Roman History, 53
53.1.1τότε μὲν ταῦτ’ἐγένετο, τῷ δὲ ἑξῆς ἔτει ἕκτον ὁ Καῖσαρ ἦρξε, καὶ τάτε ἄλλα κατὰ τὸ νομιζόμενον ἀπὸ τοῦ πάνυ ἀρχαίου ἐποίησε, καὶ τοὺς φακέλους τῶν ῥάβδων τῷ Ἀγρίππᾳ συνάρχοντί οἱ κατὰ τὸ ἐπιβάλλον παρέδωκεν, αὐτόςτε ταῖς ἑτέραις ἐχρήσατο, καὶ διάρξας τὸν ὅρκον κατὰ τὰ πάτρια ἐπήγαγε.
53.1.2καὶ εἰ μὲν καὶ αὖθις ταῦτ’ἐποίησεν, οὐκ οἶδα · τὸν γὰρ Ἀγρίππαν ἐς ὑπερβολὴν ἐτίμα · ἀμέλει τήντε ἀδελφιδῆν αὐτῷ συνῴκισε, καὶ σκηνήν, ὁπότε συστρατεύοιντο, ὁμοίαν τῇ ἑαυτοῦ παρεῖχε, τότε σύνθημα παρ’ἀμφοτέρων σφῶν ἐδίδοτο.
53.1.3ἐν δ’οὖν τῷ τότε παρόντι τάτε ἄλλα ὥσπερ εἴθιστο ἔπραξε, καὶ τὰς ἀπογραφὰς ἐξετέλεσε, καὶ ἐν αὐταῖς πρόκριτος τῆς γερουσίας ἐπεκλήθη, ὥσπερ ἐν τῇ ἀκριβεῖ δημοκρατίᾳ ἐνενόμιστο. τότε Ἀπολλώνιον τὸ ἐν τῷ Παλατίῳ καὶ τὸ τεμένισμα τὸ περὶ αὐτό, τάςτε ἀποθήκας τῶν βιβλίων, ἐξεποίησε καὶ καθιέρωσε.
53.1.4καὶ τὴν πανήγυριν τὴν ἐπὶ τῇ νίκῃ τῇ πρὸς τῷ Ἀκτίῳ γενομένῃ ψηφισθεῖσαν ἤγαγε μετὰ τοῦ Ἀγρίππου, καὶ ἐν αὐτῇ τὴν ἱπποδρομίαν διάτε τῶν παίδων καὶ διὰ τῶν ἀνδρῶν τῶν εὐγενῶν ἐποίησε.
53.1.5καὶ αὕτη μὲν διὰ πέντε ἀεὶ ἐτῶν μέχρι του ἐγίγνετο, ταῖς τέσσαρσιν ἱερωσύναις ἐκ περιτροπῆς μέλουσα, λέγω δὲ τούςτε ποντίφικας καὶ τοὺς οἰωνιστὰς τούςτε ἑπτὰ καὶ τοὺς πεντεκαίδεκα ἄνδρας καλουμένους · τότε δὲ καὶ γυμνικὸς ἀγὼν σταδίου τινὸς ἐν τῷ Ἀρείῳ πεδίῳ ξυλίνου κατασκευασθέντος ἐποιήθη, ὁπλομαχίατε ἐκ τῶν αἰχμαλώτων ἐγένετο.
53.1.6καὶ ταῦτα καὶ ἐπὶ πλείους ἡμέρας ἐπράχθη, οὐ δὲ διέλιπε καίτοι νοσήσαντος τοῦ Καίσαρος, ἀλλὰ καὶ ὣς ὁ Ἀγρίππας καὶ τὸ ἐκείνου μέρος ἀνεπλήρου.
53.2.1ὁ δ’οὖν Καῖσαρ ἔςτε τὰς θεωρίας ἐκ τῶν ἰδίων δῆθεν ἀνήλισκε, καὶ ἐπειδὴ χρημάτων τῷ δημοσίῳ ἐδέησεν, ἐδανείσατό τινα καὶ ἔδωκεν αὐτῷ, πρόςτε τὴν διοίκησίν σφων δύο κατ’ἔτος ἐκ τῶν ἐστρατηγηκότων αἱρεῖσθαι ἐκέλευσε. καὶ τῷ πλήθει τετραπλάσιον τὸν σῖτον ἔνειμε, βουλευταῖςτέ τισι χρήματα ἐχαρίσατο ·
53.2.2οὕτω γὰρ δὴ πολλοί σφων πένητες ἐγεγόνεσαν ὥστε μη δ’ἀγορανομῆσαί τινα διὰ τὸ μέγεθος τῶν ἀναλωμάτων ἐθελῆσαι, ἀλλὰ τάτε ἄλλα καὶ τὰ δικαστήρια τὰ τῇ ἀγορανομίᾳ προσήκοντα τοῖς στρατηγοῖς, καθάπερ εἴθιστο, τὰ μὲν μείζω τῷ ἀστυνόμῳ τὰ δὲ ἕτερα τῷ ξενικῷ προσταχθῆναι.
53.2.3πρὸς δὲ δὴ τούτοις τὸν ἀστυνόμον αὐτὸς ἀπέδειξεν · ὃ καὶ αὖθις πολλάκις ἐποίησε. καὶ τὰς ἐγγύας τὰς πρὸς τὸ δημόσιον πρὸ τῆς πρὸς τῷ Ἀκτίῳ μάχης γενομένας, πλὴν τῶν περὶ τὰ οἰκοδομήματα, ἀπήλλαξε, τάτε παλαιὰ συμβόλαια τῶν τῷ κοινῷ τι ὀφειλόντων ἔκαυσε.
53.2.4καὶ τὰ μὲν ἱερὰ τὰ Αἰγύπτια οὐκ ἐσεδέξατο εἴσω τοῦ πωμηρίου, τῶν δὲ δὴ ναῶν πρόνοιαν ἐποιήσατο · τοὺς μὲν γὰρ ὑπ’ἰδιωτῶν τινων γεγενημένους τοῖςτε παισὶν αὐτῶν καὶ τοῖς ἐκγόνοις, εἴγε τινὲς περιῆσαν, ἐπισκευάσαι ἐκέλευσε, τοὺς δὲ λοιποὺς αὐτὸς ἀνεκτήσατο.
53.2.5οὐ μέντοι καὶ τὴν δόξαν τῆς οἰκοδομήσεώς σφων ἐσφετερίσατο, ἀλλ’ἀπέδωκεν αὐτοῖς τοῖς κατασκευάσασιν αὐτούς. ἐπειδήτε πολλὰ πάνυ κατάτε τὰς στάσεις κα- κἀν τοῖς πολέμοις, ἄλλωςτε καὶ ἐν τῇ τοῦ Ἀντωνίου τοῦτε Λεπίδου συναρχίᾳ, καὶ ἀνόμως καὶ ἀδίκως ἐτετάχει, πάντα αὐτὰ δι’ἑνὸς προγράμματος κατέλυσεν, ὅρον τὴν ἕκτην αὑτοῦ ὑπατείαν προθείς.
53.2.6εὐδοκιμῶντε οὖν ἐπὶ τούτοις καὶ ἐπαινούμενος ἐπεθύμησε καὶ ἑτέραν τινὰ μεγαλοψυχίαν διαδείξασθαι, ὅπως καὶ ἐκ τοῦ τοιούτου μᾶλλον τιμηθείη, καὶ παρ’ἑκόντων δὴ τῶν ἀνθρώπων τὴν μοναρχίαν βεβαιώσασθαι τοῦ μὴ δοκεῖν ἄκοντας αὐτοὺς βεβιάσθαι.
53.2.7κα- κἀκ τούτου τοὺς μάλιστα ἐπιτηδείους οἱ τῶν βουλευτῶν παρασκευάσας ἔςτε τὴν γερουσίαν ἐσῆλθεν ἕβδομον ὑπατεύων, καὶ ἀνέγνω τοιάδε ·
53.3.1“ἄπιστα μὲν εὖ οἶδ’ὅτι δόξω τισὶν ὑμῶν, ὦ πατέρες, προῃρῆσθαι · ἃ γὰρ αὐτὸς ἕκαστος τῶν ἀκουόντων οὐκ ἂν ἐθελήσειε ποιῆσαι, ταῦτ’οὐ δὲ ἑτέρου λέγοντος πιστεύειν βούλεται, καὶ μάλισθ’ὅτι πᾶς παντὶ τῷ ὑπερέχοντι φθονῶν ἑτοιμότερον ἀπιστεῖ τοῖς ὑπὲρ ἑαυτὸν λεγομένοις.
53.3.2καὶ προσέτι καὶ γιγνώσκω τοῦθ’, ὅτι οἱ τὰ μὴ πιστὰ δοκοῦντα εἶναι λέγοντες οὐχ ὅσον οὐ πείθουσί τινας, ἀλλὰ καὶ κόβαλοι δοκοῦσιν εἶναι. οὐ μὴν ἀλλ’εἰ μέν τι τοιοῦτον ἐπηγγελλόμην ὃ μὴ παραχρῆμα ποιήσειν ἔμελλον, σφόδρα ἂν ἀπώκνησα αὐτὸ ἐκφῆναι, μὴ καὶ αἰτίαν τινὰ μοχθηρὰν ἀντὶ χάριτος λάβω ·
53.3.3νῦν δ’ὁπότε εὐθὺς καὶ τήμερον ἐπακολουθήσει τὸ ἔργον αὐτῷ, πάνυ θαρσούντως ἔχω μὴ μόνον μηδεμίαν αἰσχύνην ψευδολογίας ὀφλήσειν, ἀλλὰ
53.4.1καὶ πάντας ἀνθρώπους εὐδοξίᾳ νικήσειν. ὅτι μὲν γὰρ πάρεστί μοι διὰ παντὸς ὑμῶν ἄρχειν, καὶ αὐτοὶ ὁρᾶτε · τότε γὰρ στασιάσαν πᾶν ἤτοι δικαιωθὲν πέπαυται ἢ καὶ ἐλεηθὲν σεσωφρόνισται, καὶ τὸ συναράμενόν μοι τῇτε ἀμοιβῇ τῶν εὐεργεσιῶν ᾠκείωται καὶ τῇ κοινωνίᾳ τῶν πραγμάτων ὠχύρωται, ὥστε μήτε ἐπιθυμῆσαί τινα νεωτέρων ἔργων, κα- κἂν ἄρα τι καὶ τοιοῦτο γένηται, τὸ γοῦν βοηθῆσον ἡμῖν ἕτοιμον ἔτι καὶ μᾶλλον εἶναι.
53.4.2τάτε στρατιωτικὰ ἀκμάζει μοι καὶ εὐνοίᾳ καὶ ῥώμῃ, καὶ χρήματα ἔστι καὶ σύμμαχοι, καὶ τὸ μέγιστον, οὕτω καὶ ὑμεῖς καὶ ὁ δῆμος διάκεισθε πρός με ὥστε καὶ πάνυ ἂν προστατεῖσθαι ὑπ’ἐμοῦ ἐθελῆσαι.
53.4.3οὐ μέντοι καὶ ἐπὶ πλεῖον ὑμᾶς ἐξηγήσομαι, οὐ δὲ ἐρεῖ τις ὡς ἐγὼ τῆς αὐταρχίας ἕνεκα πάντα τὰ προκατειργασμένα ἔπραξα · ἀλλὰ ἀφίημι τὴν ἀρχὴν ἅπασαν καὶ ἀποδίδωμι ὑμῖν πάντα ἁπλῶς, τὰ ὅπλα τοὺς νόμους τὰ ἔθνη, οὐχ ὅπως ἐκεῖνα ὅσα μοι ὑμεῖς ἐπετρέψατε, ἀλλὰ καὶ ὅσα αὐτὸς μετὰ ταῦθ’ὑμῖν προσεκτησάμην, ἵνα καὶ ἐξ αὐτῶν τῶν ἔργων καταμάθητε τοῦθ’ὅτι οὐ δ’ἀπ’ἀρχῆς δυναστείας τινὸς ἐπεθύμησα, ἀλλ’ὄντως τῷτε πατρὶ δεινῶς σφαγέντι τιμωρῆσαι καὶ τὴν πόλιν ἐκ μεγάλων καὶ ἐπαλλήλων κακῶν ἐξελέσθαι ἠθέλησα.
53.5.1ὄφελον μὲν γὰρ μη δὲ ἐπιστῆναί ποτε οὕτω τοῖς πράγμασι · τοῦτ’ἔστιν, ὄφελον μὴ δεδεῆσθαί μου πρὸς τοιοῦτό τι τὴν πόλιν, ἀλλ’ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ, καθάπερ ποτὲ καὶ οἱ πατέρες ἡμῶν, καὶ ἡμᾶς τοὺς ἐν τῇδε τῇ ἡλικίᾳ ἀπ’ἀρχῆς βεβιωκέναι.
53.5.2ἐπεὶ δὲ εἱμαρμένη τις, ὡς ἔοικεν, ἐς τοῦτο προήγαγεν ὑμᾶς ὥστε καὶ ἐμοῦ, καίπερ νέου ἔτι τότε ὄντος, καὶ χρείαν σχεῖν καὶ πεῖραν λαβεῖν, μέχρι μὲν οὗ τὰ πράγματα τῆς παρ’ἐμοῦ ἐπικουρίας ἔχρῃζε, πάντατε προθύμως καὶ ὑπὲρ τὴν ἡλικίαν ἐποίησα καὶ πάντα εὐτυχῶς καὶ ὑπὲρ τὴν δύναμιν κατέπραξα ·
53.5.3καὶ οὐκ ἔστιν ὅ τι τῶν πάντων ἀπέτρεψέ με κινδυνεύουσιν ὑμῖν ἐπικουρῆσαι, οὐ πόνος, οὐ φόβος, οὐκ ἐχθρῶν ἀπειλαί, οὐ φίλων δεήσεις, οὐ τὸ πλῆθος τῶν συνεστηκότων, οὐχ ἡ ἀπόνοια τῶν ἀντιτεταγμένων, ἀλλ’ἐπέδωκα ἀφειδῶς ὑμῖν ἐμαυτὸν ἐς πάντα τὰ περιεστηκότα, καὶ ἔπραξα καὶ ἔπαθον ἅπερ ἴστε.
53.5.4ἐξ ὧν αὐτὸς μὲν οὐδὲν κεκέρδαγκα πλὴν τοῦ τὴν πατρίδα περιπεποιῆσθαι, ὑμεῖς δὲ καὶ σώζεσθε καὶ σωφρονεῖτε. ἐπειδὴ δὲ καλῶς ποιοῦσα ἡ τύχη καὶ τὴν εἰρήνην ἄδολον καὶ τὴν ὁμόνοιαν ἀστασίαστον δι’ἐμοῦ ὑμῖν ἀποδέδωκεν, ἀπολάβετε καὶ τὴν ἐλευθερίαν καὶ τὴν δημοκρατίαν, κομίσασθε καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη τὰ ὑπήκοα, καὶ πολιτεύεσθε ὥσπερ εἰώθειτε.
53.6.1καὶ μήτε θαυμάσητε εἰ ταῦθ’οὕτω φρονῶ, τήντε ἄλλην ἐπιείκειάν μου καὶ πρᾳότητα καὶ ἀπραγμοσύνην ὁρῶντες, καὶ προσεκλογιζόμενοι ὅτι οὐδὲν πώποτε οὔθ’ὑπέρογκον οὔθ’ὑπὲρ τοὺς πολλούς, καίπερ πολλὰ πολλάκις ψηφισαμένων ὑμῶν, ἐδεξάμην ·
53.6.2μήτ’αὖ μωρίαν μου καταγνῶτε, ὅτι ἐξόν μοι καὶ ὑμῶν ἄρχειν καὶ τηλικαύτην ἡγεμονίαν τοσαύτης οἰκουμένης ἔχειν οὐ βούλομαι. ἐγὼ γάρ, ἄντε τὸ δίκαιόν τις ἐξετάζῃ, δικαιότατον εἶναι νομίζω τὸ τὰ ὑμέτερα ὑμᾶς διέπειν, ἄντε καὶ τὸ συμφέρον, συμφορώτατον ἡγοῦμαι καὶ ἐμοὶ τὸ μήτε πράγματα ἔχειν μήτε φθονεῖσθαι μήτε ἐπιβουλεύεσθαι καὶ ὑμῖν τὸ μετ’ἐλευθερίας καὶ σωφρόνως καὶ φιλικῶς πολιτεύεσθαι ·
53.6.3ἄντε καὶ τὸ εὐκλεές, οὗπερ ἕνεκα πολλοὶ καὶ πολεμεῖν καὶ κινδυνεύειν πολλάκις αἱροῦνται, πῶς μὲν οὐκ εὐδοξότατόν μοι ἔσται τηλικαύτης ἀρχῆς ἀφέσθαι, πῶς δ’οὐκ εὐκλεέστατον ἐκ τοσούτου ἡγεμονίας ὄγκου ἐθελοντὶ ἰδιωτεῦσαι; ὥστ’εἴ τις ὑμῶν ἀπιστεῖ ταῦτ’ὄντως τινὰ ἄλλον καὶ φρονῆσαι ἐπ’ἀληθείας καὶ εἰπεῖν δύνασθαι, ἔμοιγε πιστευσάτω.
53.6.4πολλὰ γὰρ καὶ μεγάλα καταλέξαι ἔχων ὅσα καὶ ὑπ’ἐμοῦ καὶ ὑπὸ τοῦ πατρός μου εὐηργέτησθε, ἐφ’οἷς εἰκότως ἂν ἡμᾶς ὑπὲρ πάντας τοὺς ἄλλους καὶ φιλοίητε καὶ τιμῴητε, οὐδὲν ἂν ἄλλο τούτου μᾶλλον εἴποιμι, οὐ δ’ἂν ἐπ’ἄλλῳ τινὶ μᾶλλον σεμνυναίμην, ὅτι τὴν μοναρχίαν μήτε ἐκεῖνος καίτοι διδόντων ὑμῶν λαβεῖν ἠθέλησε καὶ ἐγὼ ἔχων ἀφίημι.
53.7.1τί γὰρ ἄν τις καὶ παρεξετάσειεν αὐτῷ; τὴν Γαλατίας ἅλωσιν ἢ τὴν Παννονίας δούλωσιν ἢ τὴν Μυσίας χείρωσιν ἢ τὴν Αἰγύπτου καταστροφήν; ἀλλὰ τὸν Φαρνάκην τὸν Ἰούβαν τὸν Φραάτην, τὴν ἐπὶ τοὺς Βρεττανοὺς στρατείαν, τὴν τοῦ Ῥήνου διάβασιν; καίτοι τοσαῦτα καὶ τοιαῦτα ταῦτά ἐστιν ὅσα καὶ οἷα οὐ δὲ σύμπαντες οἱ πατέρες ἡμῶν ἐν παντὶ τῷ πρόσθεν χρόνῳ πεποιήκασιν.
53.7.2ἀλλ’ὅμως οὔτε τούτων τι τῷ παρόντι ἔργῳ παραβαλεῖν ἐστιν ἄξιον, οὔθ’ὅτι τοὺς ἐμφυλίους πολέμους καὶ μεγίστους καὶ ποικιλωτάτους διὰ πάντων γενομένους καὶ διεπολεμήσαμεν καλῶς καὶ διεθέμεθα φιλανθρώπως, τοῦ μὲν ἀντιστάντος ὡς καὶ πολεμίου παντὸς κρατήσαντες, τὸ δ’ὑπεῖξαν ὡς καὶ φίλιον πᾶν περισώσαντες, ὥστ’εἴπερ ποτὲ καὶ αὖθις πεπρωμένον εἴη τὴν πόλιν ἡμῶν νοσῆσαι, τοῦτον αὐτὴν τὸν τρόπον εὔξασθαί τινα στασιάσαι ·
53.7.3τὸ γάρ τοι τοσοῦτόντε ἰσχύσαντας ἡμᾶς καὶ οὕτω καὶ τῇ ἀρετῇ καὶ τῇ τύχῃ ἀκμάσαντας ὥστε καὶ ἑκόντων καὶ ἀκόντων ὑμῶν αὐταρχῆσαι δυνηθῆναι, μήτε ἐκφρονῆσαι μήτε τῆς μοναρχίας ἐπιθυμῆσαι, ἀλλὰ καὶ ἐκεῖνον διδομένην αὐτὴν ἀπώσασθαι καὶ ἐμὲ δεδομένην ἀποδιδόναι, ὑπὲρ ἄνθρωπόν ἐστιν.
53.7.4λέγω δὲ ταῦτα οὐκ ἄλλως ἐπικομπῶν (οὐ δὲ γὰρ ἂν εἶπον αὐτὰ ἀρχήν, εἰ καὶ ὁτιοῦν πλεονεκτήσειν ἀπ’αὐτῶν ἤμελλον), ἀλλ’ἵνα εἰδῆτε ὅτι πολλῶν καὶ μεγάλων ἔςτε τὸ κοινὸν εὐεργετημάτων καὶ ἐς τὰ οἰκεῖα σεμνολογημάτων ἡμῖν ὄντων, ἐπὶ τούτῳ μάλιστα ἀγαλλόμεθα ὅτι, ὧν ἕτεροι καὶ βιαζόμενοί τινας ἐπιθυμοῦσι, ταῦθ’
53.8.1ἡμεῖς οὐ δ’ἀναγκαζόμενοι προσιέμεθα. τίς μὲν γὰρ ἂν μεγαλοψυχότερός μου, ἵνα μὴ καὶ τὸν πατέρα τὸν μετηλλαχότα αὖθις εἴπω, τίς δὲ δαιμονιώτερος εὑρεθείη; ὅστις, ὦ Ζεῦ καὶ Ἥρακλες, στρατιώτας τοσούτους καὶ τοιούτους, καὶ πολίτας καὶ συμμάχους, φιλοῦντάς με ἔχων, καὶ πάσης μὲν τῆς ἐντὸς τῶν Ἡρακλείων στηλῶν θαλάσσης πλὴν ὀλίγων κρατῶν, ἐν πάσαις δὲ ταῖς ἠπείροις καὶ πόλεις καὶ ἔθη κεκτημένος, καὶ μήτ’ἀλλοφύλου τινὸς ἔτι προσπολεμοῦντός μοι μήτ’οἰκείου στασιάζοντος, ἀλλὰ πάντων ὑμῶν καὶ εἰρηνούντων καὶ ὁμονοούντων καὶ εὐθενούντων καὶ τὸ μέγιστον ἐθελοντηδὸν πειθαρχούντων, ἔπειθ’ἑκούσιος αὐτεπάγγελτος καὶ ἀρχῆς τηλικαύτης ἀφίσταμαι καὶ οὐσίας τοσαύτης ἀπαλλάττομαι.
53.8.3ὥστ’εἴπερ ὁ Ὁράτιος ὁ Μούκιος ὁ Κούρτιος ὁ Ῥήγουλος οἱ Δέκιοι καὶ κινδυνεῦσαι καὶ ἀποθανεῖν ὑπὲρ τοῦ μέγα τι καὶ καλὸν πεποιηκέναι δόξαι ἠθέλησαν, πῶς οὐκ ἂν ἐγὼ μᾶλλον ἐπιθυμήσαιμι τοῦτο πρᾶξαι ἐξ οὗ κα- κἀκείνους καὶ τοὺς ἄλλους ἅμα πάντας ἀνθρώπους εὐκλείᾳ ζῶν ὑπερβαλῶ;
53.8.4μὴ γάρ τοι νομίσῃ τις ὑμῶν τοὺς μὲν πάλαι Ῥωμαίους καὶ ἀρετῆς καὶ εὐδοξίας ἐφεῖσθαι, νῦν δὲ ἐξίτηλον ἐν τῇ πόλει πᾶν τὸ ἀνδρῶδες γεγονέναι. μὴ μέντοι μη δ’ὑποπτεύσῃ ὅτι προέσθαιτε ὑμᾶς καὶ πονηροῖς τισιν ἀνδράσιν ἐπιτρέψαι, ἢ καὶ ὀχλοκρατίᾳ τινί, ἐξ ἧς οὐ μόνον οὐδὲν χρηστὸν ἀλλὰ καὶ πάντα τὰ δεινότατα ἀεὶ πᾶσιν ἀνθρώποις γίγνεται, ἐκδοῦναι βούλομαι.
53.8.5ὑμῖν γάρ, ὑμῖν τοῖς ἀρίστοις καὶ φρονιμωτάτοις πάντα τὰ κοινὰ ἀνατίθημι. ἐκεῖνο μὲν γὰρ οὐδέποτ’ἂν ἐποίησα, οὐ δ’εἰ μυριάκις ἀποθανεῖν ἢ καὶ μοναρχῆσαί με ἔδει · τοῦτο δὲ καὶ ὑπὲρ ἐμαυτοῦ καὶ ὑπὲρ τῆς πόλεως ποιῶ.
53.8.6αὐτόςτε γὰρ καὶ πεπόνημαι καὶ τεταλαιπώρημαι, καὶ οὐκέτ’οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι ἀντέχειν δύναμαι · καὶ προσέτι καὶ τὸν φθόνον καὶ τὸ μῖσος, ἃ καὶ πρὸς τοὺς ἀρίστους ἄνδρας ἐγγίγνεταί τισι, τάςτε ἐξ αὐτῶν ἐπιβουλὰς προορῶμαι.
53.8.7καὶ διὰ ταῦτα καὶ ἰδιωτεῦσαι μᾶλλον εὐκλεῶς ἢ μοναρχῆσαι ἐπικινδύνως αἱροῦμαι. καὶ τὰ κοινὰ κοινῶς ἂν πολὺ βέλτιον ἅτε καὶ ὑπὸ πολλῶν ἅμα διαγόμενα καὶ μὴ ἐς ἕνα τινὰ ἀνηρτημένα διοικοῖτο.
53.9.1δι’οὖν ταῦτα καὶ ἱκετεύω καὶ δέομαι πάντων ὑμῶν ὁμοίως καὶ συνεπαινέσαι καὶ συμπροθυμηθῆναί μοι, λογισαμένους πάνθ’ὅσα καὶ πεπολέμηκα ὑπὲρ ὑμῶν καὶ πεπολίτευμαι, κα- κἀν τούτῳ πᾶσάν μοι τὴν ὑπὲρ αὐτῶν χάριν ἀποδόντας, ἐν τῷ συγχωρῆσαί μοι ἐν ἡσυχίᾳ ἤδη ποτὲ καταβιῶναι, ἵνα καὶ ἐκεῖνο εἰδῆτε ὅτι οὐ μόνον ἄρχειν ἀλλὰ καὶ ἄρχεσθαι ἐπίσταμαι, καὶ πάνθ’ὅσα ἄλλοις ἐπέταξα, καὶ αὐτὸς ἀντεπιταχθῆναι δύναμαι.
53.9.2μάλιστα μὲν γὰρ καὶ ἀσφαλῶς ζήσειν καὶ μηδὲν ὑπὸ μηδενὸς μήτε ἔργῳ μήτε λόγῳ κακὸν πείσεσθαι προσδοκῶ · τοσοῦτόν που τῇ εὐνοίᾳ ὑμῶν, ἐξ ὧν αὐτὸς ἐμαυτῷ σύνοιδα, πιστεύω.
53.9.3ἂν δέ τι καὶ πάθω, οἷα πολλοῖς συμβαίνει (οὐ δὲ γὰρ οἷόντέ ἐστι πᾶσί τινα, ἄλλωςτε καὶ ἐν τοσούτοις πολέμοις, τοῖς μὲν ὀθνείοις τοῖς δὲ καὶ ἐμφυλίοις, γενόμενον καὶ τηλικαῦτα πράγματα ἐπιτραπέντα, ἀρέσαι), καὶ πάνυ ἑτοίμως καὶ πρὸ τοῦ εἱμαρμένου μοι χρόνου τελευτῆσαι μᾶλλον ἰδιωτεύσας, ἢ καὶ ἀθάνατος μοναρχήσας γενέσθαι, αἱροῦμαι.
53.9.4ἐμοὶ μὲν γὰρ εὔκλειαν καὶ αὐτὸ τοῦτο οἴσει ὅτι οὐ μόνον οὐκ ἐφόνευσά τινα ὑπὲρ τοῦ τὴν ἀρχὴν κατασχεῖν, ἀλλὰ καὶ προσαπέθανον ὑπὲρ τοῦ μὴ μοναρχῆσαι · ὁ δὲ δὴ τολμήσας ἀποκτεῖναί με πάντως που καὶ ὑπὸ τοῦ δαιμονίου καὶ ὑφ’ὑμῶν κολασθήσεται.
53.9.5ἅπερ που καὶ ἐπὶ τοῦ πατρός μου γέγονεν · ἐκεῖνος μὲν γὰρ καὶ ἰσόθεος ἀπεδείχθη καὶ τιμῶν ἀιδίων ἔτυχεν, οἱ δ’ἀποσφάξαντες αὐτὸν κακοὶ κακῶς ἀπώλοντο. ἀθάνατοι μὲν γὰρ οὐκ ἂν δυνηθείημεν γενέσθαι, ἐκ δὲ δὴ τοῦ καλῶς ζῆσαι καὶ ἐκ τοῦ καλῶς τελευτῆσαι καὶ τοῦτο τρόπον τινὰ κτώμεθα.
53.9.6ἀφ’οὗπερ καὶ ἐγὼ τὸ μὲν ἤδη ἔχων τὸ δὲ ἕξειν ἐλπίζων, ἀποδίδωμι ὑμῖν καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη τάςτε προσόδους καὶ τοὺς νόμους, τοσοῦτον μόνον ὑπειπών, ἵνα μήτε τὸ μέγεθος ἢ καὶ τὸ δυσμεταχείριστον τῶν πραγμάτων φοβηθέντες ἀθυμήσητε, μήτ’αὖ καταφρονήσαντες αὐτῶν ὡς καὶ ῥᾳδίως διοικεῖσθαι δυναμένων ἀμελήσητε.
53.10.1καίτοι καὶ καθ’ἕκαστον τῶν μειζόνων οὐκ ἂν ὀκνήσαιμι ὑμῖν ἐν κεφαλαίοις ὅσα χρὴ πράττειν ὑποθέσθαι. τίνα δὲ ταῦτά ἐστι; πρῶτον μὲν τοὺς κειμένους νόμους ἰσχυρῶς φυλάττετε, καὶ μηδένα αὐτῶν μεταβάλητε · τὰ γὰρ ἐν τα- ταὐτῷ μένοντα, κα- κἂν χείρω ᾖ, συμφορώτερα τῶν ἀεὶ καινοτομουμένων, κα- κἂν βελτίω εἶναι δοκῇ, ἐστίν.
53.10.2ἔπειτα δέ, ὅσα προστάττουσιν ὑμῖν οὗτοι ποιεῖν καὶ ὅσων ἀπαγορεύουσιν ἀπέχεσθαι, μὴ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τῷ ἔργῳ, μη δ’ἐν τῷ κοινῷ μόνον ἀλλὰ καὶ ἰδίᾳ ἀκριβῶς παρατηρεῖσθε, ὅπως μὴ τιμωρίας ἀλλὰ τιμῶν τυγχάνητε.
53.10.3τάςτε ἀρχὰς καὶ τὰς εἰρηνικὰς καὶ τὰς πολεμικὰς τοῖς ἀεὶ ἀρίστοιςτε καὶ ἐμφρονεστάτοις ἐπιτρέπετε, μήτε φθονοῦντές τισι, μήθ’ὑπὲρ τοῦ τὸν δεῖνα ἢ τὸν δεῖνα πλεονεκτῆσαί τι, ἀλλ’ὑπὲρ τοῦ τὴν πόλιν καὶ σώζεσθαι καὶ εὐπραγεῖν φιλοτιμούμενοι.
53.10.4καὶ τοὺς μὲν τοιούτους τιμᾶτε, τοὺς δ’ἄλλως πως πολιτευομένους κολάζετε. καὶ τὰ μὲν ἴδια κοινὰ τῇ πόλει παρέχετε, τῶν δὲ δημοσίων ὡς ἀλλοτρίων ἀπέχεσθε. καὶ τὰ μὲν ὑπάρχονθ’ὑμῖν ἀκριβῶς φυλάττετε, τῶν δὲ μὴ προσηκόντων μηδαμῶς ἐφίεσθε.
53.10.5καὶ τοὺς μὲν συμμάχους καὶ τοὺς ὑπηκόους μήθ’ὑβρίζετε μήτε ἐκχρηματίζεσθε, τοὺς δὲ πολεμίους μήτ’ἀδικεῖτε μήτε φοβεῖσθε. τὰ μὲν ὅπλα ἐν ταῖς χερσὶν ἀεὶ ἔχετε, μὴ μέντοι μήτε κατ’ἀλλήλων μήτε κατὰ τῶν εἰρηνούντων αὐτοῖς χρῆσθε.
53.10.6τούςτε στρατιώτας τρέφετε μὲν ἀρκούντως, ὥστε μηδενὸς τῶν ἀλλοτρίων δι’ἀπορίαν ἐπιθυμῆσαι, συνέχετε δὲ καὶ σωφρονίζετε, ὥστε μηδὲν κακὸν διὰ θρασύτητα δρᾶσαι.
53.10.7ἀλλὰ τί δεῖ μακρολογεῖν, πάνθ’ἃ προσήκει ποιεῖν ὑμᾶς ἐπεξιόντα; καὶ γὰρ τὰ λοιπὰ ῥᾳδίως ἂν ἐκ τούτων ὡς χρὴ πράττεσθαι συνίδοιτε. ἓν οὖν ἔτι τοῦτο εἰπὼν παύσομαι, ὅτι ἂν μὲν οὕτω πολιτεύσησθε, αὐτοίτε εὐδαιμονήσετε καὶ ἐμοὶ χαριεῖσθε, ὅστις ὑμᾶς στασιάζοντας κακῶς λαβὼν τοιούτους ἀπέδειξα, ἂν δ’ἀδυνατήσητε καὶ ὁτιοῦν αὐτῶν πρᾶξαι, ἐμὲ μὲν μετανοῆσαι ποιήσετε, τὴν δὲ δὴ πόλιν ἔςτε πολέμους πολλοὺς καὶ ἐς κινδύνους μεγάλους αὖθις ἐμβαλεῖτε”.
53.11.1τοιαῦτα τοῦ Καίσαρος ἀναλέγοντος ποικίλον τι πάθος τοὺς βουλευτὰς κατελάμβανεν. ὀλίγοι μὲν γὰρ τήντε διάνοιαν αὐτοῦ ᾔδεσαν κα- κἀκ τούτου καὶ συνεσπούδαζον αὐτῷ · τῶν δ’ἄλλων οἱ μὲν ὑπώπτευον τὰ λεγόμενα οἱ δὲ ἐπίστευόν σφισι, καὶ διὰ ταῦτα καὶ ἐθαύμαζον ὁμοίως ἀμφότεροι, οἱ μὲν τὴν περιτέχνησιν αὐτοῦ οἱ δὲ τὴν γνώμην, καὶ ἤχθοντο οἱ μὲν τῇ πραγματείᾳ αὐτοῦ οἱ δὲ τῇ μετανοίᾳ.
53.11.2τότε γὰρ δημοκρατικὸν ἤδη τινὲς ὡς καὶ στασιῶδες ἐμίσουν, καὶ τῇ μεταστάσει τῆς πολιτείας ἠρέσκοντο, τῷτε Καίσαρι ἔχαιρον. καὶ ἀπ’αὐτῶν τοῖς μὲν παθήμασι διαφόροις τοῖς δὲ ἐπινοήμασιν ὁμοίοις ἐχρῶντο.
53.11.3οὔτε γὰρ πιστεύσαντες ἀληθῶς αὐτὰ λέγεσθαι χαίρειν ἐδύναντο, οὔθ’οἱ βουλόμενοι τοῦτο διὰ τὸ δέος, οὔθ’οἱ ἕτεροι διὰ τὰς ἐλπίδας · οὔτ’ἀπιστήσαντες διαβαλεῖντε αὐτὸν καὶ ἐλέγξαι ἐτόλμων, οἱ μὲν ὅτι ἐφοβοῦντο, οἱ δ’ὅτι οὐκ ἐβούλοντο.
53.11.4ὅθενπερ καὶ πιστεύειν αὐτῷ πάντες οἱ μὲν ἠναγκάζοντο οἱ δὲ ἐπλάττοντο. καὶ ἐπαινεῖν αὐτὸν οἱ μὲν οὐκ ἐθάρσουν οἱ δ’οὐκ ἤθελον, ἀλλὰ πολλὰ μὲν καὶ μεταξὺ ἀναγιγνώσκοντος αὐτοῦ διεβόων πολλὰ δὲ καὶ μετὰ τοῦτο, μοναρχεῖσθαίτε δεόμενοι καὶ πάντα τὰ ἐς τοῦτο φέροντα ἐπιλέγοντες, μέχρις οὗ κατηνάγκασαν δῆθεν αὐτὸν αὐταρχῆσαι.
53.11.5καὶ παραυτίκα γε τοῖς δορυφορήσουσιν αὐτὸν διπλάσιον τὸν μισθὸν τοῦ τοῖς ἄλλοις στρατιώταις διδομένου ψηφισθῆναι διεπράξατο, ὅπως ἀκριβῆ τὴν φρουρὰν ἔχῃ. οὕτως ὡς ἀληθῶς καταθέσθαι τὴν μοναρχίαν ἐπεθύμησε.
53.12.1τὴν μὲν οὖν ἡγεμονίαν τούτῳ τῷ τρόπῳ καὶ παρὰ τῆς γερουσίας τοῦτε δήμου ἐβεβαιώσατο, βουληθεὶς δὲ δὴ καὶ ὣς δημοτικός τις εἶναι δόξαι, τὴν μὲν φροντίδα τήντε προστασίαν τῶν κοινῶν πᾶσαν ὡς καὶ ἐπιμελείας τινὸς δεομένων ὑπεδέξατο, οὔτε δὲ πάντων αὐτὸς τῶν ἐθνῶν ἄρξειν, οὔθ’ὅσων ἂν ἄρξῃ, διὰ παντὸς τοῦτο ποιήσειν ἔφη, ἀλλὰ τὰ μὲν ἀσθενέστερα ὡς καὶ εἰρηναῖα καὶ ἀπόλεμα ἀπέδωκε τῇ βουλῇ, τὰ δ’ἰσχυρότερα ὡς καὶ σφαλερὰ καὶ ἐπικίνδυνα καὶ ἤτοι πολεμίους τινὰς προσοίκους ἔχοντα ἢ καὶ αὐτὰ καθ’ἑαυτὰ μέγα τι νεωτερίσαι δυνάμενα κατέσχε, λόγῳ μὲν ὅπως ἡ μὲν γερουσία ἀδεῶς τὰ κάλλιστα τῆς ἀρχῆς καρπῷτο, αὐτὸς δὲ τούςτε πόνους καὶ τοὺς κινδύνους ἔχῃ, ἔργῳ δὲ ἵνα ἐπὶ τῇ προφάσει ταύτῃ ἐκεῖνοι μὲν καὶ ἄοπλοι καὶ ἄμαχοι ὦσιν, αὐτὸς δὲ δὴ μόνος καὶ ὅπλα ἔχῃ καὶ στρατιώτας τρέφῃ.
53.12.4καὶ ἐνομίσθη διὰ ταῦτα ἡ μὲν Ἀφρικὴ καὶ ἡ Νουμιδία ἥτε Ἀσία καὶ ἡ Ἑλλὰς μετὰ τῆς Ἠπείρου, καὶ τὸ Δελματικὸν τότε Μακεδονικὸν καὶ Σικελία, Κρήτητε μετὰ Λιβύης τῆς περὶ Κυρήνην καὶ Βιθυνία μετὰ τοῦ προσκειμένου οἱ Πόντου, Σαρδώτε καὶ Βαιτικὴ τοῦτε δήμου καὶ τῆς γερουσίας εἶναι, τοῦ δὲ δὴ Καίσαρος ἥτε λοιπὴ Ἰβηρία, ἥτε περὶ Ταρράκωνα καὶ ἡ Λυσιτανία, καὶ Γαλάται πάντες, οἵτε Ναρβωνήσιοι καὶ οἱ Λουγδουνήσιοι Ἀκυιτανοίτε καὶ Βελγικοί, αὐτοίτε καὶ οἱ ἔποικοί σφων ·
53.12.6Κελτῶν γάρ τινες, οὓς δὴ Γερμανοὺς καλοῦμεν, πᾶσαν τὴν πρὸς τῷ Ῥήνῳ Βελγικὴν κατασχόντες Γερμανίαν ὀνομάζεσθαι ἐποίησαν, τὴν μὲν ἄνω τὴν μετὰ τὰς τοῦ ποταμοῦ πηγάς, τὴν δὲ κάτω τὴν μέχρι τοῦ ὠκεανοῦ τοῦ Βρεττανικοῦ οὖσαν.
53.12.7ταῦτάτε οὖν καὶ ἡ Συρία ἡ κοίλη καλουμένη ἥτε Φοινίκη καὶ Κιλικία καὶ Κύπρος καὶ Αἰγύπτιοι ἐν τῇ τοῦ Καίσαρος μερίδι τότε ἐγένοντο · ὕστερον γὰρ τὴν μὲν Κύπρον καὶ τὴν Γαλατίαν τὴν περὶ Νάρβωνα τῷ δήμῳ ἀπέδωκεν, αὐτὸς δὲ τὴν Δελματίαν ἀντέλαβε.
53.12.8καὶ τοῦτο μὲν καὶ ἐπ’ἄλλων ἐθνῶν μετὰ ταῦτ’ἐπράχθη, ὥς που καὶ ἡ διέξοδος τοῦ λόγου δηλώσει · ταῦτα δὲ οὕτω κατέλεξα, ὅτι νῦν χωρὶς ἕκαστον αὐτῶν ἡγεμονεύεται, ἐπεὶ τό γε ἀρχαῖον καὶ ἐπὶ πολὺ καὶ σύνδυο καὶ σύντρια τὰ ἔθνη ἅμα ἤρχετο.
53.12.9τῶν δὲ δὴ λοιπῶν οὐκ ἐμνημόνευσα, ὅτι τὰ μὲν ὕστερον αὐτῶν προσεκτήθη, τὰ δέ, εἰ καὶ τότε ἤδη ἐκεχείρωτο, ἄλλ’οὔτι γε καὶ ὑπὸ τῶν Ῥωμαίων ἤρχετο, ἀλλ’ἢ αὐτόνομα ἀφεῖτο ἢ καὶ βασιλείαις τισὶν ἐπετέτραπτο · καὶ αὐτῶν ὅσα μετὰ τοῦτ’ἐς τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀφίκετο, τῷ ἀεὶ κρατοῦντι προσετέθη.
53.13.1τὰ μὲν οὖν ἔθνη οὕτω διῃρέθη, βουληθεὶς δὲ δὴ καὶ ὣς ὁ Καῖσαρ πόρρω σφᾶς ἀπαγαγεῖν τοῦ τι μοναρχικὸν φρονεῖν δοκεῖν, ἐς δέκα ἔτη τὴν ἀρχὴν τῶν δοθέντων οἱ ὑπέστη · τοσούτῳτε γὰρ χρόνῳ καταστήσειν αὐτὰ ὑπέσχετο, καὶ προσενεανιεύσατο εἰπὼν ὅτι, ἂν καὶ θᾶττον ἡμερωθῇ, θᾶττον αὐτοῖς καὶ ἐκεῖνα ἀποδώσει.
53.13.2κα- κἀκ τούτου πρῶτον μὲν αὐτοὺς τοὺς βουλευτὰς ἑκατέρων τῶν ἐθνῶν, πλὴν Αἰγυπτίων, ἄρχειν κατέδειξεν (ἐκείνοις γὰρ δὴ μόνοις τὸν ὠνομασμένον ἱππέα, δι’ἅπερ εἶπον, προσέταξεν) · ἔπειτα δὲ τοὺς μὲν καὶ ἐπετησίους καὶ κληρωτοὺς εἶναι, πλὴν εἴ τῳ πολυπαιδίας ἢ γάμου προνομία προσείη, καὶ ἔκτε τοῦ κοινοῦ τῆς γερουσίας συλλόγου πέμπεσθαι μήτε ξίφος παραζωννυμένους μήτε στρατιωτικῇ ἐσθῆτι χρωμένους, καὶ ἀνθυπάτους καλεῖσθαι μὴ ὅτι τοὺς δύο τοὺς ὑπατευκότας ἀλλὰ καὶ τοὺς ἄλλους τοὺς ἐκ τῶν ἐστρατηγηκότων ἢ δοκούντων γε ἐστρατηγηκέναι μόνον ὄντας, ῥαβδούχοιςτέ σφας ἑκατέρους ὅσοισπερ καὶ ἐν τῷ ἄστει νενόμισται χρῆσθαι, καὶ τὰ τῆς ἀρχῆς ἐπίσημα καὶ παραχρῆμα ἅμα τῷ ἔξω τοῦ πωμηρίου γενέσθαι προστίθεσθαι καὶ διὰ παντὸς μέχρις ἂν ἀνακομισθῶσιν ἔχειν ἐκέλευσε.
53.13.5τοὺς δὲ ἑτέρους ὑπότε ἑαυτοῦ αἱρεῖσθαι καὶ πρεσβευτὰς αὐτοῦ ἀντιστρατήγουςτε ὀνομάζεσθαι, κα- κἂν ἐκ τῶν ὑπατευκότων ὦσι, διέταξε. τῶν γὰρ δὴ δύο τούτων ὀνομάτων ἐπὶ πλεῖστον ἐν τῇ δημοκρατίᾳ ἀνθησάντων, τὸ μὲν τοῦ στρατηγοῦ τοῖς αἱρετοῖς ὡς καὶ τῷ πολέμῳ ἀπὸ τοῦ πάνυ ἀρχαίου προσῆκον ἔδωκεν, ἀντιστρατήγους σφᾶς προσειπών, τὸ δὲ δὴ τῶν ὑπάτων τοῖς ἑτέροις ὡς καὶ εἰρηνικωτέροις, ἀνθυπάτους αὐτοὺς ἐπικαλέσας.
53.13.6αὐτὰ μὲν γὰρ τὰ ὀνόματα, τότε τοῦ στρατηγοῦ καὶ τὸ τοῦ ὑπάτου, ἐν τῇ Ἰταλίᾳ ἐτήρησε, τοὺς δὲ ἔξω πάντας ὡς καὶ ἀντ’ἐκείνων ἄρχοντας προσηγόρευσε. τῇτε οὖν ἐπικλήσει τῇ τῶν ἀντιστρατήγων τοὺς αἱρετοὺς χρῆσθαι, καὶ ἐπὶ πλείω καὶ ἐνιαυτοῦ χρόνον, ἐφ’ὅσον ἂν ἑαυτῷ δόξῃ, ἄρχειν ἐποίησε, τήντε στρατιωτικὴν σκευὴν φοροῦντας καὶ ξίφος, οἷς γε καὶ στρατιώτας δικαιῶσαι ἔξεστιν, ἔχοντας.
53.13.7ἄλλῳ γὰρ οὐδενὶ οὔτε ἀνθυπάτῳ οὔτε ἀντιστρατήγῳ οὔτε ἐπιτρόπῳ ξιφηφορεῖν δέδοται, ᾧ μὴ καὶ στρατιώτην τινὰ ἀποκτεῖναι ἐξεῖναι νενόμισται · οὐ γὰρ ὅτι τοῖς βουλευταῖς ἀλλὰ καὶ τοῖς ἱππεῦσιν, οἷς τοῦθ’ὑπάρχει, καὶ ἐκεῖνο συγκεχώρηται.
53.13.8ταῦτα μὲν οὖν οὕτως ἔχει, ῥαβδούχοις δὲ δὴ πέντε πάντες ὁμοίως οἱ ἀντιστράτηγοι χρῶνται, καὶ ὅσοι γε οὐκ ἐκ τῶν ὑπατευκότων εἰσί, καὶ ὀνομάζονται ἐπ’αὐτοῦ τοῦ ἀριθμοῦ τούτου. τάτε τῆς ἡγεμονίας κοσμήματα, ὅταντε ἐς τὴν προστεταγμένην σφίσι χώραν ἐσέλθωσιν, ἑκάτεροι ὁμοίως ἀναλαμβάνουσι, καὶ ἐπειδὰν διάρξωσιν, εὐθὺς κατατίθενται.
53.14.1οὕτω μὲν καὶ ἐπὶ τούτοις ἔκτε τῶν ἐστρατηγηκότων καὶ ἐκ τῶν ὑπατευκότων ἄρχοντες ἀμφοτέρωσε πέμπεσθαι ἐνομίσθησαν. καὶ αὐτῶν ὁ μὲν αὐτοκράτωρ ὅποιτέ τινα καὶ ὁπότε ἤθελεν ἔστελλε, καὶ πολλοὶ καὶ στρατηγοῦντες καὶ ὑπατεύοντες ἡγεμονίας ἐθνῶν ἔσχον, ὃ καὶ νῦν ἔστιν ὅτε γίγνεται ·
53.14.2τῇ δὲ δὴ βουλῇ ἰδίᾳ μὲν τοῖςτε ὑπατευκόσι τήντε Ἀφρικὴν καὶ τὴν Ἀσίαν καὶ τοῖς ἐστρατηγηκόσι τὰ λοιπὰ πάντα ἀπένειμε, κοινῇ δὲ δὴ πᾶσιν αὐτοῖς ἀπηγόρευσε μηδένα πρὸ πέντε ἐτῶν μετὰ τὸ ἐν τῇ πόλει ἄρξαι κληροῦσθαι.
53.14.3καὶ χρόνῳ μέν τινι πάντες οἱ τοιοῦτοι, εἰ καὶ πλείους τῶν ἐθνῶν ἦσαν, ἐλάγχανον αὐτά · ὕστερον δέ, ἐπειδή τινες αὐτῶν οὐ καλῶς ἦρχον, τῷ αὐτοκράτορι καὶ ἐκεῖνοι προσετέθησαν, καὶ οὕτω καὶ τούτοις αὐτὸς τρόπον τινὰ τὰς ἡγεμονίας δίδωσιν.
53.14.4ἰσαρίθμουςτε γὰρ τοῖς ἔθνεσι, καὶ οὓς ἄν ἐθελήσῃ, κληροῦσθαι κελεύει. αἱρετούςτέ τινες καὶ ἐκεῖσε ἔπεμψαν, καὶ ἐπὶ πλείω ἐνιαυτοῦ χρόνον ἔστιν οἷς ἄρξαι ἐπέτρεψαν · καί τινες καὶ ἱππεῦσιν ἀντὶ τῶν βουλευτῶν ἔθνη τινὰ προσέταξαν.
53.14.5ταῦτα μὲν οὕτω τότε περὶ τοὺς βουλευτὰς τούς γε καὶ θανατοῦν τοὺς ἀρχομένους ἐξουσίαν ἔχοντας ἐνομίσθη. πέμπονται γὰρ καὶ οἷς οὐκ ἔξεστι τοῦτο, ἐς μὲν τὰ τοῦ δήμου τῆςτε βουλῆς λεγόμενα ἔθνη οἵτε ταμιεύοντες, οὓς ἂν ὁ κλῆρος ἀποδείξῃ, καὶ οἱ παρεδρεύοντες τοῖς τὸ κῦρος τῆς ἀρχῆς ἔχουσιν.
53.14.6οὕτω γὰρ ἂν ὀρθῶς αὐτούς, οὐ πρὸς τὸ ὄνομα ἀλλὰ πρὸς τὴν πρᾶξιν, ὥσπερ εἶπον, καλέσαιμι, ἐπεὶ οἵ γε ἄλλοι πρεσβευτὰς καὶ τούτους ἑλληνίζοντες ὀνομάζουσι. καὶ περὶ μὲν τῆς ἐπικλήσεως ταύτης ἀρκούντως ἐν τοῖς ἄνω λόγοις εἴρηται, τοὺς δὲ δὴ παρέδρους αὐτὸς ἑαυτῷ ἕκαστος αἱρεῖται, ἕνα μὲν οἱ ἐστρατηγηκότες ἐκ τῶν ὁμοίων σφίσιν ἢ καὶ τῶν ὑποδεεστέρων, τρεῖς δὲ οἱ ὑπατευκότες καὶ ἐκ τῶν ὁμοτίμων, οὓς ἂν καὶ ὁ αὐτοκράτωρ δοκιμάσῃ.
53.14.7ἐκαινοτομήθη μὲν γάρ τι καὶ κατὰ τούτους, ἀλλ’ἐπειδὴ ταχὺ ἐπαύσατο, ἀρκέσει τότε αὐτὸ λεχθῆναι.
53.15.1περὶ μὲν οὖν τὰ τοῦ δήμου ἔθνη ταῦθ’οὕτω γίγνεται · πέμπονται δὲ καὶ ἐς τὰ ἕτερα, τὰ τοῦτε αὐτοκράτορος ὀνομαζόμενα καὶ πολιτικὰ στρατόπεδα πλείω ἑνὸς ἔχοντα, οἱ ὑπάρξοντές σφων, ὑπ’αὐτοῦ ἐκείνου τὸ μὲν πλεῖστον ἐκ τῶν ἐστρατηγηκότων ἤδη δὲ καὶ ἐκ τῶν τεταμιευκότων ἢ καὶ ἄλλην τινὰ ἀρχὴν τῶν διὰ μέσου ἀρξάντων αἱρούμενοι.
53.15.2τῶν μὲν δὴ οὖν βουλευόντων ταῦτα ἔχεται, ἐκ δὲ δὴ τῶν ἱππέων τούςτε χιλιάρχους, καὶ τοὺς βουλεύσοντας καὶ τοὺς λοιπούς, ὧν περὶ τῆς διαφορᾶς ἄων μοι τοῦ λόγου προείρηται, αὐτὸς ὁ αὐτοκράτωρ τοὺς μὲν ἐς τὰ πολιτικὰ τείχη μόνα τοὺς δὲ καὶ ἐς τὰ ξενικὰ ἀποστέλλει, ὥσπερ τότε πρὸς τοῦ Καίσαρος ἐνομίσθη ·
53.15.3καὶ τοὺς ἐπιτρόπους (οὕτω γὰρ τοὺς τάςτε κοινὰς προσόδους ἐκλέγοντας καὶ τὰ προστεταγμένα σφίσιν ἀναλίσκοντας ὀνομάζομεν) ἐς πάντα ὁμοίως τὰ ἔθνη, τάτε ἑαυτοῦ δὴ καὶ τὰ τοῦ δήμου, τοὺς μὲν ἐκ τῶν ἱππέων τοὺς δὲ καὶ ἐκ τῶν ἀπελευθέρων πέμπει, πλὴν καθ’ὅσον τοὺς φόρους οἱ ἀνθύπατοι παρ’ὧν ἄρχουσιν ἐσπράσσουσιν.
53.15.4ἐντολάςτέ τινας καὶ τοῖς ἐπιτρόποις καὶ τοῖς ἀνθυπάτοις τοῖςτε ἀντιστρατήγοις δίδωσιν, ὅπως ἐπὶ ῥητοῖς ἐξίωσιν. καὶ γὰρ τοῦτο καὶ τὸ μισθοφορὰν καὶ ἐκείνοις καὶ τοῖς ἄλλοις δίδοσθαι τότε ἐνομίσθη.
53.15.5τὸ μὲν γὰρ πάλαι ἐργολαβοῦντές τινες παρὰ τοῦ δημοσίου πάντα σφίσι τὰ πρὸς τὴν ἀρχὴν φέροντα παρεῖχον · ἐπὶ δὲ δὴ τοῦ Καίσαρος πρῶτον αὐτοὶ ἐκεῖνοι τακτόν τι λαμβάνειν ἤρξαντο. καὶ τοῦτο μὲν οὐκ ἐκ τοῦ ἴσου πᾶσί σφισιν, ἀλλ’ὥς που καὶ ἡ χρεία ἀπῄτει, ἐτάχθη · καὶ τοῖς γε ἐπιτρόποις καὶ αὐτὸ τὸ τοῦ ἀξιώματος ὄνομα ἀπὸ τοῦ ἀριθμοῦ τῶν διδομένων αὐτοῖς χρημάτων προσγίγνεται.
53.15.6ἐκεῖνα δὲ ἐπὶ πᾶσιν ὁμοίως ἐνομοθετήθη, μήτε καταλόγους σφᾶς ποιεῖσθαι, μήτ’ἀργύριον ἔξω τοῦ τεταγμένου ἐσπράσσειν, εἰ μὴ ἤτοι ἡ βουλὴ ψηφίσαιτο ἢ ὁ αὐτοκράτωρ κελεύσειεν · ὅταντέ τῳ ὁ διάδοχος ἔλθῃ, ἔκτε τοῦ ἔθνους αὐτίκα αὐτὸν ἐξορμᾶσθαι καὶ ἐν τῇ ἀνακομιδῇ μὴ ἐγχρονίζειν, ἀλλ’ἐντὸς τριῶν μηνῶν ἐπανιέναι.
53.16.1ταῦτα μὲν οὕτω τότε ὥς γε εἰπεῖν διετάχθη · τῷ γὰρ ἔργῳ καὶ πάντων καὶ διὰ παντὸς αὐτὸς ὁ Καῖσαρ, ἅτε καὶ τῶν χρημάτων κυριεύων (λόγῳ μὲν γὰρ τὰ δημόσια ἀπὸ τῶν ἐκείνου ἀπεκέκριτο, ἔργῳ δὲ καὶ ταῦτα πρὸς τὴν γνώμην αὐτοῦ ἀνηλίσκετο) καὶ τῶν στρατιωτῶν κρατῶν, αὐταρχήσειν ἔμελλε.
53.16.2τῆς γοῦν δεκαετίας ἐξελθούσης ἄλλα ἔτη πέντε, εἶτα πέντε, καὶ μετὰ τοῦτο δέκα καὶ ἕτερα αὖθις δέκα καὶ ἄλλα δέκα, πεμπτάκις αὐτῷ ἐψηφίσθη, ὥστε τῇ τῶν δεκετηρίδων διαδοχῇ διὰ βίου αὐτὸν μοναρχῆσαι.
53.16.3καὶ διὰ τοῦτο καὶ οἱ μετὰ ταῦτα αὐτοκράτορες, καίτοι μηκέτ’ἐς τακτὸν χρόνον ἀλλ’ἐς πάντα καθάπαξ τὸν βίον ἀποδεικνύμενοι, ὅμως διὰ τῶν δέκα ἀεὶ ἐτῶν ἑώρτασαν ὡς καὶ τὴν ἡγεμονίαν αὖθις τότε ἀνανεούμενοι · καὶ τοῦτο καὶ νῦν γίγνεται.
53.16.4ὁ δ’οὖν Καῖσαρ πολλὰ μὲν καὶ πρότερον, ὅτε τὰ περὶ τῆς ἐξωμοσίας τῆς μοναρχίας καὶ τὰ περὶ τῆς τῶν ἐθνῶν διανομῆς διελέχθη, ἔλαβε · καὶ γὰρ τότε τὰς δάφνας πρὸ τῶν βασιλείων αὐτοῦ προτίθεσθαι, καὶ τὸ τὸν στέφανον τὸν δρύινον ὑπὲρ αὐτῶν ἀρτᾶσθαι, τότε οἱ ὡς καὶ ἀεὶ τούςτε πολεμίους νικῶντι καὶ τοὺς πολίτας σώζοντι ἐψηφίσθη.
53.16.5(καλεῖται δὲ τὰ βασίλεια παλάτιον, οὐχ ὅτι καὶ ἔδοξέ ποτε οὕτως αὐτὰ ὀνομάζεσθαι, ἀλλ’ὅτι ἔντε τῷ Παλατίῳ ὁ Καῖσαρ ᾤκει καὶ ἐκεῖ τὸ στρατήγιον εἶχε, καί τινα καὶ πρὸς τὴν τοῦ Ῥωμύλου προενοίκησιν φήμην ἡ οἰκία αὐτοῦ ἀπὸ τοῦ παντὸς ὄρους ἔλαβε ·
53.16.6καὶ διὰ τοῦτο κα- κἂν ἄλλοθί που ὁ αὐτοκράτωρ καταλύῃ, τὴν τοῦ παλατίου ἐπίκλησιν ἡ καταγωγὴ αὐτοῦ ἴσχει). ἐπεὶ δὲ καὶ τῷ ἔργῳ αὐτὰ ἐπετέλεσεν, οὕτω δὴ καὶ τὸ τοῦ Αὐγούστου ὄνομα καὶ παρὰ τῆς βουλῆς καὶ παρὰ τοῦ δήμου ἐπέθετο.
53.16.7βουληθέντων γάρ σφων ἰδίως πως αὐτὸν προσειπεῖν, καὶ τῶν μὲν τὸ τῶν δὲ τὸ καὶ ἐσηγουμένων καὶ αἱρουμένων, ὁ Καῖσαρ ἐπεθύμει μὲν ἰσχυρῶς Ῥωμύλος ὀνομασθῆναι, αἰσθόμενος δὲ ὅτι ὑποπτεύεται ἐκ τούτου τῆς βασιλείας ἐπιθυμεῖν, οὐκέτ’αὐτοῦ ἀντεποιήσατο, ἀλλὰ Αὔγουστος ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀνθρώπους ὢν ἐπεκλήθη ·
53.16.8πάντα γὰρ τὰ ἐντιμότατα καὶ τὰ ἱερώτατα αὔγουστα προσαγορεύεται. ἐξ οὗπερ καὶ σεβαστὸν αὐτὸν καὶ ἑλληνίζοντές πως, ὥσπερ τινὰ σεπτόν, ἀπὸ τοῦ σεβάζεσθαι, προσεῖπον.
53.17.1οὕτω μὲν δὴ τότε τοῦ δήμου καὶ τὸ τῆς γερουσίας κράτος πᾶν ἐς τὸν Αὔγουστον μετέστη, καὶ ἀπ’αὐτοῦ καὶ ἀκριβὴς μοναρχία κατέστη · μοναρχία γάρ, εἰ καὶ τὰ μάλιστα καὶ δύο καὶ τρεῖς ἅμα τὸ κῦρός ποτε ἔσχον, ἀληθέστατα ἂν νομίζοιτο.
53.17.2τὸ μὲν γὰρ ὄνομα αὐτὸ τὸ μοναρχικὸν οὕτω δή τι οἱ Ῥωμαῖοι ἐμίσησαν ὥστε μήτε δικτάτορας μήτε βασιλέας μήτ’ἄλλο τι τοιουτότροπον τοὺς αὐτοκράτοράς σφων ὀνομάζειν · τοῦ δὲ δὴ τῆς πολιτείας τέλους ἐς αὐτοὺς ἀνακειμένου οὐκ ἔστιν ὅπως οὐ βασιλεύονται.
53.17.3αἱ μὲν γὰρ ἀρχαὶ αἱ ἐκ τῶν νόμων ὡς πλήθει γενόμεναι καὶ νῦν πλὴν τῆς τῶν τιμητῶν καθίστανται, διάγεται δὲ καὶ διοικεῖται πάντα ἁπλῶς ὅπως ἂν ὁ ἀεὶ κρατῶν ἐθελήσῃ. καὶ ἵνα γε μὴ ἐκ δυναστείας ἀλλ’ἐκ τῶν νόμων τοῦτ’ἔχειν δοκῶσι, πάνθ’ὅσα ἐν τῇ δημοκρατίᾳ μέγα παρ’ἑκοῦσί σφισιν ἴσχυσεν, αὐτοῖς τοῖς ὀνόμασι χωρὶς τοῦ τῆς δικτατορίας προσεποιήσαντο.
53.17.4ὕπατοίτε γὰρ πλειστάκις γίγνονται, καὶ ἀνθύπατοι ἀεί, ὁσάκις ἂν ἔξω τοῦ πωμηρίου ὦσιν, ὀνομάζονται · τήντε τοῦ αὐτοκράτορος πρόσρησιν διὰ παντὸς οὐ μόνον οἱ νικήσαντές τινας ἀλλὰ καὶ οἱ ἄλλοι πάντες, πρὸς δήλωσιν τῆς αὐτοτελοῦς σφων ἐξουσίας, ἀντὶ τῆς τοῦ βασιλέως τοῦτε δικτάτορος ἐπικλήσεως ἔχουσιν.
53.17.5αὐτὰς μὲν γὰρ ἐκείνας οὐ τίθενται, ἐπειδήπερ ἅπαξ ἐκ τῆς πολιτείας ἐξέπεσον, τὸ δὲ δὴ ἔργον αὐτῶν τῇ τοῦ αὐτοκράτορος προσηγορίᾳ βεβαιοῦνται. καὶ ἐκ μὲν τούτων τῶν ὀνομάτων καταλόγουςτε ποιεῖσθαι καὶ χρήματα ἀθροίζειν πολέμουςτε ἀναιρεῖσθαι καὶ εἰρήνην σπένδεσθαι, τοῦτε ξενικοῦ καὶ τοῦ πολιτικοῦ ἀεὶ καὶ πανταχοῦ ὁμοίως ἄρχειν, ὥστε καὶ ἐντὸς τοῦ πωμηρίου καὶ τοὺς ἱππέας καὶ τοὺς βουλευτὰς θανατοῦν δύνασθαι, τάτε ἄλλα ὅσα τοῖςτε ὑπάτοις καὶ τοῖς ἄλλοις τοῖς αὐταρχήσασί ποτε ποιεῖν ἐξῆν, λαμβάνουσιν ·
53.17.7ἐκ δὲ δὴ τοῦ τιμητεύειν τούςτε βίους καὶ τοὺς τρόπους ἡμῶν ἐξετάζουσι, καὶ ἀπογραφὰς ποιοῦνται καὶ τοὺς μὲν καταλέγουσι καὶ ἐς τὴν ἱππάδα καὶ ἐς τὸ βουλευτικόν, τοὺς δὲ καὶ ἀπαλείφουσιν, ὅπως ἂν αὐτοῖς δόξῃ.
53.17.8ἔκτε τοῦ ἐν πάσαις ταῖς ἱερωσύναις ἱερῶσθαι καὶ προσέτι καὶ τοῖς ἄλλοις τὰς πλείους σφῶν διδόναι, ἀρχιέρεώντέ τινα αὐτῶν, κα- κἂν δύο κα- κἂν τρεῖς ἅμα ἄρχωσιν, εἶναι, πάντων αὐτοὶ καὶ τῶν ὁσίων καὶ τῶν ἱερῶν κυριεύουσιν.
53.17.9ἥτε ἐξουσία ἡ δημαρχικὴ καλουμένη, ἣν οἱ πάνυ ποτὲ ἀνθήσαντες ἔσχον, δίδωσί σφισι τάτε ἐπιγιγνόμενα ὑφ’ἑτέρου τινός, ἂν μὴ συνεπαινῶσι, παύειν, καὶ μήθ’ὑβρίζεσθαι, κα- κἂν ἄρα τι καὶ τὸ βραχύτατον μὴ ὅτι ἔργῳ ἀλλὰ καὶ λόγῳ ἀδικεῖσθαι δόξωσι, καὶ ἄκριτον τὸν ποιήσαντα αὐτὸ ὡς καὶ ἐναγῆ ἀπολλύναι.
53.17.10δημαρχεῖν μὲν γάρ, ἅτε καὶ ἐς τοὺς εὐπατρίδας πάντως τελοῦντες, οὐχ ὅσιον νομίζουσιν εἶναι · τὴν δὲ δὴ δύναμιν τὴν τῶν δημάρχων πᾶσαν, ὅσηπερ τὰ μάλιστα ἐγένετο, προστίθενται, καὶ δι’αὐτῆς καὶ ἡ ἐξαρίθμησις τῶν ἐτῶν τῆς ἀρχῆς αὐτῶν, ὡς καὶ κατ’ἔτος αὐτὴν μετὰ τῶν ἀεὶ δημαρχούντων λαμβανόντων, προβαίνει.
53.17.11ταῦτα μὲν ἐκ τῆς δημοκρατίας, ὥς που καὶ ἕκαστα ἐνομίσθη, οὕτωτε καὶ διὰ τούτων τῶν ὀνομάτων εἰλήφασιν, ὅπως
53.18.1μηδὲν ἄνευ δόσεώς τινος ἔχειν δοκῶσιν · ἤδη δὲ καὶ ἕτερόν τι, ὃ μηδενὶ τῶν πάλαι Ῥωμαίων ἐς πάντα ἄντικρυς ἐδόθη, προσεκτήσαντο, ὑφ’οὗπερ καὶ μόνου καὶ ἐκεῖνα ἂν καὶ τα- τἆλλα αὐτοῖς πράττειν ἐξῆν. λέλυνται γὰρ δὴ τῶν νόμων, ὡς αὐτὰ τὰ Λατῖνα ῥήματα λέγει · τοῦτ’ἔστιν ἐλεύθεροι ἀπὸ πάσης ἀναγκαίας νομίσεώς εἰσι καὶ οὐδενὶ τῶν γεγραμμένων ἐνέχονται.
53.18.2καὶ οὕτως ἐκ τούτων τῶν δημοκρατικῶν ὀνομάτων πᾶσαν τὴν τῆς πολιτείας ἰσχὺν περιβέβληνται ὥστε καὶ τὰ τῶν βασιλέων, πλὴν τοῦ φορτικοῦ τῆς προσηγορίας αὐτῶν, ἔχειν. ἡ γὰρ δὴ τοῦ Καίσαρος ἥτε τοῦ Αὐγούστου πρόσρησις δύναμιν μὲν οὐδεμίαν αὐτοῖς οἰκείαν προστίθησι, δηλοῖ δ’ἄλλως τὸ μὲν τὴν τοῦ γένους σφῶν διαδοχήν, τὸ δὲ τὴν τοῦ ἀξιώματος λαμπρότητα.
53.18.3καὶ ἥ γε τοῦ πατρὸς ἐπωνυμία τάχα μὲν καὶ ἐξουσίαν τινὰ αὐτοῖς, ἥν ποτε οἱ πατέρες ἐπὶ τοὺς παῖδας ἔσχον, κατὰ πάντων ἡμῶν δίδωσιν, οὐ μέντοι καὶ ἐπὶ τοῦτο ἀρχὴν ἐγένετο ἀλλ’ἔςτε τιμὴν καὶ ἐς παραίνεσιν, ἵν’αὐτοίτε τοὺς ἀρχομένους ὡς καὶ παῖδας ἀγαπῷεν καὶ ἐκεῖνοί σφας ὡς καὶ πατέρας αἰδῶνται.
53.18.4τοσαῦταίτε καὶ τοιαῦται αἱ προσηγορίαι εἰσὶν αἷς οἱ τὸ κράτος ἔχοντες κατάτε τοὺς νόμους καὶ κατὰ τὸ ἤδη πάτριον νομίζουσι. καὶ νῦν μὲν πᾶσαι ἅμα αὐτοῖς ὡς τὸ πολύ, πλὴν τῆς τῶν τιμητῶν, δίδονται, τοῖς δὲ δὴ πάλαι κατὰ χρόνους ὡς ἕκασται ἐψηφίζοντο.
53.18.5τὴν γὰρ δὴ τιμητείαν ἔλαβον μέν τινες καὶ τῶν αὐτοκρατόρων κατὰ τὸ ἀρχαῖον, ἔλαβε δὲ καὶ Δομιτιανὸς διὰ βίου · οὐ μέντοι καὶ νῦν ἔτι τοῦτο γίγνεται · τὸ γὰρ ἔργον αὐτῆς ἔχοντες οὔτε αἱροῦνται ἐπ’αὐτήν, οὔτε τῇ προσκλήσει αὐτῆς πλὴν ἐν ταῖς ἀπογραφαῖς χρῶνται.
53.19.1ἡ μὲν οὖν πολιτεία οὕτω τότε πρόςτε τὸ βέλτιον καὶ πρὸς τὸ σωτηριωδέστερον μετεκοσμήθη · καὶ γάρ που καὶ παντάπασιν ἀδύνατον ἦν δημοκρατουμένους αὐτοὺς σωθῆναι. οὐ μέντοι καὶ ὁμοίως τοῖς πρόσθεν τὰ μετὰ ταῦτα πραχθέντα λεχθῆναι δύναται.
53.19.2πρότερον μὲν γὰρ ἔςτε τὴν βουλὴν καὶ ἐς τὸν δῆμον πάντα, καὶ εἰ πόρρω που συμβαίη, ἐσεφέρετο · καὶ διὰ τοῦτο πάντεςτε αὐτὰ ἐμάνθανον καὶ πολλοὶ συνέγραφον, κα- κἀκ τούτου καὶ ἡ ἀλήθεια αὐτῶν, εἰ καὶ τὰ μάλιστα καὶ φόβῳ τινὰ καὶ χάριτι φιλίᾳτε καὶ ἔχθρᾳ τισὶν ἐρρήθη, παρὰ γοῦν τοῖς ἄλλοις τοῖς τὰ αὐτὰ γράψασι τοῖςτε ὑπομνήμασι τοῖς δημοσίοις τρόπον τινὰ εὑρίσκετο.
53.19.3ἐκ δὲ δὴ τοῦ χρόνου ἐκείνου τὰ μὲν πλείω κρύφα καὶ δι’ἀπορρήτων γίγνεσθαι ἤρξατο, εἰ δέ πού τινα καὶ δημοσιευθείη, ἀλλὰ ἀνεξέλεγκτά γε ὄντα ἀπιστεῖται · καὶ γὰρ λέγεσθαι καὶ πράττεσθαι πάντα πρὸς τὰ τῶν ἀεὶ κρατούντων τῶντε παραδυναστευόντων σφίσι βουλήματα ὑποπτεύεται.
53.19.4καὶ κατὰ τοῦτο πολλὰ μὲν οὐ γιγνόμενα θρυλεῖται, πολλὰ δὲ καὶ πάνυ συμβαίνοντα ἀγνοεῖται, πάντα δὲ ὡς εἰπεῖν ἄλλως πως ἢ ὡς πράττεται διαθροεῖται. καὶ μέντοι καὶ τὸ τῆς ἀρχῆς μέγεθος τότε τῶν πραγμάτων πλῆθος δυσχερεστάτην τὴν ἀκρίβειαν αὐτῶν παρέχεται.
53.19.5ἔντε γὰρ τῇ Ῥώμῃ συχνὰ καὶ παρὰ τῷ ὑπηκόῳ αὐτῆς πολλά, πρόςτε τὸ πολέμιον ἀεὶ καὶ καθ’ἡμέραν ὡς εἰπεῖν γίγνεταί τι, περὶ ὧν τὸ μὲν σαφὲς οὐδεὶς ῥᾳδίως ἔξω τῶν πραττόντων αὐτὰ γιγνώσκει, πλεῖστοι δ’ὅσοι οὐ δ’ἀκούουσι τὴν ἀρχὴν ὅτι γέγονεν.
53.19.6ὅθενπερ καὶ ἐγὼ πάντα τὰ ἑξῆς, ὅσα γε καὶ ἀναγκαῖον ἔσται εἰπεῖν, ὥς που καὶ δεδήμωται φράσω, εἴτ’ὄντως οὕτως εἴτε καὶ ἑτέρως πως ἔχει. προσέσται μέντοι τι αὐτοῖς καὶ τῆς ἐμῆς δοξασίας, ἐς ὅσον ἐνδέχεται, ἐν οἷς ἄλλο τι μᾶλλον ἢ τὸ θρυλούμενον ἠδυνήθην ἐκ πολλῶν ὧν ἀνέγνων ἢ καὶ ἤκουσα ἢ καὶ εἶδον τεκμήρασθαι.
53.20.1Αὔγουστος μὲν δὴ ὁ Καῖσαρ, ὥσπερ εἶπον, ἐπωνομάσθη, καὶ αὐτῷ σημεῖον οὐ σμικρὸν εὐθὺς τότε τῆς νυκτὸς ἐπεγένετο · ὁ γὰρ Τίβερις πελαγίσας πᾶσαν τὴν ἐν τοῖς πεδίοις Ῥώμην κατέλαβεν ὥστε πλεῖσθαι, καὶ ἀπ’αὐτοῦ οἱ μάντεις ὅτιτε ἐπὶ μέγα αὐξήσοι καὶ ὅτι πᾶσαν τὴν πόλιν ὑποχειρίαν ἕξοι προέγνωσαν.
53.20.2χαριζομένων δ’αὐτῷ καθ’ὑπερβολὴν ἄλλων ἄλλα, Σέξτος τις Πακούουιος, ὡς δ’ἕτεροι λέγουσιν Ἀπούδιος, πάντας ἐξενίκησεν · ἐν γὰρ τῷ συνεδρίῳ ἑαυτόντέ οἱ τὸν τῶν Ἰβήρων τρόπον καθωσίωσε καὶ τοῖς ἄλλοις συνεβούλευε τοῦτο ποιῆσαι.
53.20.3ἐπειδήτε ὁ Αὔγουστος ἐμποδών οἱ ἐγένετο, πρόςτε τὸ πλῆθος τὸ προσεστὸς ἐξεπήδησεν (ἐδημάρχει γάρ) καὶ ἐκείνουςτε καὶ μετὰ ταῦτα καὶ τοὺς λοιπούς, κατάτε τὰς ὁδοὺς καὶ κατὰ τοὺς στενωποὺς περινοστήσας, καθιερῶσαί σφας τῷ Αὐγούστῳ κατηνάγκασεν ·
53.20.4ἀφ’οὗπερ καὶ νῦν προστρεπόμενοι τὸν κρατοῦντα λέγειν εἰώθαμεν ὅτι “σοι καθωσιώμεθα”. καὶ ὁ μὲν καὶ θῦσαι ἐπὶ τούτῳ πάντας ἐποίει. ἔντε τῷ ὁμίλῳ ποτὲ κληρονόμον ἔφη τὸν Αὔγουστον ἐξ ἴσου τῷ υἱεῖ καταλείψειν, οὐχ ὅτι τι εἶχεν, ἀλλ’ὅτι καὶ προσλαβεῖν ἠθέλησεν, ὃ καὶ
53.21.1ἐγένετο · Αὔγουστος δὲ τάτε ἄλλα τὰ τῇ ἀρχῇ προσήκοντα προθυμότερον, ὡς καὶ ἐθελοντὶ δὴ παρὰ πάντων αὐτὴν εἰληφώς, ἔπραττε, καὶ ἐνομοθέτει πολλά. οὐδὲν δὲ δέομαι καθ’ἕκαστον ἀκριβῶς ἐπεξιέναι, χωρὶς ἢ ὅσα τῇ συγγραφῇ πρόσφορά ἐστι.
53.21.2τὸ δ’αὐτὸ τοῦτο καὶ ἐν τοῖς ἔπειτα πραχθεῖσι ποιήσω, ἵνα μὴ καὶ δι’ὄχλου γένωμαι πάντα τὰ τοιαῦτα ἐπεσφέρων ἃ μη δ’αὐτοὶ οἱ πάνυ αὐτὰ μελετῶντες ἀκριβοῦσιν.
53.21.3οὐ μέντοι καὶ πάντα ἰδιογνωμονῶν ἐνομοθέτει, ἀλλ’ἔστι μὲν ἃ καὶ ἐς τὸ δημόσιον προεξετίθει, ὅπως, ἄν τι μὴ ἀρέσῃ τινά, προμαθὼν ἐπανορθώσῃ · προετρέπετότε γὰρ πάνθ’ὁντινοῦν συμβουλεύειν οἱ, εἴ τίς τι ἄμεινον αὐτῶν ἐπινοήσειεν, καὶ παρρησίαν σφίσι πολλὴν ἔνεμε, καί τινα καὶ μετέγραφε.
53.21.4τὸ δὲ δὴ πλεῖστον τούςτε ὑπάτους ἢ τὸν ὕπατον, ὁπότε καὶ αὐτὸς ὑπατεύοι, κα- κἀκ τῶν ἄλλων ἀρχόντων ἕνα παρ’ἑκάστων, ἔκτε τοῦ λοιποῦ τῶν βουλευτῶν πλήθους πεντεκαίδεκα τοὺς κλήρῳ λαχόντας, συμβούλους ἐς ἑξάμηνον παρελάμβανεν, ὥστε δι’αὐτῶν καὶ τοῖς ἄλλοις πᾶσι κοινοῦσθαι τρόπον τινὰ τὰ νομοθετούμενα νομίζεσθαι.
53.21.5ἐσέφερε μὲν γάρ τινα καὶ ἐς πᾶσαν τὴν γερουσίαν, βέλτιον μέντοι νομίζων εἶναι τὸ μετ’ὀλίγων καθ’ἡσυχίαν τάτε πλείω καὶ τὰ μείζω προσκοπεῖσθαι, τοῦτότε ἐποίει καὶ ἔστιν ὅτε καὶ ἐδίκαζε μετ’αὐτῶν.
53.21.6ἔκρινε μὲν γὰρ καὶ καθ’ἑαυτὴν ἡ βουλὴ πᾶσα ὡς καὶ πρότερον, καί τισι καὶ πρεσβείαις καὶ κηρυκείαις καὶ δήμων καὶ βασιλέων ἐχρημάτιζεν, ὅτε δῆμος ἐς τὰς ἀρχαιρεσίας καὶ τὸ πλῆθος αὖ συνελέγετο · οὐ μέντοι καὶ ἐπράττετό τι ὃ μὴ καὶ ἐκεῖνον ἤρεσκε.
53.21.7τοὺς γοῦν ἄρξοντας τοὺς μὲν αὐτὸς ἐκλεγόμενος προεβάλλετο, τοὺς δὲ καὶ ἐπὶ τῷ δήμῳ τῷτε ὁμίλῳ κατὰ τὸ ἀρχαῖον ποιούμενος ἐπεμελεῖτο ὅπως μήτ’ἀνεπιτήδειοι μήτ’ἐκ παρακελεύσεως ἢ καὶ δεκασμοῦ ἀποδεικνύωνται.
53.22.1τὸ μὲν οὖν σύμπαν οὕτω τὴν ἀρχὴν διῴκησε, λέξω δὲ καὶ καθ’ἕκαστον ὅσα ἀναγκαῖόν ἐστι μετὰ τῶν ὑπάτων, ἐφ’ὧν ἐγένετο, μνημονεύεσθαι. ἐν μὲν γὰρ τῷ προειρημένῳ ἔτει τὰς ὁδοὺς τὰς ἔξω τοῦ τείχους δυσπορεύτους ὑπ’ἀμελείας ὁρῶν οὔσας τὰς μὲν ἄλλας ἄλλοις τισὶ τῶν βουλευτῶν ἐπισκευάσαι τοῖς οἰκείοις τέλεσι προσέταξε, τῆς δὲ δὴ Φλαμινίας αὐτός, ἐπειδήπερ ἐκστρατεύσειν δι’αὐτῆς ἤμελλεν, ἐπεμελήθη.
53.22.2καὶ ἡ μὲν εὐθὺς τότε ἐγένετο, καὶ διὰ τοῦτο καὶ εἰκόνες αὐτῷ ἐφ’ἁψίδων ἔντε τῇ τοῦ Τιβέριδος γεφύρᾳ καὶ ἐν Ἀριμίνῳ ἐποιήθησαν · αἱ δ’ἄλλαι ὕστερον, εἴτ’οὖν πρὸς τοῦ δημοσίου, ἐπειδὴ μηδεὶς τῶν βουλευτῶν ἡδέως ἀνήλισκεν, εἴτε καὶ πρὸς τοῦ Αὐγούστου τις εἰπεῖν ἐθέλει, ἐπεσκευάσθησαν.
53.22.3οὐ γὰρ δύναμαι διακρῖναι τοὺς θησαυροὺς αὐτῶν, οὐ δ’εἰ τὰ μάλιστα ὁ Αὔγουστος καὶ ἀνδριάντας τινὰς ἑαυτοῦ ἀργυροῦς, πρόςτε τῶν φίλων καὶ πρὸς δήμων τινῶν γεγονότας, ἐς νόμισμα κατέκοψε τοῦ δὴ καὶ οἴκοθεν πάνθ’ὅσα γε καὶ ἔλεγε δαπανᾶν δοκεῖν ·
53.22.4καὶ διὰ τοῦτο οὔτ’εἴ ποτε ἐκ τῶν δημοσίων τι χρημάτων ὁ ἀεὶ κρατῶν ἔλαβεν, οὔτ’εἴ ποτε αὐτὸς ἔδωκε, γνώμην ἔχω συγγράψαι. πολλάκιςτε γὰρ ἑκάτερον αὐτῶν ἐγένετο, καὶ τί ἄν τις ἐς δανείσματα ἢ καὶ δωρεὰς τὰ τοιαῦτα καταλέγοι, ὁπότε καὶ τούτοις καὶ ἐκείνοις καὶ ὁ δῆμος καὶ ὁ αὐτοκράτωρ ἐπίκοινον ἀεὶ χρῶνται;
53.22.5τότε μὲν δὴ ταῦτα ὁ Αὔγουστος ἔπραξε, καὶ ἐξώρμησε μὲν ὡς καὶ ἐς τὴν Βρεττανίαν στρατεύσων, ἐς δὲ δὴ τὰς Γαλατίας ἐλθὼν ἐνταῦθα ἐνδιέτριψεν · ἐκεῖνοίτε γὰρ ἐπικηρυκεύσεσθαί οἱ ἐδόκουν, καὶ τὰ τούτων ἀκατάστατα ἔτι, ἅτε τῶν ἐμφυλίων πολέμων εὐθὺς ἐπὶ τῇ ἁλώσει σφῶν ἐπιγενομένων, ἦν. καὶ αὐτῶν καὶ ἀπογραφὰς ἐποιήσατο καὶ τὸν βίον τήντε πολιτείαν διεκόσμησε. κα- κἀντεῦθεν ἔςτε τὴν Ἰβηρίαν ἀφίκετο, καὶ κατεστήσατο καὶ ἐκείνην.
53.23.1μετὰ δὲ δὴ τοῦτο αὐτόςτε τὸ ὄγδοον σὺν τῷ Ταύρῳ τῷ Στατιλίῳ ὑπάτευσε, καὶ ὁ Ἀγρίππας τὰ Σέπτα ὠνομασμένα καθιέρωσεν ·
53.23.2ὁδὸν μὲν γὰρ οὐδεμίαν ἐπισκευάσειν ὑπέσχετο, ταῦτα δὲ ἐν τῷ Ἀρείῳ πεδίῳ στοαῖς πέριξ ὑπὸ τοῦ Λεπίδου πρὸς τὰς φυλετικὰς ἀρχαιρεσίας συνῳκοδομημένα καὶ πλαξὶ λιθίναις καὶ ζωγραφήμασιν ἐπεκόσμησεν, Ἰούλια αὐτὰ ἀπὸ τοῦ Αὐγούστου προσαγορεύσας.
53.23.3καὶ ὁ μὲν οὐχ ὅπως φθόνον τινὰ ἐπ’αὐτοῖς ὠφλίσκανεν, ἀλλὰ καὶ πάνυ καὶ πρὸς αὐτοῦ ἐκείνου καὶ πρὸς τῶν ἄλλων ἁπάντων ἐτιμᾶτο (αἴτιον δὲ ὅτι τὰ φιλανθρωπότατα καὶ τὰ εὐκλεέστατα τάτε συμφορώτατα καὶ συμβουλεύων οἱ καὶ συμπράττων οὐ δ’ἐπὶ βραχὺ τῆς δόξης αὐτῶν ἀντεποιεῖτο, ταῖςτε παρ’αὐτοῦ τιμαῖς οὔτε ἐς πλεονεξίαν οὔτε ἐς ἀπόλαυσιν ἰδίαν ἐχρῆτο, ἀλλ’ἔςτε τὸ αὐτῷ ἐκείνῳ καὶ ἐς τὸ τῷ δημοσίῳ συμφέρον), ὁ δὲ δὴ Γάλλος Κορνήλιος καὶ ἐξύβρισεν ὑπὸ τῆς τιμῆς.
53.23.5πολλὰ μὲν γὰρ καὶ μάταια ἐς τὸν Αὔγουστον ἀπελήρει, πολλὰ δὲ καὶ ἐπαίτια παρέπραττε · καὶ γὰρ καὶ εἰκόνας ἑαυτοῦ ἐν ὅλῃ ὡς εἰπεῖν τῇ Αἰγύπτῳ ἔστησε, καὶ τὰ ἔργα ὅσα ἐπεποιήκει ἐς τὰς πυραμίδας ἐσέγραψε.
53.23.6κατηγορήθητε οὖν ἐπ’αὐτοῖς ὑπὸ Οὐαλερίου Λάργου, ἑταίρουτέ οἱ καὶ συμβιωτοῦ ὄντος, καὶ ἠτιμώθη ὑπὸ τοῦ Αὐγούστου, ὥστε καὶ ἐν τοῖς ἔθνεσιν αὐτοῦ κωλυθῆναι διαιτᾶσθαι. γενομένου δὲ τούτου καὶ ἄλλοι αὐτῷ συχνοὶ ἐπέθεντο καὶ γραφὰς κατ’αὐτοῦ πολλὰς ἀπήνεγκαν, καὶ ἡ γερουσία ἅπασα ἁλῶναίτε αὐτὸν ἐν τοῖς δικαστηρίοις καὶ φυγεῖν τῆς οὐσίας στερηθέντα, καὶ ταύτηντε τῷ Αὐγούστῳ δοθῆναι καὶ ἑαυτοὺς βουθυτῆσαι ἐψηφίσατο.
53.23.7καὶ ὁ μὲν περιαλγήσας ἐπὶ τούτοις ἑαυτὸν προκατεχρήσατο,
53.24.1τὸ δὲ δὴ τῶν πολλῶν κίβδηλον καὶ ἐκ τούτου διηλέγχθη ὅτι ἐκεῖνόντε, ὃν τέως ἐκολάκευον, οὕτω τότε διέθηκαν ὥστε καὶ αὐτοχειρίᾳ ἀποθανεῖν ἀναγκάσαι, καὶ πρὸς τὸν Λάργον ἀπέκλιναν, ἐπειδήπερ αὔξειν ἤρχετο, μέλλοντές που καὶ κατὰ τούτου τὰ αὐτά, ἄν γέ τι τοιοῦτόν οἱ συμβῇ, ψηφιεῖσθαι.
53.24.2ὁ μέντοι Προκουλέιος οὕτω πρὸς αὐτὸν ἔσχεν ὥστ’ἀπαντήσας ποτὲ αὐτῷ τήντε ῥῖνα καὶ τὸ στόμα τὸ ἑαυτοῦ τῇ χειρὶ ἐπισχεῖν, ἐνδεικνύμενος τοῖς συνοῦσιν ὅτι μη δ’ἀναπνεῦσαί τινι παρόντος αὐτοῦ ἀσφάλεια εἴη.
53.24.3ἄλλοςτέ τις προσῆλθέτε αὐτῷ, καίπερ ἀγνὼς ὤν, μετὰ μαρτύρων, καὶ ἐπήρετο εἰ γνωρίζοι ἑαυτόν, ἐπειδήτε ἐξηρνήσατο, ἐς γραμματεῖον τὴν ἄρνησιν αὐτοῦ ἐσέγραψεν, ὥσπερ οὐκ ἐξὸν τῷ κακῷ καὶ ὃν οὐκ ᾔδει πρότερον συκοφαντῆσαι.
53.24.4οὕτω δ’οὖν οἱ πολλοὶ τὰ ἔργα τινῶν, κα- κἂν πονηρὰ ᾖ, μᾶλλον ζηλοῦσιν ἢ τὰ παθήματα φυλάσσονται, ὥστε καὶ τότε Μᾶρκος Ἐγνάτιος Ῥοῦφος ἀγορανομήσας, καὶ ἄλλατε πολλὰ καλῶς πράξας καὶ ταῖς οἰκίαις ταῖς ἐν τῷ ἔτει ἐκείνῳ ἐμπρησθείσαις ἐπικουρίαν μετὰ τῶν ἑαυτοῦ δούλων καὶ μεθ’ἑτέρων τινῶν μισθωτῶν ποιησάμενος, καὶ διὰ τοῦτο τάτε ἀναλώματα τὰ τῇ ἀρχῇ αὐτοῦ προσήκοντα παρὰ τοῦ δήμου λαβὼν καὶ στρατηγὸς παρανόμως ἀποδειχθείς, ἐπήρθητε ὑπ’αὐτῶν τούτων καὶ τὸν Αὔγουστον ὑπερεφρόνησεν, ὥστε καὶ προγράψαι ὅτι ἄθραυστον καὶ ὁλόκληρον τῷ διαδόχῳ τὴν πόλιν παρέδωκεν.
53.24.6ἐπ’οὖν τούτῳ οἵτε ἄλλοι πάντες οἱ πρῶτοι καὶ αὐτὸς ὅτι μάλιστα ὁ Αὔγουστος ὀργὴν ἔσχε, καὶ ἐκεῖνον μὲν ἐκδιδάξειν οὐκ ἐς μακρὰν ἔμελλε τὸ μὴ ὑπὲρ τοὺς πολλοὺς φρονεῖν, τοῖς δ’ἀγορανόμοις παραχρῆμα ἐπιμελεῖσθαίτε ὅπως μηδὲν ἐμπίμπρηται, κα- κἂν ἄρα τι τοιοῦτο συμβῇ, κατασβεννύναι τὸ πῦρ προσέταξε.
53.25.1κα- κἀν τῷ αὐτῷ ἔτει τούτῳ ὅτε Πολέμων ὁ ἐν τῷ Πόντῳ βασιλεύων ἔςτε τοὺς φίλους καὶ ἐς τοὺς συμμάχους τοῦ δήμου ἀνεγράφη, καὶ προεδρία τοῖς βουλευταῖς ἐν πάσῃ τῇ ἀρχῇ αὐτοῦ ἐς πάντα τὰ θέατρα ἐδόθη ·
53.25.2τόντε Αὔγουστον ἐς τὴν Βρεττανίαν, ἐπειδὴ μὴ ἠθέλησαν ὁμολογῆσαι, στρατευσείοντα κατέσχον οἵτε Σάλασσοι ἐπαναστάντες αὐτῷ καὶ οἱ Κάνταβροι οἵτε Ἄστυρες πολεμωθέντες. οἰκοῦσι δὲ ἐκεῖνοι μὲν ὑπὸ τὰς Ἄλπεις, ὥσπερ εἴρηταί μοι, οὗτοι δὲ ἑκάτεροι τοῦτε Πυρηναίου τοῦ πρὸς τῇ Ἰβηρίᾳ τὸ καρτερώτατον καὶ τὴν πεδιάδα τὴν ὑπ’αὐτοῦ οὖσαν.
53.25.3δι’οὖν ταῦτα ὁ Αὔγουστος (ἤδη δὲ ἔνατον μετὰ Μάρκου Σιλανοῦ ὑπάτευεν) ἐπὶ μὲν τοὺς Σαλάσσους Τερέντιον Οὐάρρωνα ἔπεμψε. καὶ ὃς πολλαχῇ ἅμα, ὅπως μὴ συστραφέντες δυσχειρωτότεροι γένωνται, ἐμβαλὼν ῥᾷστάτε αὐτούς, ἅτε καὶ κατ’ὀλίγους προσπίπτοντάς σφισιν, ἐνίκησε, καὶ συμβῆναι καταναγκάσας ἀργύριόντέ τι ῥητόν, ὡς καὶ μηδὲν δεινὸν ἄλλο δράσων, ᾔτησε, κα- κἀκ τούτου πανταχῇ πρὸς τὴν ἔσπραξιν δῆθεν αὐτοῦ στρατιώτας διαπέμψας συνέλαβέτε τοὺς ἐν τῇ ἡλικίᾳ καὶ ἀπέδοτο, ἐφ’ᾧ μηδείς σφων ἐντὸς εἴκοσιν ἐτῶν ἐλευθερωθείη.
53.25.5καὶ αὐτῶν ἡ ἀρίστη τῆς γῆς τῶντε δορυφόρων τισὶν ἐδόθη, καὶ πόλιν τὴν Αὔγουσταν πραιτωριανῶν ὠνομασμένην ἔσχεν. αὐτὸς δὲ ὁ Αὔγουστος πρόςτε τοὺς Ἄστυρας καὶ πρὸς τοὺς Καντάβρους ἅμα ἐπολέμησε, καὶ ἐπειδὴ μήτε προσεχώρουν οἱ ἅτε ἐπὶ τοῖς ἐρυμνοῖς ἐπαιρόμενοι, μήτε ἐς χεῖρας διάτε τὸ τῷ πλήθει ἐλαττοῦσθαι καὶ διὰ τὸ ἀκοντιστὰς τὸ πλεῖστον εἶναι ᾖσαν, καὶ προσέτι καὶ πράγματα αὐτῷ πολλά, εἴ που κινηθείη, τάτε ὑπερδέξια ἀεὶ προκαταλαμβάνοντες καὶ ἐν τοῖς κοίλοις τοῖςτε ὑλώδεσιν ἐνεδρεύοντες παρεῖχον, ἐν ἀπόρῳ παντάπασιν ἐγένετο.
53.25.7καὶ ὁ μὲν ἔκτε τοῦ καμάτου καὶ ἐκ τῶν φροντίδων νοσήσας ἐς Ταρράκωνα ἀνεχώρησε καὶ ἐκεῖ ἠρρώστει · Γάιος δὲ Ἀντίστιος προσεπολέμησέτε αὐτοῖς ἐν τούτῳ καὶ συχνὰ κατειργάσατο, οὐχ ὅτι καὶ ἀμείνων τοῦ Αὐγούστου στρατηγὸς ἦν, ἀλλ’ὅτι καταφρονήσαντες αὐτοῦ οἱ βάρβαροι ὁμόσετε τοῖς Ῥωμαίοις ἐχώρησαν καὶ ἐνικήθησαν.
53.25.8καὶ οὕτως ἐκεῖνόςτέ τινα ἔλαβε, καὶ Τίτος μετὰ ταῦτα Καρίσιος τήντε Λαγκίαν τὸ μέγιστον τῶν Ἀστύρων πόλισμα ἐκλειφθὲν εἷλε καὶ ἄλλα πολλὰ παρεστήσατο.
53.26.1παυσαμένου δὲ τοῦ πολέμου τούτου ὁ Αὔγουστος τοὺς μὲν ἀφηλικεστέρους τῶν στρατιωτῶν ἀφῆκε, καὶ πόλιν αὐτοῖς ἐν Λυσιτανίᾳ τὴν Αὔγουσταν Ἠμέριταν καλουμένην κτίσαι ἔδωκε, τοῖς δὲ τὴν στρατεύσιμον ἡλικίαν ἔτ’ἔχουσι θέας τινὰ διάτε τοῦ Μαρκέλλου καὶ διὰ τοῦ Τιβερίου ὡς καὶ ἀγορανομούντων ἐν αὐτοῖς τοῖς στρατοπέδοις ἐποίησε.
53.26.2καὶ τῷ μὲν Ἰούβᾳ τῆςτε Γαιτουλίας τινὰ ἀντὶ τῆς πατρῴας ἀρχῆς, ἐπείπερ ἐς τὸν τῶν Ῥωμαίων κόσμον οἱ πλείους αὐτῶν ἐσεγεγράφατο, καὶ τὰ τοῦ Βόκχου τοῦτε Βογούου ἔδωκε ·
53.26.3τοῦ δ’Ἀμύντου τελευτήσαντος οὐ τοῖς παισὶν αὐτοῦ τὴν ἀρχὴν ἐπέτρεψεν, ἀλλ’ἐς τὴν ὑπήκοον ἐσήγαγε, καὶ οὕτω καὶ ἡ Γαλατία μετὰ τῆς Λυκαονίας Ῥωμαῖον ἄρχοντα ἔσχε, τάτε χωρία τὰ ἐκ τῆς Παμφυλίας πρότερον τῷ Ἀμύντᾳ προσνεμηθέντα τῷ ἰδίῳ νομῷ ἀπεδόθη.
53.26.4ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον Μᾶρκος Οὐινίκιος Κελτῶν τινας μετελθών, ὅτι Ῥωμαίους ἄνδρας ἐς τὴν χώραν σφῶν κατὰ τὴν ἐπιμιξίαν ἐσελθόντας συλλαβόντες ἔφθειραν, τὸ ὄνομα καὶ αὐτὸς τὸ τοῦ αὐτοκράτορος τῷ Αὐγούστῳ ἔδωκε.
53.26.5καὶ ἐψηφίσθη μέν που καὶ τὰ ἐπινίκια αὐτῷ καὶ ἐπὶ τούτοις καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς τότε γενομένοις · ἐπεὶ δ’οὐκ ἠθέλησεν αὐτὰ πέμψαι, ἁψίςτε ἐν ταῖς Ἄλπεσι τροπαιοφόρος οἱ ᾠκοδομήθη, καὶ ἐξουσία ἐδόθη τοῦ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ καὶ τῷ στεφάνῳ καὶ τῇ ἐσθῆτι τῇ νικητηρίᾳ ἀεὶ χρῆσθαι. Αὔγουστος μὲν ταῦτάτε ἐν τοῖς πολέμοις ἔπραξε, καὶ τὸ τοῦ Ἰανοῦ τεμένισμα ἀνοιχθὲν δι’
53.27.1αὐτοὺς ἔκλεισεν, Ἀγρίππας δὲ ἐν τούτῳ τὸ ἄστυ τοῖς ἰδίοις τέλεσιν ἐπεκόσμησε. τοῦτο μὲν γὰρ τὴν στοὰν τὴν τοῦ Ποσειδῶνος ὠνομασμένην καὶ ἐξῳκοδόμησεν ἐπὶ ταῖς ναυκρατίαις καὶ τῇ τῶν Ἀργοναυτῶν γραφῇ ἐπελάμπρυνε, τοῦτο δὲ τὸ πυριατήριον τὸ Λακωνικὸν κατεσκεύασε · Λακωνικὸν γὰρ τὸ γυμνάσιον, ἐπειδήπερ οἱ Λακεδαιμόνιοι γυμνοῦσθαίτε ἐν τῷ τότε χρόνῳ καὶ λίπα ἀσκεῖν μάλιστα ἐδόκουν, ἐπεκάλεσε.
53.27.2τότε Πάνθειον ὠνομασμένον ἐξετέλεσε · προσαγορεύεται δὲ οὕτω τάχα μὲν ὅτι πολλῶν θεῶν εἰκόνας ἐν τοῖς ἀγάλμασι, τῷτε τοῦ Ἄρεως καὶ τῷ τῆς Ἀφροδίτης, ἔλαβεν, ὡς δὲ ἐγὼ νομίζω, ὅτι θολοειδὲς ὂν τῷ οὐρανῷ προσέοικεν.
53.27.3ἠβουλήθη μὲν οὖν ὁ Ἀγρίππας καὶ τὸν Αὔγουστον ἐνταῦθα ἱδρῦσαι, τήντε τοῦ ἔργου ἐπίκλησιν αὐτῷ δοῦναι · μὴ δεξαμένου δὲ αὐτοῦ μηδέτερον ἐκεῖ μὲν τοῦ προτέρου Καίσαρος, ἐν δὲ τῷ προνάῳ τοῦτε Αὐγούστου καὶ ἑαυτοῦ ἀνδριάντας ἔστησε.
53.27.4καὶ ἐγίγνετο γὰρ ταῦτα οὐκ ἐξ ἀντιπάλου τῷ Ἀγρίππᾳ πρὸς τὸν Αὔγουστον φιλοτιμίας, ἀλλ’ἔκτε τῆς πρὸς ἐκεῖνον λιπαροῦς εὐνοίας καὶ ἐκ τῆς πρὸς τὸ δημόσιον ἐνδελεχοῦς σπουδῆς, οὐ μόνον οὐδὲν αὐτὸν ἐπ’αὐτοῖς ὁ Αὔγουστος ᾐτιάσατο, ἀλλὰ καὶ ἐπὶ πλεῖον ἐτίμησε.
53.27.5τούςτε γὰρ γάμους τῆςτε θυγατρὸς τῆς Ἰουλίας καὶ τοῦ ἀδελφιδοῦ τοῦ Μαρκέλλου μὴ δυνηθεὶς ὑπὸ τῆς νόσου ἐν τῇ Ῥώμῃ τότε ποιῆσαι δι’ἐκείνου καὶ ἀπὼν ἑώρτασε · καὶ ἐπειδὴ ἡ οἰκία ἡ ἐν τῷ Παλατίῳ ὄρει, ἡ πρότερον μὲν τοῦ Ἀντωνίου γενομένη ὕστερον δὲ τῷτε Ἀγρίππᾳ καὶ τῷ Μεσσάλᾳ δοθεῖσα, κατεφλέχθη, τῷ μὲν Μεσσάλᾳ ἀργύριον ἐχαρίσατο, τὸν δὲ Ἀγρίππαν σύνοικον ἐποιήσατο.
53.27.6οὗτόςτε οὖν ἐκ τούτων οὐκ ἀπεικότως ἐγαυροῦτο, καί τις Γάιος Θοράνιος αἰτίαν ἀγαθὴν ἔσχεν, ὅτι δημαρχῶν τὸν πατέρα, καίπερ ἐξελεύθερόν τινος ὄντα, ἔςτε τὸ θέατρον ἐσήγαγε καὶ ἐν τῷ δημαρχικῷ βάθρῳ παρεκαθίσατο. Πούπλιόςτε Σερουίλιος ὄνομα καὶ αὐτὸς ἔλαβεν, ὅτι στρατηγῶν ἄρκτουςτε τριακοσίας καὶ Λιβυκὰ ἕτερα θηρία ἴσα ἐν πανηγύρει τινὶ ἀπέκτεινεν.
53.28.1ἐκ δὲ τούτου δέκατον ὁ Αὔγουστος μετὰ Γαΐου Νωρβανοῦ ἦρξε, καὶ ἔντε τῇ νουμηνίᾳ ὅρκους ἡ βουλὴ βεβαιοῦσα τὰς πράξεις αὐτοῦ ἐποιήσατο, καὶ ἐπειδὴ πλησιάζειντε ἤδη τῇ πόλει ἠγγέλθη (ὑπὸ γὰρ τῆς ἀρρωστίας ἐχρόνισε) καὶ τῷ δήμῳ καθ’ἑκατὸν δραχμὰς δώσειν ὑπέσχετο, τότε γράμμα τὸ περὶ αὐτῶν ἀπηγόρευσε μὴ πρότερον ἐκτεθῆναι πρὶν ἂν καὶ ἐκείνῃ συνδόξῃ, πάσης αὐτὸν τῆς τῶν νόμων ἀνάγκης ἀπήλλαξαν, ἵν’, ὥσπερ εἴρηταί μοι, καὶ αὐτοτελὴς ὄντως καὶ αὐτοκράτωρ καὶ ἑαυτοῦ καὶ τῶν νόμων πάντατε ὅσα βούλοιτο ποιοίη καὶ πάνθ’ὅσα ἀβουλοίη μὴ πράττῃ.
53.28.3ταῦτα μὲν ἀποδημοῦντι ἔτ’αὐτῷ ἐψηφίσθη, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην ἄλλα τινὰ ἐπίτε τῇ σωτηρίᾳ καὶ ἐπὶ τῇ ἀνακομιδῇ αὐτοῦ ἐγένετο. τῷτε Μαρκέλλῳ βουλεύειντε ἐν τοῖς ἐστρατηγηκόσι καὶ τὴν ὑπατείαν δέκα θᾶττον ἔτεσιν ἤπερ ἐνενόμιστο αἰτῆσαι, καὶ τῷ Τιβερίῳ πέντε πρὸ ἑκάστης ἀρχῆς ἔτεσι τὸ αὐτὸ τοῦτο ποιῆσαι ἐδόθη ·
53.28.4καὶ παραχρῆμά γε οὗτος μὲν ταμίας ἐκεῖνος δὲ ἀγορανόμος ἀπεδείχθησαν. τῶντε ταμιευσόντων ἐν τοῖς ἔθνεσιν ἐπιλειπόντων ἐκληρώθησαν ἐς αὐτὰ πάντες οἱ μέχρι δέκα ἄνω ἐτῶν ἄνευ τοῦ ἔργου τούτου τεταμιευκότες.
53.29.1ἐν μὲν οὖν τῇ πόλει ταῦτα τότε ἄξια μνήμης ἐγένετο · οἱ δὲ δὴ Κάνταβροι οἵτε Ἄστυρες, ὡς τάχιστα ὁ Αὔγουστος ἐκ τῆς Ἰβηρίας, Λούκιον Αἰμίλιον ἄρχοντα αὐτῆς καταλιπών, ἀπηλλάγη, ἐπανέστησαν, καὶ πέμψαντες πρὸς τὸν Αἰμίλιον, πρὶν καὶ ὁτιοῦν ἐκφῆναί οἱ, σῖτόντε καὶ ἄλλα τινὰ χαρίσασθαι τῷ στρατεύματι βούλεσθαι ἔφασαν, κα- κἀκ τούτου στρατιώτας συχνοὺς ὡς καὶ κομιοῦντας αὐτὰ λαβόντες ἔςτε χωρία αὐτοὺς ἐπιτήδειά σφισιν ἐσήγαγον καὶ κατεφόνευσαν.
53.29.2οὐ μέντοι καὶ ἐπὶ πολὺ ἥσθησαν · τῆςτε γὰρ χώρας αὐτῶν δῃωθείσης καὶ τειχῶν τινων καυθέντων, τότε μέγιστον τῶν χειρῶν τοῖς ἀεὶ ἁλισκομένοις ἀποκοπτομένων, ταχέως ἐχειρώθησαν.
53.29.3ἐν ᾧ δὲ ταῦτ’ἐγίγνετο, καