Cassius Dio

Roman History, 51

51.1

51.1.1τοιαύτη τις ναυμαχία αὐτῶν τῇ δευτέρᾳ τοῦ Σεπτεμβρίου ἐγένετο. τοῦτο δὲ οὐκ ἄλλως εἶπον (οὐ δὲ γὰρ εἴωθα αὐτὸ ποιεῖν) ἀλλ’ὅτι τότε πρῶτον Καῖσαρ τὸ κράτος πᾶν μόνος ἔσχεν, ὥστε καὶ τὴν ἀπαρίθμησιν τῶν τῆς μοναρχίας αὐτοῦ ἐτῶν ἀπ’ἐκείνης τῆς ἡμέρας ἀκριβοῦσθαι.

51.1.2καὶ ἐπ’αὐτῇ τῷτε Ἀπόλλωνι τῷ Ἀκτίῳ τριήρητε καὶ τετρήρη, τάτε ἄλλα τὰ ἑξῆς μέχρι δεκήρους, ἐκ τῶν αἰχμαλώτων νεῶν ἀνέθηκε, καὶ ναὸν μείζω ᾠκοδόμησεν, ἀγῶνάτέ τινα καὶ γυμνικὸν καὶ μουσικῆς ἱπποδρομίαςτε πεντετηρικὸν ἱερόν (οὕτω γὰρ τοὺς τὴν σίτησιν ἔχοντας ὀνομάζουσι) κατέδειξεν, Ἄκτια αὐτὸν προσαγορεύσας.

51.1.3πόλιντέ τινα ἐν τῷ τοῦ στρατοπέδου τόπῳ, τοὺς μὲν συναγείρας τοὺς δ’ἀναστήσας τῶν πλησιοχώρων, συνῴκισε, Νικόπολιν ὄνομα αὐτῇ δούς. τότε χωρίον ἐν ἐσκήνησε, λίθοιςτε τετραπέδοις ἐκρηπίδωσε καὶ τοῖς ἁλοῦσιν ἐμβόλοις ἐκόσμησεν, ἕδος τι ἐν αὐτῷ τοῦ Ἀπόλλωνος ὑπαίθριον ἱδρυσάμενος.

51.1.4ταῦτα μὲν ὕστερον ἐγένετο, τότε δὲ μέρος μέν τι τῶν νεῶν ἐς δίωξιν τοῦτε Ἀντωνίου καὶ τῆς Κλεοπάτρας ἔστειλε · καὶ ἐκεῖνοι ἐπεδίωξαν μὲν αὐτούς, ἐπεὶ δ’οὐκ ἐν καταλήψει ἐφαίνοντο, ἀνεχώρησαν · ταῖς δὲ λοιπαῖς τὸ τάφρευμα αὐτῶν, μηδενὸς ἐναντιουμένου δι’ὀλιγότητα, ἔλαβε, καὶ μετὰ ταῦτα καὶ τὸν λοιπὸν στρατὸν ἐς Μακεδονίαν ἀπιόντα καταλαβὼν ἀμαχεὶ παρεστήσατο.

51.1.5ἤδη δὲ καὶ διέφυγον ἄλλοιτε καὶ τῶν πρώτων οἱ μὲν Ῥωμαῖοι πρὸς τὸν Ἀντώνιον, οἱ δ’ἕτεροι οἱ συμμαχήσαντες αὐτῷ οἴκαδε. οὐ μέντοι γε καὶ ἀντεπολέμησαν οὗτοι γε ἔτι τῷ Καίσαρι, ἀλλὰ καθ’ἡσυχίαν καὶ ἐκεῖνοι καὶ οἱ δῆμοι πάντες, ὅσοι καὶ πρότερον ἐρρωμάιζον, οἱ μὲν

51.2

51.2.1εὐθὺς οἱ δὲ καὶ μετὰ τοῦθ’ὡμολόγησαν. καὶ ὃς τὰς μὲν πόλεις χρημάτωντε ἐσπράξει καὶ τῆς λοιπῆς ἐς τοὺς πολίτας σφῶν ἐν ταῖς ἐκκλησίαις ἐξουσίας παραιρέσει μετῆλθε, τοὺς δὲ δὴ δυνάστας τούςτε βασιλέας τὰ μὲν χωρία, ὅσα παρὰ τοῦ Ἀντωνίου εἰλήφεσαν, πάντας πλὴν τοῦτε Ἀμύντου καὶ τοῦ Ἀρχελάου ἀφείλετο, Φιλοπάτορα δὲ τὸν Ταρκονδιμότου καὶ Λυκομήδην ἐν μέρει τοῦ Καππαδοκικοῦ Πόντου βασιλεύοντα τόντε Ἀλέξανδρον τὸν τοῦ Ἰαμβλίχου ἀδελφὸν καὶ τῶν δυναστειῶν ἔπαυσε ·

51.2.2καὶ τοῦτον, ὅτι μισθὸν αὐτὴν τῆς ἐκείνου κατηγορίας εἰλήφει, καὶ ἐς τὰ ἐπινίκια παραγαγὼν ἀπέκτεινε.

51.2.3τὴν δὲ τοῦ Λυκομήδους Μηδείῳ τινὶ ἔδωκεν, ὅτι τούςτε Μυσοὺς τοὺς ἐν τῇ Ἀσίᾳ ἀπὸ τοῦ Ἀντωνίου πρὸ τῆς ναυμαχίας ἀπέστησε, καὶ μετ’αὐτῶν τοῖς ἐν τῇ μερίδι αὐτοῦ οὖσιν ἐπολέμησε. Κυδωνιάταςτε καὶ Λαμπαίους ἐλευθέρους ἀφῆκεν, ὅτι τινὰ αὐτῷ συνήραντο · καὶ τοῖς γε Λαμπαίοις καὶ τὴν πόλιν ἀνεστῶσαν συγκατῴκισε.

51.2.4τῶντε βουλευτῶν καὶ τῶν ἱππέων τῶντε ἄλλων τῶν κορυφαίων τῶν συμπραξάντων τι τῷ Ἀντωνίῳ πολλοὺς μὲν χρήμασιν ἐζημίωσε, πολλοὺς δὲ καὶ ἐφόνευσε, καί τινων καὶ ἐφείσατο. καὶ ἐν μὲν τούτοις τε Σόσσιος ἐπιφανὴς ἐγένετο (πολλάκιςτε γὰρ ἀντιπολεμήσας αὐτῷ καὶ τότε φυγὼν καὶ κατακρυφθείς, χρόνῳτε ὕστερον εὑρεθείς, ὅμως ἐσώθη) καὶ Μᾶρκός τις Σκαῦρος ·

51.2.5ἀδελφόςτε γὰρ τοῦ Σέξτου ὁμομήτριος ὢν καὶ θανατωθῆναι κελευσθεὶς εἶτα διὰ τὴν μητέρα τὴν Μουκίαν ἀφείθη. τῶν δὲ κολασθέντων Ἀκύλιοίτε Φλῶροι καὶ Κουρίων ὄνομα μάλιστ’ἔσχον, οὗτος μὲν ὅτι τοῦ Κουρίωνος ἐκείνου τοῦ ποτε τῷ Καίσαρι τῷ προτέρῳ πολλὰ συναραμένου υἱὸς ἦν, οἱ δὲ δὴ Φλῶροι ὅτι τὸν ἕτερον τὸν λαχόντα κελεύσαντος αὐτοῦ σφαγῆναι ἀμφότεροι διεφθάρησαν.

51.2.6ἦσαν μὲν γὰρ πατήρτε καὶ παῖς · ὡς δ’οὗτος πρὶν λαχεῖν αὐτὸς ἑαυτὸν τῷ σφαγεῖ ἑκὼν παρέδωκε, περιήλγησέτε ἐκεῖνος καὶ αὐτοχειρίᾳ αὐτῷ ἐπαπέθανεν.

51.3

51.3.1οὗτοι μὲν οὖν οὕτως ἀπήλλαξαν, δ’ὅμιλος τῶν Ἀντωνιείων στρατιωτῶν ἐς τὰ τοῦ Καίσαρος στρατόπεδα κατετάχθη, καὶ ἔπειτα τοὺς μὲν πολίτας τοὺς ἔξω τῆς ἡλικίας ἀπ’ἀμφοτέρων, μηδὲν μηδενὶ δούς, ἐς τὴν Ἰταλίαν ἀπέπεμψε, τοὺς δὲ δὴ λοιποὺς διέσπειρεν ·

51.3.2ἐπειδὴ γὰρ ἐν τῇ Σικελίᾳ φοβεροί οἱ μετὰ τὴν νίκην ἐγένοντο, ἔδεισε μὴ καὶ αὖθις θορυβήσωσι, καὶ διὰ τοῦτ’ἔσπευσε, πρὶν καὶ ὁτιοῦν ὑποκινηθῆναι, τοὺς μὲν παντελῶς ἐκ τῶν ὅπλων ἀπελάσαι, τῶν δὲ τὸ πλῆθος διασπάσαι.

51.3.3τούςτε ἐξελευθέρους δι’ὑποψίας ἔτι καὶ τότε ἔχων τὴν τετάρτην αὐτοῖς ἐσφορὰν ἀφῆκεν, ἣν ἐκ τῶν προσταχθέντων σφίσι χρημάτων ἐπώφειλον. καὶ οὗτοι μὲν οὐχ ὅτι ἐστέρηντό τινων ἐμνησικάκουν ἔτι, ἀλλ’ὡς καὶ λαβόντες ὅσα μὴ συνεσήνεγκαν ἔχαιρον ·

51.3.4οἵτε ἐν τῷ τεταγμένῳ ἔτι καὶ τότε ὄντες, τὸ μέν τι πρὸς τῶν στρατιαρχῶν κατεχόμενοι, τὸ δὲ δὴ πλεῖστον τῇ τοῦ Αἰγυπτίου πλούτου ἐλπίδι, οὐδὲν ἐνεόχμωσαν · οἱ δὲ δὴ συννικήσαντες αὐτῷ καὶ τῆς στρατείας ἀφεθέντες ἤσχαλλον ἅτε μηδὲν γέρας εὑρόμενοι, καὶ στασιάζειν οὐκ ἐς μακρὰν ἤρξαντο.

51.3.5καίτοι Καῖσαρ ὑποτοπήσαςτε αὐτούς, καὶ φοβηθεὶς μὴ τοῦ Μαικήνου, καὶ τότε τε Ῥώμη καὶ λοιπὴ Ἰταλία προσετέτακτο, καταφρονήσωσιν ὅτι ἱππεὺς ἦν, τὸν Ἀγρίππαν ὡς καὶ κατ’ἄλλο τι ἐς τὴν Ἰταλίαν ἔπεμψε. καὶ τοσαύτην γ’ἐπὶ πάντα καὶ ἐκείνῳ καὶ τῷ Μαικήνᾳ ἐξουσίαν ἔδωκεν ὥστε σφᾶς καὶ τὰς ἐπιστολάς, ἃς τῇτε βουλῇ καὶ τοῖς ἄλλοις ἔγραφε, προαναγιγνώσκειν, κἀκ τούτου καὶ μεταγράφειν ὅσα ἐβούλοντο.

51.3.6καὶ διὰ τοῦτο καὶ δακτύλιον ἔλαβον παρ’αὐτοῦ, ἵν’ἐπισφραγίζεσθαι αὐτὰς ἔχωσι. διπλῆν γὰρ δὴ σφραγῖδα, μάλιστα τότε ἐχρῆτο, ἐπεποίητο, σφίγγα ἐν ἑκατέρᾳ ὁμοίαν ἐκτυπώσας. ὕστερον γὰρ τὴν εἰκόνα τὴν ἑαυτοῦ ἐγγλύψας ἐκείνῃ τὰ πάντα ἐσημαίνετο.

51.3.7καὶ αὐτῇ καὶ οἱ μετὰ ταῦτα αὐτοκράτορες, πλὴν Γάλβου, ἐχρήσαντο · οὗτος γὰρ προγονικῷ τινι σφραγίσματι, κύνα ἐκ πρῴρας νεὼς προκύπτοντα ἔχοντι, ἐνόμισεν. ἐπέστελλε δὲ καὶ ἐκείνοις καὶ τοῖς ἄλλοις τοῖς πάνυ φίλοις, ὁπότε τι δέοιτο δι’ἀπορρήτων σφίσι δηλῶσαι, τὸ δεύτερον ἀεὶ στοιχεῖον τοῦ τῷ ῥήματι προσήκοντος ἀντ’ἐκείνου ἀντεγγράφων.

51.4

51.4.1καὶ μέν, ὡς οὐδενὸς ἔτι δεινοῦ παρὰ τῶν ἐστρατευμένων ἐσομένου, τάτε ἐν τῇ Ἑλλάδι διῴκησε καὶ τῶν τοῖν θεοῖν μυστηρίων μετέλαβεν, ἔςτε τὴν Ἀσίαν κομισθεὶς καὶ ἐκεῖνα προσκαθίστατο, τάτε τοῦ Ἀντωνίου ἅμα ἐκαραδόκει ·

51.4.2οὐ γάρ πω σαφές τι ὅπῃ διεπεφεύγει ἐπέπυστο, καὶ παρεσκευάζετο ὡς καὶ ἐπ’αὐτὸν ὁρμήσων, ἄν τι ἀκριβώσῃ. θορυβησάντων δ’αὐτῶν ἐν τούτῳ φανερῶς ἅτε καὶ πολὺ ἀπὸ σφῶν ἀπαρτῶντος αὐτοῦ, ἐφοβήθη μή τι κακὸν προστάτου τινὸς λαβόμενοι δράσωσι, καὶ διὰ τοῦτ’Ἀντώνιον μὲν ἄλλοις ἀναζητῆσαι προσέταξεν, αὐτὸς δὲ ἐς τὴν Ἰταλίαν ἠπείχθη μεσοῦντος τοῦ χειμῶνος ἐν τὸ τέταρτον μετὰ Μάρκου Κράσσου ἦρχεν ·

51.4.3οὗτος γάρ, καίπερ τάτε τοῦ Σέξτου καὶ τὰ τοῦ Ἀντωνίου πράξας, τότε μη δὲ στρατηγήσας συνυπάτευσεν αὐτῷ. ἐλθὼν δὲ ἐς τὸ Βρεντέσιον οὐκέτι περαιτέρω προυχώρησεν.

51.4.4ἐπεὶ γὰρ τε γερουσία πυθομένη τὸν πρόσπλουν αὐτοῦ πᾶσα ἐκεῖσε, πλὴν τῶντε δημάρχων καὶ στρατηγῶν δύο κατὰ δόγμα καταμεινάντων, ἀπήντησε, καὶ ἱππὰς τοῦτε δήμου τὸ πλεῖον καὶ ἕτεροι, οἱ μὲν κατὰ πρεσβείας οἱ δὲ ἐθελονταί, πολλοὶ συνῆλθον, οὐκέτ’οὐδὲν ὑπ’οὐδενὸς πρόςτε τὴν ἄφιξιν αὐτοῦ καὶ πρὸς τὴν τῶν πλειόνων σπουδὴν ἐνεοχμώθη.

51.4.5καὶ γὰρ ἐκεῖνοι, οἱ μὲν φόβῳ, οἱ δὲ ἐλπίσιν, οἱ δὲ καὶ μετάπεμπτοι, πρὸς τὸ Βρεντέσιον ἀφίκοντο · καὶ αὐτῶν Καῖσαρ τοῖς μὲν ἄλλοις χρήματα ἔδωκε, τοῖς δὲ διὰ παντὸς αὐτῷ συστρατεύσασι καὶ γῆν προσκατένειμε.

51.4.6τοὺς γὰρ δήμους τοὺς ἐν τῇ Ἰταλίᾳ τοὺς τὰ τοῦ Ἀντωνίου φρονήσαντας ἐξοικίσας τοῖς μὲν στρατιώταις τάςτε πόλεις καὶ τὰ χωρία αὐτῶν ἐχαρίσατο, ἐκείνων δὲ δὴ τοῖς μὲν πλείοσι τότε Δυρράχιον καὶ τοὺς Φιλίππους ἄλλατε ἐποικεῖν ἀντέδωκε, τοῖς δὲ λοιποῖς ἀργύριον ἀντὶ τῆς χώρας τὸ μὲν ἔνειμε τὸ δ’ὑπέσχετο.

51.4.7συχνὰ μὲν γὰρ καὶ ἐκ τῆς νίκης ἐκτήσατο, πολλῷ δὲ ἔτι πλείω ἀνήλισκε. καὶ διὰ τοῦτο καὶ προέγραψεν ἐν τῷ πρατηρίῳ τάτε ἑαυτοῦ κτήματα καὶ τὰ τῶν ἑταίρων, ἵνα ἄντε πρίασθαί τι αὐτῶν ἄντε καὶ ἀντιλαβεῖν τις ἐθελήσῃ, τοῦτο ποιήσῃ.

51.4.8καὶ ἐπράθη μὲν οὐδέν, οὐ δ’ἀντεδόθη οὐδέν · τίς γὰρ ἂν καὶ ἐτόλμησεν ὁποτερονοῦν αὐτῶν πρᾶξαι; τῆς δὲ δὴ ἐπαγγελίας ἀναβολὴν ἐκ τούτου εὐπρεπῆ λαβὼν ὕστερον αὐτὴν ἐκ τῶν Αἰγυπτίων λαφύρων ἀπήλλαξε.

51.5

51.5.1ταῦτάτε οὖν καὶ τὰ ἄλλα τὰ ἐπείγοντα διοικήσας, τοῖςτέ τινα ἄδειαν λαβοῦσι καὶ ἐν τῇ Ἰταλίᾳ διαιτᾶσθαι (οὐ γὰρ ἐξῆν) δούς, καὶ τὸν δῆμον τὸν ἐν τῇ Ῥώμῃ ὑπολειφθέντα παρέμενος ὅτι μὴ πρὸς αὐτὸν ἦλθεν, ἔςτε τὴν Ἑλλάδα αὖθις τριακοστῇ μετὰ τὴν ἄφιξιν ἡμέρᾳ ἀπῆρε, καὶ διὰ τοῦ ἰσθμοῦ τοῦ τῆς Πελοποννήσου τὰς ναῦς ὑπὸ τοῦ χειμῶνος ὑπερενεγκὼν οὕτω ταχέως ἐς τὴν Ἀσίαν ἀνεκομίσθη ὥστε καὶ τὸν Ἀντώνιον τήντε Κλεοπάτραν ἑκάτερον ἅμα, καὶ ὅτι ἀφωρμήθη καὶ ὅτι ἐπανῆλθε, μαθεῖν.

51.5.3ὡς γὰρ τότε ἐκ τῆς ναυμαχίας ἔφυγον, μέχρι μὲν τῆς Πελοποννήσου ὁμοῦ ἀφίκοντο, ἐντεῦθεν δὲ τῶν συνόντων τινάς, ὅσους ὑπώπτευον, ἀποπέμψαντες (πολλοὶ δὲ καὶ ἀκόντων αὐτῶν ἀπεχώρησαν) Κλεοπάτρα μὲν ἐς τὴν Αἴγυπτον, μή τι τῆς συμφορᾶς σφων προπυθόμενοι νεωτερίσωσιν, ἠπείχθη, καὶ ὅπως γε καὶ τὸν πρόσπλουν ἀσφαλῆ ποιήσηται, τάςτε πρῴρας ὡς καὶ κεκρατηκυῖα κατέστεψε καὶ ᾠδάς τινας ἐπινικίους ὑπ’αὐλητῶν ᾖδεν ·

51.5.4ἐπεὶ δὲ ἐν τῷ ἀσφαλεῖ ἐγένετο, πολλοὺς μὲν τῶν πρώτων, ἅτε καὶ ἀεί οἱ ἀχθομένων καὶ τότε ἐπὶ τῇ συμφορᾷ αὐτῆς ἐπηρμένων, ἐφόνευσε, πολὺν δὲ καὶ πλοῦτον ἔκτε τῶν ἐκείνων κτημάτων καὶ ἐκ τῶν ἄλλων καὶ ὁσίων καὶ θείων, μηδενὸς μη δὲ τῶν πάνυ ἀβάτων ἱερῶν φειδομένη, ἤθροιζε, δυνάμειςτε ἐξηρτύετο καὶ συμμαχίας περιεσκόπει, τόντε Ἀρμένιον ἀποκτείνασα τὴν κεφαλὴν αὐτοῦ τῷ Μήδῳ, ὡς καὶ ἐπικουρήσοντί σφισι διὰ τοῦτ’, ἔπεμψεν.

51.5.6Ἀντώνιος δὲ ἔπλευσε μὲν ἐς τὴν Λιβύην πρόςτε Πινάριον Σκάρπον καὶ πρὸς τὸ στράτευμα τὸ μετ’αὐτοῦ ἐπὶ τῇ τῆς Αἰγύπτου φυλακῇ ἐνταῦθα προσυνειλεγμένον · ἐπεὶ δ’οὔτε προσδέξεσθαι αὐτὸν ἔφη, καὶ προσέτι καὶ τοὺς προπεμφθέντας ὑπ’αὐτοῦ ἔσφαξε, τῶντε στρατιωτῶν ὧν ἦρχεν ἀγανακτήσαντάς τινας ἐπὶ τούτῳ διέφθειρεν, οὕτω δὴ καὶ αὐτὸς ἐς τὴν Ἀλεξάνδρειαν μηδὲν περάνας ἐκομίσθη.

51.6

51.6.1καὶ τάτε ἄλλα ὡς ἐπὶ ταχεῖ πολέμῳ παρεσκευάζοντο, καὶ τοὺς υἱεῖς, Κλεοπάτρα μὲν Καισαρίωνα Ἀντώνιος δὲ Ἄντυλλον, ὃν ἐκ τῆς Φουλουίας γεννηθέντα οἱ εἶχεν, ἐς ἐφήβους ἐσέγραψαν, ἵν’οἵτε Αἰγύπτιοι ὡς καὶ ἀνδρός τινος ἤδη βασιλεύοντός σφων προθυμηθῶσι, καὶ οἱ ἄλλοι προστάτας ἐκείνους, ἄν γέ τι δεινόν σφισι συμβῇ, ἔχοντες καρτερήσωσι.

51.6.2καὶ τοῖς μὲν μειρακίοις καὶ τοῦτο αἴτιον τοῦ ὀλέθρου ἐγένετο · οὐδετέρου γὰρ αὐτῶν Καῖσαρ, ὡς καὶ ἀνδρῶν ὄντων καὶ πρόσχημά τι προστασίας ἐχόντων, ἐφείσατο · ἐκεῖνοι δ’οὖν παρεσκευάζοντο μὲν ὡς καὶ ἐν τῇ Αἰγύπτῳ καὶ ναυσὶ καὶ πεζῷ πολεμήσοντες, καὶ ἐπὶ τούτῳ καὶ τὰ ἔθνη τὰ ὁμόχωρα τούςτε βασιλέας τοὺς φιλίους σφίσι προσπαρεκάλουν, ἡτοιμάζοντο δ’οὐδὲν ἧττον ὡς καὶ ἐς τὴν Ἰβηρίαν, ἄν τι κατεπείξῃ, πλευσούμενοι καὶ τὰ ἐκεῖ ἄλλωςτε καὶ τῷ πλήθει τῶν χρημάτων ἀποστήσοντες, καὶ πρὸς τὴν ἐρυθρὰν θάλασσαν μεταστησόμενοι.

51.6.4καὶ ὅπως γε ἐπὶ πλεῖστον βουλευόμενοι ταῦτα διαλάθωσιν, καὶ ἐξαπατήσωσί πῃ τὸν Καίσαρα καὶ δολοφονήσωσιν, ἔστειλάν τινας ἐκείνῳ μὲν λόγους ὑπὲρ εἰρήνης τοῖς δὲ δὴ συνοῦσιν αὐτῷ χρήματα φέροντας.

51.6.5 κἀν τούτῳ καὶ Κλεοπάτρα σκῆπτρόντέ τι χρυσοῦν καὶ στέφανον χρυσοῦν τόντε δίφρον τὸν βασιλικόν, κρύφα τοῦ Ἀντωνίου, ὡς καὶ τὴν ἀρχήν οἱ δι’αὐτῶν διδοῦσα ἔπεμψεν, ἵν’ἂν καὶ ἐκεῖνον ἐχθήρῃ, ἀλλ’αὐτήν γε ἐλεήσῃ.

51.6.6 δὲ τὰ μὲν δῶρα ἔλαβεν οἰωνὸν ποιούμενος, ἀπεκρίνατο δὲ τῷ μὲν Ἀντωνίῳ οὐδέν, τῇ δὲ Κλεοπάτρᾳ φανερῶς μὲν ἄλλατε ἀπειλητικὰ καὶ ὅτι, ἂν τῶντε ὅπλων καὶ τῆς βασιλείας ἀποστῇ, βουλεύσεται περὶ αὐτῆς ὅσα χρὴ πρᾶξαι, λάθρᾳ δὲ ὅτι, ἐὰν τὸν Ἀντώνιον ἀποκτείνῃ, καὶ τὴν ἄδειαν αὐτῇ καὶ τὴν ἀρχὴν ἀκέραιον δώσει.

51.7

51.7.1ἐν δὲ ταῦτα ἐγίγνετο, τάςτε ναῦς τὰς ἐν τῷ Ἀραβικῷ κόλπῳ πρὸς τὸν ἐς τὴν ἐρυθρὰν θάλασσαν πλοῦν ναυπηγηθείσας οἱ Ἀράβιοι, πεισθέντες ὑπὸ Κυΐντου Διδίου τοῦ τῆς Συρίας ἄρχοντος, κατέπρησαν, καὶ τὰς ἐπικουρίας καὶ οἱ δῆμοι καὶ οἱ δυνάσται πάντες ἀπηρνήσαντο.

51.7.2καί μοι θαυμάσαι ἐπέρχεται ὅτι ἄλλοι μὲν συχνοί, καίπερ πολλὰ παρ’αὐτῶν εἰληφότες, ἐγκατέλιπόν σφας, οἱ δὲ ἐπὶ ταῖς ὁπλομαχίαις ἐν τοῖς ἀτιμότατα τρεφόμενοι προθυμίᾳτε ἐς αὐτοὺς πλείστῃ ἐχρήσαντο καὶ ἀνδρειότατα ἠγωνίσαντο.

51.7.3οὗτοι γὰρ ἐν Κυζίκῳ πρὸς τοὺς ἐπινικίους ἀγῶνας, οὓς ἐπὶ τῷ Καίσαρι ἄξειν ἤλπιζον, ἀσκούμενοι, τότε ἐπειδὴ τάχιστα τῶν γεγονότων ᾔσθοντο, ὥρμησαν ἐς τὴν Αἴγυπτον ὡς καὶ βοηθήσοντες αὐτοῖς, καὶ πολλὰ μὲν τὸν Ἀμύνταν ἐν τῇ Γαλατίᾳ πολλὰ δὲ καὶ τοὺς τοῦ Ταρκονδιμότου παῖδας ἐν τῇ Κιλικίᾳ, φίλους μέν σφισιν ἐς τὰ μάλιστα γενομένους, τότε δὲ πρὸς τὰ παρόντα μεταστάντας, πολλὰ δὲ καὶ τὸν Δίδιον κωλύοντά σφας τῆς διόδου ἔδρασαν.

51.7.5οὐ μέντοι καὶ διαπεσεῖν ἐς τὴν Αἴγυπτον ἠδυνήθησαν, ἀλλ’ἐπειδὴ πανταχόθεν περιεστοιχίσθησαν, λόγον μὲν οὐ δ’ὣς οὐδένα, καίτοι τοῦ Διδίου συχνά σφισιν ὑπισχνουμένου, προσεδέξαντο, τὸν δὲ Ἀντώνιον μεταπέμψαντες ὡς καὶ ἐν τῇ Συρίᾳ ἄμεινον μετ’αὐτοῦ πολεμήσοντες, ἔπειτ’ἐπειδὴ ἐκεῖνος μήτ’αὐτὸς ἦλθε μήτ’ἀγγελίαν τινὰ αὐτοῖς ἔπεμψεν, οὕτω δὴ νομίσαντες αὐτὸν ἀπολωλέναι καὶ ἄκοντες ὡμολόγησαν ἐπὶ τῷ μηδέποτε μονομαχῆσαι, καὶ τήν γε Δάφνην παρὰ τοῦ Διδίου, τὸ τῶν Ἀντιοχέων προάστειον, ἐνοικεῖν μέχρις ἂν τῷ Καίσαρι ταῦτα δηλωθῇ ἔλαβον.

51.7.7καὶ οἱ μὲν ὑπὸ τοῦ Μεσσάλου ὕστερον ἀπατηθέντες ἐπέμφθησαν ἄλλος ἄλλοσε ὡς καὶ ἐς τὰ στρατόπεδα καταλεχθησόμενοι, καὶ ἐκ τρόπου δή

51.8

51.8.1τινος ἐπιτηδείου ἐφθάρησαν · Ἀντώνιος δὲ καὶ Κλεοπάτρα ἀκούσαντες τῶν πρέσβεων τὰ παρὰ τοῦ Καίσαρός σφισιν ἐπισταλέντα, ἔπεμψαν αὖθις, μὲν χρήματα αὐτῷ πολλὰ δώσειν ὑπισχνουμένη, δὲ τῆςτε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων, καὶ προσέτι καὶ περὶ τῆς συνουσίας τῆς πρὸς τὴν Αἰγυπτίαν ἀπολογούμενος, ὅσατε συνηράσθησάν ποτε καὶ ὅσα συνενεανιεύσαντο ἀλλήλοις ἐξαριθμούμενος.

51.8.2καὶ τέλος Πούπλιον Τουρούλλιον βουλευτήντε ὄντα καὶ σφαγέα τοῦ Καίσαρος γεγονότα τότετε φιλικῶς οἱ συνόντα ἐξέδωκεν αὐτῷ, καὶ ἑαυτόν, ἄν γε καὶ διὰ τοῦθ’ Κλεοπάτρα σωθῇ, καταχρήσεσθαι ἐπηγγείλατο.

51.8.3Καῖσαρ δὲ τὸν μὲν Τουρούλλιον ἀπέκτεινε (καὶ ἔτυχε γὰρ ἐκ τῆς ἐν Κῷ τοῦ Ἀσκληπιοῦ ὕλης ξύλα ἐς ναυτικὸν κεκοφώς, δίκην τινὰ καὶ τῷ θεῷ, ὅτι ἐκεῖ ἐδικαιώθη, δοῦναι ἔδοξε), τῷ δ’Ἀντωνίῳ οὐδὲν οὐ δὲ τότε ἀπεκρίνατο.

51.8.4τρίτηντε οὖν πρεσβείαν ἔστειλε, καὶ τὸν υἱὸν τὸν Ἄντυλλον μετὰ χρυσίου πολλοῦ αὐτῷ ἔπεμψεν · δὲ τὰ μὲν χρήματα ἔλαβεν, ἐκεῖνον δὲ διὰ κενῆς ἀνταπέστειλε, μηδεμίαν ἀπόκρισιν δούς. τῇ μέντοι Κλεοπάτρᾳ πολλά, ὥσπερ τὸ πρῶτον, οὕτω καὶ τὸ δεύτερον τότε τρίτον καὶ ἐπηπείλησε καὶ ὑπέσχετο.

51.8.5φοβηθεὶς δ’οὖν καὶ ὣς μή πως ἀπογνόντες συγγνώμης παρ’αὐτοῦ τεύξεσθαι διακαρτερήσωσι, καὶ ἤτοι καὶ καθ’ἑαυτοὺς περιγένωνται, καὶ ἐς τὴν Ἰβηρίαν τήντε Γαλατίαν ἀπάρωσιν, καὶ τὰ χρήματα, παμπληθῆ ἤκουεν εἶναι, φθείρωσιν ( γὰρ Κλεοπάτρα πάντατε αὐτὰ ἐς τὸ μνημεῖον, ἐν τῷ βασιλείῳ κατεσκεύαζεν, ἠθροίκει, καὶ πάντα, ἄν γέ τινος καὶ ἐλαχίστου διαμάρτῃ, κατακαύσειν μεθ’ἑαυτῆς ἠπείλει), Θύρσον ἐξελεύθερον ἑαυτοῦ ἔπεμψεν ἄλλατε πολλὰ καὶ φιλάνθρωπα αὐτῇ ἐροῦντα, καὶ ὅτι καὶ ἐρῶν αὐτῆς τυγχάνει, εἴ πως ἔκ γε τούτου, οἷα ἀξιοῦσα πρὸς πάντων ἀνθρώπων ἐρᾶσθαι, τόντε Ἀντώνιον ἀναχρήσαιτο καὶ ἑαυτὴν τάτε χρήματα ἀκέραια τηρήσειε.

51.8.7καὶ ἔσχεν οὕτως.

51.9

51.9.1πρὶν δὲ δὴ ταῦτα γίγνεσθαι, μαθὼν Ἀντώνιος ὅτι Κορνήλιος Γάλλος τότε τοῦ Σκάρπου στράτευμα παρείληφε καὶ μετ’αὐτῶν τὸ Παραιτόνιον ἐξαίφνης παρελθὼν κατέσχηκεν, ἐς μὲν τὴν Συρίαν, καίτοι βουληθεὶς κατὰ τὴν τῶν μονομάχων μετάπεμψιν ὁρμῆσαι, οὐκ ἐπορεύθη, ἐπὶ δὲ ἐκεῖνον ἐχώρησεν ὡς μάλιστα μὲν ἀκονιτὶ τοὺς στρατιώτας προσθησόμενος (ἦσαν γὰρ εὔνοιάν τινα αὐτοῦ ἐκ τῆς συστρατείας ἔχοντες), εἰ δὲ μή, βίᾳ γε χειρωσόμενος ἅτε καὶ δύναμιν πολλὴν καὶ ναυτικὴν καὶ πεζὴν ἐπαγόμενος.

51.9.3οὐ μέντοι οὐ δὲ διαλεχθῆναί τι αὐτοῖς ἠδυνήθη, καίπερ πρόςτε τὸ τεῖχος προσελθὼν καὶ γεγωνὸν βοήσας · γὰρ Γάλλος τοὺς σαλπικτὰς συνηχεῖν κελεύσας οὐδὲν οὐδενὶ ἐσακοῦσαι ἐπέτρεψε. καὶ προσέτι καὶ ἐπεκδρομῇ αἰφνιδίῳ ἔπταισε, καὶ μετὰ τοῦτο καὶ ταῖς ναυσὶν ἐσφάλη.

51.9.4ἁλύσεις γάρ τινας ὑφύδρους νύκτωρ διὰ τοῦ στόματος τοῦ λιμένος Γάλλος διατείνας οὐδεμίαν αὐτοῦ φανερὰν φυλακὴν ἐποιήσατο, ἀλλὰ καὶ πάνυ ἀδεῶς εἴσω μετὰ καταφρονήματος ἐσπλέοντάς σφας περιεῖδεν · ἐπεὶ μέντοι ἔνδον ἐγένοντο, τάςτε ἁλύσεις μηχαναῖς ἀνέσπασε, καὶ πανταχόθεν ἅμα τὰς ναῦς αὐτῶν ἔκτε τῆς γῆς καὶ ἐκ τῶν οἰκιῶν τῆςτε θαλάσσης περισχὼν τὰς μὲν κατέπρησε τὰς δὲ κατεπόντωσε.

51.9.5 κἀν τούτῳ καὶ τὸ Πηλούσιον Καῖσαρ, λόγῳ μὲν κατὰ τὸ ἰσχυρὸν ἔργῳ δὲ προδοθὲν ὑπὸ τῆς Κλεοπάτρας, ἔλαβεν. ἐκείνη γὰρ ὡς οὔτε τις ἐβοήθησέ σφισι καὶ τὸν Καίσαρα ἀνανταγώνιστον ὄντα ἤσθετο, τότε μέγιστον ἀκούσασα τοὺς διὰ τοῦ Θύρσου πεμφθέντας οἱ λόγους, ἐπίστευσεν ὄντως ἐρᾶσθαι, πρῶτον μὲν ὅτι καὶ ἐβούλετο, ἔπειτα δὲ ὅτι καὶ τὸν πατέρα αὐτοῦ τόντε Ἀντώνιον ὁμοίως ἐδεδούλωτο.

51.9.6 κἀκ τούτου οὐχ ὅπως τήντε ἄδειαν καὶ τὴν τῶν Αἰγυπτίων βασιλείαν, ἀλλὰ καὶ τὸ τῶν Ῥωμαίων κράτος ἕξειν προσεδόκησε, τότε Πηλούσιον εὐθὺς αὐτῷ προήκατο, καὶ μετὰ τοῦτο προσελαύνοντι πρὸς τὴν πόλιν ἐκώλυσε τοὺς Ἀλεξανδρέας λάθρᾳ ἐπεξελθεῖν, ἐπεὶ ὅσον γε ἀπὸ βοῆς καὶ πάνυ σφᾶς προετρέψατο τοῦτο ποιῆσαι.

51.10

51.10.1 δ’οὖν Ἀντώνιος ἐκ τοῦ Παραιτονίου πρὸς τὴν περὶ τοῦ Πελουσίου πύστιν ἐπανελθὼν προαπήντησε πρὸ τῆς Ἀλεξανδρείας τῷ Καίσαρι, καὶ αὐτὸν κεκμηκότα ἐκ τῆς πορείας ὑπολαβὼν τοῖς ἱππεῦσιν ἐνίκησεν.

51.10.2ἀναθαρσήσαςτε ἔκτε τούτου καὶ ὅτι βιβλία ἐς τὸ στρατόπεδον αὐτοῦ τοξεύμασιν ἐσέπεμψε πεντακοσίας σφίσι καὶ χιλίας δραχμὰς ὑπισχνούμενος, συνέβαλε καὶ τῷ πεζῷ καὶ ἡττήθη ·

51.10.3 γὰρ Καῖσαρ αὐτὸς τὰ βιβλία ἐθελοντὴς τοῖς στρατιώταις ἀνέγνω, τόντε Ἀντώνιον διαβάλλων καὶ ἐκείνους ἔςτε τὴν τῆς προδοσίας αἰσχύνην καὶ ἐς τὴν ὑπὲρ ἑαυτοῦ προθυμίαν ἀντικαθιστάς, ὥστε καὶ διὰ τοῦτο αὐτοὺς τῇτε τῆς πείρας ἀγανακτήσει καὶ τῇ τοῦ μὴ ἐθελοκακεῖν δόξαι ἐνδείξει σπουδάσαι.

51.10.4καὶ μὲν ἐπειδὴ παρὰ δόξαν ἠλαττώθη, πρόςτε τὸ ναυτικὸν ἀπέκλινε, καὶ παρεσκευάζετο ὡς καὶ ναυμαχήσων πάντως γε ἐς τὴν Ἰβηρίαν πλευσούμενος · ἰδοῦσα δὲ τοῦθ’ Κλεοπάτρα τάςτε ναῦς αὐτομολῆσαι ἐποίησε, καὶ αὐτὴ ἐς τὸ ἠρίον ἐξαίφνης ἐσεπήδησε, λόγῳ μὲν ὡς τὸν Καίσαρα φοβουμένη καὶ προδιαφθεῖραι τρόπον τινὰ ἑαυτὴν βουλομένη, ἔργῳ δὲ καὶ τὸν Ἀντώνιον ἐκεῖσε ἐσελθεῖν προκαλουμένη ·

51.10.5ὑπετόπει μὲν γὰρ προδίδοσθαι, οὐ μέντοι καὶ ἐπίστευεν ὑπὸ τοῦ ἔρωτος, ἀλλὰ καὶ μᾶλλον ὡς εἰπεῖν ἐκείνην ἑαυτὸν ἠλέει.

51.10.6ὅπερ που Κλεοπάτρα ἀκριβῶς εἰδυῖα ἤλπισεν ὅτι, ἂν πύθηται αὐτὴν τετελευτηκυῖαν, οὐκ ἐπιβιώσεται ἀλλὰ παραχρῆμα ἀποθανεῖται. καὶ διὰ τοῦτο ἔςτε τὸ μνημεῖον σύντε εὐνούχῳ τινὶ καὶ σὺν θεραπαίναις δύο ἐσέδραμε, καὶ ἐκεῖθεν ἀγγελίαν αὐτῷ ὡς καὶ ἀπολωλυῖα ἔπεμψε.

51.10.7καὶ ὃς ἀκούσας τοῦτο οὐκ ἐμέλλησεν, ἀλλ’ἐπαποθανεῖν αὐτῇ ἐπεθύμησε. καὶ τὸ μὲν πρῶτον τῶν παρόντων τινὸς ἐδεήθη ἵνα αὐτὸν ἀποκτείνῃ · ἐπεὶ δὲ ἐκεῖνος σπασάμενος τὸ ξίφος ἑαυτὸν κατειργάσατο, ζηλῶσαίτε αὐτὸν ἠθέλησε καὶ ἑαυτὸν ἔτρωσεν, καὶ ἔπεσέτε ἐπὶ στόμα καὶ δόξαν τοῖς παροῦσιν ὡς καὶ τεθνηκὼς παρέσχε.

51.10.8θορύβουτε ἐπὶ τούτῳ γενομένου ᾔσθετότε Κλεοπάτρα καὶ ὑπερέκυψεν ὑπὲρ τοῦ μνημείου · αἱ μὲν γὰρ θύραι αὐτοῦ συγκλεισθεῖσαι ἅπαξ οὐκέτ’ἀνοιχθῆναι ἐκ μηχανήματός τινος ἐδύναντο, τὰ δ’ἄνω πρὸς τῇ ὀροφῇ οὐδέπω παντελῶς ἐξείργαστο.

51.10.9ἐντεῦθεν οὖν ὑπερκύψασαν αὐτὴν ἰδόντες τινὲς ἀνεβόησαν ὥστε καὶ τὸν Ἀντώνιον ἐσακοῦσαι · καὶ ὃς μαθὼν ὅτι περίεστιν, ἐξανέστη μὲν ὡς καὶ ζῆσαι δυνάμενος, προχυθέντος δ’αὐτῷ πολλοῦ αἵματος ἀπέγνωτε τὴν σωτηρίαν, καὶ ἱκέτευσε τοὺς παρόντας ὅπως πρόςτε τὸ μνῆμα αὐτὸν κομίσωσι καὶ διὰ τῶν σχοινίων τῶν πρὸς τὴν ἀνολκὴν τῶν λίθων κρεμαμένων ἀνιμήσωσι. καὶ μὲν ἐνταῦθα οὕτω καὶ ἐν τοῖς τῆς Κλεοπάτρας

51.11

51.11.1κόλποις ἐναπέθανεν, ἐκείνη δὲ ἐθάρσησε μέν πως τὸν Καίσαρα, καὶ εὐθὺς αὐτῷ τὸ γεγονὸς ἐδήλωσεν, οὐ μὴν καὶ πάνυ ἐπίστευε μηδὲν κακὸν πείσεσθαι. κατεῖχεν οὖν ἑαυτὴν ἔνδον, ἵν’εἰ καὶ διὰ μηδὲν ἄλλο σωθείη, τῷ γε φόβῳ τῶν χρημάτων καὶ τὴν ἄδειαν καὶ τὴν βασιλείαν ἐκπρίηται.

51.11.2οὕτω που καὶ τότε ἐν τηλικαύτῃ συμφορᾷ οὖσα τῆς δυναστείας ἐμέμνητο, καὶ μᾶλλόν γε ἔντε τῷ ὀνόματι καὶ ἐν τῷ σχήματι αὐτῆς ἀποθανεῖν ἰδιωτεύσασα ζῆν ᾑρεῖτο. ἀμέλει εἶχε μὲν καὶ τὸ πῦρ ἐπὶ τοῖς χρήμασιν, εἶχε δὲ καὶ ἀσπίδας ἄλλατε ἑρπετὰ ἐφ’ἑαυτῇ, προπειραθεῖσα αὐτῶν ἐν ἀνθρώποις, ὅντινα τρόπον ἕκαστόν σφων ἀποκτίννυσι.

51.11.3Καῖσαρ δὲ ἐπεθύμει μὲν καὶ τῶν θησαυρῶν ἐγκρατὴς γενέσθαι καὶ ἐκείνην ζῶσάντε συλλαβεῖν καὶ ἐς τὰ νικητήρια ἀναγαγεῖν, οὐ μέντοι καὶ αὐτὸς πίστιν τινὰ αὐτῇ δοὺς ἀπατεὼν δόξαι γεγονέναι ἠθέλησεν, ἵν’ὡς καὶ αἰχμαλώτῳ καὶ ἀκουσίᾳ τρόπον τινὰ χειρωθείσῃ χρήσηται.

51.11.4καὶ διὰ τοῦτ’ἔπεμψε πρὸς αὐτὴν Γάιόντε Προκουλέιον ἱππέα καὶ Ἐπαφρόδιτον ἐξελεύθερον, ἐντειλάμενός σφισιν ὅσα καὶ εἰπεῖν καὶ πρᾶξαι ἐχρῆν. καὶ οὕτως ἐκεῖνοι συμμίξαντες τῇ Κλεοπάτρᾳ καὶ μέτριά τινα διαλεχθέντες, ἔπειτ’ἐξαίφνης συνήρπασαν αὐτὴν πρίν τι ὁμολογηθῆναι.

51.11.5 κἀκ τούτου ἐκποδὼν πάντα ἀφ’ὧν ἀποθανεῖν ἐδύνατο ποιησάμενοι, ἡμέρας μέν τινας κατὰ χώραν αὐτῇ τὸ τοῦ Ἀντωνίου σῶμα ταριχευούσῃ διατρῖψαι ἐπέτρεψαν, ἔπειτα δὲ ἐς τὰ βασίλεια αὐτὴν ἤγαγον, μήτε τῆς ἀκολουθίας τι μήτε τῆς θεραπείας τῆς συνήθους οἱ παραλύσαντες, ὅπως ἔτι καὶ μᾶλλον ἐλπίσῃτε ὅσα ἐβούλετο καὶ μηδὲν κακὸν ἑαυτὴν δράσῃ.

51.11.6ἀμέλει καὶ ὀφθῆναι καὶ διαλεχθῆναί τι τῷ Καίσαρι ἐθελήσασα ἐπέτυχε · καὶ ἵνα γε ἐπὶ πλεῖον ἀπατηθῇ, αὐτὸς ἀφίξεσθαι πρὸς αὐτὴν ὑπέσχετο.

51.12

51.12.1οἶκόντε οὖν ἐκπρεπῆ καὶ κλίνην πολυτελῆ παρασκευάσασα, καὶ προσέτι καὶ ἑαυτὴν ἠμελημένως πως κοσμήσασα (καὶ γὰρ ἐν τῷ πενθίμῳ σχήματι δεινῶς ἐνέπρεπεν) ἐκαθέζετο ἐπὶ τῆς κλίνης, πολλὰς μὲν εἰκόνας τοῦ πατρὸς αὐτοῦ καὶ παντοδαπὰς παραθεμένη, πάσας δὲ τὰς ἐπιστολὰς τὰς παρ’ἐκείνου οἱ πεμφθείσας ἐς τὸν κόλπον λαβοῦσα.

51.12.2καὶ μετὰ τοῦτο ἐσελθόντος τοῦ Καίσαρος ἀνεπήδησέτε ἐρρυθμισμένη, καὶ ἔφη χαῖρε δέσποτα · σοὶ μὲν γὰρ τοῦτο θεὸς ἔδωκεν, ἐμὲ δὲ ἀφείλετο. ἀλλ’ὁρᾷς μέν που καὶ αὐτὸς τὸν πατέρα σου τοιοῦτον οἷος πολλάκις πρὸς ἐμὲ ἐσῆλθεν, ἀκούεις δὲ ὅπως τάτε ἄλλα ἐτίμησέ με καὶ δὴ καὶ βασιλίδα τῶν Αἰγυπτίων ἐποίησεν.

51.12.3ἵνα δ’οὖν τι καὶ αὐτοῦ ἐκείνου περὶ ἐμοῦ πύθῃ, λάβε καὶ ἀνάγνωθι τὰ γράμματα μοι αὐτοχειρία ἐπέστειλε. ταῦτάτε ἅμα ἔλεγε, καὶ πολλὰ καὶ ἐρωτικὰ αὐτοῦ ῥήματα ἀνεγίγνωσκε. καὶ τοτὲ μὲν ἔκλαε καὶ τὰς ἐπιστολὰς κατεφίλει, τοτὲ δὲ πρὸς τὰς εἰκόνας αὐτοῦ προσέπιπτε καὶ ἐκείνας προσεκύνει.

51.12.4τάτε βλέφαρα ἐς τὸν Καίσαρα ἐπενέκλα, καὶ ἐμμελῶς ἀνωλοφύρετο, θρυπτικόντέ τι προσεφθέγγετο, ἄλλοτε μὲν λέγουσα ποῦ μοι, Καῖσαρ, ταῦτά σου τὰ γράμματα; ἄλλοτε δὲ ὅτι ἀλλ’ἐν τούτῳ καὶ σύ μοι ζῇς, εἶτα αὖθις εἴθε σου προετεθνήκειν, καὶ μάλα αὖθις ἀλλὰ καὶ τοῦτον ἔχουσα σὲ ἔχω.

51.12.5τοιαύτῃ τινὶ ποικιλίᾳ καὶ τῶν ῥημάτων καὶ τῶν σχημάτων ἐχρῆτο, μελιχρὰ ἄττα καὶ προσβλέπουσα αὐτῷ καὶ λαλοῦσα. οὖν Καῖσαρ συνίει μὲν αὐτῆς καὶ παθαινομένης καὶ πληκτιζομένης, οὐ μέντοι καὶ προσεποιεῖτο, ἀλλ’ἐς τὴν γῆν τοὺς ὀφθαλμοὺς ἐρείσας τοῦτο μόνον εἶπεν, θάρσει, γύναι, καὶ θυμὸν ἔχε ἀγαθόν · οὐδὲν γὰρ κακὸν πείσῃ.

51.12.6περιαλγήσασα οὖν ἐκείνη ὅτι μήτε προσεῖδεν αὐτὴν μήτε τι περὶ τῆς βασιλείας καὶ ἐρωτικόν τι ἐφθέγξατο, πρόςτε τὰ γόνατα αὐτοῦ προσέπεσε καὶ ἀνακλαύσασα ζῆν μέν ἔφη, Καῖσαρ, οὔτε ἐθέλω οὔτε δύναμαι · ταύτην δέ σε τὴν χάριν ἐς τὴν τοῦ πατρὸς μνήμην αἰτῶ, ἵν’ἐπειδή με Ἀντωνίῳ μετ’ἐκεῖνον δαίμων παρέδωκε, μετ’αὐτοῦ καὶ ἀποθάνω.

51.12.7εἴθε μὲν γὰρ ἀπωλώλειν εὐθὺς τότε μετὰ τὸν Καίσαρα · ἐπεὶ δέ μοι καὶ τοῦτο παθεῖν ἐπέπρωτο, πέμψον με πρὸς Ἀντώνιον, μη δέ μοι τῆς σὺν αὐτῷ ταφῆς φθονήσῃς, ἵν’ὥσπερ δι’ἐκεῖνον ἀποθνήσκω, οὕτω καὶ ἐν Ἅιδου αὐτῷ συνοικήσω.

51.13

51.13.1καὶ μὲν τοιαῦτα ὡς καὶ ἐλεηθησομένη ἔλεγε, Καῖσαρ δὲ πρὸς μὲν ταῦτα οὐδὲν ἀπεκρίνατο, φοβηθεὶς δὲ μὴ ἑαυτὴν διαχρήσηται, θαρσεῖντε αὐτῇ αὖθις παρεκελεύσατο, καὶ οὔτε τὴν θεραπείαν αὐτῆς ἀφείλετο καὶ ἐν ἐπιμελείᾳ αὐτὴν ἐποιεῖτο, ὅπως οἱ τὰ ἐπινίκια ἐπιλαμπρύνῃ.

51.13.2τοῦτότε οὖν ὑποτοπήσασα, καὶ μυρίων θανάτων χαλεπώτερον αὐτὸ νομίσασα εἶναι, ὄντωςτε ἀποθανεῖν ἐπεθύμησε, καὶ πολλὰ μὲν τοῦ Καίσαρος, ὅπως τρόπον τινὰ ἀπόληται, ἐδεῖτο, πολλὰ δὲ καὶ αὐτὴ ἐμηχανᾶτο.

51.13.3ἐπεὶ δ’οὐδὲν ἐπέραινε, μεταγιγνώσκειντε ἐπλάσατο ὡς καὶ ἐλπίδα πολλὴν μὲν καὶ ἐς ἐκεῖνον πολλὴν δὲ καὶ ἐς τὴν Λιουίαν ἔχουσα, καὶ ἑκουσίατε πλευσεῖσθαι ἔλεγε, καὶ κόσμους τινὰς ἀποθέτους ἐς δῶρα ἡτοιμάζετο, εἴ πως πίστιν ἐκ τούτων μὴ τεθνήξειν λαβοῦσα ἧττόντε τηρηθείη καὶ ἑαυτὴν ἐξεργάσαιτο.

51.13.4 καὶ ἐγένετο. ἐπειδὴ γὰρ οἵτε ἄλλοι καὶ Ἐπαφρόδιτος, ᾧπερ ἐπετέτραπτο, πιστεύσαντες ταῦθ’ὡς ἀληθῶς φρονεῖν, τῆς ἀκριβοῦς φυλακῆς ἠμέλησαν, παρεσκευάζετο ὅπως ὡς ἀλυπότατα ἀποθάνῃ. καὶ γραμματεῖόν τι, δι’οὗ ἐδεήθη τοῦ Καίσαρος ἵνα αὐτὴν μετὰ τοῦ Ἀντωνίου ταφῆναι κελεύσῃ, αὐτῷ τῷ Ἐπαφροδίτῳ σεσημασμένον, ὅπως προφάσει τῆς ἀποκομιδῆς αὐτοῦ ὡς καὶ ἄλλο τι ἔχοντος ἐκποδών οἱ γένηται, δοῦσα ἔργου εἴχετο.

51.13.5τήντε γὰρ ἐσθῆτα τὴν περικαλλεστάτην ἐνδῦσα, καὶ ἑαυτὴν εὐπρεπέστατα εὐθετήσασα, τότε σχῆμα τὸ βασιλικὸν πᾶν ἀναλαβοῦσα, ἀπέθανε.

51.14

51.14.1καὶ τὸ μὲν σαφὲς οὐδεὶς οἶδεν τρόπῳ διεφθάρη · κεντήματα γὰρ λεπτὰ περὶ τὸν βραχίονα αὐτῆς μόνα εὑρέθη · λέγουσι δὲ οἱ μὲν ὅτι ἀσπίδα ἐν ὑδρίᾳ καὶ ἐν ἄνθεσί τισιν ἐσκομισθεῖσάν οἱ προσέθετο, οἱ δὲ ὅτι βελόνην, τὰς τρίχας ἀνεῖρεν, ἰῷ τινι, δύναμιν τοιαύτην ἔχοντι ὥστε ἄλλως μὲν μηδὲν τὸ σῶμα βλάπτειν, ἂν δ’αἵματος καὶ βραχυτάτου ἅψηται, καὶ τάχιστα καὶ ἀλυπότατα αὐτὸ φθείρειν, χρίσασα τέως μὲν αὐτὴν ἐν τῇ κεφαλῇ ἐφόρει ὥσπερ εἰώθει, τότε δὲ προκατανύξασά τι τὸν βραχίονα ἐς τὸ αἷμα ἐνέβαλεν.

51.14.3οὕτω μέν, ὅτι ἐγγύτατα, μετὰ τῶν δύο θεραπαινῶν ἀπώλετο · γὰρ εὐνοῦχος ἅμα τῷ συλληφθῆναι αὐτὴν τοῖςτε ἑρπετοῖς ἑαυτὸν ἐθελοντὴς παρέδωκε, καὶ δηχθεὶς ὑπ’αὐτῶν ἐς σορὸν προπαρεσκευασμένην οἱ ἐσεπεπηδήκει. ἀκούσας δὲ Καῖσαρ τὴν τελευτὴν αὐτῆς ἐξεπλάγη, καὶ τότε σῶμα αὐτῆς εἶδε, καὶ φάρμακα αὐτῷ καὶ Ψύλλους, εἴ πως ἀνασφήλειε, προσήνεγκεν.

51.14.4οἱ δὲ δὴ Ψύλλοι οὗτοι ἄνδρες μέν εἰσι (γυνὴ γὰρ οὐ γίγνεται Ψύλλα), δύνανται δὲ πάντατε ἰὸν παντὸς ἑρπετοῦ παραχρῆμα, πρὶν θνήσκειν τινά, ἐκμυζᾶν, καὶ αὐτοὶ μηδὲν ὑπὸ μηδενὸς αὐτῶν δηχθέντες βλάπτεσθαι.

51.14.5φύονται δὲ ἐξ ἀλλήλων, καὶ δοκιμάζουσι τὰ γεννηθέντα ἤτοι μετ’ὄφεών που εὐθὺς ἐμβληθέντα, καὶ τῶν σπαργάνων αὐτῶν ἐπιβληθέντων τισίν · οὔτε γὰρ τῷ παιδίῳ τι λυμαίνονται, καὶ ὑπὸ τῆς ἐσθῆτος αὐτοῦ ναρκῶσι.

51.14.6τοῦτο μὲν τοιοῦτόν ἐστιν, δὲ δὴ Καῖσαρ μηδένα τρόπον ἀναβιώσασθαι τὴν Κλεοπάτραν δυνηθεὶς ἐκείνην μὲν καὶ ἐθαύμασε καὶ ἠλέησεν, αὐτὸς δὲ ἰσχυρῶς ἐλυπήθη ὡς καὶ πάσης τῆς ἐπὶ τῇ νίκῃ δόξης ἐστερημένος.

51.15

51.15.1Ἀντώνιος μὲν δὴ καὶ Κλεοπάτρα, πολλῶν μὲν τοῖς Αἰγυπτίοις πολλῶν δὲ καὶ τοῖς Ῥωμαίοις κακῶν αἴτιοι γενόμενοι, οὕτωτε ἐπολέμησαν καὶ οὕτως ἐτελεύτησαν, ἔντε τῷ αὐτῷ τρόπῳ ἐταριχεύθησαν, κἀν τῇ αὐτῇ θήκῃ ἐτάφησαν. ἔσχον δὲ τήντε φύσιν τῆς ψυχῆς καὶ τὴν τύχην τοῦ βίου τοιάνδε.

51.15.2 μὲν συνεῖναίτε τὸ δέον οὐδενὸς ἥσσων ἐγένετο καὶ πολλὰ ἀφρόνως ἔπραξεν, ἀνδρείᾳτε ἔν τισι διέπρεψε καὶ ὑπὸ δειλίας συχνὰ ἐσφάλη, τῇτε μεγαλοψυχίᾳ καὶ τῇ δουλοπρεπείᾳ ἐξ ἴσου ἐχρῆτο, καὶ τάτε ἀλλότρια ἥρπαζε καὶ τὰ οἰκεῖα προΐετο, ἠλέειτε ἀλόγως συχνοὺς καὶ ἐκόλαζεν ἀδίκως πλείονας ·

51.15.3 κἀκ τούτων ἰσχυρότατόςτε ἐξ ἀσθενεστάτου καὶ πλουσιώτατος ἐξ ἀπορωτάτου γενόμενος οὐδετέρου αὐτῶν ἀπώνητο, ἀλλὰ καὶ τὸ κράτος τὸ τῶν Ῥωμαίων μόνος ἕξειν ἐλπίσας αὐτὸς ἑαυτὸν ἀπέκτεινε.

51.15.4Κλεοπάτρα δὲ ἄπληστος μὲν Ἀφροδίτης ἄπληστος δὲ χρημάτων γενομένη, καὶ πολλῇ μὲν φιλοτιμίᾳ φιλοδόξῳ πολλῇ δὲ καὶ περιφρονήσει θρασείᾳ χρησαμένη, τήντε βασιλείαν τὴν τῶν Αἰγυπτίων ὑπ’ἔρωτος ἐκτήσατο, καὶ τὴν τῶν Ῥωμαίων λήψεσθαι δι’αὐτοῦ ἐλπίσασα ταύτηςτε ἐσφάλη καὶ ἐκείνην προσαπώλεσε, δύοτε ἀνδρῶν Ῥωμαίων τῶν καθ’ἑαυτὴν μεγίστων κατεκράτησε, καὶ διὰ τὸν τρίτον ἑαυτὴν κατεχρήσατο.

51.15.5οὗτοι μὲν δὴ τοιοῦτοίτε ἐγένοντο καὶ οὕτως ἀπήλλαξαν · τῶν δὲ δὴ παίδων αὐτῶν Ἄντυλλος μέν, καίτοι τήντε τοῦ Καίσαρος θυγατέρα ἠγγυημένος καὶ ἐς τὸ τοῦ πατρὸς αὐτοῦ ἡρῷον, Κλεοπάτρα ἐπεποιήκει, καταφυγών, εὐθὺς ἐσφάγη, Καισαρίων δὲ ἐς Αἰθιοπίαν φεύγων κατελήφθητε ἐν τῇ ὁδῷ καὶ διεφθάρη.

51.15.6τε Κλεοπάτρα Ἰούβᾳ τῷ τοῦ Ἰούβου παιδὶ συνῴκησε · τούτῳ γὰρ Καῖσαρ τραφέντιτε ἐν τῇ Ἰταλίᾳ καὶ συστρατευσαμένῳ οἱ ταύτηντε καὶ τὴν βασιλείαν τὴν πατρῴαν ἔδωκε, καὶ αὐτοῖς καὶ τὸν Ἀλέξανδρον καὶ τὸν Πτολεμαῖον ἐχαρίσατο.

51.15.7ταῖςτε ἀδελφιδαῖς, ἃς ἐκ τοῦ Ἀντωνίου Ὀκταουία ἀνῄρητότε καὶ ἐτετρόφει, χρήματα ἀπὸ τῶν πατρῴων ἀπένειμε. καὶ τῷ Ἰούλλῳ τῷ τοῦ Ἀντωνίου τῆςτε Φουλουίας υἱεῖ τοὺς ἐξελευθέρους αὐτοῦ πάνθ’ὅσα τελευτῶντάς σφας καταλιπεῖν αὐτῷ κατὰ τοὺς νόμους ἔδει παραχρῆμα δοῦναι

51.16

51.16.1ἐκέλευσε. τῶντε ἄλλων τῶν τὰ τοῦ Ἀντωνίου μέχρι τότε πραξάντων τοὺς μὲν ἐκόλασε τοὺς δὲ ἀφῆκεν, δι’ἑαυτὸν διὰ τοὺς φίλους. ἐπειδήτε συχνοὶ παρ’αὐτῷ καὶ δυναστῶν καὶ βασιλέων παῖδες οἱ μὲν ἐφ’ὁμηρείᾳ οἱ δὲ καὶ ἐφ’ὕβρει τρεφόμενοι εὑρέθησαν, τοὺς μὲν οἴκαδε αὐτῶν ἀπέστειλε, τοὺς δὲ ἀλλήλοις συνῴκισεν, ἑτέρουςτε κατέσχεν.

51.16.2ὧν ἐγὼ τοὺς μὲν ἄλλους ἐάσω, δύο δὲ δὴ μόνων ὀνομαστὶ μνησθήσομαι · τὴν μὲν γὰρ Ἰωτάπην τῷ Μήδῳ καταφυγόντι μετὰ τὴν ἧτταν πρὸς αὐτὸν ἑκὼν ἀπέδωκε, τῷ δ’Ἀρτάξῃ τοὺς ἀδελφοὺς καίπερ αἰτήσαντι οὐκ ἔπεμψεν, ὅτι τοὺς ὑπολειφθέντας ἐν τῇ Ἀρμενίᾳ Ῥωμαίους ἀπεκτόνει.

51.16.3περὶ μὲν δὴ τοὺς ἄλλους τοιαῦτα ἐγίγνετο, τῶν δὲ Αἰγυπτίων τῶντε Ἀλεξανδρέων πάντων ἐφείσατο ὥστε μὴ διολέσαι τινά, τὸ μὲν ἀληθὲς ὅτι οὐκ ἠξίωσε τοσούτουςτε αὐτοὺς ὄντας καὶ χρησιμωτάτους τοῖς Ῥωμαίοις ἐς πολλὰ ἂν γενομένους ἀνήκεστόν τι δρᾶσαι ·

51.16.4πρόφασιν δὲ ὅμως προυβάλλετο τόντε θεὸν τὸν Σάραπιν καὶ τὸν Ἀλέξανδρον τὸν οἰκιστὴν αὐτῶν, καὶ τρίτον Ἄρειον τὸν πολίτην, που φιλοσοφοῦντίτε καὶ συνόντι οἱ ἐχρῆτο. καὶ τόν γε λόγον δι’οὗ συνέγνω σφίσιν, Ἑλληνιστί, ὅπως συνῶσιν αὐτοῦ, εἶπε.

51.16.5καὶ μετὰ ταῦτα τὸ μὲν τοῦ Ἀλεξάνδρου σῶμα εἶδε, καὶ αὐτοῦ καὶ προσήψατο, ὥστε τι τῆς ῥινός, ὥς φασι, θραυσθῆναι · τὰ δὲ δὴ τῶν Πτολεμαίων, καίτοι τῶν Ἀλεξανδρέων σπουδῇ βουληθέντων αὐτῷ δεῖξαι, οὐκ ἐθεάσατο, εἰπὼν ὅτι βασιλέα ἀλλ’οὐ νεκροὺς ἰδεῖν ἐπεθύμησα. κἀκ τῆς αὐτῆς ταύτης αἰτίας οὐ δὲ τῷ Ἄπιδι ἐντυχεῖν ἠθέλησε, λέγων θεοὺς ἀλλ’οὐχὶ βοῦς

51.17

51.17.1προσκυνεῖν εἰθίσθαι. ἐκ δὲ τούτου τήντε Αἴγυπτον ὑποτελῆ ἐποίησε καὶ τῷ Γάλλῳ τῷ Κορνηλίῳ ἐπέτρεψε · πρόςτε γὰρ τὸ πολύανδρον καὶ τῶν πόλεων καὶ τῆς χώρας, καὶ πρὸς τὸ ῥᾴδιον τότε κοῦφον τῶν τρόπων αὐτῶν, τήντε σιτοπομπίαν καὶ τὰ χρήματα, οὐδενὶ βουλευτῇ οὐχ ὅπως ἐγχειρίσαι αὐτὴν ἐτόλμησεν, ἀλλ’οὐ δὲ ἐνεπιδημεῖν αὐτῇ ἐξουσίαν ἔδωκεν, ἂν μή τινι αὐτὸς ὀνομαστὶ συγχωρήσῃ.

51.17.2οὐ μέντοι οὐ δὲ ἐκείνοις βουλεύειν ἐν τῇ Ῥώμῃ ἐφῆκεν. ἀλλὰ τοῖς μὲν ἄλλοις ὡς ἑκάστοις, τοῖς δ’Ἀλεξανδρεῦσιν ἄνευ βουλευτῶν πολιτεύεσθαι ἐκέλευσε · τοσαύτην που νεωτεροποιίαν αὐτῶν κατέγνω.

51.17.3καί σφων οὕτω τότε ταχθέντων τὰ μὲν ἄλλα καὶ νῦν ἰσχυρῶς φυλάσσεται, βουλεύουσι δὲ δὴ καὶ ἐν τῇ Ἀλεξανδρείᾳ, ἐπὶ Σεουήρου αὐτοκράτορος ἀρξάμενοι, καὶ ἐν τῇ Ῥώμῃ, ἐπ’Ἀντωνίνου τοῦ υἱέος αὐτοῦ πρῶτον ἐς τὴν γερουσίαν ἐσγραφέντες.

51.17.4Αἴγυπτος μὲν οὕτως ἐδουλώθη · πάντες γὰρ οἱ ἀντισχόντες αὐτῶν χρόνον τινὰ ἐχειρώθησαν, ὥς που καὶ τὸ δαιμόνιόν σφισιν ἐναργέστατα προέδειξεν. ὗσέτε γὰρ οὐχ ὅπως ὕδατι, ἔνθα μη δὲ ἐψέκασέ ποτε, ἀλλὰ καὶ αἵματι · ταῦτάτε ἅμα ἐκ τῶν νεφῶν ἐξέπιπτε καὶ ὅπλα παρεφαίνετο.

51.17.5κτυπήματάτέ τινα ἑτέρωθι καὶ τυμπάνων καὶ κυμβάλων καὶ βοήματα καὶ αὐτῶν καὶ σαλπίγγων ἐγίγνετο, καί τις δράκων ὑπερμεγέθης ἐξαίφνης σφίσιν ὀφθεὶς ἀμήχανον ὅσον ἐξεσύρισε. κἀν τούτῳ καὶ ἀστέρες κομῆται ἑωρῶντο, καὶ νεκρῶν εἴδωλα ἐφαντάζετο, τάτε ἀγάλματα ἐσκυθρώπασε, καὶ Ἆπις ὀλοφυρτικόν τι ἐμυκήσατο καὶ κατεδάκρυσε.

51.17.6ταῦτα μὲν οὕτως ἐγένετο, χρήματα δὲ πολλὰ μὲν ἐν τῷ βασιλικῷ εὑρέθη (πάντα γὰρ ὡς εἰπεῖν καὶ τὰ ἐκ τῶν ἁγιωτάτων ἱερῶν ἀναθήματα Κλεοπάτρα ἀνελομένη συνεπλήθυσε τὰ λάφυρα τοῖς Ῥωμαίοις ἄνευ τινὸς οἰκείου αὐτῶν μιάσματος), πολλὰ δὲ καὶ παρ’ἑκάστου τῶν αἰτιαθέντων τι ἠθροίσθη.

51.17.7καὶ χωρὶς οἱ λοιποὶ πάντες, ὅσοι μηδὲν ἴδιον ἔγκλημα λαβεῖν ἐδύναντο, τὰ δύο μέρη τῶν οὐσιῶν ᾐτήθησαν. καὶ ἀπ’αὐτῶν πάντες μὲν οἱ στρατιῶται τὰ ἐποφειλόμενά σφισιν ἐκομίσαντο, οἱ δὲ δὴ καὶ τότε τῷ Καίσαρι συγγενόμενοι πεντήκοντα καὶ διακοσίας δραχμάς, ὥστε μὴ διαρπάσαι τὴν πόλιν, προσεπέλαβον.

51.17.8τοῖςτε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τότε σύμπαν τε ἀρχὴ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.

51.18

51.18.1 δ’οὖν Καῖσαρ ὡς τάτε προειρημένα ἔπραξε, καὶ πόλιν καὶ ἐκεῖ ἐν τῷ τῆς μάχης χωρίῳ συνῴκισε, καὶ τὸ ὄνομα καὶ τὸν ἀγῶνα αὐτῇ ὁμοίως τῇ προτέρᾳ δούς, τάςτε διώρυχας τὰς μὲν ἐξεκάθηρε τὰς δὲ ἐκ καινῆς διώρυξε, καὶ τἆλλα τὰ προσήκοντα προσδιῴκησεν, ἔςτε τὴν Ἀσίαν τὸ ἔθνος διὰ τῆς Συρίας ἦλθε, κἀνταῦθα παρεχείμασε, τάτε τῶν ὑπηκόων ὡς ἕκαστα καὶ τὰ τῶν Πάρθων ἅμα καθιστάμενος.

51.18.2στασιασάντων γὰρ αὐτῶν καί τινος Τιριδάτου τῷ Φραάτῃ ἐπαναστάντος, πρότερον μέν, καὶ ἕως ἔτι τὰ τοῦ Ἀντωνίου καὶ μετὰ τὴν ναυμαχίαν ἀνθειστήκει, οὐχ ὅσον οὐ προσέθετό τῳ αὐτῶν συμμαχίαν αἰτησάντων, ἀλλ’οὐ δ’ἀπεκρίνατο ἄλλο οὐδὲν ὅτι βουλεύσεται, πρόφασιν μὲν ὡς καὶ περὶ τὴν Αἴγυπτον ἀσχολίαν ἔχων, ἔργῳ δὲ ἵν’ἐκτρυχωθεῖεν ἐν τούτῳ μαχόμενοι πρὸς ἀλλήλους.

51.18.3τότε δὲ ἐπειδὴ τε Ἀντώνιος ἐτελεύτησε, καὶ ἐκείνων μὲν Τιριδάτης ἡττηθεὶς ἐς τὴν Συρίαν κατέφυγεν, δὲ Φραάτης κρατήσας πρέσβεις ἔπεμψε, τούτοιςτε φιλικῶς ἐχρημάτισε, καὶ τῷ Τιριδάτῃ βοηθήσειν μὲν οὐχ ὑπέσχετο διαιτᾶσθαι δὲ ἐν τῇ Συρίᾳ ἐπέτρεψεν, υἱόντέ τινα τοῦ Φραάτου ἐν εὐεργεσίας μέρει παρ’αὐτοῦ λαβὼν ἔςτε τὴν Ῥώμην ἀνήγαγε καὶ ἐν ὁμηρείᾳ ἐποιήσατο.

51.19

51.19.1ἐν δὲ τούτῳ καὶ ἔτι πρότερον συχνὰ μὲν καὶ ἐπὶ τῇ τῆς ναυμαχίας νίκῃ οἱ ἐν οἴκῳ Ῥωμαῖοι ἐψηφίσαντο. τάτε γὰρ νικητήρια αὐτῷ, ὡς καὶ τῆς Κλεοπάτρας, καὶ ἁψῖδα τροπαιοφόρον ἔντε τῷ Βρεντεσίῳ καὶ ἑτέραν ἐν τῇ Ῥωμαίᾳ ἀγορᾷ ἔδωκαν ·

51.19.2τήντε κρηπῖδα τοῦ Ἰουλιείου ἡρῴου τοῖς τῶν αἰχμαλωτίδων νεῶν ἐμβόλοις κοσμηθῆναι, καὶ πανήγυρίν οἱ πεντετηρίδα ἄγεσθαι, ἔντε τοῖς γενεθλίοις αὐτοῦ καὶ ἐν τῇ τῆς ἀγγελίας τῆς νίκης ἡμέρᾳ ἱερομηνίαν εἶναι, καὶ ἐς τὴν πόλιν ἐσιόντι αὐτῷ τάςτε ἱερείας τὰς ἀειπαρθένους καὶ τὴν βουλὴν τόντε δῆμον μετάτε τῶν γυναικῶν καὶ μετὰ τῶν τέκνων ἀπαντῆσαι ἔγνωσαν.

51.19.3τὰς γὰρ εὐχὰς τάςτε εἰκόνας καὶ τὴν προεδρίαν καὶ τἆλλα τὰ τοιουτότροπα περιττόν ἐστιν ἤδη λέγειν. τὴν μὲν οὖν πρώτην ἐκείνῳτε ταῦτ’ἐψηφίσαντο, καὶ τὰ τοῦ Ἀντωνίου κοσμήματα τὰ μὲν καθεῖλον τὰ δ’ἀπήλειψαν, τήντε ἡμέραν ἐν ἐγεγέννητο μιαρὰν ἐνόμισαν, καὶ τὸ τοῦ Μάρκου πρόσρημα ἀπεῖπον μηδενὶ τῶν συγγενῶν αὐτοῦ εἶναι.

51.19.4ὡς μέντοι καὶ τεθνεῶτα αὐτὸν ἐπύθοντο (ἠγγέλθη δὲ τοῦτο Κικέρωνος τοῦ Κικέρωνος παιδὸς ἐν μέρει τοῦ ἔτους ὑπατεύοντος), τοῦτότέ τινες ὡς οὐκ ἀθεεὶ δὴ συμβὰν ἐλάμβανον, ἐπειδήπερ πατὴρ αὐτοῦ ὑπὸ τοῦ Ἀντωνίου ὅτι μάλιστ’ἐτεθνήκει, καὶ προσεψηφίσαντο τῷ Καίσαρι καὶ στεφάνους καὶ ἱερομηνίας πολλάς, καὶ αὐτῷ καὶ ἕτερα ἐπινίκια ὡς καὶ τῶν Αἰγυπτίων ἀγαγεῖν ἔδοσαν ·

51.19.5τὸν γὰρ Ἀντώνιον καὶ τοὺς ἄλλους Ῥωμαίους τοὺς σὺν ἐκείνῳ νικηθέντας οὔτε πρότερον οὔτε τότε, ὡς καὶ ἑορτάζειν σφᾶς ἐπ’αὐτοῖς δέον, ὠνόμασαν.

51.19.6τήντε ἡμέραν ἐν Ἀλεξάνδρεια ἑάλω, ἀγαθήντε εἶναι καὶ ἐς τὰ ἔπειτα ἔτη ἀρχὴν τῆς ἀπαριθμήσεως αὐτῶν νομίζεσθαι, καὶ τὸν Καίσαρα τήντε ἐξουσίαν τὴν τῶν δημάρχων διὰ βίου ἔχειν, καὶ τοῖς ἐπιβοωμένοις αὐτὸν καὶ ἐντὸς τοῦ πωμηρίου καὶ ἔξω μέχρις ὀγδόου ἡμισταδίου ἀμύνειν, μηδενὶ τῶν δημαρχούντων ἐξῆν, ἔκκλητόντε δικάζειν, καὶ ψῆφόν τινα αὐτοῦ ἐν πᾶσι τοῖς δικαστηρίοις ὥσπερ Ἀθηνᾶς φέρεσθαι, τούςτε ἱερέας καὶ τὰς ἱερείας ἐν ταῖς ὑπέρτε τοῦ δήμου καὶ τῆς βουλῆς εὐχαῖς καὶ ὑπὲρ ἐκείνου ὁμοίως εὔχεσθαι, καὶ ἐν τοῖς συσσιτίοις οὐχ ὅτι τοῖς κοινοῖς ἀλλὰ καὶ τοῖς ἰδίοις πάντας αὐτῷ σπένδειν ἐκέλευσαν.

51.20

51.20.1τότε μὲν δὴ ταῦτ’ἐγνώσθη, ὑπατεύοντος δ’αὐτοῦ τὸ πέμπτον μετὰ Σέξτου Ἀπουλεΐου τάτε πραχθέντα ὑπ’αὐτοῦ πάντα ἐν αὐτῇ τῇ τοῦ Ἰανουαρίου νουμηνίᾳ ὅρκοις ἐβεβαιώσαντο, καὶ ἐπειδὴ καὶ τὰ περὶ τῶν Πάρθων γράμματα ἦλθεν, ἔςτε τοὺς ὕμνους αὐτὸν ἐξ ἴσου τοῖς θεοῖς ἐσγράφεσθαι, καὶ φυλὴν Ἰουλίαν ἐπ’αὐτοῦ ἐπονομάζεσθαι, τῷτε στεφάνῳ αὐτὸν τῷ ἐπινικίῳ διὰ πασῶν τῶν πανηγύρεων χρῆσθαι, καὶ τοὺς συννικήσαντάς οἱ βουλευτὰς ἐν περιπορφύροις ἱματίοις τὴν πομπὴν αὐτῷ συμπέμψαι, τήντε ἡμέραν ἐν ἂν ἐς τὴν πόλιν ἐσέλθῃ θυσίαιςτε πανδημεὶ ἀγαλθῆναι καὶ ἱερὰν ἀεὶ ἄγεσθαι, ἱερέαςτε αὐτὸν καὶ ὑπὲρ τὸν ἀριθμόν, ὅσους ἂν ἀεὶ ἐθελήσῃ, προαιρεῖσθαι προσκατεστήσαντο ·

51.20.3ὅπερ που ἐξ ἐκείνου παραδοθὲν ἐς ἀόριστον ἐπηυξήθη, ὥστε μηδὲν ἔτι χρῆναί με περὶ τοῦ πλήθους αὐτῶν ἀκριβολογεῖσθαι.

51.20.4 οὖν Καῖσαρ τὰ μὲν ἄλλα πλὴν βραχέων ἐδέξατο, τὸ δὲ δὴ σύμπαντας αὐτῷ τοὺς ἐν τῇ πόλει ὄντας ἀπαντῆσαι παρῃτήσατο ἄντικρυς μὴ γενέσθαι. πλεῖστον δὲ ὅμως ὑπὲρ πάντα τὰ ψηφισθέντα οἱ ὑπερήσθη ὅτι τάςτε πύλας τὰς τοῦ Ἰανοῦ ὡς καὶ πάντων σφίσι τῶν πολέμων παντελῶς πεπαυμένων ἔκλεισαν, καὶ τὸ οἰώνισμα τὸ τῆς Ὑγιείας ἐποίησαν ·

51.20.5καὶ γὰρ τότε δι’ἅπερ εἶπον διελέλειπτο. ἦσαν μὲν γὰρ ἐν ὅπλοις ἔτι καὶ Τρήουηροι Κελτοὺς ἐπαγαγόμενοι καὶ Κάνταβροι καὶ Οὐακκαῖοι καὶ Ἄστυρες · καὶ οὗτοι μὲν ὑπὸ τοῦ Ταύρου τοῦ Στατιλίου, ἐκεῖνοι δὲ ὑπὸ Νωνίου Γάλλου κατεστράφησαν · ἄλλατε ὡς καθ’ἑκάστους ταραχώδη συχνὰ ἐγίγνετο · ἀλλ’ἐπειδὴ μηδὲν μέγα ἀπ’αὐτῶν συνηνέχθη, οὔτε ἐκεῖνοι τότε πολεμεῖσθαι ἐνόμιζον οὔτε ἐγὼ ἐπιφανές τι περὶ αὐτῶν γράψαι ἔχω.

51.20.6Καῖσαρ δὲ ἐν τούτῳ τάτε ἄλλα ἐχρημάτιζε, καὶ τεμένη τῇτε Ῥώμῃ καὶ τῷ πατρὶ τῷ Καίσαρι, ἥρωα αὐτὸν Ἰούλιον ὀνομάσας, ἔντε Ἐφέσῳ καὶ ἐν Νικαίᾳ γενέσθαι ἐφῆκεν · αὗται γὰρ τότε αἱ πόλεις ἔντε τῇ Ἀσίᾳ καὶ ἐν τῇ Βιθυνίᾳ προετετίμηντο.

51.20.7καὶ τούτους μὲν τοῖς Ῥωμαίοις τοῖς παρ’αὐτοῖς ἐποικοῦσι τιμᾶν προσέταξε · τοῖς δὲ δὴ ξένοις, Ἕλληνάς σφας ἐπικαλέσας, ἑαυτῷ τινα, τοῖς μὲν Ἀσιανοῖς ἐν Περγάμῳ τοῖς δὲ Βιθυνοῖς ἐν Νικομηδείᾳ, τεμενίσαι ἐπέτρεψε. καὶ τοῦτ’ἐκεῖθεν ἀρξάμενον καὶ ἐπ’ἄλλων αὐτοκρατόρων οὐ μόνον ἐν τοῖς Ἑλληνικοῖς ἔθνεσιν, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὅσα τῶν Ῥωμαίων ἀκούει, ἐγένετο.

51.20.8ἐν γάρ τοι τῷ ἄστει αὐτῷ τῇτε ἄλλῃ Ἰταλίᾳ οὐκ ἔστιν ὅστις τῶν καὶ ἐφ’ὁποσονοῦν λόγου τινὸς ἀξίων ἐτόλμησε τοῦτο ποιῆσαι · μεταλλάξασι μέντοι κἀνταῦθα τοῖς ὀρθῶς αὐταρχήσασιν ἄλλαιτε ἰσόθεοι τιμαὶ δίδονται καὶ δὴ καὶ ἡρῷα ποιεῖται.

51.20.9ταῦτα μὲν ἐν τῷ χειμῶνι ἐγένετο, καὶ ἔλαβον καὶ οἱ Περγαμηνοὶ τὸν ἀγῶνα τὸν ἱερὸν ὠνομασμένον

51.21

51.21.1ἐπὶ τῇ τοῦ ναοῦ αὐτοῦ τιμῇ ποιεῖν. τοῦ δὲ δὴ θέρους ἔςτε τὴν Ἑλλάδα καὶ ἐς τὴν Ἰταλίαν Καῖσαρ ἐπεραιώθη, καὶ αὐτοῦ ἐς τὴν πόλιν ἐσελθόντος οἵτε ἄλλοι ἔθυσαν, ὥσπερ εἴρηται, καὶ ὕπατος Οὐαλέριος Ποτῖτος · ἐκεῖνος μὲν γὰρ καὶ τοῦτο πᾶν τὸ ἔτος, ὥσπερ καὶ τὰ δύο τὰ πρότερα, ὑπάτευσε, τὸν δὲ δὴ Σέξτον Ποτῖτος διεδέξατο.

