προσαπέφραξεν, ὁλκάδας λίθων πλήρεις καταποντώσας, ὥστ’αὐτοὺς μη δ’εἰ πάνυ τι βούλοιντο ἐκπλεῦσαι, δυνηθῆναί ποι ἀπᾶραι.
42.38.4ποιήσας δὲ τοῦτο ῥᾷον τὰ ἐπιτήδεια τάτε ἄλλα καὶ ὕδωρ ἐπήγετο · τὴν γὰρ αὐτόθεν ὑδρείαν ὁ Ἀχιλλᾶς σφας ἀφῄρητο, τοὺς ὀχετοὺς διακόψας.
42.39.1τούτων δὲ οὕτω πραττομένων Γανυμήδης τις εὐνοῦχος τὴν Ἀρσινόην οὐ πάνυ φρουρουμένην ἐς τοὺς Αἰγυπτίους ὑπεξήγαγε · καὶ ταύτην ἐκεῖνοι βασιλίδα ἀποδείξαντες προθυμότερον τοῦ πολέμου, ὡς καὶ προστάτιν τινὰ ἐκ τοῦ τῶν Πτολεμαίων γένους ἔχοντες, ἀντελάβοντο.
42.39.2ὁ οὖν Καῖσαρ φοβηθεὶς μὴ καὶ ὁ Ποθεινὸς τὸν Πτολεμαῖον ἐκκλέψῃ, τὸν μὲν ἀπέκτεινε, τὸν δὲ οὐκέτ’ἐπικρυπτόμενος ἀκριβῶς ἐφρούρει. παροξυνθέντων δὲ καὶ ἐπὶ τούτοις τῶν Αἰγυπτίων, καὶ ἐκείνοις μὲν πλειόνων ἀεὶ προσγιγνομένων, τοῖς δὲ δὴ Ῥωμαίοις μηδέπω τῶν στρατιωτῶν ἐκ τῆς Συρίας παρόντων, ἐς φιλίαν αὐτοὺς ὑπαγαγέσθαι ἠθέλησε, καὶ τὸν Πτολεμαῖον ἀναβιβάσας που, ὅθεν ἐξακουσθήσεσθαι ἔμελλεν, εἰπεῖν σφισιν ἐκέλευσεν ὅτι οὔτε τι κακὸν ἔχοι οὔτε πολεμεῖν δέοιτο ·
42.39.3πρόςτε τὰς σπονδὰς αὐτοὺς παρεκάλει, καὶ προσυπισχνεῖτο διαπράξειν αὐτάς.
42.39.4καὶ εἴγε ἑκὼν ταῦτα οὕτω διείλεκτο, ἔπεισεν ἄν σφας καταλύσασθαι · νῦν δ’ὑποτοπήσαντες αὐτὰ ὑπὸ τοῦ Καίσαρος κατεσκευάσθαι οὐκ ἐνέδοσαν.
42.40.1προϊόντος δὲ τοῦ χρόνου στάσις τοῖς περὶ τὴν Ἀρσινόην οὖσιν ἐνέπεσε, καὶ αὐτὴν ὁ Γανυμήδης ἔπεισε τὸν Ἀχιλλᾶν ὡς καὶ τὸ ναυτικὸν προδώσοντα ἀποκτεῖναι. γενομένου δὲ τούτου τήντε ἡγεμονίαν τῶν στρατιωτῶν παρέλαβε, καὶ τὰ πλοῖα ὅσα ἐν τῷ ποταμῷ καὶ ἐν τῇ λίμνῃ ἦν συνήγαγεν, ἄλλατε προσκατεσκεύασε, καὶ πάντα αὐτὰ ἐς τὴν θάλασσαν διὰ τῶν διωρύχων κομίσας τοῖςτε Ῥωμαίοις μὴ προσδεχομένοις προσέβαλε, καὶ τὰς μὲν κατέπρησε τῶν ὁλκάδων αὐτῶν τὰς δὲ ἀνεδήσατο, καὶ μετὰ τοῦτο τόντε ἔσπλουν τοῦ λιμένος ἐξεκάθηρε, κα- κἀνταῦθα ναυλοχῶν πολλά σφας ἐλύπει.
42.40.3τηρήσας οὖν ποτε αὐτοὺς ὁ Καῖσαρ ἀμελῶς ὑπὸ τοῦ κρατεῖν ἔχοντας ἔςτε τὸν λιμένα αἰφνιδίως ἐπεσέπλευσε, καὶ συχνὰ πλοῖα καύσας ἔςτε τὴν Φάρον ἀπέβη καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ἐφόνευσεν. ἰδόντες δὲ τοῦτο οἱ ἐν τῇ ἠπείρῳ Αἰγύπτιοι κατάτε τὰς γεφύρας ἐπεβοήθησαν αὐτοῖς, καὶ συχνοὺς τῶν Ῥωμαίων ἀνταποκτείναντες τοὺς λοιποὺς ἐς τὰς ναῦς ἐσήραξαν.
42.40.4καὶ αὐτῶν ὁπουδήποτε καὶ ἀθρόως ἐσβιαζομένων ἐς αὐτὰς ἄλλοιτε πολλοὶ ἐς τὴν θάλασσαν ἐξέπεσον καὶ ὁ Καῖσαρ. κα- κἂν διέφθαρτο κακῶς, ὑπότε τῶν ἱματίων βαρυνόμενος καὶ ὑπὸ τῶν Αἰγυπτίων βαλλόμενος (ἁλουργῶν γὰρ αὐτῶν ὄντων ἐστοχάζοντο), εἰ μὴ καὶ ἐκεῖνα ἀπερρίφει καὶ μετὰ τοῦτο διανεύσας πῃ ἐς ἀκάτιον ἐσεβεβήκει.
42.40.5καὶ ὁ μὲν οὕτως ἐσώθη, μηδὲν τῶν γραμμάτων βρέξας ἃ πολλὰ ἐν τῇ ἀριστερᾷ χειρὶ ἀνέχων ἐνήξατο · τὴν δὲ δὴ ἐσθῆτα αὐτοῦ οἱ Αἰγύπτιοι λαβόντες πρὸς τὸ τρόπαιον, ὃ ἔστησαν τῆς τροπῆς ταύτης, ἀνεκρέμασαν ὡς καὶ αὐτὸν ἐκεῖνον ᾑρηκότες. καὶ ἤδη γὰρ καὶ τὰ στρατεύματα ἃ ἀπὸ τῆς Συρίας μετεπέπεμπτο ἐπλησίασε, τάςτε κατάρσεις ἐτήρουν καὶ πολλὰ αὐτοὺς ἔβλαπτον.
42.40.6τοῖς μὲν γὰρ πρὸς τὴν Λιβύην σφῶν προσπίπτουσιν ὁ Καῖσαρ τρόπον τινὰ ἤμυνε · συχνοὺς δὲ δὴ περὶ τὰς τοῦ Νείλου ἐκβολὰς πυρσοῖς ὡς καὶ Ῥωμαῖοι ὄντες ἠπάτωντε καὶ συνελάμβανον, ὥστε τοὺς λοιποὺς μηκέτι τολμᾶν παρακομίζεσθαι, μέχρις οὗ Τιβέριος Κλαύδιος Νέρων ἐς αὐτὸν τότε τὸν ποταμὸν ἀναπλεύσας ἐκείνουςτε μάχῃ ἐκράτησε καὶ τοῖς σφετέροις ἀδεέστερον τὸν πρόσπλουν ἐποίησε.
42.41.1κα- κἀν τούτῳ Μιθριδάτης ὁ Περγαμηνὸς ἐπικληθεὶς ἐπεχείρησε μὲν ἐς τὸ στόμα τοῦ Νείλου τὸ κατὰ Πηλούσιον ταῖς ναυσὶν ἀναβῆναι, ἀποφραξάντων δὲ τῶν Αἰγυπτίων τοῖς πλοίοις τὸν ἔσπλουν προσεκομίσθη νυκτὸς ἐπὶ τὴν διώρυχα, καὶ ναῦς ἐς αὐτὴν ὑπερενεγκών (οὐ γὰρ ἐξίησιν ἐς τὴν θάλασσαν) οὕτω διὰ ταύτης ἐς τὸν Νεῖλον ἀνέπλευσε, καὶ μετὰ τοῦτο αἰφνίδιον ἔκτε τῆς θαλάσσης καὶ ἐκ τοῦ ποταμοῦ ἅμα τοῖς φρουροῦσι τὸ στόμα αὐτοῦ προσμίξας τήντε ἀπόκλεισίν σφων ἔλυσε, καὶ τὸ Πηλούσιον τῷτε πεζῷ ἅμα καὶ τῷ ναυτικῷ προσβαλὼν εἷλε.
42.41.3προχωρῶντε ἐπὶ τὴν Ἀλεξάνδρειαν, καὶ πυθόμενος Διοσκουρίδην τινὰ ἀπαντήσειν σφίσιν, ἐνήδρευσέτε αὐτὸν καὶ κατειργάσατο.
42.42.1αἰσθόμενοι δὲ ταῦθ’οἱ Αἰγύπτιοι τὸν μὲν πόλεμον οὐ δ’ὣς κατελύσαντο, ἀχθεσθέντες δὲ τῇ τοῦ εὐνούχου καὶ τῆς γυναικὸς ἀρχῇ, καὶ νομίσαντες, ἂν τὸν Πτολεμαῖον προστήσωνται, καθυπέρτεροι τῶν Ῥωμαίων ἔσεσθαι, ἔπειτ’ἐπειδὴ οὐδένα τρόπον ἐξαρπάσαι αὐτὸν ἠδυνήθησαν (δεινῶς γὰρ ἐφυλάσσετο), ἐπλάσαντο ταῖςτε συμφοραῖς πεπονῆσθαι καὶ τῆς εἰρήνης ἐπιθυμεῖν, καὶ ἔπεμψαν πρὸς τὸν Καίσαρα ἐπικηρυκευόμενοίτε καὶ τὸν Πτολεμαῖον αἰτοῦντες, ὅπως δὴ σὺν αὐτῷ περὶ τῶν σπονδῶν, ἐφ’οἷς γενήσοιντο, βουλεύσωνται.
42.42.3ὁ οὖν Καῖσαρ ἐνόμισε μὲν καὶ ὡς ἀληθῶς αὐτοὺς μεταβεβλῆσθαι (ἄλλωςτε γὰρ καὶ δειλοὺς καὶ ὀξυρρόπους ὄντας ἤκουε, καὶ τότε πρὸς τὰ πταίσματα καταπεπληγμένους ᾔσθετο) εἰ δὲ δὴ καὶ τεχνάζοιντό τι, ἀλλ’ὅπως μὴ διὰ τοῦτ’ἐμποδίζων τὴν εἰρήνην νομισθῇ, συνεπαινεῖντέ σφισιν ἔφη καὶ τὸν Πτολεμαῖον ἔπεμψεν.
42.42.4οὔτε γὰρ ἐν ἐκείνῳ τι ἰσχυρὸν ἔκτε τῆς ἡλικίας καὶ ἐκ τῆς ἀπαιδευσίας ἐνεώρα ὄν, καὶ τοὺς Αἰγυπτίους ἤτοι συναλλαγήσεσθαί οἱ ἐφ’οἷς ἐβούλετο ἢ δικαιότερον καὶ καταπολεμηθήσεσθαι καὶ καταστραφήσεσθαι ἤλπισεν, ὥστε ἀπ’εὐλόγου δή τινος προφάσεως τῇ Κλεοπάτρᾳ παραδοθῆναι ·
42.42.5οὐ γάρ που καὶ ἡττηθήσεσθαί ποτε ὑπ’αὐτῶν, ἄλλωςτε καὶ τῆς δυνάμεώς οἱ προσγεγενημένης,
42.43.1προσεδόκησε. παραλαβόντες δὲ τὸ παιδάριον οἱ Αἰγύπτιοι τῶν μὲν σπονδῶν οὐδὲν ἐφρόντισαν, ἐπὶ δὲ τὸν Μιθριδάτην παραχρῆμα ὥρμησαν ὡς δὴ καὶ μέγα τι ἔντε τῷ ὀνόματι καὶ ἐν τῷ γένει τῷ τοῦ Πτολεμαίου κατορθώσοντες · καὶ αὐτὸν πρὸς τῇ λίμνῃ ἐν μέσῳ τοῦτε ποταμοῦ καὶ τῶν ἑλῶν ἀπολαβόντες ἐθορύβουν.
42.43.2ὁ οὖν Καῖσαρ ἐκείνους μὲν οὐκ ἐπεδίωξεν, δεδιὼς μὴ λοχισθείη · ἀναχθεὶς δὲ νυκτὸς ὡς πρὸς ἐκβολήν τινα τοῦ Νείλου ἐπειγόμενος, καὶ φῶς, ὅπως ἐπὶ πλεῖστον ταύτῃ προϊέναι νομισθῇ, πάμπολυ καθ’ἑκάστην ναῦν ἀνάψας, τὸ μὲν πρῶτον ἐπιπλεῖν ὥρμητο, ἔπειτα δὲ ἀποσβέσας αὐτὸ ἀνεκομίσθη, καὶ παραπλεύσας τὴν πόλιν πρόςτε τὴν χερρόνησον τὴν πρὸς τῇ Λιβύῃ οὖσαν κατῆρε, κα- κἀνταῦθα τοὺς στρατιώτας ἐκβιβάσας περιῆλθέτε τὴν λίμνην, καὶ τοῖς Αἰγυπτίοις ἀπροσδόκητος ὑπὸ τὴν ἕω προσπεσὼν εὐθύςτε αὐτοὺς κατέπληξεν ὥστε καὶ ἐπικηρυκεύσασθαι, καὶ μετὰ τοῦτο (τὴν γὰρ ἱκετείαν αὐτῶν οὐκ ἐδέξατο) μάχῃτε ὀξείᾳ κατεκράτησε καὶ παμπληθεῖς ἐφόνευσε ·
42.43.4καί τινες καὶ ἐν τῷ ποταμῷ μετὰ τοῦ Πτολεμαίου, σπουδῇ δι’αὐτοῦ φυγόντες, ἐφθάρησαν.
42.44.1οὕτω μὲν τὴν Αἴγυπτον ὁ Καῖσαρ ἐχειρώσατο, οὐ μέντοι καὶ ὑπήκοον αὐτὴν τῶν Ῥωμαίων ἐποιήσατο, ἀλλὰ τῇ Κλεοπάτρᾳ, ἧσπερ ἕνεκα καὶ ἐπεπολεμήκει, ἐχαρίσατο.
42.44.2φοβηθεὶς μέντοι μὴ οἱ Αἰγύπτιοι νεωτερίσωσιν αὖθις γυναικὶ ἄρχειν παραδοθέντες, καὶ οἱ Ῥωμαῖοι διάτε τοῦτο καὶ ὅτι καὶ συνῆν αὐτῷ χαλεπήνωσι, τῷτε ἑτέρῳ ἀδελφῷ συνοικῆσαι δῆθεν αὐτὴν ἐκέλευσε, καὶ τὴν βασιλείαν ἀμφοτέροις σφίσιν, ὥς γε καὶ λόγῳ εἰπεῖν, ἔδωκε.
42.44.3τῷ γὰρ ἔργῳ ἡ Κλεοπάτρα μόνη πᾶν τὸ κράτος σχήσειν ἔμελλεν · ὅτε γὰρ ἀνὴρ αὐτῆς παιδίον ἔτι ἦν, καὶ ἐκείνη πρὸς τὴν παρὰ τοῦ Καίσαρος εὔνοιαν οὐδὲν ὅ τι οὐκ ἐδύνατο, ὥστε πρόσχημα μὲν ὡς καὶ τῷ ἀδελφῷ συνοικοῦσα καὶ τὴν ἀρχὴν ἐπίκοινον αὐτῷ ἔχουσα ἐκέκτητο, τὸ δ’ἀληθὲς μόνητε ἐβασίλευε καὶ τῷ Καίσαρι συνδιῃτᾶτο.
42.45.1καὶ αὐτὸν ἐπὶ πλεῖον ἂν ἐν τῇ Αἰγύπτῳ κατέσχεν, ἢ καὶ ἐς τὴν Ῥώμην εὐθὺς αὐτῷ συναπῆρεν, εἰ μήπερ ὁ Φαρνάκης καὶ ἐκεῖθεν πάνυ ἄκοντα τὸν Καίσαρα ἐξήγαγε καὶ ἐς τὴν Ἰταλίαν ἐπειχθῆναι ἐκώλυσεν.
42.45.2οὗτος γὰρ παῖς μὲν τοῦ Μιθριδάτου ἦν καὶ τοῦ Βοσπόρου τοῦ Κιμμερίου ἦρχεν, ὥσπερ εἴρηται, ἐπιθυμήσας δὲ πᾶσαν τὴν πατρῴαν βασιλείαν ἀνακτήσασθαι ἐπανέστη κατ’αὐτὴν τήντε τοῦ Καίσαρος καὶ τὴν τοῦ Πομπηίου στάσιν, καὶ οἷα τῶν Ῥωμαίων τότε μὲν πρὸς ἀλλήλους ἀσχόλων γενομένων, αὖθις δὲ ἐν τῇ Αἰγύπτῳ κατασχεθέντων, τήντε Κολχίδα ἀκονιτὶ προσηγάγετο καὶ τὴν Ἀρμενίαν ἀπόντος τοῦ Δηιοτάρου πᾶσαν, τῆςτε Καππαδοκίας καὶ τῶν τοῦ Πόντου πόλεών τινας, αἳ τῷ τῆς Βιθυνίας νομῷ
42.46.1προσετετάχατο, κατεστρέψατο. πράσσοντος δὲ αὐτοῦ ταῦτα ὁ Καῖσαρ αὐτὸς μὲν οὐκ ἐκινήθη (οὔτε γὰρ ἡ Αἴγυπτός πω καθειστήκει, καὶ ἐλπίδος τι εἶχε δι’ἑτέρων αὐτὸν χειρώσεσθαι), Γναῖον δὲ Δομίτιον Καλουῖνον ἔπεμψε, τήντε Ἀσίαν οἱ καὶ […] στρατόπεδα προστάξας.
42.46.2καὶ ὃς τὸν Δηιόταρον καὶ τὸν Ἀριοβαρζάνην προσλαβὼν ἤλασεν εὐθὺς ἐπὶ τὸν Φαρνάκην ἐν τῇ Νικοπόλει ὄντα (καὶ γὰρ ταύτην προκατειλήφει), καὶ καταφρονήσας, ἐπειδὴ ἐκεῖνος τὴν παρουσίαν αὐτοῦ φοβηθεὶς ἀνοχὴν ἐπὶ πρεσβεύσει ἑτοίμως ἔσχε ποιήσασθαι, οὔτε ἐσπείσατο αὐτῷ καὶ συμβαλὼν ἡττήθη.
42.46.3καὶ ὁ μὲν ἐκ τούτου ἐς τὴν Ἀσίαν, ἐπειδὴ μήτε ἀξιόμαχός οἱ ἦν καὶ ὁ χειμὼν προσῄει, ἀνεχώρησεν · Φαρνάκης δὲ μεγάλα δὴ φρονῶν τάτε ἄλλα τὰ ἐν τῷ Πόντῳ προσκατεκτήσατο, καὶ Ἀμισὸν καίπερ ἐπὶ πλεῖον ἀντισχοῦσαν εἷλέτε καὶ διήρπασε, τούςτε ἡβῶντας ἐν αὐτῇ πάντας ἀπέκτεινε, καὶ ἐς τὴν Βιθυνίαν τήντε Ἀσίαν ἐπὶ ταῖς αὐταῖς τῷ πατρὶ ἐλπίσιν ἠπείγετο.
42.46.4κα- κἀν τούτῳ μαθὼν τὸν Ἄσανδρον, ὃν ἐπίτροπον τοῦ Βοσπόρου κατελελοίπει, νενεοχμωκότα, οὐκέτι περαιτέρω προεχώρησεν · ἐκεῖνος γάρ, ἐπειδὴ τάχιστα πόρρωτε ὁ Φαρνάκης ἀπ’αὐτοῦ προϊὼν ἠγγέλθη, καὶ ἐδόκει, εἰ καὶ τὰ μάλιστα ἔν γε τῷ παρόντι ἀνθοῖ, ἀλλ’οὔτι γε καὶ ἔπειτα καλῶς ἀπαλλάξειν, ἐπανέστη αὐτῷ ὡς καὶ τοῖς Ῥωμαίοις τι χαριούμενος τήντε δυναστείαν τοῦ Βοσπόρου παρ’αὐτῶν ληψόμενος.
42.47.1τοῦτ’οὖν ὁ Φαρνάκης ἀκούσας ὥρμησεν ἐπ’αὐτὸν μάτην · τὸν γὰρ Καίσαρα ἐν τῇ ὁδῷ εἶναι καὶ ἐς τὴν Ἀρμενίαν ἐπείγεσθαι πυθόμενος ἀνέστρεψε, κα- κἀνταῦθα αὐτῷ περὶ Ζέλαν συνέτυχεν. ὁ γὰρ Καῖσαρ τοῦτε Πτολεμαίου τελευτήσαντος καὶ τοῦ Δομιτίου νικηθέντος οὔτε εὐπρεπῆ οὔτε λυσιτελῆ οἱ τὴν ἐν τῇ Αἰγύπτῳ διατριβὴν ἐνόμισεν εἶναι, ἀλλὰ ἀφωρμήθη, καὶ τάχει πολλῷ χρησάμενος ἐς τὴν Ἀρμενίαν ἀφίκετο.
42.47.2ἐκπλαγεὶς οὖν ὁ βάρβαρος, καὶ πολὺ μᾶλλον τὴν ὁρμὴν ἢ τὸν στρατὸν αὐτοῦ καταδείσας, προσέπεμψεν αὐτῷ πρὶν πλησιάσαι πολλάκις προκηρυκευόμενος, εἴ πως τὸ παρὸν ἐφ’ὁτῳδὴ συνθέμενος ἐκφύγοι.
42.47.3προΐσχετο δὲ ἄλλατε καὶ ἐν τοῖς μάλιστα ὅτι οὐ συνήρατο τῷ Πομπηίῳ · καὶ ἤλπιζεν ὑπάξεσθαίτε αὐτὸν ἐς σπονδὰς ἅτε καὶ ἐς τὴν Ἰταλίαν τήντε Ἀφρικὴν ἐπειγόμενον, καὶ ἀπελθόντος αὐτοῦ ῥᾳδίως αὖθις πολεμήσειν.
42.47.4ὑποπτεύσας οὖν τοῦτο ὁ Καῖσαρ τοὺς μὲν πρώτους καὶ τοὺς δευτέρους πρέσβεις ἐφιλοφρονήσατο, ὅπως ὅτι μάλιστα ἀπροσδοκήτῳ οἱ τῇ τῆς εἰρήνης ἐλπίδι προσπέσῃ, τῶν δὲ τρίτων ἐλθόντων τάτε ἄλλα ἐπεκάλεσεν αὐτῷ καὶ ὅτι τὸν Πομπήιον τὸν εὐεργέτην ἐγκατέλιπεν.
42.47.5καὶ οὐκ ἀνεβάλετο, ἀλλ’εὐθὺς αὐθημερόν, ὥσπερ εἶχεν ἐκ τῆς ὁδοῦ, συνέμιξε, καί τινα χρόνον ὑπότε τῆς ἵππου καὶ ὑπὸ τῶν δρεπανηφόρων ἐκταραχθεὶς ἔπειτα τοῖς ὁπλίταις ἐκράτησε. καὶ ἐκεῖνον μὲν ἐκφυγόντα ἐπὶ τὴν θάλασσαν, καὶ ἐς τὸν Βόσπορον μετὰ τοῦτο ἐσβιαζόμενον, ὁ Ἄσανδρος εἶρξέτε καὶ
42.48.1ἀπέκτεινε · Καῖσαρ δὲ ἐπὶ τῇ νίκῃ, καίπερ οὐ πάνυ διαπρεπεῖ γενομένῃ, πολὺ καὶ ὅσον ἐπ’οὐδεμιᾷ ἄλλῃ ἐφρόνησεν, ὅτι ἔντε τῇ αὐτῇ ἡμέρᾳ καὶ ἐν τῇ αὐτῇ ὥρᾳ καὶ ἦλθε πρὸς τὸν πολέμιον καὶ εἶδεν αὐτὸν καὶ ἐνίκησε.
42.48.2καὶ τάτε λάφυρα πάντα, καίτοι πλεῖστα γενόμενα, τοῖς στρατιώταις ἐδωρήσατο, καὶ τρόπαιον, ἐπειδήπερ ὁ Μιθριδάτης ἀπὸ τοῦ Τριαρίου ἐνταῦθά που ἐγηγέρκει, ἀντανέστησε · καθελεῖν μὲν γὰρ τὸ τοῦ βαρβάρου οὐκ ἐτόλμησεν ὡς καὶ τοῖς ἐμπολεμίοις θεοῖς ἱερωμένον, τῇ δὲ δὴ τοῦ ἰδίου παραστάσει καὶ ἐκεῖνο συνεσκίασε καὶ τρόπον τινὰ καὶ κατέστρεψε.
42.48.3καὶ μετὰ τοῦτο τὴν χώραν ὅσην τῶντε Ῥωμαίων καὶ τῶν ἐνόρκων σφίσιν ἀποτετμημένος ὁ Φαρνάκης ἦν ἐκομίσατο, καὶ αὐτὴν πᾶσαν ὡς ἑκάστοις τοῖς ἀπολέσασιν ἔδωκε, πλὴν μέρους τινὸς τῆς Ἀρμενίας, ὃ τῷ Ἀριοβαρζάνει ἐχαρίσατο.
42.48.4τούςτε Ἀμισηνοὺς ἐλευθερίᾳ ἠμείψατο, καὶ τῷ Μιθριδάτῃ τῷ Περγαμηνῷ τετραρχίαντε ἐν Γαλατίᾳ καὶ βασιλείας ὄνομα ἔδωκε, πρόςτε τὸν Ἄσανδρον πολεμῆσαι ἐπέτρεψεν, ὅπως καὶ τὸν Βόσπορον κρατήσας αὐτοῦ λάβῃ, ὅτι πονηρὸς ἐς τὸν φίλον ἐγένετο.
42.49.1πράξας δὲ ταῦτα, καὶ τὰ λοιπὰ τῷ Δομιτίῳ καταστήσασθαι κελεύσας, ἐς τὴν Βιθυνίαν ἦλθε, κα- κἀντεῦθεν ἔςτε τὴν Ἑλλάδα καὶ ἐς τὴν Ἰταλίαν ἔπλευσε, πολλὰ καὶ ἐπὶ πάσῃ προφάσει χρήματα παρὰ πάντων, ὥσπερ καὶ πρίν, ἐκλέγων.
42.49.2τοῦτο μὲν γάρ, ὅσα τινὲς τῷ Πομπηίῳ προϋπέσχηντο, ἐπράξατο, τοῦτο δὲ καὶ ἄλλα ἔξωθεν, προσεπικαλῶν τινα, ᾔτει. τάτε ἀναθήματα τοῦ ἐν τῇ Τύρῳ Ἡρακλέους πάντα ἀνείλετο, ὅτι τήντε γυναῖκα καὶ τὸν παῖδα τοῦ Πομπηίου ὑπεδέξαντο ὅτε ἔφυγον.
42.49.3καὶ στεφάνους ἐπὶ ταῖς νίκαις συχνοὺς καὶ παρὰ τῶν δυναστῶν τῶντε βασιλέων χρυσοῦς ἔλαβε. ταῦτα δὲ οὐχ ὑπὸ κακίας ἐποίει, ἀλλ’ὅτι καὶ ἐδαπάνα παμπληθῆ, καὶ ἀνάλωσιν πολὺ πλείω ἔςτε τὰ στρατόπεδα καὶ ἐς τὰ ἐπινίκια, τάτε ἄλλα ὅσα ἐλαμπρύνετο, ποιήσειν ἔμελλε.
42.49.4τότε σύμπαν εἰπεῖν, χρηματοποιὸς ἀνὴρ ἐγένετο, δύοτε εἶναι λέγων τὰ τὰς δυναστείας παρασκευάζοντα καὶ φυλάσσοντα καὶ ἐπαύξοντα, στρατιώτας καὶ χρήματα, καὶ ταῦτα δι’ἀλλήλων συνεστηκέναι ·
42.49.5τῇτε γὰρ τροφῇ τὰ στρατεύματα συνέχεσθαι, καὶ ἐκείνην ἐκ τῶν ὅπλων συλλέγεσθαι · κα- κἂν τα- θάτερον ὁποτερονοῦν αὐτῶν ἐνδεὲς ᾖ, καὶ τὸ ἕτερον συγκαταλυθήσεσθαι.
42.50.1περὶ μὲν οὖν τούτων οὕτω καὶ ἐφρόνει ἀεὶ καὶ ἔλεγεν · ἐς δὲ δὴ τὴν Ἰταλίαν, ἀλλ’οὐκ ἐς τὴν Ἀφρικὴν καίπερ πεπολεμωμένην οἱ, ἠπείχθη ὅτι ταραττόμενα τὰ ἐν τῷ ἄστει πυθόμενος ἐφοβήθη μὴ καὶ ἐς ἀνήκεστον προχωρήσῃ.
42.50.2οὐ μέντοι καὶ κακὸν οὐδένα οὐδέν, ὥσπερ εἶπον, εἰργάσατο, πλὴν ὅτι κα- κἀνταῦθα πολλὰ ἠργυρολόγησε, τὰ μέν τινα ἐν δωρεᾶς μέρει, στεφάνους καὶ ἀγάλματα καὶ ὅσα ἄλλα τοιαῦτα, λαμβάνων, τὰ δὲ καὶ δανειζόμενος δῆθεν, οὐχ ὅτι παρὰ τῶν ἰδιωτῶν ἀλλὰ καὶ παρὰ τῶν πόλεων.
42.50.3τοῦτο γὰρ τὸ ὄνομα ταῖς ἐκλογαῖς τῶν χρημάτων, ἐφ’αἷς μηδεμία ἄλλη πρόφασις εὔλογος ἦν, ἐτίθετο, ἐπεὶ τήν γε ἄλλως καὶ βιαίως, οὐδὲν ἧττον τῶν ὀφειλομένων, καὶ ἐκεῖνα ἐπράττετο, καὶ ἔμελλε μηδέποτε ἀποδοθήσεσθαι. ἔλεγε μὲν γὰρ ὑπὲρ τοῦ δημοσίου τὰ οἰκεῖα δεδαπανηκέναι, καὶ διὰ τοῦτο καὶ δανείζεσθαι ·
42.50.4ὅθενπερ καὶ χρεῶν ἀποκοπὰς ἀξιοῦντος τοῦ πλήθους γενέσθαι οὐκ ἐποίησεν, εἰπὼν ὅτι “καὶ αὐτὸς πολλὰ ὀφείλω” · εὔδηλος δὲ ἐγίγνετο καὶ τὰ ἀλλότρια τῇ δυναστείᾳ παρασπώμενος.
42.50.5οἵτε οὖν ἄλλοι διὰ τοῦτο ἤχθοντο αὐτῷ καὶ οἱ ἑταῖροι · τῶν γὰρ δεδημευμένων συχνά, καὶ ὑπὲρ τὴν ἀξίαν γε ἔστιν ἅ, ἐλπίδι τοῦ προῖκα αὐτὰ ἕξειν ἀγοράσαντες, πᾶσαν τὴν τιμὴν ἀποτίνειν ἠναγκάζοντο.
42.51.1ἀλλὰ τούτους μὲν ἐν οὐδενὶ λόγῳ ἐποιεῖτο. καίτοι καὶ ἐκείνους τρόπον τινὰ ὡς ἑκάστους ἐθεράπευσε. τοῖςτε γὰρ πολλοῖς ἐχαρίσατο τόντε τόκον τὸν ἐποφειλόμενόν σφισιν ἐξ οὗ πρὸς τὸν Πομπήιον ἐξεπολεμώθη πάντα, καὶ τὸ ἐνοίκιον ὅσον ἐς πεντακοσίας δραχμὰς ἦν ἐνιαυτοῦ ἑνὸς ἀφείς, καὶ προσέτι καὶ τὰς τιμήσεις τῶν κτημάτων, ἐν οἷς τὴν ἀπόδοσιν τῶν δανεισμάτων κατὰ τοὺς νόμους γίγνεσθαι ἔδει, πρὸς τὴν ἐν τῷ χρόνῳ ἀξίαν ἐπαναγαγών, ἐπειδὴ τῷ πλήθει τῶν δεδημοσιωμένων πολὺ πάντα ἐπευώνιστο.
