Cassius Dio

Roman History, 38

38.1

38.1.1τῷ δὲ ἑξῆς ἔτει Καῖσαρ τὸ σύμπαν θεραπεῦσαι πλῆθος ἠθέλησεν, ὅπως σφᾶς ἔτι καὶ μᾶλλον σφετερίσηται. βουληθεὶς δὲ καὶ τὰ τῶν δυνατῶν δοκεῖν, ἵνα μὴ καὶ δι’ἀπεχθείας αὐτῷ ὦσι, πράττειν, εἶπέ σφισι πολλάκις ὅτι οὔτε γράψοι τι μὴ καὶ ἐκείνοις συνοίσει ·

38.1.2καὶ δὴ γνώμην τινὰ περὶ τῆς χώρας, ἣν παντὶ τῷ ὁμίλῳ κατένειμεν, οὕτω συνέγραψεν ὥστε μη δὲ μικρόν τι αὐτῆς αἰτιαθῆναι · καὶ οὐ δὲ ταύτην μέντοι ἐσοίσειν, εἰ μὴ βουλομένοις σφίσιν εἴη, ἐπλάττετο. τοῦ μὲν δὴ οὖν νόμου ἕνεκα οὐδεὶς αὐτῷ οὐδὲν ἐπικαλέσαι ἐδύνατο · τότε γὰρ πλῆθος τῶν πολιτῶν ὑπέρογκον ὄν, ἀφ’οὗπερ καὶ τὰ μάλιστα ἐστασίαζον, πρόςτε τὰ ἔργα καὶ πρὸς γεωργίας ἐτρέπετο, καὶ τὰ πλεῖστα τῆς Ἰταλίας ἠρημωμένα αὖθις συνῳκίζετο, ὥστε μὴ μόνον τοὺς ἐν ταῖς στρατείαις τεταλαιπωρημένους ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας διαρκῆ τὴν τροφὴν ἔχειν μήτε τῆς πόλεως οἴκοθέν τι δαπανωμένης μήτε τῶν δυνατῶν ζημιουμένων, ἀλλὰ καὶ τιμὴν καὶ ἀρχὴν πολλῶν προσλαμβανόντων.

38.1.4τὴν δὲ χώραν τήντε κοινὴν ἅπασαν πλὴν τῆς Καμπανίδος ἔνεμε (ταύτην γὰρ ἐν τῷ δημοσίῳ ἐξαίρετον διὰ τὴν ἀρετὴν συνεβούλευσεν εἶναι), καὶ τὴν λοιπὴν οὔτε παρὰ ἄκοντός τινος οὔτ’αὖ ὅσου ἂν οἱ γεωνόμοι βουληθῶσιν, ἀλλὰ πρῶτον μὲν παρ’ἑκόντων, ἔπειτα δὲ τοσούτου ὅσου ἐν ταῖς ἀπογραφαῖς ἐτετίμητο, ἀγορασθῆναι ἐκέλευσε.

38.1.5χρήματάτε γὰρ πολλὰ ἀπότε τῆς λείας ἣν Πομπήιος εἰλήφει καὶ ἀπὸ τῶν φόρων τῶντε τελῶν τῶν προσκαταστάντων περιεῖναί σφισιν ἔλεγε, καὶ χρῆναι αὐτά, ἅτε καὶ τοῖς τῶν πολιτῶν κινδύνοις πεπορισμένα, ἐς αὐτοὺς ἐκείνους ἀναλωθῆναι.

38.1.6καὶ μέντοι καὶ τοὺς γεωνόμους οὔτ’ὀλίγους, ὥστε καὶ δυναστείᾳ τινὶ ἐοικέναι, οὔτ’ἐξ ὑπευθύνων, ὥστε τινὰ δυσχερᾶναι, καθίστη, ἀλλὰ πρῶτον μὲν τοῦ συχνοὺς τῆς τιμῆς μετασχεῖν εἴκοσιν, ἔπειτα δὲ τοὺς ἐπιτηδειοτάτους, πλὴν ἑαυτοῦ.

38.1.7πάνυ γάρ τι τοῦτο προδιωμολογήσατο, ὅπως μὴ δι’ἑαυτόν τι γράφειν νομισθείη · αὐτὸς μὲν γὰρ τῇτε εὑρήσει καὶ τῇ ἐσηγήσει τοῦ πράγματος ἠρκεῖτο, ὥς γε ἔλεγε, τῷ δὲ δὴ Πομπηίῳ καὶ τῷ Κράσσῳ τοῖςτε ἄλλοις φανερῶς ἐχαρίζετο.

38.2

38.2.1ἕνεκα μὲν οὖν τῶν γραφέντων ἀναίτιος ἦν, ὥστε μη δὲ διᾶραι τὸ στόμα ὑπεναντίον οἱ μηδένα τολμῆσαι · καὶ γὰρ προανέγνω αὐτὰ ἐν τῇ βουλῇ, καὶ ὀνομαστὶ ἕνα ἕκαστον αὐτῶν ἀνακαλῶν ἐπηρώτησε μή τί τις αἰτιᾶται, μεταγράψειν καὶ παντελῶς ἀπαλείψειν, εἴ γέ τῳ μὴ ἀρέσειέ τι, ὑποσχόμενος.

38.2.2τὸ δὲ δὴ σύμπαν καὶ πάνυ πάντες οἱ δυνατοὶ οἵ γε ἔξω τῆς συνωμοσίας ὄντες ἐδυσχέραινον. καὶ αὐτό γε τοῦτο αὐτοὺς ἐς τὰ μάλιστα ἐλύπει, ὅτι τοιαῦτα συγγεγραφὼς ἦν ὥστε μήτε τινὰ αἰτίαν δύνασθαι λαβεῖν καὶ πάντας σφᾶς βαρύνειν ·

38.2.3ὑπώπτευον γὰρ αὐτόν, ἐφ’ᾧπέρ που καὶ ἐγίγνετο, τότε πλῆθος ἀπ’αὐτῶν ἀναρτήσεσθαι καὶ ὄνομα καὶ ἰσχὺν καὶ ἐπὶ πάντας ἀνθρώπους ἕξειν. καὶ διὰ τοῦτο, εἰ καὶ μηδείς οἱ ἀντέλεγεν, ἀλλ’οὔτι γε καὶ συνεπῄνουν. τοῖς μὲν δὴ οὖν ἄλλοις ἐξήρκει τοῦτο, καὶ ἐπηγγέλλοντο μὲν ἀεὶ αὐτῷ προβουλεύσειν, ἐποίουν δὲ οὐδέν, ἀλλὰ διατριβαὶ καὶ ἀναβολαὶ τὴν

38.3

38.3.1ἄλλως ἐγίγνοντο · δὲ δὴ Κάτων Μᾶρκος (ἦν δὲ ἄλλως μὲν ἐπιεικὴς καὶ οὐδενὶ νεοχμῷ ἀρεσκόμενος, οὐ μὴν καὶ ῥώμην τινὰ οὔτε ἐκ φύσεως οὔτε ἐκ παιδείας ἔχων) τοῖς μὲν γεγραμμένοις οὐδὲν οὐ δ’αὐτὸς ἐπεκάλει, τὸ δ’ὅλον ἠξίου τῇτε παρούσῃ σφᾶς καταστάσει χρῆσθαι καὶ μηδὲν ἔξω αὐτῆς ποιεῖν.

38.3.2καὶ ἐμέλλησε μὲν ἐπὶ τούτοις Καῖσαρ ἐς τὸ δεσμωτήριον τὸν Κάτωνα ἐξ αὐτοῦ τοῦ συνεδρίου ἐξελκύσας ἐμβαλεῖν · ἐπεὶ δὲ ἐκεῖνόςτε ἑτοιμότατα ἑαυτὸν ἀπάγεσθαι ἐπέδωκε, καὶ τῶν ἄλλων οὐκ ὀλίγοι οἱ ἐφέσποντο, καί τις αὐτῶν Μᾶρκος Πετρέιος ἐπιτιμηθεὶς ὑπ’αὐτοῦ ὅτι μηδέπω διαφειμένης τῆς βουλῆς ἀπαλλάττοιτο, ἔφη ὅτι μετὰ Κάτωνος ἐν τῷ οἰκήματι μᾶλλον μετὰ σοῦ ἐνταῦθα εἶναι βούλομαι, κατῃδέσθη, καὶ τόντε Κάτωνα ἀφῆκε καὶ τὴν γερουσίαν ἀπήλλαξε, τοσοῦτον μόνον ὑπειπὼν ὅτι ἐγὼ μὲν ὑμᾶς καὶ δικαστὰς τοῦ νόμου καὶ κυρίους ἐποιησάμην, ὅπως, εἴ τι μὴ ἀρέσειεν ὑμᾶς, μη δ’ἐς τὸν δῆμον ἐσενεχθείη ·

38.3.3ἐπεὶ δ’οὐκ ἐθέλετε προβουλεῦσαι, ἐκεῖνος αὐτὸς αἱρήσεται.

38.4

38.4.1 κἀκ τούτου οὐ δ’ἄλλο τι τῇ γερουσίᾳ ἐν τῇ ἀρχῇ ταύτῃ ἐπεκοινώνησεν, ἀλλ’ἐς τὸν δῆμον ἄντικρυς πάνθ’ὅσα ἐβούλετο ἐσέφερεν.

38.4.2ἐθελήσας δ’οὖν καὶ ὣς ὁμογνώμονας τῶν πρώτων τινὰς ἐν τῇ ἐκκλησίᾳ λαβεῖν (καὶ γὰρ ἤλπιζε μετεγνωκέναιτε αὐτοὺς καί πῃ καὶ τὸ πλῆθος φοβηθήσεσθαι) ἤρξατο ἀπὸ τοῦ συνάρχοντος, καὶ ἐπύθετο αὐτοῦ εἰ τὰ τοῦ νόμου μέμφοιτο.

38.4.3ἐπείτ’ἐκεῖνος οὐδὲν ἀπεκρίνατο πλὴν ὅτι οὐκ ἂν ἀνάσχοιτο ἐν τῇ ἑαυτοῦ ἀρχῇ νεωτερισθῆναί τι, αὐτόςτε πρὸς ἱκετείαν αὐτοῦ ἐτράπετο καὶ τὸν ὅμιλον συνδεηθῆναί οἱ ἔπεισεν, εἰπὼν ὅτι ἕξετε τὸν νόμον ἂν οὗτος ἐθελήσῃ. οὖν Βίβουλος μέγα ἀναβοήσας οὐχ ἕξετε, ἔφη, τὸν νόμον τοῦτον ἐν τῷ ἔτει τούτῳ, οὐ δ’ἂν πάντες ἐθελήσητε.

38.4.4καὶ μὲν ταῦτ’εἰπὼν ἀπηλλάγη · δὲ δὴ Καῖσαρ τῶν μὲν ἄλλων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων οὐδένα ἔτι διήρετο, δείσας μὴ καὶ ἐκείνων τις ἐναντιωθῇ οἱ, τὸν δὲ δὴ Πομπήιον τόντε Κράσσον καίπερ ἰδιωτεύοντας παραγαγὼν ἐκέλευσε γνώμην περὶ τῶν γεγραμμένων ἀποφήνασθαι, οὐχ ὅτι οὐκ ἠπίστατο τὴν διάνοιαν αὐτῶν (σύμπαντα γὰρ κοινῇ ἔπραττον) ἀλλ’ἵνα αὐτοῖςτε ἐκείνοις τιμήν, ὅτι καίτοι μηδεμίαν ἀρχὴν ἔχουσιν συμβούλοις περὶ τοῦ νόμου χρῷτο, προσθείη, καὶ τοὺς ἄλλους προσκαταπλήξῃ, ὁμογνώμονας τοὺς πρώτουςτε ὁμολογουμένως ἐν τῇ πόλει τότε ὄντας καὶ μέγιστον παρὰ πάντας δυναμένους λαβών, τῷτε πλήθει καὶ κατ’αὐτὸ τοῦτο χαρίσαιτο, τεκμηριῶν ὅτι μήτ’ἀτόπου μήτ’ἀδίκου τινὸς ὀρέγοιντο, ἀλλ’ὧν καὶ ἐκεῖνοι καὶ δοκιμασταὶ καὶ ἐπαινέται γίγνοιντο.

38.5

38.5.1τε οὖν Πομπήιος μάλα ἀσμένως οὐκ ἐγώ, ἔφη, μόνος, Κυιρῖται, τὰ γεγραμμένα δοκιμάζω, ἀλλὰ καὶ ἄλλη βουλὴ πᾶσα, δι’ὧν οὐχ ὅτι τοῖς μετ’ἐμοῦ ἀλλὰ καὶ τοῖς μετὰ τοῦ Μετέλλου συστρατευσαμένοις ποτὲ γῆν δοθῆναι ἐψηφίσατο.

38.5.2τότε μὲν οὖν (οὐ γὰρ ηὐπόρει τὸ δημόσιον) εἰκότως δόσις αὐτῆς ἀνεβλήθη · ἐν δὲ δὴ τῷ παρόντι (παμπλούσιον γὰρ ὑπ’ἐμοῦ γέγονε) προσήκει καὶ ἐκείνοις τὴν ὑπόσχεσιν καὶ τοῖς ἄλλοις τὴν ἐπικαρπίαν τῶν κοινῶν πόνων ἀποδοθῆναι.

38.5.3ταῦτ’εἰπὼν ἐπεξῆλθέτε καθ’ἕκαστον τῶν γεγραμμένων, καὶ πάντα αὐτὰ ἐπῄνεσεν, ὥστε τὸν ὅμιλον ἰσχυρῶς ἡσθῆναι. οὖν Καῖσαρ ἰδὼν τοῦτο ἐκεῖνόντε ἐπήρετο εἰ βοηθήσοι οἱ προθύμως ἐπὶ τοὺς τἀναντία σφίσι πράττοντας, καὶ τῷ πλήθει παρῄνεσε προσδεηθῆναι πρὸς τοῦτο αὐτοῦ.

38.5.4γενομένου δὲ τούτου ἐπαρθεὶς Πομπήιος, ὅτι τῆς παρ’ἑαυτοῦ ἐπικουρίας, καίπερ μηδεμίαν ἡγεμονίαν ἔχοντος, καὶ ὕπατος καὶ ὅμιλος ἔχρῃζεν, ἄλλατε πολλὰ ἀνατιμῶντε καὶ ἀποσεμνύνων ἑαυτὸν διελέξατο, καὶ τέλος εἶπεν ὅτι, ἄν τις τολμήσῃ ξίφος ἀνελέσθαι, καὶ ἐγὼ τὴν ἀσπίδα ἀναλήψομαι.

38.5.5ταῦθ’οὕτως ὑπὸ τοῦ Πομπηίου λεχθέντα καὶ Κράσσος ἐπῄνεσεν. ὥστ’εἰ καί τισι τῶν ἄλλων μὴ ἤρεσκεν, G?οι ἄλλωςτε ἄνδρες ἀγαθοὶ νομιζόμενοι καὶ πρὸς τὸν Καίσαρα ἐχθρῶς, ὥς γε καὶ ἐδόκουν σφίσιν, ἔχοντες (οὐ γάρ πω καταλλαγὴ αὐτῶν ἔκδηλος ἦν) συνῄνουν οἷς ἐγεγράφει, πρόθυμοι πρὸς τὴν τοῦ νόμου κύρωσιν ἐγένοντο.

38.6

38.6.1οὐ μέντοι καὶ Βίβουλος ἐνεδίδου, ἀλλὰ τρεῖς δημάρχους συναγωνιστὰς προσθέμενος ἐκώλυσε τὸ νομοθέτημα, καὶ τέλος, ἐπειδὴ μηκέτ’αὐτῷ μηδεμία ἄλλη σκῆψις ἀναβολῆς ὑπελείπετο, ἱερομηνίαν ἐς πάσας ὁμοίως τὰς λοιπὰς τοῦ ἔτους ἡμέρας, ἐν αἷς οὐ δ’ἐς ἐκκλησίαν δῆμος ἐκ τῶν νόμων συνελθεῖν ἐδύνατο, προηγόρευσε.

38.6.2καὶ ἐπειδὴ τε Καῖσαρ βραχὺ αὐτοῦ φροντίσας ῥητήν τινα ἡμέραν προεῖπεν ἵν’ἐν αὐτῇ νομοθετήσῃ, καὶ τὸ πλῆθος νυκτὸς τὴν ἀγορὰν προκατέλαβεν, ἐπῆλθε μετὰ τῶν παρεσκευασμένων, καὶ πρὸς μὲν τὸ Διοσκόρειον, ἀφ’οὗπερ ἐκεῖνος ἐδημηγόρει, διέπεσεν, τὰ μὲν αἰδοῖ τῶν ἀνθρώπων ὑπεικόντων οἱ, τὰ δὲ καὶ νομιζόντων αὐτὸν μὴ καὶ ἐναντιωθήσεσθαί σφισιν, ὡς δὲ ἄνωτε ἐγένετο καὶ ἀντιλέγειν ἐπειρᾶτο, αὐτόςτε κατὰ τῶν ἀναβασμῶν ἐώσθη καὶ αἱ ῥάβδοι αὐτοῦ συνετρίβησαν, πληγάςτε καὶ τραύματα ἄλλοιτε καὶ οἱ δήμαρχοι ἔλαβον.

38.6.4καὶ μὲν νόμος οὕτως ἐκυρώθη, Βίβουλος δὲ τότε μὲν ἀγαπητῶς ἐσώθη, τῇ δ’ὑστεραίᾳ ἐπείρασε μὲν ἐν τῷ συνεδρίῳ αὐτὸν λῦσαι, ἐπέρανε δ’οὐδέν · τῇ γὰρ τοῦ πλήθους σπουδῇ δεδουλωμένοι πάντες ἡσύχαζον.

38.6.5ἀνεχώρησέτε οὖν οἴκαδε, καὶ οὐκέτι τὸ παράπαν ἐς τὸ κοινὸν μέχρι τῆς τελευταίας τοῦ ἔτους ἡμέρας παρῆλθεν, ἀλλ’ἐν τῇ οἰκίᾳ καταμένων ἀεὶ τῷ Καίσαρι, ὁσάκις γε ἐνεωτέριζέ τι, ἐνετέλλετο διὰ τῶν ὑπηρετῶν ὅτι ἱερομηνίατε εἴη καὶ οὐδὲν ὁσίως ἐκ τῶν νόμων ἐν αὐτῇ δύναιτο δρᾶσθαι.

38.6.6ἐπεχείρησε μὲν γὰρ αὐτὸν ἐπὶ τούτοις Πούπλιός τις Οὐατίνιος δήμαρχος ἐς τὸ οἴκημα καταθέσθαι, τῶν δὲ συναρχόντων οἱ ἐναντιωθέντων οὐκ ἐνέβαλεν, ἀλλ’ἐκεῖνόςτε οὕτω τῶν πολιτικῶν ἐξέστη καὶ οἱ δήμαρχοι οἱ συνεξετασθέντες αὐτῷ οὐκέτ’οὐδὲν δημόσιον ἔπραξαν.

38.7

38.7.1 δ’οὖν Μέτελλος Κέλερ τε Κάτων, καὶ Μᾶρκός τις δι’αὐτὸν Φαουώνιος, ζηλωτὴς ἐς τὰ μάλιστα αὐτοῦ ὤν, τέως μὲν οὔτ’ὤμοσαν περὶ τοῦ νόμου (τοῦτο γὰρ ἀρξάμενόν ποτε, ὥσπερ εἶπον, καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀτόπων ἐγίγνετο) καὶ ἀπισχυρίζοντο, ἄλλωςτε καὶ Μέτελλος ἐς τὸν Νουμιδικὸν ἀναφέρων, μηδέποτε αὐτὸν συνεπαινέσειν ·

38.7.2ὡς μέντοι […] ἡμέρα καὶ ἔμελλον τὰ τεταγμένα ἐπιτίμια ὀφλήσειν, ὤμοσαν, ἤτοι κατὰ τὸ ἀνθρώπειον, ὑφ’οὗ πολλοὶ ὑπισχνοῦνταίτέ τι καὶ ἀπειλοῦσι ῥᾷον καὶ τῷ ἔργῳ ἐπεξίασιν, καὶ ὅτι μάτην ζημιωθήσεσθαι ἔμελλον, μηδὲν ἐκ τῆς ἰσχυρογνωμοσύνης σφῶν τὸ κοινὸν ὠφελήσαντες.

38.7.3τε οὖν νόμος οὕτως ἐκυρώθη, καὶ προσέτι καὶ τῶν Καμπανῶν γῆ τοῖς τρίατε πλείωτε ἔτι τέκνα ἔχουσιν ἐδόθη. καὶ διὰ τοῦτο καὶ ἄποικος τῶν Ῥωμαίων Καπύη τότε πρῶτον ἐνομίσθη.

38.7.4τὸ μὲν οὖν πλῆθος ἐκ τούτων Καῖσαρ ἀνηρτήσατο, τοὺς δ’ἱππέας τὸ τριτημόριόν σφισι τῶν τελῶν ἐμεμίσθωντο ἀφείς · πᾶσαίτε γὰρ αἱ τελωνίαι δι’αὐτῶν ἐγίγνοντο, καὶ πολλάκις τῆς βουλῆς δεηθέντες ὅπως ἐκδικίας τινὸς τύχωσιν οὐχ εὕροντο, ἄλλωντε καὶ τοῦ Κάτωνος ἀντιπραξάντων.

38.7.5ὡς δ’οὖν καὶ τοῦτο τὸ ἔθνος μη δ’ἀντειπόντος τινὸς ᾠκειώσατο, πρῶτον μὲν τὰ πραχθέντα ὑπὸ τοῦ Πομπηίου πάντα, μήτε τοῦ Λουκούλλου μήτ’ἄλλου τινὸς ἀντιστάντος, ἐβεβαίωσεν, ἔπειτα δὲ καὶ ἄλλα πολλὰ διενομοθέτησε μηδενὸς ἐναντιουμένου.

38.7.6οὐ δὲ γὰρ οὐ δ’ Κάτων ἀντεῖπέ τι, καίπερ ἐν τῇ στρατηγίᾳ, ἣν μετὰ ταῦτα οὐ πολλῷ ὕστερον ἔσχε, μηδαμοῦ τῆς τῶν νόμων αὐτοῦ προσηγορίας, ὡς καὶ Ἰουλίων ἐπικαλουμένων, ἐπιμνησθείς · τὰ γὰρ δικαστήρια κατ’αὐτοὺς ἀποκληρῶν τὸ ὄνομα αὐτῶν γελοιότατα ἀπεκρύπτετο. τούτους μὲν οὖν, ὅτι πάμπολλοίτέ εἰσι καὶ οὐ δ’ὁτιοῦν τῇδε τῇ συγγραφῇ συμβάλλονται,

38.8

38.8.1παραλείψω · Κύιντος δὲ δὴ Φούφιος Καλῆνος ἀναμὶξ πάντων τὰς ψήφους ἔν γε ταῖς φιλονεικίαις (τάτε κρείττω πρὸς σφᾶς ὡς ἑκάστου τῶν γενῶν ἄγοντος καὶ τὰ ἀτοπώτερα ἐς ἑτέρους ἀπωθοῦντος) οὔσας εὑρών, ἐνομοθέτησε στρατηγῶν χωρὶς αὐτοὺς ὡς ἑκάστους ψηφίζεσθαι, ἵν’εἰ μὴ καὶ κατ’ἄνδρα, τῷ κρύφα σφᾶς τοῦτο ποιεῖν, ἀλλὰ τά γε ἔθνη αὐτῶν ἔκδηλα ὅπως φρονοίη γίγνοιτο.

38.8.2τὰ μὲν οὖν ἄλλα αὐτὸς Καῖσαρ καὶ ἐσηγεῖτο καὶ συνεβούλευε καὶ διέταττε πάντα καθάπαξ τἀν τῇ πόλει, ὡς καὶ μόνος αὐτῆς ἄρχων · ὅθενπερ χαριεντιζόμενοί τινες τὸ μὲν τοῦ Βιβούλου ὄνομα παντάπασιν ἀπεσιώπων, τὸν δὲ δὴ Καίσαρα δὶς καὶ ὠνόμαζον καὶ ἔγραφον, Γάιόντε Καίσαρα καὶ Ἰούλιον Καίσαρα ὑπατεύειν λέγοντες ·

38.8.3τὰ δὲ δὴ καθ’ἑαυτὸν δι’ἑτέρων διῆγε. τοῦτο γὰρ δὴ καὶ πάνυ ἰσχυρῶς ἐφυλάξατο, μηδὲν αὐτὸς ἑαυτῷ δοῦναι · καὶ διὰ τοῦτο καὶ ῥᾷον πάνθ’ὅσων ἐπεθύμει κατειργάσατο. αὐτὸς μὲν γὰρ οὐδενὸς προσδεῖσθαι ἔλεγεν, ἀλλὰ καὶ σφόδρα τοῖς παροῦσιν ἀρκεῖσθαι ἐσκήπτετο ·

38.8.4ἕτεροι δέ, ὡς καὶ ἀναγκαίου καὶ χρησίμου τοῖς πράγμασιν αὐτοῦ ὄντος, καὶ ἐσηγήσαντο ὅσα ἠθέλησε καὶ κυρωθῆναι ἐποίησαν, οὐκ ἐν τῷ πλήθει μόνον ἀλλὰ καὶ ἐν αὐτῇ τῇ γερουσίᾳ.

38.8.5τε γὰρ ὅμιλος τοῦτε Ἰλλυρικοῦ καὶ τῆς Γαλατίας τῆς ἐντὸς τῶν Ἄλπεων ἄρξαι αὐτῷ μετὰ τριῶν στρατοπέδων ἐπὶ ἔτη πέντε ἔδωκε, καὶ βουλὴ τήντε Γαλατίαν τὴν ἐπέκεινα τῶν ὀρῶν καὶ στρατόπεδον ἕτερον προσεπέτρεψε.

38.9

38.9.1φοβηθεὶς δ’οὖν καὶ ὣς μή τι Πομπήιος ἐν τῇ ἀπουσίᾳ αὐτοῦ, ἐπειδὴ Γαβίνιος Αὖλος ὑπατεύσειν ἔμελλε, νεωτερίσῃ, ἐκεῖνόντε ἅμα καὶ τὸν ἕτερον ὕπατον Λούκιον Πίσωνα συγγενείας ἀνάγκῃ προσηταιρίσατο · τῷ μὲν γὰρ Πομπηίῳ τὴν θυγατέρα καίπερ ἄλλῳ τινὶ ἠγγυηκὼς συνῴκισε, καὶ αὐτὸς τὴν τοῦ Πίσωνος ἔγημε.

38.9.2καὶ μὲν οὕτω πανταχόθεν ἐκρατύνθη, Κικέρων δὲ καὶ Λούκουλλος οὐκ ἀρεσκόμενοι τούτοις ἀποκτεῖναι τόντε Καίσαρα καὶ τὸν Πομπήιον διὰ Λουκίου τινὸς Οὐεττίου ἐπεχείρησαν μέν, οὐκ ἠδυνήθησαν δέ, ἀλλ’ὀλίγου καὶ αὐτοὶ προσαπώλοντο. προμηνυθεὶς γὰρ ἐκεῖνος καὶ συλληφθεὶς πρίν τι δρᾶσαι, κατεῖπεν αὐτῶν ·

38.9.3καὶ εἴγε μὴ καὶ τὸν Βίβουλον ὡς καὶ συνεπιβουλεύοντά σφισιν ἐσηγγέλκει, πάντως ἄν τι δεινὸν ἐπεπόνθεσαν · νῦν δέ, ὅτι τοῦτον τῷ Πομπηίῳ τὸ πραττόμενον δηλώσαντα ἀμυνόμενος ᾐτιᾶτο, ὑπωπτεύθη μη δὲ ἐπὶ τῶν λοιπῶν ἀληθεύειν, ἀλλ’ἐκ κατασκευασμοῦ τινος πρὸς συκοφαντίαν τῶν ἀντιστασιωτῶν σφων παρεσκευάσθαι.

38.9.4καὶ περὶ μὲν τούτων ἄλλοι ἄλλα διεθρύλουν · οὐ γάρ που καὶ διηλέγχθη τι, ἀλλὰ ἐς τὸ πλῆθος Οὐέττιος ἐσαχθείς, καὶ μόνους οὓς εἶπον ὀνομάσας, ἔςτε τὸ οἴκημα ἐσέπεσε, κἀνταῦθα οὐ πολλῷ ὕστερον ἐδολοφονήθη ·

38.10

38.10.1ὕποπτόςτε οὖν ἐκ τούτων Κικέρων τῷτε Καίσαρι καὶ τῷ Πομπηίῳ γενόμενος ἐβεβαιώσατο τὴν ὑπόνοιαν ἐν τῇ ὑπὲρ τοῦ Ἀντωνίου ἀπολογίᾳ. οὗτος γὰρ πολλὰ μὲν καὶ δεινὰ καὶ τὸ ὑπήκοον τὸ ἐν τῇ Μακεδονίᾳ, ἄρξας αὐτῆς, καὶ τὸ ἔνσπονδον εἰργάσατο, πολλὰ δὲ καὶ ἀντέπαθε.

38.10.2τάτε γὰρ τῶν Δαρδάνων καὶ τὰ τῶν πλησιοχώρων σφίσι πορθήσας οὐκ ἐτόλμησεν ἐπιόντας αὐτοὺς ὑπομεῖναι, ἀλλ’ὡς καὶ ἐπ’ἄλλο τι μετὰ τῶν ἱππέων ὑποχωρήσας ἔφυγεν, καὶ οὕτω τοὺς πεζοὺς ἐκεῖνοι περισχόντες ἔκτε τῆς χώρας βιαίως ἐξήλασαν καὶ τὴν λείαν προσαφείλοντο.

38.10.3τὸ δ’αὐτὸ τοῦτο καὶ περὶ τοὺς συμμάχους τοὺς ἐν τῇ Μυσίᾳ ποιήσας ἡττήθη πρὸς τῇ τῶν Ἰστριανῶν πόλει πρὸς τῶν Σκυθῶν τῶν Βασταρνῶν, ἐπιβοηθησάντων αὐτοῖς, καὶ ἀπέδρα. οὐ μέντοι καὶ ἐπὶ τούτοις αἰτίαν ἔσχεν, ἀλλ’ἐγράφη μὲν ἐπὶ τῇ τοῦ Κατιλίνου συνωμοσίᾳ, ἑάλω δὲ δι’ἐκεῖνα, καὶ συνέβη αὐτῷ, ὧν μὲν ἐκρίνετο, μὴ ἐλεγχθῆναι, ὧν δ’οὐκ ᾐτιάζετο, κολασθῆναι.

38.10.4καὶ μὲν οὕτως ἀπήλλαξεν, δὲ δὴ Κικέρων ὑπὲρ αὐτοῦ τότε, ἅτε καὶ συνάρξαντός οἱ, ὑπερδικῶν, πλείστην κατὰ τοῦ Καίσαρος ὡς καὶ αἰτίου τῆς δίκης αὐτῷ γεγενημένου καταδρομὴν ἐποιήσατο, καί τινα αὐτὸν καὶ προσελοιδόρησεν.

38.11

38.11.1 δ’ἤχθετο μὲν ἐπ’αὐτοῖς ὥσπερ εἰκὸς ἦν, οὐ μὴν οὔτ’εἶπεν οὔτ’ἔπραξεν ὑβριστικὸν ἐς αὐτὸν οὐδέν, καίπερ ὑπατεύων. τοὺς γὰρ πολλοὺς ἔλεγε συχνὰ καὶ μάταια ἐξεπίτηδες ἐς τοὺς κρείττονάς σφων ἐς φιλονεικίαν αὐτοὺς ὑπάγοντας. […] ἵν’ἴσοι σφίσι καὶ ὅμοιοι, ἄν γέ τι ὁμοιότροπον ἀντακούσωσι, δόξωσιν εἶναι · καὶ οὐκ ἠξίου ἀντίπαλον ἐκ τούτου οὐδένα ἑαυτῷ ποιεῖν.

38.11.2καὶ διὰ τοῦτο τοῖςτε ἄλλοις τοῖς τι προπηλακίζουσιν αὐτὸν οὕτω προσεφέρετο, καὶ τότε τὸν Κικέρωνα ὁρῶν οὐχ ἑαυτῷ τι τοσοῦτον λοιδορήσασθαι ἐθέλοντα ὅσον ἀντακοῦσαί τι τῶν ὁμοίων, ὥστε καὶ παρισωθῆναί οἱ, ἐπιθυμοῦντα, βραχύτε αὐτοῦ ἐφρόντισε καὶ οὐδὲν ὧν ἔλεγε προσεποιήσατο, ἀλλ’εἴα αὐτὸν ἀφθόνως, καθάπερ τισὶν ἐπαίνοις ἑαυτοῦ, ταῖς λοιδορίαις χρῆσθαι.

38.11.3οὐ μέντοι καὶ παντάπασιν ὀλιγώρως αὐτοῦ ἔσχεν. ἐπιεικεστέραν μὲν γὰρ ὄντως φύσιν εἰλήχει, καὶ οὐ πάνυ ῥᾳδίως ἐθυμοῦτο · συχνοὺς δ’οὖν, ἅτε καὶ ἐν τοσούτοις πράγμασιν, ἐδικαίου, οὐ μὴν ὥστε καὶ δι’ὀργῆς καὶ παραχρῆμα πάντως αὐτὸ ποιεῖν.

38.11.4θυμῷ μὲν δὴ οὐδὲν ἐχαρίζετο, τοῦ δὲ δὴ καιροῦ διεσκόπει, καὶ τούς γε πλείους οὐ δὲ αἰσθανομένους μετῄει. οὐ γὰρ ὅπως δόξειεν ἀμύνεσθαί τινας ἔπρασσεν, ἀλλ’ὅπως ὅτι ἀνεπιφθονώτατα πρὸς τὸ συμφέρον ἑαυτῷ πάντα διοικήσειε. καὶ διὰ τοῦτο καὶ ἀδήλως, καὶ ἐν οἷς ἥκιστα ἄν τις προσεδόκησε, τὰς τιμωρίας ἐπῆγε, τῆςτε φήμης ἕνεκα, τοῦ μὴ δοκεῖν ὀργίλως ἔχειν, καὶ τοῦ μή τινα προαισθανόμενον προφυλάξασθαι καὶ προποιῆσαί τι δεινὸν αὐτόν, πρὶν παθεῖν, ἐπιχειρῆσαι.

38.11.5οὐ γὰρ τῶν ἤδη γεγονότων μᾶλλόν τι αὐτῷ ἔμελεν ἵνα τὰ μέλλοντα κωλυθείη.

38.11.6 κἀκ τούτου πολλοῖς μὲν καὶ τῶν μεγάλα αὐτὸν λυπησάντων συνεγίγνωσκεν καὶ ἐπὶ βραχὺ ἐπεξῄει, ὅτι οὐδὲν ἔτι κακουργήσειν αὐτοὺς ἐπίστευε · πολλοὺς δὲ καὶ ἐπὶ πλεῖον τοῦ καθήκοντος ἐς ἀσφάλειαν ἐτιμωρεῖτο, λέγων ὅτι τὸ μὲν […] οὐκ ἄν ποτε ἀγένητον […] τῆς κολάσεως ὑπερβολῇ πάντως τι δεινὸν πείσεται.

38.12

38.12.1ἐξ οὖν τούτων τῶν λογισμῶν καὶ τότε αὐτὸς μὲν τὴν ἡσυχίαν ἦγε, τὸν δὲ δὴ Κλώδιον ἀντιχαρίσασθαί τι αὐτῷ, ὅτι τῆς μοιχείας αὐτοῦ οὐ κατηγόρησε, βουλόμενον αἰσθόμενος παρεσκεύασε κρύφα κατὰ τοῦ Κικέρωνος.

38.12.2καὶ πρῶτον μὲν ἐς τὰ τοῦ πλήθους δικαιώματα αὖθις αὐτόν, ὅπως νομίμως ἐκποιηθῇ, συμπράττοντος αὐτῷ καὶ τοῦ Πομπηίου μετέστησεν, ἔπειτα δὲ δήμαρχον εὐθὺς ἀποδειχθῆναι διεπράξατο.

38.12.3οὗτος οὖν Κλώδιος ἐπεστόμισε μὲν καὶ τὸν Βίβουλον ἐσελθόντατε ἐς τὴν ἀγορὰν ἐπ’ἐξόδῳ τῆς ἀρχῆς, καὶ διανοούμενον μετὰ τῆς τοῦ ὅρκου πιστώσεως καὶ περὶ τῶν παρόντων δημηγορῆσαι, ἐπέθετο δὲ καὶ τῷ Κικέρωνι.

38.12.4καὶ ἐπειδὴ μὴ ἐδόκει οἱ ῥᾴδιον εἶναι ἄνδρα πάμπολυ ἐν τῇ πολιτείᾳ διὰ τὴν τῶν λόγων δεινότητα δυνάμενον καταλῦσαι, τρέπεται πρὸς οἰκείωσιν οὐχ ὅτι τοῦ πλήθους, ἀλλὰ καὶ τῶν ἱππέων τῆςτε βουλῆς, παρ’οἷσπέρ που καὶ Κικέρων πλεῖστος ἐφέρετο, ἐλπίσας, ἂν τούτους σφετερίσηται, ῥᾳδίως αὐτόν, ἅτε καὶ διὰ φόβον μᾶλλον δι’εὔνοιαν ἰσχύοντα, καθαιρήσειν.

38.12.5παμπληθεῖς γὰρ ἐκ τῶν λόγων ἐλύπει, καὶ οὐκ ἐς τοσοῦτον οἵ τι ὠφελούμενοι ὑπ’αὐτοῦ ᾠκειοῦντο ἐς ὅσον οἱ βλαπτόμενοι ἠλλοτριοῦντο. πρὸς γάρ τοι τῷ τοὺς πλείους τῶν ἀνθρώπων προχειρότερον ἐπὶ τοῖς δυσχερεστέροις ἀγανακτεῖν τῶν ἀμεινόνων χάριν τισὶν ἔχειν, καὶ τοῖς μὲν συναγορεύσασί σφισιν ἀποδεδωκέναι τὸν μισθὸν νομίζειν, τοὺς δ’ἀντιδικήσαντας ἀμύνεσθαι τρόπον τινὰ προαιρεῖσθαι, πικροτάτους ἐχθροὺς ἑαυτῷ ἐποίει περιεῖναίτε καὶ τῶν κρατίστων ἀεί ποτε ἐπιχειρῶν καὶ τῇ παρρησίᾳ πρὸς πάντας ὁμοίως ἀκράτῳ καὶ κατακορεῖ χρώμενος, ἅτε καὶ τὴν δόξαν τοῦ δύνασθαι συνεῖναίτε καὶ εἰπεῖν μηδεὶς ἄλλος, καὶ πρὸ τοῦ χρηστὸς εἶναι δοκεῖν, θηρώμενος.

38.12.7ἔκτε οὖν τούτου, καὶ διότι μέγιστόντε ἀνθρώπων ηὔχει καὶ οὐδένα ἐξ ἴσου ἑαυτῷ ἦγεν, ἀλλὰ ἔντε τοῖς λόγοις ὁμοίως καὶ ἐν τῷ βίῳ πάνταςτε ὑπερεφρόνει καὶ ἰσοδίαιτος οὐδενὶ ἠξίου εἶναι, φορτικόςτε καὶ ἐπαχθὴς ἦν, καὶ ἀπὸ τούτων καὶ ὑπ’αὐτῶν ἐκείνων οἷς ἤρεσκε, καὶ ἐφθονεῖτο καὶ ἐμισεῖτο.

38.13

38.13.1 οὖν Κλώδιος ἐλπίσας αὐτὸν διὰ ταῦτα, ἂν τήντε βουλὴν καὶ τοὺς ἱππέας τόντε ὅμιλον προπαρασκευάσηται, ταχὺ κατεργάσεσθαι, τόντε σῖτον προῖκα εὐθὺς διένειμε (τὸ γὰρ μετρεῖσθαι τοῖς ἀπόροις, τοῦτε Γαβινίου ἤδη καὶ τοῦ Πίσωνος ὑπατευόντων, ἐσηγήσατο) καὶ τὰ ἑταιρικά, κολλήγια ἐπιχωρίως καλούμενα, ὄντα μὲν ἐκ τοῦ ἀρχαίου, καταλυθέντα δὲ χρόνον τινά, ἀνενεώσατο ·

38.13.2τοῖςτε τιμηταῖς ἀπηγόρευσε μήτ’ἀπαλείφειν ἔκ τινος τέλους μήτ’ἀτιμάζειν μηδένα, χωρὶς εἴ τις παρ’ἀμφοτέροις σφίσι κριθεὶς ἁλοίη.

38.13.3τούτοις οὖν αὐτοὺς δελεάσας καὶ ἕτερόν τινα νόμον ἔγραψε, περὶ οὗ διὰ πλειόνων ἀναγκαῖόν ἐστιν εἰπεῖν, ὅπως σαφέστερος τοῖς πολλοῖς γένηται. τῆς γὰρ μαντείας τῆς δημοσίας ἔκτε τοῦ οὐρανοῦ καὶ ἐξ ἄλλων τινῶν, ὥσπερ εἶπον, ποιουμένης, τὸ μέγιστον κῦρος ἐκ τοῦ οὐρανοῦ εἶχεν, οὕτως ὥστε τὰ μὲν ἄλλα οἰωνίσματα πολλὰ καὶ καθ’ἑκάστην πρᾶξιν, ἐκεῖνο δὲ ἐσάπαξ ἐπὶ πάσῃ τῇ ἡμέρᾳ γίγνεσθαι.