51.21.2οὗτος οὖν δημοσίᾳ καὶ αὐτὸς ὑπέρτε τοῦ δήμου καὶ ὑπὲρ τῆς βουλῆς ἐπὶ τῇ τοῦ Καίσαρος ἀφίξει ἐβουθύτησεν · μήπω πρότερον ἐπὶ μηδενὸς ἄλλου ἐγεγόνει. μετὰ δὲ τοῦτο τούςτε ὑποστρατήγους καὶ ἐπῄνεσε καὶ ἐτίμησεν ὥσπερ εἴθιστο, καὶ τόντε Ἀγρίππαν ἄλλοιςτέ τισι καὶ σημείῳ κυανοειδεῖ ναυκρατητικῷ προσεπεσέμνυνε, καὶ τοῖς στρατιώταις ἔδωκέ τινα ·

51.21.3τῷτε δήμῳ καθ’ἑκατὸν δραχμάς, προτέροις μὲν τοῖς ἐς ἄνδρας τελοῦσιν, ἔπειτα δὲ καὶ τοῖς παισὶ διὰ τὸν Μάρκελλον τὸν ἀδελφιδοῦν, διένειμε.

51.21.4καὶ ἐπίτε τούτοις, καὶ ὅτι παρὰ τῶν πόλεων τῶν ἐν τῇ Ἰταλίᾳ τὸ χρυσίον τὸ τοῖς στεφάνοις προσῆκον οὐκ ἐδέξατο, καὶ ὅτι καὶ πάντα τε αὐτὸς ὤφειλέ τισιν ἀπέδωκε, καὶ οἱ ἄλλοι ἐπώφειλον οὐκ ἐσέπραξεν, ὥσπερ εἴρηται, τῶντε δυσχερῶν πάντων οἱ Ῥωμαῖοι ἐπελάθοντο, καὶ τὰ ἐπινίκια αὐτοῦ ἡδέως ὡς καὶ ἀλλοφύλων ἁπάντων τῶν ἡττηθέντων ὄντων εἶδον ·

51.21.5τοσοῦτον γὰρ τὸ πλῆθος τῶν χρημάτων διὰ πάσης ὁμοίως τῆς πόλεως ἐχώρησεν ὥστε τὰ μὲν κτήματα ἐπιτιμηθῆναι, τὰ δὲ δανείσματα ἀγαπητῶς ἐπὶ δραχμῇ πρότερον ὄντα τότε ἐπὶ τῷ τριτημορίῳ αὐτῆς γενέσθαι. ἑώρτασε δὲ τῇ μὲν πρώτῃ ἡμέρᾳ τάτε τῶν Παννονίων καὶ τὰ τῶν Δελματῶν, τῆςτε Ἰαπυδίας καὶ τῶν προσχώρων σφίσι, Κελτῶντε καὶ Γαλατῶν τινων.

51.21.6Γάιος γὰρ Καρρίνας τούςτε Μωρίνους καὶ ἄλλους τινὰς συνεπαναστάντας αὐτοῖς ἐχειρώσατο, καὶ τοὺς Σουήβους τὸν Ῥῆνον ἐπὶ πολέμῳ διαβάντας ἀπεώσατο · καὶ διὰ ταῦτα ἤγαγε μὲν καὶ ἐκεῖνος τὰ νικητήρια, καίτοι τοῦτε πατρὸς αὐτοῦ ὑπὸ τοῦ Σύλλου θανατωθέντος, καὶ αὐτὸς ἄρξαι ποτὲ μετὰ τῶν ἄλλων τῶν ὁμοίων οἱ κωλυθείς, ἤγαγε δὲ καὶ Καῖσαρ, ἐπειδὴ ἀναφορὰ τῆς νίκης τῇ αὐτοκράτορι αὐτοῦ ἀρχῇ προσήκουσα ἦν.

51.21.7ἐν μὲν οὖν τῇ πρώτῃ ἡμέρᾳ ταῦτα διεωρτάσθη, ἐν δὲ τῇ δευτέρᾳ πρὸς τῷ Ἀκτίῳ ναυκρατία, κἀν τῇ τρίτῃ τῆς Αἰγύπτου καταστροφή. ἐπιφανεῖς μὲν δὴ καὶ αἱ ἄλλαι πομπαὶ διὰ τὰ ἀπ’αὐτῆς λάφυρα ἐγένοντο (τοσαῦτα γὰρ ἠθροίσθη ὥστε πάσαις ἐπαρκέσαι), πολυτελεστάτη δ’οὖν καὶ ἀξιοπρεπεστάτη αὕτη Αἰγυπτία.

51.21.8τάτε γὰρ ἄλλα καὶ Κλεοπάτρα ἐπὶ κλίνης ἐν τῷ τοῦ θανάτου μιμήματι παρεκομίσθη, ὥστε τρόπον τινὰ καὶ ἐκείνην μετάτε τῶν ἄλλων αἰχμαλώτων καὶ μετὰ τοῦ Ἀλεξάνδρου τοῦ καὶ Ἡλίου, τῆςτε Κλεοπάτρας τῆς καὶ Σελήνης, τῶν τέκνων, ὡς πομπεῖον ὀφθῆναι.

51.21.9μετὰ δὲ δὴ τοῦτο Καῖσαρ ἐφ’ἅπασιν αὐτοῖς ἐσελάσας τὰ μὲν ἄλλα κατὰ τὸ νομιζόμενον ἔπραξε, τὸν δὲ δὴ συνύπατον τούςτε λοιποὺς ἄρχοντας περιεῖδε παρὰ τὸ καθεστηκὸς ἐπισπομένους οἱ μετὰ τῶν λοιπῶν βουλευτῶν τῶν συννενικηκότων · εἰώθεσαν γὰρ οἱ μὲν ἡγεῖσθαι οἱ δὲ ἐφέπεσθαι.

51.22

51.22.1ἐπεὶ δὲ ταῦτα διετέλεσε, τότε Ἀθήναιον τὸ Χαλκιδικὸν ὠνομασμένον καὶ τὸ βουλευτήριον τὸ Ἰουλίειον, τὸ ἐπὶ τῇ τοῦ πατρὸς αὐτοῦ τιμῇ γενόμενον, καθιέρωσεν. ἐνέστησε δὲ ἐς αὐτὸ τὸ ἄγαλμα τὸ τῆς Νίκης τὸ καὶ νῦν ὄν, δηλῶν, ὡς ἔοικεν, ὅτι παρ’αὐτῆς τὴν ἀρχὴν ἐκτήσατο ·

51.22.2ἦν δὲ δὴ τῶν Ταραντίνων, καὶ ἐκεῖθεν ἐς τὴν Ῥώμην κομισθὲν ἔντε τῷ συνεδρίῳ ἱδρύθη καὶ Αἰγυπτίοις λαφύροις ἐκοσμήθη. καὶ τοῦτο καὶ τῷ τοῦ Ἰουλίου ἡρῴῳ ὁσιωθέντι τότε ὑπῆρξε ·

51.22.3συχνὰ γὰρ καὶ ἐς ἐκεῖνο ἀνετέθη, καὶ ἕτερα τῷτε Διὶ τῷ Καπιτωλίῳ καὶ τῇ Ἥρᾳ τῇτε Ἀθηνᾷ ἱερώθη, πάντων τῶν πρότερον ἐνταῦθα ἀνακεῖσθαι δοκούντων καὶ ἔτι κειμένων ἐκ δόγματος τότε καθαιρεθέντων ὡς καὶ μεμιασμένων. καὶ οὕτως Κλεοπάτρα καίπερ καὶ ἡττηθεῖσα καὶ ἁλοῦσα ἐδοξάσθη, ὅτι τάτε κοσμήματα αὐτῆς ἐν τοῖς ἱεροῖς ἡμῶν ἀνάκειται καὶ αὐτὴ ἐν τῷ Ἀφροδισίῳ χρυσῆ ὁρᾶται.

51.22.4ἐν δ’οὖν τῇ τοῦ ἡρῴου ὁσιώσει ἀγῶνέςτε παντοδαποὶ ἐγένοντο, καὶ τὴν Τροίαν εὐπατρίδαι παῖδες ἵππευσαν, ἄνδρεςτε ἐκ τῶν ὁμείων σφίσιν ἐπίτε κελήτων καὶ ἐπὶ συνωρίδων ἐπίτε τεθρίππων ἀντηγωνίσαντο, Κύιντόςτέ τις Οὐιτέλλιος βουλευτὴς ἐμονομάχησε.

51.22.5καὶ θηρία καὶ βοτὰ ἄλλατε παμπληθῆ καὶ ῥινόκερως ἵπποςτε ποτάμιος, πρῶτον τότε ἐν τῇ Ῥώμῃ ὀφθέντα, ἐσφάγη. καὶ μὲν ἵππος ὁποῖός ἐστι, πολλοῖςτε εἴρηται καὶ πολὺ πλείοσιν ἑώραται · δὲ δὴ ῥινόκερως τὰ μὲν ἄλλα ἐλέφαντί πῃ προσέοικε, κέρας δέ τι κατ’αὐτὴν τὴν ῥῖνα προσέχει, καὶ διὰ τοῦτο οὕτω κέκληται.

51.22.6ταῦτάτε οὖν ἐσήχθη, καὶ ἀθρόοι πρὸς ἀλλήλους Δακοίτε καὶ Σουῆβοι ἐμαχέσαντο. εἰσὶ δὲ οὗτοι μὲν Κελτοί, ἐκεῖνοι δὲ δὴ Σκύθαι τρόπον τινά · καὶ οἱ μὲν πέραν τοῦ Ῥήνου ὥς γε τἀκριβὲς εἰπεῖν (πολλοὶ γὰρ καὶ ἄλλοι τοῦ τῶν Σουήβων ὀνόματος ἀντιποιοῦνται), οἱ δὲ ἐπ’ἀμφότερα τοῦ Ἴστρου νέμονται, ἀλλ’οἱ μὲν ἐπὶ τάδε αὐτοῦ καὶ πρὸς τῇ Τριβαλλικῇ οἰκοῦντες ἔςτε τὸν τῆς Μυσίας νομὸν τελοῦσι καὶ Μυσοί, πλὴν παρὰ τοῖς πάνυ ἐπιχωρίοις, ὀνομάζονται, οἱ δὲ ἐπέκεινα Δακοὶ κέκληνται, εἴτε δὴ Γέται τινὲς εἴτε καὶ Θρᾷκες τοῦ Δακικοῦ γένους τοῦ τὴν Ῥοδόπην ποτὲ ἐνοικήσαντος ὄντες.

51.22.8οὗτοι οὖν οἱ Δακοὶ ἐπρεσβεύσαντο μὲν πρὸ τοῦ χρόνου τούτου πρὸς τὸν Καίσαρα, ὡς δ’οὐδενὸς ὧν ἐδέοντο ἔτυχον, ἀπέκλιναν πρὸς τὸν Ἀντώνιον, καὶ ἐκεῖνον μὲν οὐδὲν μέγα ὠφέλησαν στασιάσαντες ἐν ἀλλήλοις, ἁλόντες δὲ ἐκ τούτου τινὲς ἔπειτα τοῖς Σουήβοις συνεβλήθησαν.

51.22.9ἐγένετο δὲ θεωρία ἅπασα ἐπὶ πολλάς, ὥσπερ εἰκὸς ἦν, ἡμέρας, οὐ δὲ διέλιπε καίτοι τοῦ Καίσαρος ἀρρωστήσαντος, ἀλλὰ καὶ ἀπόντος αὐτοῦ δι’ἑτέρων ἐποιήθη. καὶ ἐν αὐταῖς οἱ βουλευταὶ μίαν τινὰ ὡς ἕκαστοι ἡμέραν ἐν τοῖς τῶν οἰκιῶν σφων προθύροις εἱστιάθησαν, οὐκ οἶδ’ὅθεν ἐς τοῦτο προαχθέντες · οὐ γὰρ παραδέδοται.

51.23

51.23.1τότε μὲν δὴ ταῦθ’οὕτως ἐπράχθη, τοῦ δὲ δὴ Καίσαρος τὸ τέταρτον ἔτι ὑπατεύοντος Ταῦρος Στατίλιος θέατρόν τι ἐν τῷ Ἀρείῳ πεδίῳ κυνηγετικὸν λίθινον καὶ ἐξεποίησε τοῖς ἑαυτοῦ τέλεσι καὶ καθιέρωσεν ὁπλομαχίᾳ, καὶ διὰ τοῦτο στρατηγὸν ἕνα παρὰ τοῦ δήμου κατ’ἔτος αἱρεῖσθαι ἐλάμβανε.

51.23.2κατὰ δὲ δὴ τοὺς αὐτοὺς τούτους χρόνους ἐν οἷς ταῦτ’ἐγίγνετο, Κράσσος Μᾶρκος ἔςτε τὴν Μακεδονίαν καὶ ἐς τὴν Ἑλλάδα πεμφθεὶς τοῖςτε Δακοῖς καὶ τοῖς Βαστάρναις ἐπολέμησε. καὶ περὶ μὲν ἐκείνων, οἵτινέςτέ εἰσι καὶ διὰ τί ἐπολεμώθησαν, εἴρηται ·

51.23.3Βαστάρναι δὲ Σκύθαιτε ἀκριβῶς νενομίδαται, καὶ τότε τὸν Ἴστρον διαβάντες τήντε Μυσίαν τὴν κατ’ἀντιπέρας σφῶν καὶ μετὰ τοῦτο καὶ Τριβαλλοὺς ὁμόρους αὐτῇ ὄντας τούςτε Δαρδάνους ἐν τῇ χώρᾳ τῇ ἐκείνων οἰκοῦντας ἐχειρώσαντο. τέως μὲν οὖν ταῦτ’ἐποίουν, οὐδέν σφισι πρᾶγμα πρὸς τοὺς Ῥωμαίους ἦν ·

51.23.4ἐπεὶ δὲ τόντε Αἷμον ὑπερέβησαν καὶ τὴν Θρᾴκην τὴν Δενθελητῶν ἔνσπονδον αὐτοῖς οὖσαν κατέδραμον, ἐνταῦθα Κράσσος τὸ μέν τι τῷ Σιτᾷ τῷ τῶν Δενθελητῶν βασιλεῖ τυφλῷ ὄντι ἀμύνων, τὸ δὲ δὴ πλεῖστον περὶ τῇ Μακεδονίᾳ φοβηθεὶς ἀντεπῆλθέ σφισι, καὶ αὐτοὺς ἐκ τῆς προσόδου μόνης καταπλήξας ἐξέωσεν ἀμαχεὶ ἐκ τῆς χώρας.

51.23.5 κἀκ τούτου οἴκαδε ἀναχωροῦντας ἐπιδιώκων τήντε Σεγετικὴν καλουμένην προσεποιήσατο καὶ ἐς τὴν Μυσίδα ἐνέβαλε, καὶ τήντε χώραν σφῶν ἐκάκωσε καὶ πρὸς τεῖχός τι καρτερὸν προσελάσας τοῖς μὲν προδρόμοις ἔπταισε (μόνους γὰρ αὐτοὺς οἱ Μυσοὶ οἰηθέντες εἶναι ἐπέξοδον ἐποιήσαντο), προσβοηθήσας δέ σφισι παντὶ τῷ λοιπῷ στρατεύματι καὶ ἀνέκοψεν αὐτοὺς καὶ

51.24

51.24.1προσεδρεύσας ἐξεῖλε. πράσσοντος δὲ αὐτοῦ ταῦτα οἱ Βαστάρναι τῆςτε φυγῆς ἐπέσχον καὶ πρὸς τῷ Κέδρῳ ποταμῷ κατέμειναν, περιορώμενοι τὰ γενησόμενα. ἐπειδήτε νικήσας τοὺς Μυσοὺς καὶ ἐπ’ἐκείνους ὥρμησε, πρέσβεις ἔπεμψαν ἀπαγορεύοντες αὐτῷ μὴ διώκειν σφᾶς, ὡς οὐδὲν τοὺς Ῥωμαίους ἠδικηκότες.

51.24.2καὶ αὐτοὺς Κράσσος κατασχὼν ὡς καὶ τῇ ὑστεραίᾳ τὴν ἀπόκρισιν δώσων, τάτε ἄλλα ἐφιλοφρονήσατο καὶ κατεμέθυσεν ὥστε πάντα τὰ βουλεύματα αὐτῶν ἐκμαθεῖν · ἀπλήστωςτε γὰρ ἐμφορεῖται πᾶν τὸ Σκυθικὸν φῦλον οἴνου, καὶ ὑπερκορὲς αὐτοῦ ταχὺ γίγνεται.

51.24.3Κράσσος δὲ ἐν τούτῳ τῆς νυκτὸς ἐς ὕλην τινὰ προχωρήσας, καὶ προσκόπους πρὸ αὐτῆς καταστήσας, ἀνέπαυσέτε τὸ στράτευμα, καὶ μετὰ τοῦτο τῶν Βασταρνῶν μόνουςτε ἐκείνους εἶναι νομισάντων καὶ ἐπιδραμόντων σφίσιν, ἔςτε τὰ λάσια ἀναχωροῦσιν ἐπακολουθησάντων, πολλοὺς μὲν ἐνταῦθα πολλοὺς δὲ καὶ φυγόντας ἔφθειρεν ·

51.24.4ὑπότε γὰρ τῶν ἁμαξῶν κατόπιν αὐτοῖς οὐσῶν ἐνεποδίσθησαν, καὶ προσέτι καὶ τοὺς παῖδας τάςτε γυναῖκας σῶσαι ἐθελήσαντες ἔπταισαν. καὶ τόν γε βασιλέα αὐτῶν Δέλδωνα αὐτὸς Κράσσος ἀπέκτεινε · κἂν τὰ σκῦλα αὐτοῦ τῷ Φερετρίῳ Διὶ ὡς καὶ ὀπῖμα ἀνέθηκεν, εἴπερ αὐτοκράτωρ στρατηγὸς ἐγεγόνει.

51.24.5ἐκεῖνάτε οὖν οὕτως ἐπράχθη, καὶ οἱ λοιποὶ οἱ μὲν ἐς ἄλσος τι καταφυγόντες περιεπρήσθησαν, οἱ δὲ ἐς τεῖχός τι ἐσπηδήσαντες ἐξῃρέθησαν. ἄλλοι ἐς τὸν Ἴστρον ἐμπεσόντες, ἄλλοι κατὰ τὴν χώραν σκεδασθέντες ἐφθάρησαν.

51.24.6περιλειφθέντων δ’οὖν καὶ ὥς τινων, καὶ χωρίον ἰσχυρὸν καταλαβόντων, ἡμέρας μέν τινας μάτην σφίσιν Κράσσος προσήδρευσεν, ἔπειτα Ῥώλου οἱ Γετῶν τινων βασιλέως ἐπικουρήσαντος ἐξεῖλεν αὐτούς.

51.24.7καὶ τε Ῥώλης πρὸς τὸν Καίσαρα ἐλθὼν φίλοςτε ἐπὶ τούτῳ καὶ σύμμαχος αὐτοῦ ἐνομίσθη, καὶ οἱ αἰχμάλωτοι τοῖς στρατιώταις διεδόθησαν.

51.25

51.25.1πράξας δὲ ταῦτα Κράσσος ἐπὶ τοὺς Μυσοὺς ἐτράπετο, καὶ τὰ μὲν πείθων τινὰς τὰ δὲ ἐκφοβῶν τὰ δὲ καὶ βιαζόμενος, πάντας μὲν πλὴν πάνυ ὀλίγων, ἐπιπόνως δὲ δὴ καὶ ἐπικινδύνως κατεστρέψατο.

51.25.2καὶ τότε μέν (χειμὼν γὰρ ἦν) ἐς τὴν φιλίαν ἀνεχώρησε, πολλὰ μὲν ὑπὸ τοῦ ψύχους πολλῷ δὲ ἔτι πλείω ὑπὸ τῶν Θρᾳκῶν, δι’ὧν ὡς φίλων ἐπανῄει, παθών · ὅθενπερ γνώμην ἔσχεν ἀρκεσθῆναι τοῖς κατειργασμένοις. καὶ γὰρ καὶ θυσίαι καὶ νικητήρια οὐχ ὅτι τῷ Καίσαρι ἀλλὰ καὶ ἐκείνῳ ἐψηφίσθη · οὐ μέντοι καὶ τὸ τοῦ αὐτοκράτορος ὄνομα, ὥς γέ τινές φασιν, ἔλαβεν, ἀλλ’ Καῖσαρ μόνος αὐτὸ προσέθετο.

51.25.3ἐπεὶ δὲ οἱ Βαστάρναι ταῖςτε συμφοραῖς ἀχθόμενοι, καὶ μηκέτ’αὐτὸν ἐπιστρατεύσειν σφίσι πυθόμενοι, πρόςτε τοὺς Δενθελήτας καὶ πρὸς τὸν Σιτᾶν αὖθις ὡς καὶ αἰτιώτατον αὐτοῖς τῶν κακῶν γεγονότα ἐτράποντο, οὕτω καὶ ἄκων ἐξανέστη, καὶ σπουδῇ χωρήσας ἀνέλπιστόςτε αὐτοῖς ἐπέπεσε, καὶ κρατήσας σπονδὰς ὁποίας ἠθέλησεν ἔδωκεν.

51.25.4ὡς δ’ἅπαξ τῶν ὅπλων αὖθις ἥψατο, ἐπεθύμησεν ἀμύνασθαι τοὺς Θρᾷκας τοὺς ἐν τῇ ἀνακομιδῇ τῇ ἐκ τῆς Μυσίας λυπήσαντας αὐτόν · καὶ γὰρ τότε χωρίατε ἐντειχιζόμενοι καὶ πολεμησείοντες ἠγγέλλοντο. καί σφων Μαίδους μὲν καὶ Σερδοὺς μάχαιςτε κατακρατῶν, καὶ τὰς χεῖρας τῶν ἁλισκομένων ἀποτέμνων, οὐκ ἀπόνως μέν, ἐχειρώσατο δ’οὖν · τὰ δ’ἄλλα πλὴν τῆς τῶν Ὀδρυσῶν γῆς κατέδραμε.

51.25.5τούτων γάρ, ὅτι τῷτε Διονύσῳ πρόσκεινται καὶ τότε ἄνευ τῶν ὅπλων ἀπήντησάν οἱ, ἐφείσατο · καὶ αὐτοῖς καὶ τὴν χώραν ἐν καὶ τὸν θεὸν ἀγάλλουσιν ἐχαρίσατο, Βησσοὺς τοὺς κατέχοντας αὐτὴν ἀφελόμενος.

51.26

51.26.1πράσσοντα δὲ αὐτὸν ταῦτα Ῥώλης Δάπυγι Γετῶν τινων καὶ αὐτῷ βασιλεῖ πολεμωθεὶς μετεπέμψατο. καὶ ὃς ἐπικουρήσας οἱ τήντε ἵππον τῶν ἐναντίων ἐς τοὺς πεζοὺς ἐσήραξε, καὶ συμφοβήσας ἐκ τούτου καὶ ἐκείνους μάχην μὲν οὐδεμίαν ἔτ’ἐποιήσατο, φόνον δὲ δὴ φευγόντων ἑκατέρων πολὺν εἰργάσατο.

51.26.2καὶ μετὰ τοῦτο τὸν Δάπυγα πρὸς φρούριόν τι καταφυγόντα ἀπολαβὼν ἐπολιόρκει · κἀν τῇ προσεδρείᾳ Ἑλληνιστί τις αὐτὸν ἀπὸ τοῦ τείχους ἀσπασάμενος ἔςτε λόγους οἱ ἦλθε καὶ προδοσίαν συνέθετο. ἁλισκόμενοι οὖν οὕτως οἱ βάρβαροι ἐπ’ἀλλήλους ὥρμησαν, καὶ τε Δάπυξ ἀπέθανε καὶ ἄλλοι πολλοί. τὸν μέντοι ἀδελφὸν αὐτοῦ ζωγρήσας Κράσσος οὐχ ὅτι τι κακὸν ἔδρασεν, ἀλλὰ καὶ ἀφῆκε.

51.26.3ποιήσας δὲ ταῦτα ἐπὶ τὸ σπήλαιον τὴν Κεῖριν καλουμένην ἐστρατεύσατο · τοῦτο γὰρ μέγιστόντε ἅμα καὶ ἐχυρώτατον οὕτως ὂν ὡς καὶ τοὺς Τιτᾶνας ἐς αὐτὸ μετὰ τὴν ἧτταν τὴν ὑπὸ τῶν θεῶν δή σφισι γενομένην συγκαταφυγεῖν μυθεύεσθαι, καταλαβόντες οἱ ἐπιχώριοι πλήθει πολλῷ τάτε ἄλλα τὰ τιμιώτατα καὶ τὰς ἀγέλας ἐς αὐτὸ πάσας ἐσεκομίσαντο.

51.26.4 οὖν Κράσσος τάτε στόμια αὐτοῦ πάντα σκολιὰ καὶ δυσδιερεύνητα ὄντα ἀναζητήσας ἀπῳκοδόμησε, κἀκ τούτου κἀκείνους λιμῷ κατεστρέψατο. ὡς δὲ ταῦτα αὐτῷ προεχώρησεν, οὐ δὲ τῶν ἄλλων Γετῶν, καίπερ μηδὲν τῷ Δάπυγι προσηκόντων, ἀπέσχετο, ἀλλ’ἐπὶ Γένουκλα τὸ εὐερκέστατον τῆς Ζυράξου ἀρχῆς τεῖχος ἦλθεν, ὅτι τὰ σημεῖα, τοῦ Ἀντωνίου τοῦ Γαΐου οἱ Βαστάρναι πρὸς τῇ τῶν Ἰστριανῶν πόλει ἀφῄρηντο, ἐνταῦθα ἤκουεν ὄντα ·

51.26.5καὶ αὐτὸ πεζῇτε ἅμα καὶ διὰ τοῦ Ἴστρου (πρὸς γὰρ τῷ ὕδατι ἐπεπόλιστο) προσβαλὼν οὐκ ἐν πολλῷ μὲν χρόνῳ, σὺν πολλῷ δὲ δὴ πόνῳ, καίτοι τοῦ Ζυράξου μὴ παρόντος, εἷλεν.

51.26.6ἐκεῖνος γὰρ ὡς τάχιστα τῆς ὁρμῆς αὐτοῦ ᾔσθετο, πρόςτε τοὺς Σκύθας ἐπὶ συμμαχίαν μετὰ τῶν χρημάτων ἀπῆρε, καὶ οὐκ ἔφθη ἀνακομισθείς. ταῦτα μὲν ἐν Γέταις ἔπραξε, τῶν δὲ δὴ Μυσῶν τοὺς μὲν ἐκ τῶν κεχειρωμένων ἐπαναστάντας δι’

51.27

51.27.1ἑτέρων ἀνεκτήσατο, ἐπὶ δὲ Ἀρτακίους ἄλλουςτε τινας οὔθ’ἁλόντας ποτὲ οὔτ’αὖ προσχωρῆσαί οἱ ἐθέλοντας, καὶ αὐτούςτε μέγιστον ἐπὶ τούτῳ φρονοῦντας καὶ τοῖς ἄλλοις ὀργήντε ἅμα καὶ νεωτερισμὸν ἐμποιοῦντας, αὐτόςτ’ἐπεστράτευσε, καί σφας τὰ μὲν βίᾳ, δράσαντας οὐκ ὀλίγα, τὰ δὲ καὶ φόβῳ τῶν ἁλισκομένων προσηγάγετο.

51.27.2ταῦτα μὲν ἐν χρόνῳ ἐγένετο, γράφω δὲ τάτε ἄλλα ὥς που παραδέδοται, καὶ αὐτὰ τὰ ὀνόματα. τὸ μὲν γὰρ πάλαι Μυσοίτε καὶ Γέται πᾶσαν τὴν μεταξὺ τοῦτε Αἵμου καὶ τοῦ Ἴστρου οὖσαν ἐνέμοντο, προϊόντος δὲ τοῦ χρόνου καὶ ἐς ἄλλα τινὲς αὐτῶν ὀνόματα μετέβαλον, καὶ μετὰ ταῦτ’ἐς τὸ τῆς Μυσίας ὄνομα πάνθ’ὅσα Σάουος ἐς τὸν Ἴστρον ἐμβάλλων, ὑπέρτε τῆς Δελματίας καὶ ὑπὲρ τῆς Μακεδονίας τῆςτε Θρᾴκης, ἀπὸ τῆς Παννονίας ἀφορίζει, συγκεχώρηκεν.

51.27.3καὶ ἔστιν ἐν αὐτοῖς ἄλλατε ἔθνη πολλὰ καὶ οἱ Τριβαλλοί ποτε προσαγορευθέντες, οἵτε Δαρδάνιοι καὶ νῦν οὕτω καλούμενοι.