42.51.3τούτουςτε οὖν ταῦτα πράξας ἀνηρτήσατο, καὶ τῶν προσεταιριστῶν τῶντε συναγωνιστῶν τοὺς μὲν βουλευτὰς ἱερωσύναιςτε καὶ ἀρχαῖς ταῖςτε ἐς τὸν λοιπὸν τοῦ ἔτους ἐκείνου χρόνον καὶ ταῖς ἐς νέωτα (ἵνα γὰρ πλείους αὐτῶν ἀμείψηται, στρατηγούςτε δέκα ἐς τὸ ἐπιὸν ἔτος ἀπέδειξε καὶ ἱερέας ὑπὲρ τὸ νενομισμένον ·
42.51.4τοῖςτε γὰρ ποντίφιξι καὶ τοῖς οἰωνισταῖς, ὧν καὶ αὐτὸς ἦν, τοῖςτε πεντεκαίδεκα καλουμένοις ἕνα ἑκάστοις προσένειμε, καίπερ αὐτὸς βουληθεὶς πάσας τὰς ἱερωσύνας λαβεῖν ὥσπερ ἐψήφιστο), τοὺς δὲ ἱππέας τοῦ τέλους τούςτε ἑκατοντάρχους καὶ τοὺς ὑπομείονας ἄλλοιςτέ τισι καὶ τῷ καὶ ἐς τὸ συνέδριόν τινας ἀπ’αὐτῶν ἀντὶ τῶν ἀπολωλότων καταλέξαι.
42.52.1τὰ δὲ δὴ στρατόπεδα οὐχ ἡσυχῇ αὐτὸν ἐτάραξε · πολλὰ γὰρ λήψεσθαι ἐλπίσαντες, καὶ εὑρόμενοι τῆς μὲν ἀξίας οὐκ ἐλάττω τῆς δὲ προσδοκίας καταδεέστερα, ἐθορύβησαν. ἐν Καμπανίᾳ δὲ οἱ πλείους αὐτῶν, ὡς καὶ ἐς τὴν Ἀφρικὴν προπλευσόμενοι, ἦσαν.
42.52.2οὗτοι οὖν τόντε Σαλούστιον παρ’ὀλίγον ἀπέκτειναν (στρατηγὸς γὰρ ἐπὶ τῷ τὴν βουλείαν ἀναλαβεῖν ἀπεδέδεικτο), καὶ ἐπειδὴ καὶ ἐκεῖνος διαφυγὼν αὐτοὺς ἐς τὴν Ῥώμην πρὸς τὸν Καίσαρα ὥρμησε, τὰ γιγνόμενά οἱ δηλώσων, ἐφέσποντότε αὐτῷ συχνοὶ μηδενὸς φειδόμενοι, καὶ ἄλλουςτε τῶν ἐντυχόντων σφίσι καὶ βουλευτὰς δύο ἔσφαξαν.
42.52.3ὁ οὖν Καῖσαρ ὡς τάχιστα τῆς προσόδου αὐτῶν ᾔσθετο, ἠθέλησε μὲν τὸ δορυφορικὸν ἐπ’αὐτοὺς ἀντιπέμψαι, φοβηθεὶς δὲ μὴ καὶ ἐκεῖνοι συστασιάσωσί σφισιν ἡσύχασε, μέχρις οὗ ἐς τὸ προάστειον ἀφίκοντο. ἐνταῦθα δὲ δὴ οὖσιν αὐτοῖς προσέπεμψε, καὶ ἐπύθετο τί βουλόμενοι καὶ τίνος χρῄζοντες ἥκοιεν.
42.52.4ἀποκριναμένωντέ σφων ὅτι αὐτῷ ἐκείνῳ ἐροῦσιν, ἐπέτρεψε μὲν αὐτοῖς ἐς τὴν πόλιν ἄνευ τῶν ὅπλων, πλὴν τῶν ξιφῶν, ἐσελθεῖν · ταῦτα γὰρ καὶ ἄλλως καὶ ἐν τῷ ἄστει φορεῖν εἰώθεσαν, καὶ
42.53.1τότε οὐκ ἂν ὑπέμειναν καταθέσθαι · εἰπόντων δὲ αὐτῶν πολλὰ μὲν περὶ ὧν καὶ ἐπόνησαν καὶ ἐκινδύνευσαν, πολλὰ δὲ καὶ περὶ ὧν ἤλπισαν ἀξίουςτέ σφας τυχεῖν ἔφασκον εἶναι, καὶ μετὰ τοῦτο ἀφεθῆναίτε τῆς στρατείας ἀξιούντων καὶ δεινῶς διὰ τοῦτ’αὐτῷ ἐγκειμένων, οὐχ ὅτι καὶ ἰδιωτεῦσαι ἐβούλοντο (ἥκιστα γάρ, ἅτε καὶ συνήθεις ταῖς πλεονεξίαις ἐκ πολλοῦ γεγονότες, τοῦτ’ἤθελον) ἀλλ’ὅτι καταπλήξειντε ἐξ αὐτοῦ τὸν Καίσαρα καὶ πᾶν ὁτιοῦν καταπράξειν, ἅτε καὶ ὑπογύου οἱ τῆς ἐς τὴν Ἀφρικὴν στρατείας οὔσης, ἐνόμιζον, περὶ μὲν τῶν ἄλλων οὐδέν σφισι τὸ παράπαν ἀπεκρίνατο, αὐτὰ δὲ ταῦτα εἰπὼν μόνα “ἀλλ’ὀρθῶς γε, ὦ Κυιρῖται, λέγετε ·
42.53.3καὶ γὰρ κεκμήκατε καὶ κατατέτρωσθε” πάντας αὐτοὺς παραχρῆμα ὡς μηδὲν δῆθεν αὐτῶν δεόμενος διῆκε, καὶ τοῖς τὸν τεταγμένον χρόνον ἐστρατευμένοις καὶ τὰ γέρα ἐντελῆ δώσειν ὑπέσχετο.
42.53.4λεχθέντων δὲ τούτων κατεπλάγησαν ἔκτε τῆς ἄλλης αὐτοῦ διανοίας, καὶ μάλιστα ὅτι Κυιρίτας ἀλλ’οὐ στρατιώτας σφᾶς ὠνόμασε, καὶ ταπεινωθέντες φοβηθέντεςτε μὴ πάθωσί τι δεινὸν μετεβάλοντο, καὶ πολλὰ μὲν ἱκετεύοντες αὐτὸν εἶπον, πολλὰ δὲ καὶ ἐπαγγελλόμενοι καὶ συστρατεύσειν οἱ ἐθελονταὶ καὶ τὸν πόλεμον μόνοι διαπολεμήσειν ὑπέσχοντο.
42.53.5ὡς οὖν ἐνταῦθα ἦσαν, καί τις καὶ τῶν στρατιαρχῶν ἐν τοσούτῳ, ἢ καὶ ἀφ’ἑαυτοῦ γνώμης ἢ χαριζόμενος τῷ Καίσαρι, διελέχθητέ τινα ὑπὲρ αὐτῶν καὶ ἐδεήθη, “ἀφίημι μέν” ἔφη “καὶ ὑμᾶς τοὺς παρόντας καὶ τοὺς ἄλλους πάντας, ὅσοις τὰ τῆς στρατείας ἔτη ἐξήκει ·
42.53.6οὐ δὲ γὰρ οὐ δὲ δέομαί τι ὑμῶν · τὰ μέντοι γέρα καὶ ὣς ὑμῖν ἀποδώσω, ἵνα μήποτέ τις εἴπῃ ὅτι ἐγὼ χρησάμενος ὑμῖν ἐν τοῖς κινδύνοις ἔπειτα ἀχάριστος ἐγενόμην, εἰ καὶ τὰ μάλιστα καὶ τοῖς σώμασιν ἐρρωμένοι καὶ πάντα καὶ τὰ λοιπὰ προσδιαπολεμῆσαι δυνάμενοι οὐκ ἠθελήσατέ μοι συστρατεῦσαι”.
42.54.1καὶ ὁ μὲν ταῦτάτε σοφιζόμενος εἶπε (πάνυ γὰρ αὐτῶν ἔχρῃζε) καὶ χώραν ἔκτε τῆς δημοσίας καὶ ἐκ τῆς ἑαυτοῦ δὴ πᾶσί σφισιν ἔνειμεν, ἄλλους ἄλλῃ, καὶ πάνυ πόρρω ἀπ’ἀλλήλων, ἀπαρτήσας, ὥστε μήτε τοῖς ὁμοχώροις σφᾶς φοβεροὺς μήτ’αὖ πρὸς νεωτερισμὸν ἑτοίμους, καθ’ἕν που συνοικοῦντας, γενέσθαι.
42.54.2τῶντε ἐποφειλομένων σφίσι χρημάτων, ἃ πολλὰ καὶ καθ’ἑκάστην ὡς εἰπεῖν πρᾶξιν ὑπέσχητο δώσειν, τὰ μὲν εὐθὺς ἀπαλλάξειν, τὰ δὲ οὐκ ἐς μακρὰν καὶ σὺν τόκῳ γε διαλύσειν ἐπηγγείλατο. εἰπὼν δὲ ταῦτα, καὶ δουλωσάμενος αὐτοὺς ὥστε μήτε τι θρασύνεσθαι καὶ προσέτι καὶ χάριν εἰδέναι, προσεπεῖπεν “ἀπέχετε μὲν παρ’ἐμοῦ πάντα, καὶ οὐδένα ἔθ’ὑμῶν ἀναγκάσω στρατεύσασθαι ·
42.54.3εἰ μέντοι τις ἑκούσιος ἐθέλοι καὶ τὰ λοιπά μοι συγκατεργάσασθαι, ἡδέως αὐτὸν δέξομαι”. ἀκούσαντες δὲ τοῦτο ἐκεῖνοι ὑπερήσθησαν καὶ πάντες ὁμοίως
42.55.1ἀναστρατεύσασθαι ἠθέλησαν. ὁ οὖν Καῖσαρ τοὺς ταραχώδεις αὐτῶν, οὐ πάντας ἀλλ’ὅσοι μετρίως πως συνόντες γεωργίαις ζῆν ἐδύναντο, ἀπολέξας τοῖς λοιποῖς ἐχρήσατο. καὶ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων στρατιωτῶν ἐποίησεν ·
42.55.2τοὺς γὰρ πάνυτε θρασεῖς καὶ ἱκανοὺς μέγα τι κακὸν δρᾶσαι ἐκ μὲν τῆς Ἰταλίας ἐξήγαγεν, ὅπως μηδὲν ἐκεῖ καταλειφθέντες νεοχμώσωσιν, ἐν δὲ δὴ τῇ Ἀφρικῇ καὶ μάλα ἡδέως, ἄλλους κατ’ἄλλην πρόφασιν, ἀνάλωσε · τούςτε γὰρ ἐναντίους ἅμα δι’αὐτῶν κατειργάζετο καὶ ἐκείνων ἀπηλλάττετο.
42.55.3φιλανθρωπότατόςτε γὰρ ἀνδρῶν ὤν, καὶ πολλὰ κεχαρισμένα τοῖςτε ἄλλοις καὶ τοῖς στρατιώταις μάλιστα ποιῶν, δεινῶς τοὺς στασιάζοντάς σφων ἐμίσει καὶ ἰσχυρότατα αὐτοὺς ἐκόλαζε.
42.55.4ταῦτάτε ἐν ἐκείνῳ τῷ ἔτει, ἐν ᾧ δικτάτωρ μὲν ὄντως αὐτὸς τὸ δεύτερον ἦρξεν, ὕπατοι δὲ ἐπ’ἐξόδῳ αὐτοῦ ἀποδειχθέντες ὅτε Καλῆνος
42.56.1καὶ ὁ Οὐατίνιος ἐλέγοντο εἶναι, ἐποίησε, καὶ ἐς τὴν Ἀφρικὴν καίτοι τοῦ χειμῶνος ἐνεστηκότος ἐπεραιώθη. καὶ οὐκ ὀλίγα δὲ ἐκ τούτου, ἀνέλπιστος τοῖς ἐναντίοις προσπεσών, κατώρθωσε · πλεῖστον γὰρ παρὰ πάντα καὶ τῷ τάχει καὶ ταῖς ἐκ τοῦ ἀπροσδοκήτου στρατείαις κατέπραττεν, ὥστ’εἴ τις ἐκλογίζοιτο ὅτῳ τοσοῦτον τῶν καθ’ἑαυτὸν ἐν τοῖς πολεμίοις ὑπερήνεγκεν, οὐδὲν ἂν ἄλλο τούτου μᾶλλον ὂν ἔμπροσθε παραβαλὼν εὕροι.
42.56.2ἡ δὲ δὴ Ἀφρικὴ ἦν μὲν οὐ δὲ ἐν τῷ πρόσθεν χρόνῳ φίλη τῷ Καίσαρι, μετὰ δὲ δὴ τὸν τοῦ Κουρίωνος θάνατον καὶ πάνυ ἐχθρὰ ἐγένετο. ὅτε γὰρ Οὐᾶρος καὶ ὁ Ἰόβας τὰ πράγματα εἶχον, καὶ προσέτι καὶ ὁ Κάτων καὶ ὁ Σκιπίων οἵτε ἄλλοι οἱ μετ’αὐτῶν ὄντες ἐκεῖσε, ὥσπερ εἶπον, συγκατέφυγον, κα- κἀκ τούτου κοινωσάμενοι τὸν πόλεμον τάτε ἐν τῇ ἠπείρῳ ἐξηρτύσαντο καὶ τῇτε Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐπίπλους ἐποιοῦντο, καὶ τάςτε πόλεις ἐλύπουν καὶ τὰ πλοῖα κατῆγον, καὶ ἀπ’αὐτῶν καὶ ὅπλα τόντε σίδηρον τὸν ἄλλον, οὗπέρ που καὶ μόνου ἔχρῃζον, ἐπόριζον, τελευτῶντέςτε ἐς τοῦτο καὶ τῆς παρασκευῆς καὶ τῆς διανοίας, οἷα μήτε στρατοῦ σφίσιν ἐναντιουμένου καὶ τοῦ Καίσαρος ἔντε τῇ Αἰγύπτῳ καὶ ἐν τῷ ἄστει χρονίσαντος, ἀφίκοντο ὥστε καὶ ἐς τὴν Ἰβηρίαν τὸν Πομπήιον ἀποστεῖλαι.
42.56.4στασιάζειντε γὰρ αὐτὴν πυνθανόμενοι, καὶ ἐκεῖνον ἑτοίμως ἅτε τοῦ Πομπηίου τοῦ Μάγνου παῖδα ὄντα δέξεσθαι νομίσαντες, παρεσκευάζοντο ὁ μὲν ὡς τήντε Ἰβηρίαν διὰ βραχέων κατασχήσων καὶ πρὸς τὸ ἄστυ ἐκεῖθεν ὁρμήσων, οἱ δὲ ὡς τὸν πλοῦν
42.57.1ἅμα τὸν ἐς τὴν Ἰταλίαν ποιησόμενοι. κατ’ἀρχὰς μὲν γὰρ διατριβή τις αὐτοῖς ἐγένετο, τοῦτε Οὐάρου τῷ Σκιπίωνι τῆς ἡγεμονίας ἀμφισβητήσαντος, ἐπειδὴ αὐτὸς ἐκ πλείονος ἐν τοῖς ταύτῃ χωρίοις ἦρχε, καὶ τοῦ Ἰόβου τῇ νίκῃ ἐπαιρομένου καὶ τὰ πρῶτα δι’αὐτὴν ἀξιοῦντος φέρεσθαι ·
42.57.2συμφρονήσαντες δὲ ὅτε Σκιπίων καὶ ὁ Κάτων, οἷα ὁ μὲν τῇ ἀξιώσει ὁ δὲ τῇ συνέσει πολὺ πάντων σφῶν προήκοντες, τούςτε ἄλλους προσεποιήσαντο καὶ ἐκείνους ἔπεισαν τῷ Σκιπίωνι πάντα ἐπιτρέψαι. ὁ γὰρ Κάτων δυνηθεὶς ἂν ἐξ ἴσου αὐτῷ ἢ καὶ μόνος ἄρξαι οὐκ ἠθέλησε, τὸ μὲν ὅτι βλαβερώτατον τοῖς τοιούτοις ἡγεῖτο εἶναι, τὸ δὲ ὅτι τῷ πολιτικῷ ἀξιώματι ἠλαττοῦτο αὐτοῦ ·
42.57.3πολὺ γὰρ ἄλλωςτε καὶ ἐν τοῖς στρατιωτικοῖς ἑώρα δυνάμενον τὸ τὸν ἄρχοντα καὶ νόμῳ δή τινι τῶν ἄλλων προκεκρίσθαι, καὶ διὰ τοῦτο τῆςτε ἀρχῆς ἑκὼν αὐτῷ παρεχώρησε, καὶ προσέτι καὶ τὰ στρατεύματα ἃ ἐπηγάγετο παρέδωκε.
42.57.4καὶ ὁ μὲν ἐκ τούτου τήντε Οὐτικήν, ὑποπτευθεῖσαν τὰ τοῦ Καίσαρος φρονεῖν καὶ ὀλίγου καὶ ἀνάστατον ὑπὸ τῶν ἄλλων ἐπὶ τούτῳ γενομένην, ἐξαιτησάμενος ἐς φυλακὴν ὑπεδέξατο, καὶ τὴν χώραν τήντε θάλασσαν τὴν ταύτῃ πᾶσαν φρουρεῖν ἐπετράπη · τῶν δὲ ἄλλων ὁ Σκιπίων αὐτοκράτωρ ἦρχε.
42.57.5καὶ αὐτοῦ καὶ τὸ ὄνομα πολὺ πάντας τοὺς ὁμογνωμονοῦντάς οἱ ἐπερρώννυε, νομίζοντας οὐκ οἶδ’ὅπως ἀλόγῳ τινὶ πίστει μηδένα ἂν Σκιπίωνα ἐν τῇ Ἀφρικῇ κακῶς πρᾶξαι.
42.58.1μαθὼν οὖν τοῦτο ὁ Καῖσαρ, καὶ ἰδὼν ὅτι καὶ οἱ μεθ’ἑαυτοῦ στρατευόμενοι πεπεισμένοιτε αὐτὸ οὕτως ἔχειν εἰσὶ καὶ φοβοῦνται, προσπαρέλαβέ τινα ἔκτε τοῦ γένους τοῦ τῶν Σκιπιώνων ὄντα καὶ τὴν προσηγορίαν ταύτην φέροντα (ἐπεκαλεῖτο δὲ Σαλουτίων), καὶ οὕτω τόντε πλοῦν πρὸς Ἀδρύμητον ἐποιήσατο (τὰ γὰρ ἐν τῇ Οὐτικῇ ἰσχυρῶς ἐφρουρεῖτο), καὶ ἔλαθεν αὐτοὺς ἀνέλπιστος ὑπὸ τοῦ χειμῶνος περαιωθείς.
42.58.2ἐκβάντι δὲ αὐτῷ τῆς νεὼς συντυχία τοιάδε ἐγένετο, ὑφ’ἧς εἰ καί τι φοβερὸν ὑπὸ τοῦ δαιμονίου σφίσιν ἐσημαίνετο, ἀλλὰ καὶ αὐτό γε ἐκεῖνο ἐς ἀγαθὸν ἔτρεψεν ·
42.58.3ἐπειδὴ γὰρ ἅμα τῷ τῆς γῆς ἐπιβῆναι προσέπταισε, καὶ αὐτὸν πεσόντα ἐπὶ στόμα οἱ στρατιῶται ἰδόντες ἠθύμησαν καὶ δυσανασχετήσαντες ἐθορύβησαν, οὐ διηπορήθη, ἀλλ’ἐκτείνας τὼ χεῖρε τήντε γῆν, ὡς καὶ ἑκὼν δὴ πεσών, περιέλαβε καὶ κατεφίλησε, καὶ ἀναβοήσας εἶπεν “ἔχω σε, Ἀφρική”.
42.58.4ἐκ δὲ τούτου προσέβαλε μὲν τῷ Ἁδρυμήτῳ, ἀποκρουσθεὶς δὲ καὶ προσέτι καὶ ἐκ τοῦ στρατοπέδου βιαίως ἐκβληθεὶς μετέστη πρὸς πόλιν ἑτέραν Ῥούσπινα, καὶ δεχθεὶς ὑπ’αὐτῶν χειμάδιόντε ἐν αὐτῇ κατεσκευάσατο. καὶ ἐκεῖθεν ὁρμώμενος ἐπολέμει.