38.13.4τοῦτότε οὖν ἰδιώτατον ἐν αὐτῷ ἦν, καὶ ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων ἐπέτρεπε πραχθῆναί τινα, καὶ ἐγίγνετο μηδενὸς ἔτι καθ’ἕκαστον οἰωνίσματος ἐπαγομένου, ἐκώλυε, καὶ ἀνεχειρίζετό τι, τὰς δὲ δὴ τοῦ δήμου διαψηφίσεις πάντως ἐπῖσχεν, καὶ ἦν πρὸς αὐτὰς ἀεὶ διοσημία, εἴτε ἐναίσιον εἴτε ἐξαίσιον ἐγένετο.

38.13.5καὶ τὸ μὲν αἴτιον τῆς νομίσεως ταύτης οὐκ ἔχω φράσαι, γράφω δὲ τὰ λεγόμενα. ἐπεὶ οὖν πολλοὶ ἐμποδίζειν νόμων ἐσφορὰς ἀρχόντων καταστάσεις ἐς τὸν δῆμον ἐσαγομένας βουλόμενοι προεπήγγελλον ὡς καὶ ἐκ τοῦ οὐρανοῦ τὴν ἡμέραν ἐκείνην μαντευσόμενοι, ὥστε μηδεμίαν ἐν αὐτῇ κύρωσιν τὸν δῆμον σχεῖν, φοβηθεὶς Κλώδιος μὴ γραψαμένου αὐτοῦ τὸν Κικέρωνα ἀναβολήντέ τινες ἐκ τοῦ τοιούτου καὶ τριβὴν τῇ δίκῃ ἐμποιήσωσιν, ἐσήνεγκε μηδένα τῶν ἀρχόντων ἐν ταῖς ἡμέραις ἐν αἷς ψηφίσασθαί τι τὸν δῆμον ἀναγκαῖον εἴη, τὰ ἐκ τοῦ οὐρανοῦ γιγνόμενα παρατηρεῖν.

38.14

38.14.1τοιαῦτα μὲν τότε ἐπὶ τὸν Κικέρωνα συνέγραψε. καὶ ἐπειδὴ ἐκεῖνος, συνεὶς τὸ γιγνόμενον, Λούκιον Νίννιον Κουαδρᾶτον δημαρχοῦντα ἐναντιωθῆναι πᾶσί σφισιν ἀντιπαρεσκεύασεν, ἔδεισε μὴ καὶ θόρυβος ἐκ τούτου καὶ διατριβή τις γένηται, καὶ ὑπῆλθεν αὐτὸν ἀπατήσας.

38.14.2προδιομολογησάμενος γὰρ αὐτῷ μη δ’ὁτιοῦν, ἂν μηδὲν τῶν νομοθετουμένων ἐμποδίσῃ, κατ’αὐτοῦ γράψειν, ἔπειτα τὴν ἡσυχίαν καὶ ἐκείνου καὶ τοῦ Νιννίου ἄγοντος διενομοθέτησεν αὐτά, καὶ μετὰ τοῦτο καὶ τῷ Κικέρωνι ἐπεχείρησεν.

38.14.3καὶ μὲν οὕτω, καίτοι φρονιμώτατος ἀξιῶν εἶναι, τότε ὑπὸ τοῦ Κλωδίου, εἴ γε ἐκεῖνον ἀλλὰ μὴ τὸν Καίσαρα τούςτε ἄλλους τοὺς μετ’αὐτῶν συνεστηκότας δεῖ λέγειν, ἠπατήθη ·

38.14.4 δὲ δὴ νόμος ὃν μετὰ ταῦτα Κλώδιος ἐσήνεγκεν, ἄλλως μὲν οὐκ ἐδόκει ἐπ’αὐτῷ τίθεσθαι (οὐ δὲ γὰρ τὸ ὄνομα αὐτοῦ εἶχεν ἀλλὰ κατὰ πάντων ἁπλῶς τῶν πολίτην τινὰ ἄνευ τῆς τοῦ δήμου καταγνώσεως ἀποκτενούντων καὶ ἀπεκτονότων ἐσήγετο), ἔργῳ δὲ ἐπ’αὐτὸν ὅτι μάλιστα συνεγράφετο.

38.14.5ἔφερε μὲν γὰρ καὶ ἐπὶ πᾶσαν τὴν βουλήν, ὅτι τοῖςτε ὑπάτοις τὴν φυλακὴν τῆς πόλεως, δι’ἧσπερ καὶ τὰ τοιαῦτά σφισι ποιεῖν ἐξὸν ἐγίγνετο, προσετετάχει, καὶ μετὰ τοῦτο καὶ τοῦ Λεντούλου καὶ τῶν ἄλλων τῶν τότε θανατωθέντων κατεψήφιστο ·

38.14.6οὐ μέντοι ἀλλ’ Κικέρων, ἐπειδὴ καὶ ἐσηγγέλκει περὶ αὐτῶν καὶ ἐσήγητο ἀεὶ καὶ ἐπεψηφίκει καὶ τέλος καὶ τὴν τιμωρίαν σφῶν διά γε τῶν τὰ τοιαῦτα ὑπηρετούντων ἐπεποίητο, καὶ τὴν αἰτίαν μόνος καὶ μάλιστα ἔσχε.

38.14.7καὶ διὰ τοῦτο τάτε ἄλλα ἰσχυρῶς αὐτῷ ἀντέπρασσε, καὶ τὴν βουλευτικὴν ἐσθῆτα ἀπορρίψας ἐν τῇ ἱππάδι περιενόστει, πάνταςτε τούς τι δυναμένους, οὐχ ὅπως τῶν ἐπιτηδείων ἀλλὰ καὶ τῶν ἀντιστασιωτῶν, καὶ μάλιστα τόντε Πομπήιον καὶ τὸν Καίσαρα ἅτε μη δὲ τὴν ἔχθραν αὐτοῦ προσποιούμενον, καὶ ἡμέρας καὶ νυκτὸς ὁμοίως περιιὼν ἐθεράπευε.

38.15

38.15.1καὶ ἐβούλοντο γὰρ καὶ ἐκεῖνοι μήτε τὸν Κλώδιον αὐτοὶ παρεσκευακέναι μήτε τοῖς γεγραμμένοις ὑπ’αὐτοῦ ἀρέσκεσθαι δοκεῖν, τοιάνδε τινὰ ἐπὶ τὸν Κικέρωνα ἀπάτην, σφίσι μὲν εὐπρεπῆ ἐκείνῳ δὲ δὴ ἀφανῆ, προσεξεῦρον.

38.15.2 μὲν γὰρ Καῖσαρ ὑπείκειν αὐτῷ συνεβούλευε, μὴ καὶ κατὰ χώραν μείνας ἀπόληται · καὶ ἵνα γε καὶ μᾶλλον ὑπ’εὐνοίας τοῦτο ποιεῖν πιστευθῇ, ὑποστρατήγῳ οἱ χρήσεσθαι ὑπισχνεῖτο, ὅπως μὴ μετ’ὀνείδους ὡς καὶ ὑπεύθυνος ὤν, ἀλλὰ ἐπίτε ἀρχῆς καὶ μετὰ τιμῆς ἐκποδὼν δὴ τῷ Κλωδίῳ γένηται.

38.15.3 δὲ δὴ Πομπήιος τούτου μὲν αὐτόν, τότε πρᾶγμα ἀπόδρασιν ἄντικρυς ὀνομάζων, καὶ ἐς τὸν Καίσαρα ὥστε καὶ κατ’ἔχθραν οὐκ ἐπιτηδείως οἱ συμβουλεύοντα ὑποσημαίνων, ἀπέτρεπε, γνώμην δὲ ἐδίδου καταμεῖναι καὶ ἑαυτῷτε ἅμα καὶ τῇ βουλῇ μετὰ παρρησίας βοηθῆσαι, τόντε Κλώδιον εὐθὺς ἀμύνασθαι ·

38.15.4οὔτε γὰρ διαπράξασθαί τι αὐτὸν παρόντοςτε ἐκείνου καὶ ἐναντιουμένου δυνήσεσθαι ἔλεγε, καὶ προσέτι καὶ δίκην δώσειν καὶ ἑαυτοῦ τι πρὸς τοῦτο συμπράξαντος. τοιούτους αὐτῶν λόγους λεγόντων οὐχ ὅτι ἐναντία ἀλλήλοις ἐγίγνωσκον ἀλλ’ἵν’ἐκεῖνον ἀνυπόπτως ἀπατήσωσι, τῷ Πομπηίῳ προσέθετο.

38.15.5οὔτε γὰρ προϋπώπτευέ τι ἐς αὐτόν, καὶ ἐπίστευε πάντως ὑπ’αὐτοῦ σωθήσεσθαι. τῶντε γὰρ ἄλλων πολλοὶ καὶ ᾐδοῦντο αὐτὸν καὶ ἐτίμων ὥστε καὶ κινδυνεύοντας συχνοὺς τοὺς μὲν παρὰ τῶν δικαστῶν τοὺς δὲ καὶ παρ’αὐτῶν τῶν κατηγόρων ῥυόμενον ·

38.15.6καὶ Κλώδιος, ἅτε καὶ ἐν γένει ποτὲ αὐτῷ γενόμενος καὶ συστρατεύσας ἐπὶ πολὺν χρόνον, οὐδὲν τι οὐ κατὰ γνώμην αὐτοῦ ἐδόκει ποιήσειν. τόντε Γαβίνιον ἄντικρυς, ἅτε καὶ πάνυ φίλον αὐτῷ ὄντα, καὶ τὸν Πίσωνα ἀπότε τῆς ἐπιεικείας καὶ διὰ τὴν τοῦ Καίσαρος συγγένειαν ὑπάρξειν οἱ προσεδόκησε.

38.16

38.16.1τούτοιςτε οὖν τοῖς λογισμοῖς κρατήσειν ἐλπίσας (καὶ γὰρ ἐθάρσει παρὰ λόγον ὥσπερ ἀνεξετάστως ἐδεδίει), καὶ φοβηθεὶς μὴ καὶ ἐκ πονηροῦ συνειδότος τὴν ἀποδημίαν πεποιῆσθαι δόξῃ, τῷ μὲν Καίσαρι χάριν δή τινα ἔχειν ἔλεγε, τῷ δὲ δὴ Πομπηίῳ ἐπείσθη.

38.16.2καὶ μὲν οὕτως ἀπατηθεὶς παρεσκευάζετο ὡς καὶ πολὺ τῶν ἐχθρῶν ὑπεροίσων. πρὸς γὰρ δὴ τοῖς εἰρημένοις, οἵτε ἱππῆς συνελθόντες ἐς τὸ Καπιτώλιον πρέσβεις ὑπὲρ αὐτοῦ πρόςτε τοὺς ὑπάτους καὶ τὴν γερουσίαν, ἄλλουςτέ τινας ἐκ σφῶν καὶ βουλευτὰς τόντε Ὁρτήσιον τὸν Κύιντον καὶ Γάιον Κουρίωνα, ἔπεμψαν ·

38.16.3καὶ Νίννιος τάτε ἄλλα αὐτῷ συνῄρετο, καὶ τὴν ἐσθῆτα τῷ πλήθει ὡς καὶ ἐπί τινι κοινῇ συμφορᾷ μεταβαλεῖν παρῄνεσε. καὶ πολλοὶ τοῦτο καὶ τῶν βουλευτῶν ἐποίησαν, καὶ οὐ πρότερόν γε μετεβάλοντο πρὶν τοὺς ὑπάτους σφίσι διὰ προγραφῆς ἐπιτιμῆσαι.

38.16.4ἀλλ’ἦν γὰρ τὰ τῶν ἀντιστασιωτῶν αὐτοῦ δυνατώτερα, οὔτε Κλώδιος χρηματίσασθαί τι ὑπὲρ αὐτοῦ τῷ Νιννίῳ ἐπέτρεψεν, οὔτε Γαβίνιος τὴν πρόσοδον τοῖς ἱππεῦσιν ἐς τὴν βουλὴν ἔδωκεν, ἀλλὰ καὶ ἕνα τινὰ αὐτῶν, ὡς πολὺς ἐνέκειτο, καὶ ἐκ τῆς πόλεως ἐξήλασε, τῷτε Ὁρτησίῳ καὶ τῷ Κουρίωνι, ὅτι καὶ ἀθροισθεῖσί σφισι συνεγένοντο καὶ τὴν πρεσβείαν ὑπέστησαν, ἐπεκάλει.

38.16.5καὶ αὐτοὺς Κλώδιος ἐς τὸ πλῆθος ἐσαγαγὼν πληγαῖς ἐπὶ τῇ πρεσβείᾳ διά τινων προπαρεσκευασμένων συνέκοψε. καὶ μετὰ ταῦτα τε Πίσων, καίπερ εὐνοϊκῶς τῷ Κικέρωνι δοκῶν ἔχειν, καὶ συμβουλεύσας γε αὐτῷ, ὡς ἑώρα ἀδύνατον ὂν ἄλλως αὐτὸν σωθῆναι, προϋπεξέχειν, ὅμως ἐπειδὴ διὰ τοῦτο ἐκεῖνος ὠργίσθη, παρῆλθεν ἐς τὴν ἐκκλησίαν ὅτε πρῶτον ἠδυνήθη (τὰ γὰρ πολλὰ ἠρρώστει), καὶ πυθομένου τοῦ Κλωδίου τίνα γνώμην περὶ τῶν γεγραμμένων ἔχοι, εἶπεν ὅτι οὐδέν μοι οὔτ’ὠμὸν οὔτε σκυθρωπὸν ἔργον ἀρέσκει ·

38.16.6καὶ Γαβίνιος ἐρωτηθεὶς τὸ αὐτὸ τοῦτο οὐχ ὅπως ἐκεῖνον ἐπῄνεσεν, ἀλλὰ καὶ τῶν ἱππέων τῆςτε βουλῆς προσκατηγόρησεν.

38.17

38.17.1 μέντοι Καῖσαρ (ἔξω γὰρ τοῦ τείχους Κλώδιος δι’αὐτόν, ἐπειδήπερ ἐξεστράτευτο, τὸν ὅμιλον συναγαγὼν καὶ ἐκεῖνον ἐπιγνώμονα τῶν γεγραμμένων ἐποιήσατο) τὴν μὲν παρανομίαν τῶν περὶ τὸν Λέντουλον πραχθέντων κατεψηφίσατο, τὴν μέντοι τιμωρίαν τὴν ἐπ’αὐτοῖς γραφομένην οὐκ ἐδοκίμασεν ·

38.17.2ὅσα μὲν γὰρ περὶ τῶν τότε γενομένων ἐφρόνησε, πάντας εἰδέναι ἔφη (τὴν γὰρ σώζουσάν σφας ψῆφον δεδωκὼς ἦν), οὐ μὴν καὶ προσήκειν ἐπὶ τοῖς παρεληλυθόσι τοιοῦτόν τινα νόμον συγγράφεσθαι.

38.17.3Καῖσαρ μὲν ταῦτ’εἶπε, Κράσσος δὲ διὰ μὲν τοῦ υἱέος βοήθειάν τινα τῷ Κικέρωνι ἐνεδείκνυτο, αὐτὸς δὲ τὰ τοῦ πλήθους ἔπρασσε. καὶ Πομπήιος ὑπισχνεῖτο μὲν αὐτῷ τὴν ἐπικουρίαν, σκήψεις δέ τινας ἄλλοτε ἄλλας ποιούμενος καὶ ἀποδημίας συχνὰς ἐπίτηδες στελλόμενος οὐκ ἐπήμυνε.

38.17.4ἰδὼν οὖν ταῦθ’ Κικέρων καὶ φοβηθεὶς αὖθις ἐπεχείρησε μὲν ὅπλα ἄρασθαι (τάτε γὰρ ἄλλα καὶ τὸν Πομπήιον φανερῶς προεπηλάκιζε), κωλυθεὶς δὲ ὑπότε τοῦ Κάτωνος καὶ τοῦ Ὁρτησίου, μὴ καὶ ἐμφύλιος ἐκ τούτου πόλεμος γένηται, τότε δὴ καὶ ἄκων μετάτε αἰσχύνης καὶ μετὰ κακοδοξίας, ὡς καὶ ἐκ τοῦ συνειδότος ἐθελοντὴς πεφευγώς, μετέστη.

38.17.5πρὶν δὲ δὴ ἀφορμῆσαι, ἔςτε τὸ Καπιτώλιον ἀνέβη καὶ ἀγαλμάτιόν τι Ἀθηνᾶς ἀνέθηκε, Φυλακίδα αὐτὴν ὀνομάσας. ὑπεξῆλθε δὲ ἐς Σικελίαν · προστάτηςτε γὰρ αὐτῶν ἐγεγόνει, καὶ ἐλπίδα πολλὴν ἔντε τοῖς δήμοις καὶ ἐν τοῖς ἰδιώταις τῷτε ἄρχοντι αὐτῶν εἶχε τιμηθήσεσθαι.

38.17.6φυγόντος δ’αὐτοῦ νόμος τὸ κῦρος, οὐχ ὅπως οὐκ ἐναντιωθέντος τινός, ἀλλὰ καὶ σπουδασάντων ἄλλωντε καὶ αὐτῶν ἐκείνων οἵπερ τὰ τοῦ Κικέρωνος ἀνὰ πρώτους πράττειν ἐδόκουν, ἐπειδήπερ ἅπαξ ἐκποδὼν ἐγεγόνει, ἔλαβε · καὶ τε οὐσία αὐτοῦ ἐδημεύθη, καὶ οἰκία ὥσπερ τινὸς πολεμίου κατεσκάφη, τότε ἔδαφος αὐτῆς ἐς νεὼν ἐλευθερίας ἀνέθηκαν.

38.17.7αὐτῷτε ἐκείνῳ τε φυγὴ ἐπετιμήθη καὶ ἐν τῇ Σικελίᾳ διατριβὴ ἀπερρήθη · τρισχιλίουςτε γὰρ καὶ ἑπτακοσίους καὶ πεντήκοντα σταδίους ὑπὲρ τὴν Ῥώμην ὑπερωρίσθη, καὶ προσεπεκηρύχθη ἵν’εἰ δή ποτε ἐντὸς αὐτῶν φανείη, καὶ αὐτὸς καὶ οἱ ὑποδεξάμενοι αὐτὸν ἀνατὶ διόλωνται.

38.18

38.18.1καὶ μὲν ἐς τὴν Μακεδονίαν διὰ τοῦτο μετέστη καὶ ἐκεῖ διέτριβεν ὀδυρόμενος · ἐντυχὼν δ’αὐτῷ Φιλίσκος τις ἀνὴρ ἔντε ταῖς Ἀθήναις συγγεγονώς οἱ καὶ τότε κατὰ τύχην συντυχών, οὐκ αἰσχύνῃ, ἔφη, Κικέρων, θρηνῶν καὶ γυναικείως διακείμενος; ὡς ἔγωγε οὔποτ’ἄν σε προσεδόκησα οὕτω μαλακισθήσεσθαι, πολλῆς μὲν παιδείας καὶ παντοδαπῆς μετεσχηκότα, πολλοῖς δὲ καὶ συνηγορηκότα.

38.18.2καὶ ὃς ὑπολαβὼν εἶπεν, ἀλλ’οὐδέν τοι ὅμοιόν ἐστιν, Φιλίσκε, ὑπὲρ ἄλλωντέ τινα λέγειν καὶ ἑαυτῷ συμβουλεύειν. τὰ μὲν γὰρ ὑπὲρ τῶν ἀλλοτρίων λεγόμενα, ἀπὸ ὀρθῆς καὶ ἀδιαφθόρου τῆς γνώμης προϊόντα, καιρὸν ἐς τὰ μάλιστα λαμβάνει · ὅταν δὲ δὴ πάθημά τι τὴν ψυχὴν καταλάβῃ, θολοῦται καὶ σκοτοῦται καὶ οὐδὲν δύναται καίριον ἐννοῆσαι. ὅθεν που πάνυ καλῶς εἴρηται ὅτι ῥᾷον παραινέσαι ἑτέροις ἐστὶν αὐτὸν παθόντα καρτερῆσαι.

38.18.3λέγεις μέν τι, ἔφη Φιλίσκος, ἀνθρώπινον · οὐ μέντοι καὶ ἠξίουν σε, τοσαύτῃ μὲν φρονήσει κεχρημένον τοσαύτην δὲ σοφίαν ἠσκηκότα, μὴ οὐ προπαρεσκευάσθαι πρὸς πάντα τὰ ἀνθρώπινα, ἵν’εἴ τι καὶ παράλογόν σοι προσπέσοι, μήτι γε καὶ ἄφρακτόν σε εὕροι.

38.18.4ἐπεὶ δ’οὖν ἐν τούτῳ καθέστηκας, […] καὶ γὰρ ἄν τι ὠφελήσαιμί σε διαλεξάμενός τι τῶν προσφόρων, ἵν’ὥσπερ οἱ τὰ φορτία συναιρόμενοί τισιν ἐπικουφίζουσιν αὐτούς, καὶ ἐγώ σοι τὸ πάθος τοῦτο ἐπελαφρύναιμι, τοσούτῳ ῥᾷον ἐκείνων ὅσῳ μη δὲ τὸ βραχύτατον αὐτοῦ μεταλήψομαι.

38.18.5οὐ γάρ που καὶ ἀπαξιώσεις παραμυθίου τινὸς παρ’ἑτέρου τυχεῖν. εἰ μὲν γὰρ αὐτάρκης ἑαυτῷ ἦσθα, οὐδὲν ἂν ἡμῖν τῶν λόγων τούτων ἔδει · νῦν δ’ὅμοιον πέπονθας ὥσπερ εἰ Ἱπποκράτης Δημοκήδης καὶ ἄλλος τις τῶν πάνυ ἰατρῶν νοσήματι δυσιάτῳ περιπεσὼν ἀλλοτρίας χειρὸς πρὸς τὴν ἄκεσιν αὐτοῦ προσεδεήθη.

38.19

38.19.1ἀλλ’εἴ γέ τινα, ἔφη Κικέρων, τοιοῦτον ἔχεις λόγον ὥστε τὴν ἀχλύν μου ταύτην ἀπὸ τῆς ψυχῆς ἀφελεῖν καὶ ἐς τὸ ἀρχαῖόν με φῶς ἐπαναγαγεῖν, ἑτοιμότατός εἰμι ἀκούειν. ὥσπερ γὰρ τῶν φαρμάκων, οὕτω δὴ καὶ τῶν λόγων καὶ διαφοραὶ πολλαὶ καὶ δυνάμεις ποικίλαι εἰσίν, ὥστ’οὐδὲν θαυμαστὸν εἰ καὶ ἐμὲ τὸν λαμπρὸν ἔντε τῇ γερουσίᾳ καὶ ἐν ταῖς ἐκκλησίαις τοῖςτε δικαστηρίοις σοφίᾳ τινὶ καταιονήσειας.

38.19.2φέρε οὖν, εἶπεν Φιλίσκος, ἐπειδήπερ ἀκούειν ἕτοιμος εἶ, σκεψώμεθα πρῶτον μὲν εἰ κακὰ ὡς ἀληθῶς ἐστι ταῦτα τὰ περιεστηκότα σε, ἔπειτα δὲ τίνα τρόπον αὐτὰ ἀκεσόμεθα. ἐγὼ τοίνυν πρῶτον μὲν ἁπάντων ὁρῶ σε ὑγιαίνοντα τῷ σώματι καὶ εὖ μάλα ἐρρωμένον, ὅπερ που πρῶτον κατὰ φύσιν ἀγαθόν ἐστιν ἀνθρώποις, ἔπειτα δὲ τὰ ἐπιτήδεια αὐτάρκη κεκτημένον, ὥστε μήτε πεινῆν μήτε διψῆν ῥιγοῦν καὶ ἄλλο τι ἄτοπον ὑπ’ἀπορίας ὑπομένειν, δὴ καὶ δεύτερον εἰκότως ἄν τις ἀγαθὸν ἀνθρώπῳ φύσει τιθείη.

38.19.3ὅταν γάρ τινι τε τοῦ σώματος σύστασις εὖ ἔχῃ καὶ διαρκεῖν ἀφροντιστῶν δύνηται, πάντα τὰ πρὸς εὐδαιμονίαν ἐπιβάλλοντα καρποῦται.

38.20

38.20.1 οὖν Κικέρων ὑπολαβὼν ἔφη, ἀλλ’οὐδὲν τῶν τοιούτων ὄφελός ἐστιν, ὅταν του τὴν ψυχὴν λυπῇ τι καὶ δάκνῃ · πολλῷ γὰρ πλεῖον αἱ ἐκείνης φροντίδες ταλαιπωροῦσί τινα αἱ τοῦ σώματος εὐπάθειαι τέρπουσιν. ὥσπερ καὶ ἐγὼ νῦν οὐδὲν οὔτε τῆς τοῦ σώματος ὑγιείας προτιμῶ, νοσῶν γε τὴν γνώμην, οὔτε τῆς τῶν ἐπιτηδείων εὐπορίας · πολλῶν γὰρ ἀπεστέρημαι.

38.20.2καὶ ὅς, καὶ τοῦτό σε, ἔφη, λυπεῖ; εἰ μὲν γὰρ ἐνδεήσεσθαι τῶν ἀναγκαίων ἔμελλες, λόγον ἄν τινα εἶχεν ἄχθεσθαί σε τοῖς ἀπολωλόσιν · εἰ δὲ ἔκπλεα σοι πάντα τὰ ἐπιτήδεια ὑπάρχει, τί ἀνιᾷ ὅτι μὴ καὶ πλείω κέκτησαι; πᾶν γὰρ τὸ ὑπὲρ τὴν χρείαν τινὶ ὂν περιττόν ἐστι, καὶ ἐν τῷ ἴσῳ καὶ παρὸν καὶ ἀπὸν καθέστηκεν, ἐπεί τοι καὶ πρότερον οὐδὲν δήπου τοῖς μὴ ἀναγκαίοις ἐχρῶ, ὥστε καὶ τότε μὴ εἶναι ὧν μὴ ἔχρῃζες καὶ νῦν εἶναι ὧν μὴ δέῃ νόμιζε.

38.20.3καὶ γὰρ οὐ δὲ πατρῷά σοι τὰ πολλὰ αὐτῶν γέγονεν, ὥστε σε σπουδὴν ἰδιωτέραν περὶ αὐτὰ ποιεῖσθαι, ἀλλὰ ὑπότε τῆς γλώττης καὶ ὑπὸ τῶν λόγων σου πεπόρισται, δι’οὓς καὶ ἀπόλωλεν.

38.20.4οὔκουν ἀγανακτεῖν προσήκει εἰ καθάπερ ἐκτήθη τινά, οὕτω καὶ ἀπεβλήθη. οὐ δὲ γὰρ οὐ δ’οἱ ναύκληροι πάνυ χαλεπῶς φέρουσι πολλὰ ζημιούμενοι · λογίζεσθαι γάρ, οἶμαι, φρονίμως ἐπίστανται ὅτι θάλαττα διδοῦσά σφισιν αὐτὰ καὶ ἀφαιρεῖται.

38.21

38.21.1καὶ περὶ μὲν τούτων ἱκανά · ἀποχρῆντε γὰρ ἀνθρώπῳ πρὸς εὐδαιμονίαν τὸ τὰ ἀρκοῦντα κεκτῆσθαι καὶ μηδενὸς ὧν τὸ σῶμα χρῄζει προσδεῖσθαι νομίζω, καὶ πᾶν τὸ περιττὸν καὶ φροντίδας καὶ πράγματα καὶ φθόνους ἔχειν ἡγοῦμαι.

38.21.2ἐπειδὴ δὲ ἔφησθα ὅτι οὐδεμία ἀπόλαυσις τῶν τοῦ σώματος ἀγαθῶν ἐστιν, ἂν μὴ καὶ τὰ τῆς ψυχῆς προσυπάρχῃ τινί, ἔστι μὲν ἀληθὴς λόγος (ἀδύνατον γάρ, κακῶς αὐτῆς ἐχούσης, μὴ οὐ καὶ τοῦτ’αὐτῇ συννοσεῖν), ἐγὼ μέντοι πολλῷ ῥᾷον οἴομαι εἶναι τῆς εὐεξίας τῆς γνώμης ἐπιμεληθῆναί τινι τῆς τοῦ σώματος.

38.21.3τοῦτο μὲν γάρ, ἅτε καὶ σάρκινον ὄν, πολλὰ μὲν ἄτοπα ἐν ἑαυτῷ ἔχει, πολλῆς δὲ ἐπικουρίας παρὰ τοῦ δαιμονίου δεῖται · ἐκείνη δὲ δή, οἷα θειοτέρας φύσεως οὖσα, καὶ ῥυθμίζεσθαι καὶ νουθετεῖσθαι ῥᾳδίως δύναται. οὐκοῦν κἀνταῦθα ἴδωμεν τίτέ σοι τῶν τῆς ψυχῆς ἀγαθῶν ἀπέστη, καὶ τί τῶν κακῶν προσγενόμενον οὐκ ἂν ἀποτριψαίμεθα.

38.22

38.22.1ὁρῶ τοίνυν ἔγωγε πρῶτον μὲν φρονιμώτατόν σε ἀνθρώπων ὄντα · τεκμήριον δὲ ὅτι πλεῖστα μὲν καὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἐν οἷς συνεβούλευσάς τι αὐτοῖς, ἔπεισας, πλεῖστα δὲ καὶ τοὺς ἰδιώτας, ἐν οἷς συνηγόρησάς σφισιν, ὠφέλησας ·

38.22.2ἔπειτα δὲ καὶ δικαιότατον · πανταχοῦ γοῦν ὑπέρτε τῆς πατρίδος καὶ τῶν φίλων ἀνταγωνιζόμενος τοῖς ἐπιβουλεύουσιν αὐτοῖς ἐξήτασαι · καὶ αὐτά γε ταῦτα νῦν πέπονθας, οὐ δι’ἄλλο τι συμβέβηκέ σοι ὅτι πάνθ’ὑπὲρ τῶν νόμων καὶ τῆς πολιτείας καὶ λέγων καὶ πράττων διετέλεις.

38.22.3καὶ μὴν ὅτι καὶ σωφροσύνης ἐς τὰ πρῶτα ἀνήκεις, αὐτὸ τὸ ἐπιτήδευμά σου δηλοῖ · οὐ γὰρ οἷόντ’ἐστὶ δουλεύοντά τινα ταῖς τοῦ σώματος ἡδοναῖς ἐν μέσῳτε ἀεὶ φαίνεσθαι καὶ ἐν τῇ ἀγορᾷ ἀναστρέφεσθαι, μαρτύρια τὰ ἡμερινὰ ἔργα τῶν νυκτερινῶν ποιούμενον.

38.22.4οὕτω δὲ δὴ τούτων ἐχόντων ἐγὼ μέν σε καὶ ἀνδρειότατον ᾤμην εἶναι, τοσαύτῃ μὲν ῥώμῃ διανοίας τοσαύτῃ δὲ καὶ ἰσχύι λόγων χρώμενον · σὺ δέ, ὡς ἔοικας, αὐτὸς ἑαυτοῦ ἐκπλαγεὶς ὅτι παράτε τὴν ἐλπίδα καὶ παρὰ τὴν ἀξίαν ἔπταισας, παρῄρησαί τι τοῦ σφόδρα ἀνδρείου.

38.22.5ἀλλὰ τοῦτο μὲν εὐθὺς ἀπολήψῃ · τοιούτων δὲ τῶν κατὰ σὲ ὄντων, καὶ εὖ μὲν ἥκοντος τοῦ σώματος εὖ δὲ καὶ τῆς ψυχῆς, οὐχ ὁρῶ τί τὸ λυποῦν ἐστί σε.

38.23

38.23.1ταῦτα αὐτοῦ εἰπόντος Κικέρων ἔφη οὐ δοκεῖ οὖν σοι μέγα κακὸν εἶναι ἀτιμία καὶ φυγή, καὶ τὸ μήτ’οἴκοι διατρίβειν μήτε μετὰ τῶν φίλων εἶναι, ἀλλὰ ἐκ τῆς πατρίδος μεθ’ὕβρεως ἐκπεπτωκότα ζῆν ἐν ἀλλοτρίᾳ γῇ καὶ ἀλᾶσθαι, φυγάδα προσαγορευόμενον, καὶ γέλωτα μὲν τοῖς ἐχθροῖς αἶσχος δὲ τοῖς οἰκείοις παρέχοντα;

38.23.2οὐδαμῇ ἔμοιγε εἶπεν Φιλίσκος. δύο γὰρ τούτων ὄντων ἐξ ὧν συνεστήκαμεν, ψυχῆςτε καὶ σώματος, καὶ ῥητῶν ἑκατέρῳ παρ’αὐτῆς τῆς φύσεως καὶ ἀγαθῶν καὶ κακῶν δεδομένων, εἰ μέν τι περὶ ταῦθ’ἁμαρτάνοιτο, καὶ βλαβερὸν ἂν εἰκότως καὶ αἰσχρὸν νομίζοιτο, εἰ δ’ὀρθῶς ἔχοι, καὶ μᾶλλον ἂν ὠφέλιμον εἴη.

38.23.3 καὶ σοὶ νῦν ὑπάρχει. τὰ γὰρ δὴ ἄλλ’ἐκεῖνα, αἱ φυγαὶ καὶ αἱ ἀτιμίαι, καὶ εἰ δή τι τοιοῦτον ἕτερον, νόμῳτε καὶ δοκήσει τινὶ καὶ αἰσχρὰ καὶ κακά ἐστι, καὶ οὐδὲν οὔτε τῷ σώματι οὔτε τῇ ψυχῇ λυμαίνεται. ποῖον μὲν γὰρ ἂν σῶμα εἰπεῖν ἔχοις νενοσηκὸς καὶ ἀπολωλός, ποίαν δὲ ψυχὴν ἀδικωτέραν καὶ ἀμαθεστέραν γεγονυῖαν ὑπ’ἀτιμίας καὶ φυγῆς καὶ ἄλλου τινὸς τῶν τοιούτων; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ.

38.23.4τὸ δὲ αἴτιον ὅτι οὐδέν σφων φύσει κακόν ἐστιν, ὥσπερ οὐ δ’ ἐπιτιμία οὐ δ’ ἐν τῇ πατρίδι διατριβὴ φύσει χρηστή, ἀλλ’ὁποῖά ποτ’ἄν τις ἕκαστος ἡμῶν περὶ αὐτὰ δοξάσῃ, τοιαῦτα καὶ δοκεῖ εἶναι.

38.23.5αὐτίκα τὴν ἀτιμίαν οὐκ ἐπὶ τοῖς αὐτοῖς παντελῶς ἄνθρωποι νομίζουσιν, ἀλλ’ἔστιν τῶν ἔργων ἐπαίτια παρὰ τισὶν ὄντα παρ’ἄλλοις ἐπαινεῖται, καὶ ἕτερα πρὸς τινῶν τιμώμενα πρὸς ἑτέρων κολάζεται · εἰσὶ δὲ οἳ καὶ τὴν ἀρχὴν οὔτε τὸ ὄνομα οὔτε τὸ ἔργον αὐτῆς ἴσασι.

38.23.6καὶ πάνυ εἰκότως · ὅσα γὰρ μὴ προσάπτεται τῶν τῇ φύσει τοῦ ἀνθρώπου προσηκόντων, οὐ δ’ἀνήκειν ἐς αὐτὸν νομίζεται. ὥσπερ ἂν οὖν, εἰ κρίσις τις καὶ ψήφισμά τι ἐγένετο τὸν δεῖνα νοσεῖν τὸν δεῖνα αἰσχρὸν εἶναι, γελοιότατον ἂν δήπουθεν ἦν, οὕτω καὶ περὶ τῆς ἀτιμίας ἔχει.

38.24

38.24.1τὸ δ’αὐτὸ τοῦτο καὶ περὶ τὴν φυγὴν ἔγωγε ὁρῶ ὄν. ἀποδημία γάρ τις ἄτιμός ἐστιν, ὥστ’εἴπερ αὐτὴ καθ’αὑτὴν ἀτιμία μηδεμίαν κακίαν ἔχει, οὐ δὲ τῇ φυγῇ δήπου προστρίψασθαί τι κακὸν δύναται, ἐπεὶ τήν γε ἄλλως συχνοὶ πλεῖστον ὅσον χρόνον οἱ μὲν ἄκοντες οἱ δὲ καὶ ἑκόντες ἀποδημοῦσι, καί τινες καὶ πάντα τὸν βίον καταναλίσκουσι περινοστοῦντες, ὥσπερ ἀεὶ πανταχόθεν ἐξελαυνόμενοι, καὶ οὐδὲν μέντοι παρὰ τοῦτο βλάπτεσθαι νομίζουσιν.

38.24.3οὐ μὴν οὐ δὲ διαφέρει τι ἑκούσιόν τινα μὴ τοῦτο ποιεῖν · οὐ δὲ γὰρ οὐ δ’ ἄκων σωμασκῶν ἧττόν τι ἔρρωται τοῦ ἐθελοντὶ αὐτὸ δρῶντος, οὐ δ’ ἄκων ναυτιλλόμενος ἥττω τινὰ ὠφελίαν τοῦ ἑτέρου κτᾶται. καὶ αὐτό γε τοῦτο τὸ ἀκούσιον οὐχ ὁρῶ δυνάμενον ἀνδρὶ φρονίμῳ συμβῆναι.

38.24.4ὥστ’εἴπερ ἐν τούτῳ τὸ διάφορον τοῦτε εὖ καὶ τοῦ κακῶς πράττειν ἐστὶν ὅτι τὰ μὲν ἐθελονταὶ ἑτοίμως τὰ δ’ἄκοντες χαλεπῶς ποιοῦμεν, εὐθεράπευτον · ἐὰν γάρ τοι πάντα τὰ ἀναγκαῖα ἑκούσιοι ὑπομένωμεν καὶ πρὸς μηδὲν αὐτῶν ἡττώμεθα, συνανῄρηται πάντα κἀκεῖνα, ὅσα ἂν ἐν τῷ ἀκουσίῳ θῇ τις εἶναι.

38.24.5καὶ γάρ που καὶ ἀρχαῖος λόγος καὶ μάλα εὖ ἔχων ἐστὶν ὅτι δεῖ ἡμᾶς μὴ ὅσα ἂν βουλώμεθα ἀξιοῦν γίγνεσθαι, ἀλλ’ὅσα ἂν ἔκ τινος ἀνάγκης γίγνηται βούλεσθαι. οὔτε γὰρ αὐθαίρετον τὸν τοῦ βίου τρόπον ἔχομεν οὔθ’αὑτῶν ἐσμέν · ἀλλ’ὅπως ἂν τῇ τύχῃ δόξῃ, καὶ ὁποῖος ἂν ἑκάστῳ ἡμῶν δαίμων ἐκπληρωτὴς τοῦ τεταγμένου δοθῇ, τοιοῦτον ἀνάγκη καὶ ἐκεῖνον ἡμᾶς ποιεῖσθαι.

38.25

38.25.1ταῦτα μὲν δὴ τοιαῦτά ἐστιν, ἄντ’ἐθέλωμεν ἄντε καὶ μή · εἰ δέ σε οὐχὶ ἀτιμία αὐτὴ οὐ δ’ φυγὴ αὐτὴ λυπεῖ, ἀλλ’ὅτι μὴ μόνον μηδὲν ἠδικηκὼς τὴν πατρίδα ἀλλὰ καὶ πολλὰ εὐηργετηκὼς ἠτίμωσαίτε καὶ ἐξελήλασαι, λόγισαι τοῦθ’, ὅτι ἐπειδήπερ ἅπαξ ἐπέπρωτό σοι τοιοῦτό τι παθεῖν, κάλλιστον δήπου καὶ ἄριστον συμβέβηκε τὸ μηδὲν ἀδικήσαντά σε ἐπηρεάσθαι.

38.25.2σὺ μὲν γὰρ πάντα τὰ καθήκοντα τοῖς πολίταις συνεβούλευσας καὶ ἔπραξας, οὐκ ἰδιωτεύων ἀλλ’ὑπατεύων, οὐ δ’ἰδίᾳ τι πολυπραγμονῶν ἀλλὰ τοῖς τῆς βουλῆς δόγμασι πειθόμενος, οὐ κατὰ στάσιν ἀλλ’ἐπὶ τῷ βελτίστῳ γενομένοις ·

38.25.3 δεῖνα δὲ καὶ δεῖνα ἐκ δυναστείας καὶ ἐπηρείας πάντα κατὰ σοῦ συνεσκευάσαντο, ὥστ’ἐκείνοις μὲν καὶ ἄχθεσθαι καὶ λυπεῖσθαι ἐπὶ τῇ ἀδικίᾳ προσήκει, σοὶ δὲ δὴ ἀνδρείως φέρειν τὰ δόξαντα τῷ δαίμονι καὶ καλὸν καὶ ἀναγκαῖόν ἐστιν.

38.25.4οὐ γάρ που μᾶλλον ἂν ἐθελήσαις τῷτε Κατιλίνᾳ συμπράξας καὶ τῷ Λεντούλῳ συνομόσας, καὶ πάντα μὲν τἀναντία τῶν συμφερόντων τῇ πατρίδι παραινέσας, μηδὲν δὲ τῶν προσταχθέντων σοι ὑπ’αὐτῆς ποιήσας, οἴκοι μένειν ἀδικήσας κατορθώσας φυγεῖν.

38.25.5οὐκοῦν εἰ καὶ τῆς δόξης σοι μέλει, πολλῷ που αἱρετώτερόν ἐστι μηδὲν ἀδικήσαντά σε ἐκπεπτωκέναι κακουργήσαντά τι οἴκοι μεμενηκέναι · τάτε γὰρ ἄλλα καὶ αἰσχύνη τοῖς ἀδίκως ἐκβαλοῦσί τινα, ἀλλ’οὐ τῷ κατ’ἐπήρειαν ἐξελαθέντι προσγίγνεται.

38.26

38.26.1καίτοι ἔγωγε ἀκούω τοῦθ’, ὅτι οὐκ ἄκων οὐ δ’ἁλοὺς μετέστης, ἀλλ’ἐθελοντὴς ἐμίσησας τὸν μετ’αὐτῶν βίον, ἅτε μήτε βελτίους σφᾶς ποιῆσαι δυνάμενος μήτε συναπολέσθαι σφίσιν ὑπομένων, καὶ ἔφυγες οὐ τὴν πατρίδα ἀλλὰ τοὺς ἐπιβουλεύοντας αὐτῇ. ὥστ’ἐκεῖνοι μὲν καὶ ἄτιμοι καὶ ἐξόριστοι εἶεν ἄν, πάντα τἀγαθὰ ἐκ τῶν ψυχῶν ἐκβεβληκότες, σὺ δὲ ἐπίτιμος καὶ εὐδαίμων, μήτ’ἀτόπως τινὶ δουλεύων καὶ πάντα τὰ προσήκοντα ἔχων, ἄντε ἐν Σικελίᾳ ἄντε ἐν Μακεδονίᾳ ἄντε καὶ ἄλλοθί που τῆς οἰκουμένης ζῆν ἐθελήσῃς.

38.26.2οὐ γὰρ δήπου τὰ χωρία οὔτε εὐτυχίαν οὔτε κακοδαιμονίαν τινὰ δίδωσιν, ἀλλὰ καὶ αὐτὸς ἕκαστος αὑτῷ καὶ πατρίδα καὶ εὐδαιμονίαν ἀεὶ καὶ πανταχοῦ ποιεῖ.

38.26.3καὶ ταῦθ’ Κάμιλλος ἐννοήσας ἡδέως ἐν Ἀρδέᾳ κατῴκησε, ταῦθ’ Σκιπίων λογισάμενος ἀλύπως ἐν Λιτέρνῳ κατεβίω. τί γὰρ δεῖ τὸν Ἀριστείδην, τί δὲ τὸν Θεμιστοκλέα λέγειν, οὓς ἐνδοξοτέρους φυγὴ ἐποίησεν, τί τὸν ἈννιG? τί τὸν Σόλωνα, ὃς ἑκὼν ἔτη δέκα ἀπεξενώθη;

38.26.4μὴ οὖν μη δὲ σὺ μήτε χαλεπόν τι τῶν τοιούτων, μήτε τῇ τοῦ σώματος μήτε τῇ τῆς ψυχῆς ἡμῶν φύσει προσήκει, νόμιζε εἶναι, μήτ’ἀγανάκτει τοῖς προσπεπτωκόσιν. οὐ δὲ γὰρ οὐ δ’αἵρεσίς τις ἔστιν ἡμῖν τοῦ ζῆν ὅπως ἂν ἐθελήσωμεν, ὥσπερ εἶπον, ἀλλὰ ἀνάγκη πᾶσα ὑπομένειν ἡμᾶς τὰ δοκοῦντα τῷ δαιμονίῳ.

38.26.5τοῦτο δὲ ἂν μὲν ἐθελονταὶ ποιῶμεν, οὐ λυπησόμεθα, ἂν δὲ ἀκόντως, οὔτε ἐκφευξόμεθά τι τῶν πεπρωμένων, καὶ τὸ μέγιστον τῶν κακῶν προσεπικτησόμεθα, τὸ μάτην ἀνιᾶσθαι.

38.26.6τεκμήριον δὲ ὅτι οἱ μὲν καὶ τὰ ἀτοπώτατα εὐκόλως φέροντες ἐν οὐδενὶ δεινῷ καθεστηκέναι νομίζουσιν, οἱ δὲ καὶ τοῖς ἐλαφροτάτοις βαρυνόμενοι πάντα τὰ ἐξ ἀνθρώπων κακὰ ἔχειν ὑποπτεύουσι · καὶ ἕτεροι, οἱ μὲν καὶ τὰ ἀμείνω κακῶς οἱ δὲ καὶ τὰ χείρω καλῶς μεταχειριζόμενοι, τοιαῦτα καὶ τοῖς ἄλλοις ἑκάτερα δοκεῖν εἶναι ποιοῦσιν οἷα αὑτοῖς εἶναι παρασκευάζουσι.

38.27

38.27.1καὶ σὺ οὖν ταῦτα λογιζόμενος μήτε τοῖς παροῦσιν ἄχθου, μήτ’, ἂν τοὺς ἐκβαλόντας σε εὐτυχοῦντας πυνθάνῃ, λυποῦ. κουφαὶ μὲν γὰρ καὶ ἐφήμεροι καὶ ἄλλως αἱ τῶν ἀνθρώπων εὐπραγίαι εἰσί, καὶ ὅσῳ ἂν μᾶλλόν τις ἀπ’αὐτῶν ἐπαύξῃ, ῥᾷον ὥσπερ πνεῦμα πίπτει, μάλιστα δὲ ἐν ταῖς στάσεσιν.

38.27.2ἅτε γὰρ ἐν τεταραγμένοις καὶ ἀκαταστάτοις πράγμασι φερόμενοι μικρόν, μᾶλλον δὲ οὐδέν, τῶν χειμαζομένων διαφέρουσιν, ἀλλ’ἄνωτε καὶ κάτω, τοτὲ μὲν δεῦρο τοτὲ δὲ ἐκεῖσε, ᾅττουσι · κἂν ἄρα τι καὶ τὸ βραχύτατον σφαλῶσι, παντελῶς βαπτίζονται.

38.27.3καὶ ἵνα γε μήτε τὸν Δροῦσον μήτε τὸν Σκιπίωνα μήτε τοὺς Γράκχους καὶ ἄλλους τινὰς εἴπω, μέμνησο μὲν ὅπως Κάμιλλος φυγὰς ἄμεινον τοῦ Καπιτωλίνου μετὰ ταῦτα ἀπήλλαξε, μέμνησο δὲ ὅσον Ἀριστείδης τοῦ Θεμιστοκλέους ὕστερον διήνεγκεν.

38.27.4ὥστε καὶ σὺ μάλιστα μὲν ἔλπιζε καὶ καταχθήσεσθαι (οὔτε γὰρ ἐξ ἀδικίας ἐξελήλασαι, καὶ ἐπιζητήσουσι μέν σε, ὡς πυνθάνομαι, καὶ αὐτοὶ οἱ ἐκβεβληκότες, ποθήσουσι δὲ πάντες) · ἂν δὲ δὴ καὶ ἐν τοῖς παροῦσιν ἐμμείνῃς, μήτι γε καὶ

38.28

38.28.1ἀνιαθῇς παρὰ τοῦτο μηδέν. ἂν μὲν γάρ μοι πεισθῇς, καὶ πάνυ ἀγαπήσεις χωρίοντέ τι παραθαλασσίδιον ἔξω πάτου ἐκλεξάμενος, καὶ ἐν αὐτῷ γεωργῶντε ἅμα καὶ συγγράφων τι, ὡς Ξενοφῶν, ὡς Θουκυδίδης.

38.28.2τότε γὰρ εἶδος τοῦτο τῆς σοφίας διαρκέστατόν ἐστι καὶ παντὶ μὲν ἀνδρὶ πάσῃ δὲ πολιτείᾳ ἁρμοδιώτατον, καὶ φυγὴ φέρει τινὰ σχολὴν γονιμωτέραν. ὥστ’εἴπερ ὄντως ἀθάνατος καθάπερ ἐκεῖνοι γενέσθαι ἐθέλεις, ζήλωσον αὐτούς.

38.28.3τάτε γὰρ ἐπιτήδεια ἀρκοῦντα ἔχεις καὶ οὔτ’ἀξιώματός τινος προσδέῃ. εἰ γάρ τι καὶ ἐν τούτοις ἀγαθόν ἐστιν, ὑπάτευκας · καὶ πλέον οὐδὲν τοῖς καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον ἄρξασι, πλὴν γραμμάτων ἀριθμοῦ κενῶν, ὑπάρχει, μήτε ζῶντα μήτ’ἀποθανόντα τινὰ ὠφελεῖ.

38.28.4οὔκουν ἂν ἕλοιο οὔτε Κορουῖνος οὔτε Μάριος ἑπτάκις ὑπατεύσας μᾶλλον Κικέρων εἶναι. οὔτ’αὖ ἡγεμονίας τινὸς ἐπιθυμεῖς, ὅς γε καὶ τὴν δοθεῖσάν σοι ἐξέστης, καταφρονήσας μὲν τῶν ἀπ’αὐτῆς κερδῶν, καταφρονήσας δὲ καὶ τῆς ὀλιγοχρονίουτε καὶ ὑπευθύνου πᾶσι τοῖς συκοφαντεῖν ἐθέλουσιν ἐξουσίας.

38.28.5καὶ ταῦτ’εἶπον οὐχ ὅτι καὶ ἀναγκαῖόν τι αὐτῶν πρὸς εὐδαιμονίαν ἐστίν, ἀλλ’ὅτι καὶ ἐν τοῖς πολιτικοῖς, ἐπείπερ ἐχρῆν, ἱκανῶς ἐξήτασαι, ἵνα καὶ ἐξ ἐκείνων τὸ διάφορον τῶν βίων μαθὼν τὰ μὲν ἕλῃ τὰ δὲ ἀπώσῃ καὶ τὰ μὲν διώξῃς τὰ δὲ φύγῃς. σμικρὸς γὰρ βίος ἡμῶν, καὶ δεῖ σε μὴ πάντα αὐτὸν ἄλλοις βιῶναι, ἀλλ’ἤδη τι καὶ σεαυτῷ χαρίσασθαι.

38.28.6σκέψαι δὲ ὅσον τε ἡσυχία τῆς ταραχῆς καὶ εὔροια τῶν θορύβων τε ἐλευθερία τῆς δουλείας καὶ ἀσφάλεια τῶν κινδύνων διαφέρει, ἵν’ἐπιθυμήσῃς ζῆσαι ὡς ἐγώ σοι παραινῶ. οὕτω μὲν γὰρ εὐδαιμονήσεις, καί σου μέγα ὄνομα καὶ τοῦτο ἀεὶ καὶ ζῶντος ἐπὶ τούτῳ καὶ

38.29

38.29.1τελευτήσαντος ἔσται · ἂν δὲ δὴ τήντε κάθοδον σπουδάσῃς καὶ τὴν ἐν τῇ πολιτείᾳ λαμπρότητα ζηλώσῃς, δυσχερὲς μὲν οὐδὲν εἰπεῖν βούλομαι, φοβοῦμαι δέ, ἔςτε τὰ πράγματα ἀποβλέπων καὶ τὴν σὴν παρρησίαν ἐννοῶν, τήντε δύναμιν καὶ τὸ πλῆθος τῶν ἀντιστασιωτῶν σου θεωρῶν, μήποτέ τι καὶ αὖθις σφαλῇς.

38.29.2καὶ εἰ μὲν ἐν φυγῇ γένοιο, μεταγνώσῃ μόνον, εἰ δέ τι ἕτερον ἀνήκεστον πάθοις, οὐ δὲ μετανοῆσαι δυνήσῃ. καίτοι πῶς μὲν οὐ δεινόν, πῶς δ’οὐκ αἰσχρὸν ἀποτμηθῆναίτέ τινος τὴν κεφαλὴν καὶ ἐς τὴν ἀγορὰν τεθῆναι, κἂν οὕτω τύχῃ, καὶ ἄνδρα τινὰ αὐτῇ καὶ γυναῖκα ἐνυβρίσαι;

38.29.3καί με μὴ ὡς φαῦλά σοι οἰωνιζόμενον μισήσῃς, ἀλλ’ὡς διοσημίαν τινὰ προδεικνύντα φύλαξαι. μη δέ σε ἐξαπατάτω τοῦθ’, ὅτι καὶ φίλους τινὰς τῶν δυνατῶν ἔχεις · οὐδὲν γάρ σε ὠφελήσουσιν οἱ δοκοῦντες φιλεῖν πρὸς τοὺς ἐχθρῶς διακειμένους, ὥσπερ που καὶ πεπείρασαι.

38.29.4οἱ γὰρ δυναστείας ἐρῶντες παρ’οὐδὲν πάντα τἆλλα πρὸς τὸ τυχεῖν ὧν βούλονται τίθενται, ἀλλὰ καὶ τοὺς φιλτάτους καὶ τοὺς συγγενεστάτους πολλάκις ἀντὶ τῶν ἐχθίστων ἀντικαταλλάσσονται.

38.30

38.30.1καὶ Κικέρων μὲν ταῦτα ἀκούσας ῥᾴων πως ἐγένετο, οὐ μέντοι καὶ ἐπὶ πολὺ ἔφυγεν, ἀλλὰ καὶ ὑπ’αὐτοῦ τοῦ Πομπηίου τοῦ μάλιστα αὐτὸν ἐκβαλόντος κατήχθη. αἴτιον δὲ ὅτι Κλώδιος τόντε Τιγράνην τὸν νεώτερον, ἐν δεσμοῖς ἔτι καὶ τότε παρὰ Λουκίῳ Φλαουίῳ ὄντα, πεισθεὶς ὑπὸ χρημάτων ἐξήρπασε καὶ ἀφῆκε, καὶ τὸν Πομπήιον τόντε Γαβίνιον ἀγανακτήσαντας ἐπὶ τούτῳ περιύβρισε, τοῖςτε ἀμφ’αὐτοὺς οὖσι καὶ πληγὰς καὶ τραύματα ἔδωκε, καὶ τοῦ ὑπάτου τάςτε ῥάβδους συνέτριψε καὶ τὴν οὐσίαν καθιέρωσεν.

38.30.3ὀργισθεὶς γὰρ διὰ ταῦθ’ Πομπήιος, ἄλλωςτε καὶ ὅτι τῇ ἐξουσίᾳ, ἣν αὐτὸς τοῖς δημάρχοις ἀπεδεδώκει, κατ’αὐτοῦ Κλώδιος ἐκέχρητο, ἀνακαλέσασθαι τὸν Κικέρωνα ἠθέλησε, καὶ αὐτῷ τὴν κάθοδον εὐθὺς διὰ τοῦ Νιννίου πράττειν ἤρξατο.

38.30.4καὶ ὃς ἐσήνεγκε μὲν ἐς τὸ βουλευτήριον τὴν ὑπὲρ αὐτοῦ γνώμην, ἀπόντα τὸν Κλώδιον τηρήσας · ἀντιστάντος δέ οἱ ἑτέρου τινὸς δημάρχου, ἐκείνηντε ὡς καὶ τῷ πλήθει κοινώσων ἐξέθηκε, καὶ τῷ Κλωδίῳ πρὸς πάντα καθάπαξ ἠναντιοῦτο. κἀκ τούτου καὶ φιλονεικίαι καὶ τραύματα ἀπ’αὐτῶν πολλὰ ἑκατέροις ἐγίγνετο.

38.30.5πρὶν δὲ ἐς τοῦτο ἀφικέσθαι, βουληθεὶς Κλώδιος τόντε Κάτωνα ἐκποδών, ὅπως ῥᾷον ὅσα ἔπραττε κατορθώσῃ, ποιήσασθαι, καὶ τὸν Πτολεμαῖον τὸν τότε τὴν Κύπρον ἔχοντα ἀμύνασθαι ὅτι αὐτὸν παρὰ τῶν καταποντιστῶν οὐκ ἐλύσατο, τήντε νῆσον ἐδημοσίωσε καὶ πρὸς τὴν διοίκησιν αὐτῆς τὸν Κάτωνα καὶ μάλα ἄκοντα ἀπέστειλε.

38.31

38.31.1ταῦτα μὲν ἐν τῇ πόλει ἐγίγνετο · Καῖσαρ δὲ εὗρε μὲν οὐδὲν ἐν τῇ Γαλατίᾳ πολέμιον, ἀλλὰ ἀκριβῶς πάντα ἡσύχαζεν, οὐ μέντοι καὶ ἐν εἰρήνῃ διεγένετο, ἀλλὰ αὐτομάτου τὸ πρῶτον πολέμου τινὸς αὐτῷ συμβάντος ἕτερος συνηνέχθη, ὥστ’αὐτόν, ὅπερ ἐς τὰ μάλιστα ἐπεθύμει, πάντα […] καὶ πολεμῆσαι καὶ κατορθῶσαι.

38.31.2Ἐλουήτιοι γὰρ πλήθειτε ἀκμάζοντες καὶ χώραν οὐκ αὐτάρκη τῇ πολυανθρωπίᾳ σφῶν ἔχοντες, μέρος μέν τι ἐκπέμψαι ἐς ἀποικίαν οὐκ ἠθέλησαν, μὴ καὶ διασπασθέντες εὐεπιβουλευτότεροι τοῖς λυπηθεῖσί ποτε ὑπ’αὐτῶν γένωνται, πάντες δὲ δὴ ἀπαναστῆναι βουληθέντες, ὡς καὶ ἐς ἑτέραν τινὰ καὶ πλείω καὶ βελτίω χώραν μετοικισθησόμενοι, τάςτε κώμας καὶ τὰς πόλεις σφῶν ἁπάσας ἔκαυσαν ὥστε μηδένα μετάμελον τῆς ἀναστάσεως ποιήσασθαι.

38.31.3καί τινας καὶ ἑτέρους τῶν αὐτῶν δεομένους προσλαβόντες ἀπῆραν, Ὀρκετόριγός σφισιν ἡγουμένου, ἐν νῷ ἔχοντες τόντε Ῥοδανὸν διαβῆναι καὶ πρὸς ταῖς Ἄλπεσί που κατοικισθῆναι. καὶ ἐπειδὴ Καῖσαρ τήντε γέφυραν διέκοψε καὶ τἆλλα ὡς κωλύσων αὐτοὺς διαβῆναι ἡτοιμάζετο, ἔπεμψαν πρὸς αὐτὸν δίοδόντε αἰτούμενοι καὶ προσυπισχνούμενοι μηδὲν τὴν τῶν Ῥωμαίων γῆν κακώσειν.

38.31.4καὶ ὅς, εἰ καὶ τὰ μάλιστα μήτε ἐπίστευεν αὐτοῖς μήτε προχωρῆσαί ποι ἐπιτρέψειν ἔμελλεν, ἀλλ’ὅτι γε οὐδέπω καλῶς παρεσκεύαστο, βουλεύσεσθαίτε ὑπὲρ ὧν ἠξίουν μετὰ τῶν ὑποστρατήγων ἔφη καὶ τὴν ἀπόκρισιν ἐν ῥητῇ τινι ἡμέρᾳ δώσειν. καί τι καὶ ἐλπίδος, ὡς καὶ ἐπιτρέψων σφίσι τὴν δίοδον, ὑπετείνατο. κἀν τούτῳ τὰ ἐπικαιρότατα διετάφρευσε καὶ ἀπετείχισεν, ὥστ’ἄπορον αὐτοῖς τὴν ὁδὸν γενέσθαι.

38.32

38.32.1οἱ οὖν βάρβαροι χρόνον μέν τινα ἐπέσχον, ἔπειτ’ἐπειδὴ μηδὲν ἤκουσαν κατὰ τὸ συγκείμενον, ἄραντες τὸ μὲν πρῶτον διὰ τῶν Ἀλλοβρίγων ἐπορεύοντο ᾗπερ ὥρμηντο, ἔπειτ’ἐντυχόντες τοῖς κωλύμασιν ἐς Σηκουανοὺς ἀπετράποντο, καὶ διάτε τούτων καὶ διὰ τῶν Αἰδούων ἐθελοντί σφισι τὴν δίοδον, ἐφ’ μηδὲν ἀδικηθῶσι, παρεχόντων διιόντες οὐκ ἐνέμειναν τοῖς ὡμολογημένοις, ἀλλὰ τὴν χώραν αὐτῶν ἐλεηλάτουν.

38.32.2πέμψαντες οὖν οἵτε Σηκουανοὶ καὶ οἱ Αἴδουοι πρὸς τὸν Καίσαρα ἐπικουρίαντε παρ’αὐτοῦ ᾔτουν, καὶ ἐδέοντο μή σφας περιιδεῖν ἀπολομένους.

38.32.3καὶ ἔλεγον μὲν οὐδὲν ὅμοια οἷς ἔπραξαν, ἔτυχον δ’οὖν ὅμως ὧν ἠξίουν · γὰρ Καῖσαρ φοβηθεὶς μὴ καὶ ἐπὶ τὴν Τόλοσαν οἱ Ἐλουήτιοι τράπωνται, εἵλετο μετ’ἐκείνων αὐτοὺς ἀμύνασθαι μᾶλλον συμφρονήσασί σφισιν, ὅπερ εὔδηλον ἦν ἐσόμενον, πολεμῆσαι.

38.32.4προσπεσὼν οὖν διὰ ταῦτα τοῖς Ἐλουητίοις τὸν Ἄραριν διαβαίνουσι, τοὺς μὲν τελευταίους ἐπακολουθοῦντας ἐν αὐτῷ τῷ πόρῳ διέφθειρε, τοὺς δὲ προκεχωρηκότας ἐς τοσοῦτον ἐκ τοῦ αἰφνιδίου καὶ ἐκ τοῦ τάχους τῆς διώξεως καὶ ἐκ τῆς πύστεως τῶν ἀπολωλότων ἐξέπληξεν ὥστε ἐς ὁμολογίαν

38.33

38.33.1ἐπὶ χώρᾳ τινὶ ἐθελῆσαι ἐλθεῖν. οὐ μέντοι καὶ συνέβησαν · ἐπειδὴ γὰρ ὁμήρους ᾐτήθησαν, ἠγανάκτησαν οὐχ ὅτι ἠπιστοῦντο, ἀλλ’ὅτι ἀπηξίουν ὁμήρους τισὶ δοῦναι. καὶ τῶν μὲν σπονδῶν κατεφρόνησαν, προχωροῦντες δὲ αὖθις τήντε ἵππον τοῦ Καίσαρος, ἀπότε τοῦ πεζοῦ πολὺ προδραμοῦσαν καὶ τοὺς ὀπισθοφύλακας αὐτῶν παραλυποῦσαν, ὑποστάντες τῷ ἱππικῷ ἐνίκησαν, κἀκ τούτου αὐτοίτε φρόνημα λαβόντες καὶ ἐκεῖνον φυγεῖν διάτε τὴν ἐλάττωσιν, καὶ ὅτι σπανίσας τῶν ἐπιτηδείων πρὸς πόλιν τινὰ ἔξω τῆς ὁδοῦ οὖσαν ἐξετράπετο, νομίσαντες, τοῦτε πρόσω ἀφεῖντο καὶ ἐπεδίωξαν αὐτόν.

38.33.3ἰδὼν οὖν τοῦτο Καῖσαρ, καὶ φοβηθεὶς τήντε ὁρμὴν αὐτῶν καὶ τὸ πλῆθος, τῷ μὲν πεζῷ πρὸς μετέωρόν τι ὥρμησε, τοὺς δὲ ἱππέας προεβάλετο προκινδυνεῦσαί σφισιν, ἕως ἐν ἐπιτηδείῳ παρατάξῃ. τρεψαμένωντε αὖθις αὐτοὺς ἐκείνων, καὶ πρὸς αὐτὸ τὸ ὄρθιον θυμῷ φερομένων, ἐπικατέδραμέ σφισιν ἐξαίφνης, καὶ ἅτε συντεταγμένος σποράδας ἐξ ὑπερδεξίων οὐ χαλεπῶς ἀπεώσατο.

38.33.4τραπομένων δὲ τούτων, ἄλλοι τινὲς τῶν μὴ μαχομένων (ὑπότε γὰρ τοῦ πλήθους καὶ ὑπὸ τῆς σπουδῆς οὐ πάντες ἅμα παρεγένοντο) προσέμιξαν ἐξαίφνης κατὰ νώτου τοῖς ἐπιδιώκουσί σφας, καὶ ἐθορύβησαν μὲν αὐτούς, πλεῖον δὲ οὐδὲν ἔσχον ·

38.33.5 γὰρ Καῖσαρ τοῖς ἱππεῦσι τοὺς φεύγοντας προστάξας αὐτὸς τῷ ὁπλιτικῷ πρὸς ἐκείνους ἐτράπετο, καὶ κρατήσας πρόςτε τὰς ἁμάξας ἀμφοτέροις σφίσι συγκαταφυγοῦσιν ἐφέσπετο, κἀνταῦθα αὖθις ἰσχυρῶς ἐπ’αὐτῶν ἀμυνομένους σφᾶς ἐνίκησε. παθόντες δὲ ταῦθ’οἱ βάρβαροι δίχα διῃρέθησαν.

38.33.6οἱ μὲν γὰρ ὡμολόγησαν αὐτῷ καὶ ἔςτε τὴν οἰκείαν ὅθεν ἐξανέστησαν ἐπανῆλθον, κἀνταῦθα τὰς πόλεις ἀνορθώσαντες ᾤκησαν · οἱ δὲ οὐκ ἐθελήσαντες τὰ ὅπλα παραδοῦναι πρὸς τὸν Ῥῆνον, ὡς καὶ ἐς τὴν ἀρχαίαν σφῶν γῆν ἐπανελθεῖν δυνάμενοι, ὥρμησαν, καὶ αὐτοὺς οἱ σύμμαχοι τῶν Ῥωμαίων δι’ὧν διῄεσαν ῥᾳδίως, ἅτε καὶ ὀλίγους καὶ νενικημένους, ἔφθειραν.

38.34

38.34.1οὕτω μὲν δὴ τὸν πρῶτον πόλεμον Καῖσαρ ἐπολέμησεν, ἀρξάμενος δὲ ἐκεῖθεν οὐχ ἡσύχασεν, ἀλλ’αὐτόςτε τὸ ἑαυτοῦ βούλημα ἅμα ἀπεπλήρωσε καὶ τοῖς συμμάχοις ἐχαρίσατο. οἵτε γὰρ Σηκουανοὶ καὶ οἱ Αἴδουοι τήντε ἐπιθυμίαν αὐτοῦ ἰδόντες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι, ἐκείνῳτε εὐεργεσίαν ἅμα καταθέσθαι καὶ τοὺς Κελτοὺς τοὺς ὁμοχώρους σφίσι τιμωρήσασθαι ἠθέλησαν ·

38.34.2τὸν γὰρ Ῥῆνον πάλαι ποτὲ διαβάντες τῆςτε χώρας αὐτῶν τινα παρετέτμηντο καὶ αὐτοὺς ὑποτελεῖς ἐπεποίηντο, ὁμήρους σφῶν ἔχοντες. καὶ ἐτύγχανον γὰρ δεόμενοι ὧν ὠρέγετο, ῥᾳδίως αὐτὸν ἀνέπεισαν ἐπικουρῆσαί σφισιν.

38.34.3ἦρχε μὲν γὰρ Ἀριόουιστος τῶν Κελτῶν ἐκείνων, καὶ τήντε κύρωσιν τῆς βασιλείας παρὰ τῶν Ῥωμαίων εἰλήφει, καὶ ἐς τοὺς φίλους τούςτε συμμάχους αὐτῶν ὑπ’αὐτοῦ τοῦ Καίσαρος ὑπατεύοντος ἐσεγέγραπτο · πρὸς δὲ δὴ τὴν ἐκ τοῦ πολέμου δόξαν καὶ τὴν ἀπ’αὐτῆς ἰσχὺν οὐδὲν τούτων ἐφρόντισε, πλὴν καθ’ὅσον παρὰ τοῦ βαρβάρου πρόφασιν τῆς διαφορᾶς, μὴ καὶ προϋπάρχειν τι ἐς αὐτὸν νομισθῇ, λαβεῖν ἠθέλησε.

38.34.4καὶ διὰ τοῦτο μετεπέμψατο αὐτὸν ὡς καὶ διαλεχθῆναί τι αὐτῷ δεόμενος. ἐπειδήτε οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ ἔφη ὅτι εἴ τί μοι βούλεται Καῖσαρ εἰπεῖν, αὐτὸς πρὸς ἐμὲ ἐλθέτω · οὔτε γὰρ ἄλλως καταδεέστερος αὐτοῦ εἰμι, καὶ τὸν χρείαν τινὸς ἔχοντα αὐτὸν πρὸς ἐκεῖνον ἀφικνεῖσθαι δεῖ, ὀργήντε ὡς καὶ πάντας τοὺς Ῥωμαίους προπεπηλακικότος αὐτοῦ ἐν τούτῳ ἐποιήσατο, καὶ παραχρῆμα τούςτε ὁμήρους τῶν συμμάχων ἀπῄτησεν αὐτόν, καὶ προσαπηγόρευσεν αὐτῷ μήτε τῆς χώρας σφῶν ἐπιβαίνειν μήτ’ἐπικουρίας οἴκοθεν ἐπάγεσθαι.

38.34.6ταῦτα δὲ ἔπραξεν οὐχ ὅτι καὶ καταπλήξειν αὐτόν, ἀλλ’ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφασιν τοῦ πολέμου καὶ μεγάλην καὶ εὐπρεπῆ λήψεσθαι ἤλπισεν. ὅπερ ἐγένετο · ἀχθεσθεὶς γὰρ βάρβαρος τοῖς ἐπιτάγμασι πολλὰ καὶ δεινὰ ἀπεκρίνατο, ὥστε τὸν Καίσαρα λόγους μὲν μηκέτ’αὐτῷ ἀντιπέμψαι, τὸν δὲ δὴ Οὐεσοντίωνα, τὴν τῶν Σηκουανῶν πόλιν, εὐθύς, καὶ πρὶν αἰσθέσθαι τινά, προκατασχεῖν.

38.35

38.35.1 κἀν τούτῳ οἱ στρατιῶται, ἀγγελίας ἐλθούσης ὅτιτε Ἀριόουιστος ἰσχυρῶς παρασκευάζεται, καὶ ὅτι καὶ ἕτεροι τῶν Κελτῶν πολλοὶ οἱ μὲν διαβεβήκασιν ἤδη τὸν Ῥῆνον ὡς ἐπὶ βοήθειαν αὐτοῦ, οἱ δὲ καὶ ἐπ’αὐτῷ τῷ ποταμῷ συνειλέχαται ὅπως ἐξαίφνης σφίσιν ἐπίθωνται, δεινῶς ἠθύμησαν ·

38.35.2τάτε γὰρ μεγέθη αὐτῶν καὶ τὸ πλῆθος τότε θράσος καὶ τὰς ἀπ’αὐτοῦ προχείρους ἀπειλὰς ἐκπλαγέντες οὕτω διετέθησαν ὡς μη δὲ πρὸς ἀνθρώπους τινὰς ἀλλὰ πρὸς θηρία ἄπορα καὶ ἄγρια προσοισόμενοι. καὶ ἐθρύλουν ὅτι πόλεμον οὔτε προσήκοντα οὔτε ἐψηφισμένον διὰ τὴν ἰδίαν τοῦ Καίσαρος φιλοτιμίαν ἀναιροῖντο, καὶ προσεπηπείλουν ἐγκαταλείψειν αὐτόν, ἂν μὴ μεταβάληται.

38.35.3μαθὼν οὖν ταῦτ’ἐκεῖνος τῷ μὲν πλήθει τῶν στρατιωτῶν οὐδὲν διελέξατο (οὔτε γὰρ καλὸν ἐνόμιζεν εἶναι τοιαῦτα πρὸς πολλοὺς λέγειν, καὶ ταῦτ’ἐς τοὺς πολεμίους μέλλοντα ἐκφοιτήσειν, καὶ ἔδεισε μή πως ἀπειθήσαντες θορυβήσωσι καὶ κακόν τι ἐξεργάσωνται), τοὺς δὲ δὴ ὑπάρχους καὶ τοὺς ὑπομείονας ἀθροίσας τοιάδε ἐν αὐτοῖς ἔλεξεν.

38.36

38.36.1οὐ τὸν αὐτόν, ἄνδρες φίλοι, τρόπον ἡγοῦμαι δεῖν ἡμᾶς περίτε τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν βουλεύεσθαι. οὐ δὲ γὰρ τὸν αὐτὸν ὁρῶ σκοπὸν ἰδίᾳτε ἑκάστῳ καὶ δημοσίᾳ ἅπασιν ὄντα. ἡμῖν μὲν γὰρ τὰ ἐπιεικέστατα καὶ ἀσφαλέστατα, τῷ δὲ δήμῳ τὰ κράτιστα καὶ προαιρεῖσθαι καὶ πράττειν προσήκει.

38.36.2δεῖ μὲν γὰρ καὶ ἐν τοῖς ἰδίοις δραστηρίους εἶναι · τὸ γὰρ ἐπιεικὲς οὐκ ἐθέλει εἰ μὴ καὶ ἐκ τούτου σώζεσθαι · οὐ μὴν ἀλλὰ ἀνὴρ μὲν ὅστις ἀπραγμονέστατός ἐστι, καὶ ἀσφαλέστατος εἶναι δοκεῖ, πόλις δέ, ἄλλωςτε καὶ ἀρχὴν ἔχουσα, τάχιστ’ἂν ὑπὸ τοῦ τοιούτου καταλυθείη.

38.36.3ταῦτα γὰρ οὕτως οὐχ ὑπ’ἀνθρώπων ταχθέντα ἀλλ’ὑπ’αὐτῆς τῆς φύσεως νομοθετηθέντα καὶ ἦν ἀεὶ καὶ ἔστι, καὶ ἔσται μέχριπερ ἂν καὶ τὸ θνητὸν γένος συνεστήκῃ. τούτων οὖν οὕτως ἐχόντων, οὐ δ’ὑμῶν οὐδένα χρὴ τὸ ἴδιον ἡδὺ καὶ ἀσφαλὲς ἐν τῷ παρόντι μᾶλλον τὸ τοῖς πᾶσι Ῥωμαίοις καὶ εὐπρεπὲς καὶ συμφέρον προσκοπεῖν.

38.36.4λογίζεσθε γὰρ τάτε ἄλλα ὅσα εἰκός ἐστι, καὶ μάλισθ’ὅτι δεῦρο ἤλθομεν αὐτοίτε τοσοῦτοι καὶ τοιοῦτοι ἔκτε τῆς βουλῆς καὶ ἐκ τῶν ἱππέων ὄντες, καὶ πλῆθος πολὺ στρατιωτῶν χρήματάτε ἄφθονα λαβόντες, οὐχ ἵνα ῥᾳθυμῶμεν, οὐ δ’ἵνα ἀμελῶμεν, ἀλλ’ὅπως τάτε τῶν ὑπηκόων ὀρθῶς διοικήσωμεν καὶ τὰ τῶν ἐνσπόνδων ἀσφαλῶς διασώσωμεν, τούςτε ἀδικεῖν ἐπιχειροῦντάς σφας ἀμυνώμεθα, καὶ τὰ ἡμέτερα ἐπαυξήσωμεν.

38.36.6ὡς εἴ γε μὴ ταῦθ’οὕτω φρονοῦντες ἤλθομεν, τί ποτε καὶ ἀρχὴν ἐξεστρατεύσαμεν, ἀλλ’οὐ τρόπον γέ τινα οἴκοι καὶ ἐπὶ τοῖς ἰδίοις κατεμείναμεν; καὶ γάρ που καὶ ἄμεινον ἦν μη δ’ὑποστῆναι τὴν στρατείαν προσταχθέντας αὐτὴν προδοῦναι.

38.36.7εἰ δ’οἱ μὲν ὑπὸ τῶν νόμων ἀναγκαζόμενοι τὸ προσταττόμενον ὑπὸ τῆς πατρίδος πράττειν, οἱ δὲ δὴ πλείους ἐθελονταὶ διάτε τὰς τιμὰς καὶ διὰ τὰς ὠφελίας τὰς ἀπὸ τῶν πολέμων περιγιγνομένας πάρεσμεν, πῶς ἂν καλῶς ὁσίως ἡμῖν ἔχοι ψεύσασθαι καὶ τὰς τῶν ἐκπεμψάντων ἡμᾶς ἅμα καὶ τὰς ἡμετέρας αὐτῶν ἐλπίδας;

38.36.8ἰδίᾳ μὲν γὰρ οὐ δ’ἂν εἷς οὕτως εὖ πράξειεν ὥστε μὴ οὐ τῷ κοινῷ πταίσαντι συναπολέσθαι · τὸ δὲ δημόσιον εὐτυχοῦν πάσας καὶ τὰς ἑκάστου συμφορὰς ἀναφέρει.

38.37

38.37.1λέγω δὲ ταῦτα οὐ πρὸς ὑμᾶς, ἄνδρες ἑταῖροίτε καὶ φίλοι, τοὺς ἐνταῦθα ὄντας (οὔτε γὰρ ἄλλως ἀγνοεῖτε αὐτὰ ὥστε καὶ μαθεῖν δεῖσθαι, οὔτ’ὀλιγώρως αὐτῶν ἔχετε ὥστε καὶ προτροπῆς χρῄζειν), ἀλλ’ὅτι τινὰς τῶν στρατιωτῶν ᾔσθημαι αὐτούςτε θρυλοῦντας ὡς οὐ προσήκοντα τόνδε τὸν πόλεμον ἀνῃρήμεθα, καὶ τοὺς ἄλλους προσστασιάζοντας, ἵν’αὐτοίτε βεβαιοτέραν ἐκ τῶν παρ’ἐμοῦ λόγων τὴν ὑπὲρ τῆς πατρίδος προθυμίαν ποιήσησθε, καὶ ἐκείνους πάνθ’ προσήκει διδάξητε ·

38.37.2πλείω γὰρ ἂν παρ’ὑμῶν ἰδίᾳ καὶ πολλάκις ἀκούοντες αὐτὰ ὠφεληθεῖεν παρ’ἐμοῦ ἅπαξ πυθόμενοι.

38.37.3λέγετε τοίνυν αὐτοῖς ὅτι οἱ πρόγονοι ἡμῶν οὐκ οἴκοι μένοντες, οὐ δὲ τὰς στρατείας ὀκνοῦντες, οὐ δὲ τοὺς πολέμους φεύγοντες, οὐ δὲ τὰς ῥᾳθυμίας διώκοντες τηλικαύτην τὴν πόλιν ἐποίησαν, ἀλλὰ ταῖς γνώμαις πάντα τὰ προσήκοντα προχείρως τολμῶντες καὶ τοῖς σώμασι πάντα τὰ ἀρέσαντα προθύμως ἐκπονοῦντες, καὶ τὰ μὲν ἴδια ὡς ἀλλότρια ἀεί ποτε παραβαλλόμενοι, τὰ δὲ δὴ τῶν πέλας ὡς καὶ οἰκεῖα ἑτοίμως κτώμενοι, καὶ μήτε εὐδαιμονίαν ἄλλο τι τὸ τὰ δέοντα πράττειν νομίζοντες, μήτε δυστυχίαν ἄλλο τι τὸ μετ’ἀπραξίας ἡσυχάζειν ἡγούμενοι.

38.37.5τοιγαροῦν ἐκ τούτων τῶν πολιτευμάτων αὐτοίτε, ὀλίγιστοι τὸ κατ’ἀρχὰς γενόμενοι καὶ πόλιν οὐδεμίαν ἧς οὐκ ἐλάττω τὸ πρῶτον νεμόμενοι, Λατίνους ἐκράτησαν, Σαβίνους ἐνίκησαν, Τυρσηνοὺς Οὐόλσκους Ὀπικοὺς Λευκανοὺς Σαυνίτας ἐχειρώσαντο, πᾶσαν ἑνὶ λόγῳ τὴν ἐντὸς τῶν Ἄλπεων γῆν κατεστρέψαντο, πάντας τοὺς ἀλλοφύλους

38.38

38.38.1τοὺς ἐπελθόντας σφίσιν ἀπεώσαντο, καὶ αὐτοὺς καὶ οἱ μετὰ ταῦτα Ῥωμαῖοι οἵτε πατέρες ἡμῶν ζηλώσαντες οὐκ ἠρκέσθησαν τοῖς παροῦσιν, οὐ δ’ἠγάπησαν οἷς παρέλαβον, ἀλλ’ὄλεθρον μὲν αὑτῶν σαφῆ τὴν ῥᾳστώνην, σωτηρίαν δὲ ἀκριβῆ τὴν ταλαιπωρίαν νομίσαντες εἶναι, καὶ φοβηθέντες μὲν μὴ μείναντα αὐτὰ ἐφ’ἑαυτῶν κατατριφθείη καὶ καταγηράσειεν, αἰσχυνθέντες δὲ εἰ τοσαῦτα παραδεξάμενοι μηδὲν ἐπικτήσαιντο, πολλῷ πλείω καὶ μείζω προσκατειργάσαντο.

38.38.2τί γὰρ ἄν τις καθ’ἕκαστον λέγοι τὴν Σαρδώ, τὴν Σικελίαν, τοὺς Μακεδόνας, τοὺς Ἰλλυριούς, τὴν Ἑλλάδα, τὴν Ἀσίαν τὴν περὶ τὴν Ἰωνίαν, Βιθυνούς, Ἴβηρας, Ἄφρους; καίτοι συχνὰ μὲν ἂν χρήματα ἔδοσαν αὐτοῖς Καρχηδόνιοι ὥστε μὴ ἐκεῖσε ἐκπλεῦσαι, συχνὰ δὲ Φίλιππος καὶ Περσεὺς ὥστε μὴ ἐπ’αὐτοὺς στρατεῦσαι, πολλὰ Ἀντίοχος, πολλὰ οἱ παῖδες αὐτοῦ καὶ ἔγγονοι ὥστε ἐπὶ τῆς Εὐρώπης καταμεῖναι.

38.38.3ἀλλ’οὔτε ἐκεῖνοι πρότε τῆς δόξης καὶ πρὸ τοῦ μεγέθους τῆς ἀρχῆς ἀργεῖντε ἀκλεῶς καὶ πλουτεῖν ἀδεῶς εἵλοντο, οὔτ’αὐτῶν ἡμῶν οἱ πρεσβύτεροι οἱ καὶ νῦν ἔτ’ὄντες, ἀλλ’ἅτε εὖ εἰδότες ὅτι διὰ τῶν αὐτῶν ἐπιτηδευμάτων καὶ κτᾶται τὰ ἀγαθὰ καὶ σώζεται, πολλὰ μὲν ἐβεβαιώσαντο τῶν προϋπαρχόντων, πολλὰ δὲ καὶ προσεκτήσαντο.

38.38.4τί γὰρ δεῖ κἀνταῦθα καθ’ἕκαστον ἐπεξιέναι τὴν Κρήτην, τὸν Πόντον, τὴν Κύπρον, τὴν Ἰβηρίαν τὴν Ἀσιανήν, τὴν Ἀλβανίαν τὴν ἐκεῖ, Σύρους ἀμφοτέρους, Ἀρμενίους ἑκατέρους, Ἀραβίους, Παλαιστίνους; ὧν οὐ δὲ τὰ ὀνόματα πρότερον ἀκριβῶς εἰδότες νῦν τῶν μὲν αὐτοὶ δεσπόζομεν, τὰ δὲ ἑτέροις ἐχαρισάμεθα, ὥστε ἐξ αὐτῶν καὶ προσόδους καὶ δυνάμεις καὶ τιμὰς καὶ συμμαχίας προσειληφέναι.

38.39

38.39.1τοιαῦτα γοῦν ἔχοντες παραδείγματα, μήτε τὰ τῶν πατέρων ἔργα καταισχύνητε μήτε τὴν ἀρχὴν μεγίστην ἤδη οὖσαν προῆσθε. οὐ δὲ γὰρ οὐ δ’ἀπ’ἴσης ἡμῖντε καὶ τοῖς ἄλλοις τοῖς μηδὲν τῶν ὁμοίων κεκτημένοις βουλευτέον ἐστίν.

38.39.2ἐκείνοις μὲν γὰρ ἐξαρκεῖ ῥᾳστωνεύειν καὶ μετὰ ἀσφαλείας ἄλλοις ὑποπεπτωκέναι, ἡμῖν δ’ἀναγκαῖόν ἐστι καὶ πονεῖν καὶ στρατεύεσθαι καὶ μετὰ κινδύνων τὴν παροῦσαν εὐδαιμονίαν φυλάττειν. πολλοὶ γὰρ ἐπιβουλεύουσιν αὐτῇ · πᾶν γὰρ τὸ ὑπεραῖρόν τινας καὶ ζηλοῦται καὶ φθονεῖται, κἀκ τούτου πόλεμος ἀίδιός ἐστιν ἅπασι τοῖς καταδεεστέροις πρὸς τοὺς ἔν τινι αὐτῶν ὑπερέχοντας.

38.39.3 οὖν ἀπὸ πρώτης ἐχρῆν μηδὲν διαφερόντως ἡμᾶς τῶν ἄλλων ἀνθρώπων ηὐξῆσθαι, , ἐπείπερ τηλικοῦτοι γεγόναμεν καὶ τοσαῦτα κεκτήμεθα, πέπρωταίτε ἄρχειν τῶν ἄλλων ἐγκρατῶς καὶ αὐτοὺς παντελῶς ἀπολέσθαι (τοῖς γὰρ ἔςτε ἀξίωμα τοσοῦτον καὶ ἐς δύναμιν τηλικαύτην προκεχωρηκόσιν ἀδύνατόν ἐστιν ἀκινδύνως ἰδιωτεῦσαι), πειθώμεθα τῇ τύχῃ, μη δὲ ἑκοῦσαν αὐτὴν καὶ αὐτεπάγγελτον τοῖςτε πατράσιν ἡμῶν ὑπάρξασαν καὶ ἡμῖν παραμένουσαν ἀπωσώμεθα.

38.39.4ἔσται δὲ τοῦτο οὐκ ἂν τὰ ὅπλα ῥίψωμεν, οὐ δ’ἂν τὰς τάξεις ἐκλίπωμεν, οὐ δ’ἂν διὰ κενῆς οἴκοι καθώμεθα καὶ παρὰ τοῖς συμμάχοις πλανώμεθα, ἀλλὰ ἂν τάτε ὅπλα διὰ χειρὸς ἀεὶ ἔχωμεν (οὕτω γὰρ μόνως εἰρήνη σώζεται) καὶ τὰ ἔργα τοῦ πολέμου διὰ κινδύνων ἀσκῶμεν (οὕτω γὰρ μόνως οὐκ ἀεὶ πολεμήσομεν), τοῖςτε δεομένοις τῶν συμμάχων ἀπροφασίστως ἐπικουρῶμεν (οὕτω γὰρ πολὺ πλείους ἕξομεν) καὶ τοῖς ἀεί τι παρακινοῦσι τῶν πολεμίων μὴ ἐπιτρέπωμεν (οὕτω γὰρ οὐδεὶς ἔθ’ἡμᾶς ἀδικεῖν ἐθελήσει).

38.40

38.40.1εἰ μὲν γάρ τις τῶν θεῶν ἐγγυητὴς ἡμῖν ἐγένετο ὅτι, κἂν ταῦτα μὴ ποιῶμεν, οὔτε τις ἡμῖν ἐπιβουλεύσει καὶ πάνθ’ὅσα κεκτήμεθα ἀσφαλῶς ἀεὶ καρπωσόμεθα, αἰσχρὸν μὲν ἂν ἦν εἰπεῖν ὅτι τὴν ἡσυχίαν ἄγειν ἐχρῆν, ὅμως δ’οὖν εἶχον ἄν τινα σκῆψιν εὐπρεπῆ οἱ μηδὲν τῶν δεόντων πράττειν βουλόμενοι.

38.40.2εἰ δ’ἀνάγκητε τοὺς κεκτημένους τινὰ ὑπὸ πολλῶν ἐπιβουλεύεσθαι, καὶ προσήκει τὰς ἐπιθέσεις αὐτῶν προκαταλαμβάνεσθαι, καὶ οἱ μὲν ἐπὶ τοῖς οἰκείοις ἡσυχάζοντες καὶ περὶ τούτοις κινδυνεύουσιν, οἱ δὲ ἐκ περιουσίας τῷ πολέμῳ καὶ κατὰ τῶν ἀλλοτρίων χρώμενοι καὶ ἐκεῖνα φυλάσσουσιν (οὐδεὶς γὰρ περὶ τοῖς ἑαυτοῦ δεδιὼς τῶν τοῦ πέλας ἐφίεται ·

38.40.3 γὰρ περὶ τῶν ὑπαρχόντων οἱ φόβος ἰσχυρῶς τοῦ πολυπραγμονεῖν τὰ μὴ προσήκοντα αὐτὸν ἀποτρέπει), τί τοῦτο λέγει τις, ὡς οὐ χρὴ ἡμᾶς ἀεί τι προσκτᾶσθαι;

38.40.4οὐ μέμνησθε, τὰ μὲν ἀκηκοότες τὰ δὲ ἑορακότες, ὅτι οὔτε τῶν ἐν τῇ Ἰταλίᾳ γενῶν οὐδὲν πρότερον ἀπέσχετο τοῦ τῇ πατρίδι ἡμῶν ἐπιβουλεύειν πρὶν τοὺς πολέμους ἐν τῇ ἐκείνων χώρᾳ τοὺς προγόνους ἡμῶν ποιήσασθαι, οὔτε οἱ Ἠπειρῶται πρὶν ἐς τὴν Ἑλλάδα αὐτοὺς περαιωθῆναι;

38.40.5οὐ Φίλιππος μελλήσας καὶ ἐπὶ τὴν Ἰταλίαν στρατεύσειν, πρὶν φθάσαντας τὴν ἐκείνου κακῶς ποιῆσαι · οὐ Περσεύς, οὐκ Ἀντίοχος, οὐ Μιθριδάτης, πρὶν τὰ αὐτὰ αὐτοὺς ἐργάσασθαι. καὶ τί τἆλλα λέγοι τις ἄν;

38.40.6ἀλλ’οἱ Καρχηδόνιοι, τέως μὲν οὐδὲν δεινὸν ἀφ’ἡμῶν ἐν τῇ Ἀφρικῇ εἶχον, ἔςτε τὴν Ἰταλίαν διέπλεον καὶ τὴν χώραν κατέτρεχον τάςτε πόλεις ἐπόρθουν καὶ παρ’ὀλίγον καὶ τὸ ἄστυ αὐτὸ εἷλον, ἐπειδὴ δ’ἀντιπολεμεῖσθαι ἤρξαντο, παντάπασιν ἐκ τῆς γῆς ἡμῶν ἐξέδρασαν.

38.40.7τὰ δ’αὐτὰ ταῦτα καὶ περὶ τῶν Γαλατῶν καὶ Κελτῶν ἄν τις εἰπεῖν ἔχοι. καὶ γὰρ οὗτοι, μέχρι μὲν ἐντὸς τῶν Ἄλπεων ἐμένομεν, πολλάκις αὐτὰς ὑπερέβησαν καὶ πολλὰ τῆς Ἰταλίας ἐπόρθησαν · ἐπεὶ δὲ ἐτολμήσαμέν ποτε ἔξωτε τῶν ὅρων ἐκστρατεῦσαι καὶ τὸν πόλεμόν σφισι περιστῆσαι, καί τινα καὶ τῆς χώρας αὐτῶν ἀπετεμόμεθα, οὐκέτ’οὐδένα πόλεμον ἀπ’αὐτῶν ἐν τῇ Ἰταλίᾳ, πλὴν ἅπαξ, εἴδομεν.

38.40.8ὅταν οὖν τούτων οὕτως ἐχόντων λέγῃ τις ὅτι οὐ χρὴ πολεμεῖν ἡμᾶς, οὐδὲν ἄλλο φησὶν ὅτι οὐ χρὴ πλουτεῖν, οὐ χρὴ ἑτέρων ἄρχειν, οὐκ ἐλευθέρους, οὐ Ῥωμαίους εἶναι.

38.40.9ὥσπερ οὖν ἄν, εἴπερ τι τούτων εἶπέ τις, οὐκ ἂν ἠνέσχεσθε ἀλλὰ κἂν ἐν χερσὶν αὐτὸν ἀπεκτείνατε, οὕτω καὶ νῦν, ἄνδρες ἑταῖροι, πρὸς τοὺς ἐκεῖνα λέγοντας διατίθεσθε, μὴ τοῖς ῥήμασί σφων ἀλλὰ τοῖς ἔργοις τὸν νοῦν τεκμαιρόμενοι. οὐκοῦν ὅτι μὲν οὕτω χρὴ φρονεῖν, οὐδέν’ἂν

38.41

38.41.1ἀντειπεῖν ὑμῶν νομίζω · εἰ δ’ὅτι μήτε ἐξήτασται περὶ τοῦ πολέμου τούτου παρὰ τῇ βουλῇ καὶ παρὰ τῷ δήμῳ μὴ ἐψήφισται, διὰ τοῦτό τις ἧττον οἴεται δεῖν ἡμᾶς προθυμηθῆναι, λογισάσθω τοῦθ’, ὅτι πάντες οἱ πόλεμοι ὅσοι πώποτε γεγόνασιν ἡμῖν, οἱ μὲν ἐκ παρασκευῆς καὶ προεπαγγέλσεως οἱ δὲ καὶ ἐπὶ καιροῦ συμβεβήκασι.

38.41.2καὶ διὰ τοῦτο ὅσα μὲν ἂν οἴκοιτε μενόντων ἡμῶν καὶ τὴν ἡσυχίαν ἀγόντων κινηθῇ καὶ ἐκ πρεσβείας τινὸς τὴν ἀρχὴν τῶν ἐγκλημάτων λάβῃ, καὶ σκέψιν ὑπὲρ αὐτῶν καὶ δεῖ καὶ ἀναγκαῖόν ἐστι γίγνεσθαι καὶ ψῆφον ἐπάγεσθαι, καὶ μετὰ τοῦτο τούςτε ὑπάτους καὶ στρατηγοὺς προστάττεσθαί σφισι καὶ τὰς δυνάμεις ἐκπέμπεσθαι ·

38.41.3ὅσα δ’ἂν ἐξεληλυθότων ἤδη καὶ ἐξεστρατευμένων τινῶν ἐκφανῇ, ταῦτ’οὐκέτ’ἐς διαγνώμην ἄγεσθαι χρή, ἀλλ’ὡς καὶ δεδογμένα καὶ κεκυρωμένα ὑπ’αὐτῆς τῆς χρείας προκαταλαμβάνεσθαι πρὶν αὐξηθῆναι.

38.41.4 τίνος μὲν ἕνεκα ὑμᾶς ἐνταῦθ’ δῆμος ἐξέπεμψεν, τίνος δ’ἕνεκα ἐμὲ μετὰ τὴν ὑπατείαν εὐθὺς ἔστειλε, τοῦτο μὲν ἐπὶ πέντε ἔτη καθάπαξ, μήπω πρότερον ἐγεγόνει, ἄρχειν ἑλόμενος, τοῦτο δὲ τέσσαρσι στρατοπέδοις ὁπλίσας, εἰ μὴ καὶ πολεμῆσαι πάντως ἡμᾶς δεήσειν ἐνόμιζεν;

38.41.5οὐ γάρ που ἵνα μάτην τρεφώμεθα, οὐ δ’ἵνα τάςτε πόλεις τὰς συμμαχίδας καὶ τὴν χώραν τὴν ὑπήκοον περιιόντες χαλεπώτεροι καὶ τῶν πολεμίων αὐτοῖς γιγνώμεθα, οὐ δ’ἂν εἷς ταῦτα φήσειεν, ἀλλ’ἵνα τὴν οἰκείαν φυλάξωμεν, ἵνα τὴν τῶν πολεμίων πορθήσωμεν, ἵν’ἄξιόν τι καὶ τοῦ πλήθους καὶ τῶν ἀναλωμάτων ἐργασώμεθα.

38.41.6οὐκοῦν ἐν τούτῳ καὶ οὗτος πόλεμος καὶ πᾶς ὁστισοῦν ἄλλος καὶ ἐπιτέτραπται ἡμῖν καὶ ἐγκεχείρισται. καὶ πάνυ γε φρονίμως ἐποίησαν ἐφ’ἡμῖν τὸ τίσι πολεμητέον εἶναι διαγνῶναι καταλιπόντες καὶ μὴ αὐτοὶ τὸν πόλεμον ψηφισάμενοι. οἱ μὲν γὰρ οὔτ’ἀκριβῶσαι τὰ τῶν συμμάχων τοσοῦτον αὐτῶν ἀφεστηκότες ἠδυνήθησαν ἄν, καὶ πρὸς εἰδότας καὶ προπαρεσκευασμένους τοὺς πολεμίους οὐκ ἂν ὁμοίως ἐπιτηδείως προσηνέχθησαν ·

38.41.7ἡμεῖς δὲ δὴ κριταὶ ἅμα καὶ λειτουργοὶ τοῦ πολέμου γιγνόμενοι, καὶ προσέτι καὶ ἐπ’αὐτοφώρους τοὺς ἐχθροὺς τὰ ὅπλα εὐθὺς ἐπιφέροντες, οὔτ’ἀνεξετάστως οὔτ’ἀδίκως οὔτ’ἀπροφυλάκτως αὐτὸν ποιησόμεθα.

38.42

38.42.1καί μοι εἴ τις ὑμῶν ἐκεῖνο ὑπολαμβάνει, τί δὴ τηλικοῦτον Ἀριόουιστος πεπλημμέληκεν ὥστ’ἀντὶ φίλου καὶ συμμάχου πολέμιος ἡμῖν γενέσθαι, σκοπείτω τοῦθ’, ὅτι τοὺς ἀδικεῖν τι ἐπιχειροῦντας οὐκ ἐφ’οἷς ποιοῦσι μόνον ἀλλὰ καὶ ἐφ’οἷς φρονοῦσιν ἀμύνασθαι δεῖ, καὶ τήντε αὔξησιν αὐτῶν πρὶν καὶ βλαβῆναί τι προκαταλαμβάνειν, καὶ μὴ περιμείναντας κακῶς ἔργῳ παθεῖν, τότε τιμωρεῖσθαι.

38.42.2ὅτι τοίνυν καὶ ἐχθρὸς καὶ ἔχθιστός ἐστιν ἡμῖν, πῶς ἂν ἄλλως μᾶλλον ἐλεγχθείη ἐξ ὧν ἐποίησεν; πέμψαντος γάρ μου πρὸς αὐτὸν φιλικῶς ὅπως ἔλθῃτε πρὸς ἡμᾶς καὶ κοινῇ μεθ’ἡμῶν βουλεύσηται περὶ τῶν παρόντων, οὔτ’ἦλθεν οὔθ’ἥξειν ὑπέσχετο.

38.42.3καίτοι τί μὲν ἐγὼ ἄδικον ἀνεπιεικὲς φορτικὸν ἐποίησα μεταπεμψάμενος αὐτὸν ὡς φίλον καὶ σύμμαχον; τί δὲ ἐκεῖνος ὕβρεως καὶ ἀσελγείας, οὐκ ἐθελήσας ἐλθεῖν, ἐκλέλοιπεν; ἆρ’οὐ δυοῖν ἀνάγκη θάτερον, ἤτοι ὑπωπτευκότα αὐτόν τι κακὸν πείσεσθαι ὑπερπεφρονηκότα ἡμᾶς τοῦτο πεποιηκέναι;

38.42.4οὐκοῦν εἴτε τι ὑποτετόπηκεν, σαφέστατα αὐτὸς ἑαυτὸν ἐξελέγχει ἐπιβουλεύοντα ἡμῖν · οὐδεὶς γὰρ ἡμῖν μηδὲν δεινὸν παθὼν ὕποπτός ἐστιν, οὐ δ’ἀπ’ὀρθῆς καὶ ἀδόλου τῆς γνώμης γίγνεται, ἀλλ’οἱ προπαρεσκευασμένοι τινὰς ἀδικῆσαι ἑτοίμην τὴν ὑποψίαν κατ’αὐτῶν ἐκ τοῦ συνειδότος σφῶν ἔχουσιν ·

38.42.5εἴτ’αὖ μηδενὸς τοιούτου ὑπόντος ὑπερεόρακέτε ἡμᾶς καὶ λόγοις ὑπερηφάνοις ὕβρικε, τί χρὴ τοῦτον, ἐπειδὰν ἔργου τινὸς ἐπιλάβηται, προσδοκῆσαι πράξειν; γὰρ ἐν οἷς μηδὲν κερδανεῖν ἔμελλε τοσαύτῃ ὑπεροψίᾳ κεχρημένος πῶς οὐ πόρρωθεν ἐξελήλεγκται μηδὲν δίκαιον μήτε φρονῶν μήτε πράσσων; οὐ τοίνυν ἀπέχρησεν αὐτῷ τοῦτο, ἀλλὰ καὶ ἐμὲ ἐλθεῖν πρὸς αὑτὸν ἐκέλευσεν, εἴπερ τι αὐτοῦ

38.43

38.43.1δεοίμην. καὶ μή μοι μικρὰν τὴν προσθήκην ταύτην εἶναι νομίσητε · μεγάλη γάρ ἐστιν ἐπίδειξις τῆς διανοίας αὐτοῦ. τὸ μὲν γὰρ αὐτὸν μὴ ἐθελῆσαι πρὸς ἡμᾶς ἀφικέσθαι τάχ’ἄν τις καὶ ὄκνῳ καὶ ἀρρωστίᾳ καὶ φόβῳ, ἀπολογούμενος ὑπὲρ αὐτοῦ, ἀνέθηκε ·

38.43.2τὸ δὲ δὴ καὶ ἐμὲ μεταπέμψασθαι οὔτε σκῆψιν οὐδεμίαν ἐνδέχεται, καὶ προσεξελέγχει καὶ ἐκεῖνο αὐτὸν οὐ κατ’ἄλλο τι πεποιηκότα ὅτι οὔθ’ὑπακούειν ἐς οὐδὲν ἡμῖν καὶ προσέτι καὶ προσαντεπιτάττειν πάντα παρεσκεύασται.

38.43.3καίτοι καὶ αὐτὸ τοῦτο πόσης ὕβρεως καὶ πόσου προπηλακισμοῦ μεστόν ἐστιν; μεταπέμπεταί τινα ἀνθύπατος Ῥωμαίων, καὶ ἐκεῖνος οὐκ ἔρχεται · μεταπέμπεταί τις τὸν ἀνθύπατον τὸν Ῥωμαίων Ἀλλόβριξ ὤν. μὴ γὰρ ὅτι ἐμοῦ τοῦ Καίσαρος οὐκ ἐπείσθη, μη δ’ὅτι ἐμὲ τὸν Καίσαρα ἐκάλεσε, σμικρόν τι τοῦτο καὶ φαῦλον εἶναι νομίσητε.

38.43.4οὔτε γὰρ ἐγὼ αὐτὸν μετεπεμψάμην, ἀλλ’ Ῥωμαῖος, ἀνθύπατος, αἱ ῥάβδοι, τὸ ἀξίωμα, τὰ στρατόπεδα, οὔτε ἐγὼ μετεπέμφθην ὑπ’αὐτοῦ, ἀλλὰ ταῦτα πάντα. ἰδίᾳ μὲν γὰρ ἐμοὶ πρὸς αὐτὸν οὐδέν ἐστι συμβόλαιον · κοινῇ δὲ δὴ πάντες καὶ εἴπομέν τι καὶ ἐποιήσαμεν καὶ ἀντηκούσαμεν καὶ ἀντεπάθομεν.

38.44

38.44.1ὥσθ’ὅσῳ τις ἂν αὐτὸν ἔντε τοῖς φίλοις καὶ ἐν τοῖς συμμάχοις ἡμῶν ἀναγεγράφθαι φήσῃ, τοσούτῳ μᾶλλον ἀξιομίσητον ὄντα ἀποδείξει. διὰ τί; ὅτι οἷα μη δὲ τῶν ἐχθίστων τις ὁμολογούντων ἡμῖν εἶναι ἐτόλμησέ ποτε ποιῆσαι, ταῦτ’ἐκεῖνος ἔντε τοῖς τῆς φιλίας καὶ ἐν τοῖς τῆς συμμαχίας ὀνόμασιν ἐξείργασται, καθάπερ ἐπ’αὐτὸ τοῦτο πεποιημένος αὐτάς, ἵν’ἡμᾶς ἀδικεῖν ἀδεῶς ἔχῃ.

38.44.2ἀλλ’οὔτε τότε ἐπὶ τῷ προπηλακίζεσθαι καὶ ἐπιβουλεύεσθαι ἐσπεισάμεθα αὐτῷ, οὔτε νῦν αὐτοὶ τὰς σπονδὰς λύσομεν · ἡμεῖς μὲν γὰρ ὡς πρὸς φίλον καὶ σύμμαχον ἔτ’αὐτὸν ὄντα ἐπρεσβευσάμεθα, δ’ὁρᾶτε ὅπως ἡμῖν κέχρηται ·

38.44.3ὥσπερ οὖν. ἡνίκα εὐεργετεῖντε ἡμᾶς ἐβούλετο κἀντ’εὖ πάσχειν ἠξίου, δικαίως ἐκείνων ἐτύγχανεν, οὕτω καὶ νῦν, ἐπειδὴ τἀναντία αὐτῶν πάντα ποιεῖ, δικαιότατα ἂν ἐν ἐχθροῦ μέρει νομισθείη. καὶ μὴ θαυμάσητε εἰ αὐτὸς ἐγὼ πρότερόν ποτε καὶ ἐν τῇ βουλῇ καὶ ἐν τῷ δήμῳ χρηματίσας τινὰ ὑπὲρ αὐτοῦ, εἶτα ταυτὶ νυνὶ λέγω.

38.44.4ἐγὼ μὲν γὰρ καὶ τότε καὶ νῦν τὴν αὐτὴν γνώμην ἔχω καὶ οὐ μεταβάλλομαι. τίς δέ ἐστιν αὕτη; τοὺς μὲν ἀγαθοὺς καὶ πιστοὺς καὶ τιμᾶν καὶ ἀμείβεσθαι, τοὺς δὲ κακοὺς καὶ ἀπίστους καὶ ἀτιμάζειν καὶ ἀμύνεσθαι. ἐκεῖνος δέ ἐστιν μεταβαλλόμενος, μήτε καλῶς μήτε δεόντως τοῖς δοθεῖσιν αὐτῷ παρ’ἡμῶν χρώμενος.

38.45

38.45.1ὥσθ’ὅτι μὲν δικαιότατα ἂν αὐτῷ πολεμήσαιμεν, οὐδένα ἀμφισβητήσειν οἴομαι · ὅτι δὲ οὔτε ἄμαχος οὔτε δυσπολέμητός ἐστιν, ὁρᾶτε μὲν καὶ ἐκ τῶν ἄλλων τῶν ὁμοφύλων αὐτῷ, οὓς πολλάκις μὲν καὶ πρότερον, ῥᾷστα δὲ καὶ νῦν ἐνικήσαμεν, λογίζεσθε δὲ καὶ ἐξ ὧν περὶ αὐτοῦ ἐκείνου πυνθανόμεθα.

38.45.2οὔτε γὰρ ἄλλως δύναμίν τινα οἰκείαν συνεστηκυῖαν καὶ συγκεκροτημένην ἔχει · νῦντε, ἅτε μηδὲν δεινὸν προσδοκῶν, καὶ παντελῶς ἀπαράσκευός ἐστιν. οὐ τοίνυν οὐ δὲ ἐκ τῶν ὁμοχώρων ἄν τις αὐτῷ προθύμως, οὐ δ’εἰ πάνυ ἐπαγγέλλεται, βοηθήσειε ·

38.45.3τίς μὲν γὰρ ἂν ἕλοιτο ἐκείνῳ συμμαχήσας πολεμῆσαι ἡμῖν, μηδὲν ὑφ’ἡμῶν λελυπημένος; πῶς δ’οὐκ ἂν μᾶλλον ἡμῖν πάντες ἐκείνῳ συναράμενοι τήντε τυραννίδα αὐτοῦ ὅμορόν σφισιν οὖσαν καταλῦσαι καὶ τῆς χώρας μέρος τι παρ’ἡμῶν προσλαβεῖν ἐθελήσειαν;

38.45.4εἰ δὲ δὴ καὶ συσταῖέν τινες, οὔτι γε καὶ κρείττους ἂν ἡμῶν γένοιντο. ἵνα γὰρ τἆλλα ἐάσω, τὸ πλῆθος ἡμῶν, τὴν ἡλικίαν, τὴν ἐμπειρίαν, τὰ ἔργα, ἐκεῖνό γε τίς οὐκ οἶδεν, ὅτι ἡμεῖς μὲν κατὰ πᾶν ὁμοίως τὸ σῶμα ὡπλίσμεθα, ἐκεῖνοι δὲ δὴ γυμνοὶ τὸ πλεῖστόν εἰσι, καὶ ἡμεῖς μὲν καὶ λογισμῷ καὶ τάξει χρώμεθα, ἐκεῖνοι δὲ δὴ θυμῷ πρὸς πάντα ἀσύντακτοι φέρονται;

38.45.5μὴ γάρ τοι μήτε τὴν ὁρμὴν αὐτῶν μήτε τὸ μέγεθος τῶν σωμάτων τῆς βοῆς φοβηθῆτε. φωνήτε γὰρ οὐδένα πώποτε ἀνθρώπων ἀπέκτεινε, καὶ τὰ σώματα αὐτῶν δρᾶν μὲν οὐδὲν πλέον, ἅτε τὰς αὐτὰς ἡμῖν χεῖρας ἔχοντα, πάσχειν δὲ πολὺ πλείω, ἅτε καὶ μεγάλα καὶ γυμνὰ ὄντα, δυνήσεται · τε ὁρμὴ ἄμετρος καὶ προπετὴς τὸ κατ’ἀρχὰς οὖσα καὶ

38.46

38.46.1ἐκκενοῦται ῥᾳδίως καὶ ἐπ’ὀλίγον ἀνθεῖ. πεπειραμένοις δέ που ὧν λέγω καὶ νενικηκόσιν ὑμῖν τοὺς ὁμοίους αὐτοῖς ταυτὶ παραινῶ, ὥσθ’ὑμᾶς μήτε τῷ λόγῳ δοκεῖν ὑπ’ἐμοῦ παράγεσθαι, καὶ τῷ ἔργῳ ἐχυρωτάτην τὴν ἐλπίδα τῆς νίκης ἐκ τῶν προκατειργασμένων ποιεῖσθαι.

38.46.2καὶ μέντοι καὶ τῶν Γαλατῶν αὐτῶν τῶν ὁμοίων σφίσι συχνοὶ ἡμῖν συμμαχήσουσιν, ὥστ’εἰ καί τι φοβερὸν τὰ ἔθνη ταῦτα εἶχε, τοῦτο καὶ ἡμῖν καὶ ἐκείνοις ὑπάρξει. ταῦτ’οὖν αὐτοίτε οὕτω λογίζεσθε καὶ τοὺς ἄλλους διδάσκετε ·

38.46.3ὡς εἴ γε καὶ ὑμῶν τινες ἄλλως πως φρονοῦσιν, ἀλλ’ἔγωγε καὶ ὣς πολεμήσω, οὐ δὲ ἐγκαταλείψω ποτὲ τὴν τάξιν ἣν ἐτάχθην ὑπὸ τῆς πατρίδος. καί μοι τὸ δέκατον στρατόπεδον ἀρκέσει · καὶ γὰρ εὖ οἶδ’ὅτι κἂν διὰ πυρὸς δέῃ καὶ γυμνοὶ χωρήσουσι προθύμως.

38.46.4οἱ δὲ δὴ ἄλλοι τὴν ταχίστην ἀπαγάγετε, μη δέ μοι μάτην ἐνταῦθα τρύχεσθε, τάτε κοινὰ εἰκῇ ἀναλίσκοντες καὶ τῶν ἀλλοτρίων πόνων μεταποιούμενοι, τήντε λείαν τὴν ὑφ’ἑτέρων κτωμένην σφετεριζόμενοι.

38.47

38.47.1ταῦτα τοῦ Καίσαρος εἰπόντος οὐ μόνον οὐδεὶς ἀντεῖπεν, εἰ καὶ τὰ μάλιστά τινες τἀναντία σφίσιν ἐγίγνωσκον, ἀλλὰ καὶ συνῄνεσαν πάντες, καὶ οὐχ ἥκιστα οἱ δι’ὑποψίας αὐτῷ ὄντες, λογοποιεῖν ἤκουσαν. καὶ τούς γε στρατιώτας οὐ χαλεπῶς ἔπεισαν πειθαρχῆσαι, τοὺς μὲν ἐκ τοῦ προκεκρίσθαι προθυμουμένους, τοὺς δ’ἄλλους δι’ἐκείνους φιλοτιμουμένους.

38.47.2ἐξαίρετον δὲ δὴ τὸ δέκατον στράτευμα ἐποιήσατο, ὅτι εὔνοιάν πως ἀεὶ αὐτοῦ εἶχεν. οὕτω δὲ δὴ τὰ πολιτικὰ στρατόπεδα πρὸς τὴν τῶν καταλόγων τάξιν ὠνομάζετο · ὅθενπερ καὶ νῦν ὁμοίως τὰ νῦν ὄντα τὰς ἐπικλήσεις ἔχει.

38.47.3ὡρμημένων οὖν αὐτῶν Καῖσαρ οὐκέτι κατὰ χώραν ἔμεινε, μὴ καὶ χρονίσαντες ἀμβλύτεροι αὖθις γένωνται, ἀλλ’εὐθὺς ἄρας ἐπὶ τὸν Ἀριόουιστον ἤλασε. καὶ οὕτω γε αὐτὸν τῷ αἰφνιδίῳ τῆς ἐφόδου κατέπληξεν ὥστε καὶ ἐς λόγους οἱ ὑπὲρ εἰρήνης ἐλθεῖν κατηνάγκασεν.

38.47.4οὐ μέντοι καὶ συνέβησαν · αὐτόςτε γὰρ πάντα προστάξαι καὶ ἐκεῖνος οὐδὲν ὑπακοῦσαι ἠθέλησεν. τε οὖν πόλεμος συνερρώγει, καὶ μετέωροι οὐ μόνον αὐτοὶ ἑκάτεροι ἀλλὰ καὶ οἱ σύμμαχοι οἵτε πολέμιοί σφων οἱ ἐκείνῃ πάντες ἦσαν, τήντε μάχην αὐτῶν ὅτι τάχιστα ἔσεσθαι καὶ τοῖς ἅπαξ κρατήσασι καὶ τἆλλα δουλεύσειν νομίζοντες.

38.47.5προεῖχον δὲ οἱ μὲν βάρβαροι τῷτε πλήθει καὶ τοῖς μεγέθεσιν, οἱ δὲ δὴ Ῥωμαῖοι τῇτε ἐμπειρίᾳ καὶ ταῖς ὁπλίσεσι · καί πως καὶ πρὸς τὸν θυμὸν τῶν Κελτῶν, τήντε ἄκριτον καὶ προπετῆ αὐτῶν ὁρμήν, ἀντίρροπον τὸ τοῦ Καίσαρος φρόνημα εὑρίσκετο, ὥστε ἰσοπαλεῖς ἐκ τούτων ὄντες καὶ τὰς ἐλπίδας τήντε ἐπ’αὐταῖς προθυμίαν ἰσοστασίας ἐποιοῦντο.

38.48

38.48.1ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις, αἱ γυναῖκες αἱ τῶν βαρβάρων ἀπηγόρευσάν σφισι θειάσασαι μηδεμίαν πρὸ τῆς νέας σελήνης μάχην συνάψαι.

38.48.2καὶ διὰ τοῦτο Ἀριόουιστος (πάνυ γὰρ αὐταῖς προσεῖχεν ὁπότε τοιοῦτό τι ποιήσειαν) οὐχ ἁπάσῃ εὐθὺς τῇ δυνάμει, καίτοι τῶν Ῥωμαίων προκαλουμένων σφᾶς, συνέμιξεν, ἀλλὰ τοὺς ἱππέας μετὰ τῶν συντεταγμένων σφίσι πεζῶν μόνους ἐκπέμπων ἰσχυρῶς αὐτοὺς ἐλύπει. κἀκ τούτου καταφρονήσας χωρίον τι ὑπὲρ τοῦ ταφρεύματός σφων καταλαβεῖν ἐπεχείρησε.

38.48.3καὶ κατέσχε μὲν αὐτό, ἀντικαταλαβόντων δὲ καὶ ἐκείνων ἕτερον, ἐς μὲν μάχην, καίπερ καὶ μέχρι τῆς μεσημβρίας τὸν στρατὸν ἔξω τοῦ Καίσαρος παρατάξαντος, οὐχ ὥρμησεν, ἐπαναχωρήσαντος δὲ αὐτοῦ πρὸς ἑσπέραν ἐπῆλθέτε ἐξαπιναίως σφίσι καὶ ὀλίγου καὶ τὸ χαράκωμα αὐτῶν εἷλε.

38.48.4προχωρούντων οὖν οὕτως οἱ τῶν πραγμάτων σμικρόντε ἔτι τῶν γυναικῶν ἐφρόντισε, καὶ τῇ ὑστεραίᾳ παραταξαμένων τῶν Ῥωμαίων, ὅπερ που καθ’ἡμέραν ἐποιοῦντο, ἀντεπεξήγαγε.

38.49

38.49.1καὶ αὐτοὺς ἐκεῖνοι προϊόντας ἐκ τῶν σκηνωμάτων ἰδόντες οὐχ ἡσύχασαν, ἀλλ’ἐξᾴξαντες οὔτε συντάξασθαί σφισιν ἀκριβῶς ἐπέτρεψαν, καὶ τὴν ἀκόντισιν αὐτῶν, ἐφ’ ἐς τὰ μάλιστα ἐθάρσουν, δρόμῳ μετὰ βοῆς προσπεσόντες ὑπετέμοντο, καὶ οὕτω γε ὁμόσε αὐτοῖς ἐχώρησαν ὥστε σφᾶς μήτε τοῖς κοντοῖς μήτε τοῖς ξίφεσι τοῖς μακροτέροις χρήσασθαι.

38.49.2ὠθίζοντότε οὖν, καὶ τοῖς σώμασι τὸ πλεῖον τοῖς ὅπλοις ἐμάχοντο, ἀνατρέψαιτε τὸν προσκείμενον καὶ καταβαλεῖν τὸν ἀνθεστηκότα ἀγῶνα ποιούμενοι.

38.49.3καὶ πολλοὶ καὶ τῆς τῶν βραχυτέρων ξιφῶν χρήσεως στερηθέντες ταῖςτε χερσὶ καὶ τοῖς στόμασιν ἀντ’ἐκείνων ἠγωνίζοντο, κατασπῶντες τοὺς ἀντιπάλους, δάκνοντες, σπαράττοντες, ἅτε καὶ τῷ μεγέθει τῶν σωμάτων πολὺ αὐτῶν ὑπερέχοντες.

38.49.4οὐ μέντοι καὶ μεγάλα τινὰ ἐκ τούτου σφᾶς ἔβλαψαν · συμπλεκόμενοι γὰρ αὐτοῖς οἱ Ῥωμαῖοι ἰσόρροποί πως τῇτε ὁπλίσει καὶ τῇ τέχνῃ ἐγίγνοντο. καὶ τέλος ἐπὶ μακρότατον τοιουτοτρόπῳ μάχῃ χρησάμενοι ὀψέ ποτε ἐπεκράτησαν · τάτε γὰρ ξιφίδια καὶ σμικρότερα τῶν Γαλατικῶν ὄντα καὶ τὰς προσβολὰς χαλυβδικὰς ἔχοντα χρησιμώτατά σφισιν ἐγένετο, καὶ αὐτοὶ τῷ αὐτῷ πόνῳ ἐπὶ πλεῖον συσχεθέντες μᾶλλον τῶν βαρβάρων ἀντήρκεσαν, ἅτε οὐχ ὅμοιον ταῖς ὀξύτησι τῶν ἐφόδων τὸ διαρκές σφων ἐχόντων.

38.49.5διὰ μὲν οὖν ταῦτα ἡττήθησαν ἐκεῖνοι, οὐ μέντοι καὶ ἐτράποντο, οὐχ ὅτι οὐκ ἠθέλησαν ἀλλ’ὅτι οὐκ ἠδυνήθησαν φυγεῖν ὑπ’ἀπορίαςτε ἅμα καὶ ἐκλύσεως.

38.49.6συστρεφόμενοι οὖν κατὰ τριακοσίους καὶ πλείους καὶ ἐλάττους, τάςτε ἀσπίδας ἁπανταχόθεν σφῶν προεβάλλοντο, καὶ ὀρθοὶ ἱστάμενοι ἀπρόσμικτοι μὲν ὑπὸ τῆς συγκλείσεως δυσκίνητοι δὲ ὑπὸ τῆς πυκνότητος ἐγίγνοντο, καὶ οὔτε ἔδρων οὐδὲν οὔτε ἔπασχον.

38.50

38.50.1οἱ οὖν Ῥωμαῖοι, ἐπειδὴ μήτε ἐκεῖνοι ἀντεπῄεσάν σφισιν καὶ ἔφευγον, ἀλλ’ἐν ταὐτῷ μένοντες ὥσπερ ἐν πύργοις εἱστήκεσαν, καὶ αὐτοὶ τάτε δοράτια κατὰ πρώτας εὐθὺς ἅτε μηδεμίαν χρῆσιν ἔχοντα ἀπετέθειντο, καὶ τοῖς ξίφεσιν οὐκ ἐδύναντο οὔτε συστάδην μάχεσθαι οὔτε τῶν κεφαλῶν αὐτῶν, ᾗπερ καὶ μόνον ἁλωτοὶ οἷά που γυμναῖς αὐταῖς μαχόμενοι ἦσαν, ἐφικνεῖσθαι, τάςτε ἀσπίδας ἀπέρριψαν, καὶ προσπίπτοντές σφισιν, οἱ μὲν ἐξ ἐπιδρομῆς οἱ δὲ καὶ ἐγγύθεν, ἐνήλλοντο τρόπον τινὰ καὶ ἔκοπτον αὐτούς.

38.50.3 κἀκ τούτου πολλοὶ μὲν εὐθὺς ἅτε καὶ μιᾶς ἐπικοπῆς ὄντες ἔπιπτον, πολλοὶ δὲ καὶ πρὶν πεσεῖν ἀπέθνησκον · ὑπὸ γὰρ τῆς πυκνότητος τῆς συστάσεως καὶ τεθνηκότες ὀρθοὶ ἀνείχοντο.

38.50.4τοῦ μὲν οὖν πεζοῦ τὸ πλεῖστον οὕτω καὶ ἐκεῖ καὶ πρὸς ταῖς ἁμάξαις, ὅσον γε καὶ ἐξωσθὲν ἐς αὐτὰς ἐτύγχανε, σύντε ταῖς γυναιξὶ καὶ σὺν τοῖς παισὶν αὐτῶν ἐφθάρησαν · δὲ Ἀριόουιστος μεθ’ἱππέων […] τήντε χώραν παραχρῆμα ἐξέλιπε, καὶ πρὸς τὸν Ῥῆνον ὁρμήσας ἐπεδιώχθη μέν, οὐ κατελήφθη δέ.

38.50.5ἀλλ’ μὲν ἐπὶ πλοίου προεξέφυγε, τῶν δ’ἄλλων τοὺς μὲν οἱ Ῥωμαῖοι ἐς τὸν ποταμὸν ἐσβαίνοντες ἀπέκτειναν, τοὺς δὲ καὶ αὐτὸς ἐκεῖνος ὑπολαβὼν ἀπήνεγκεν.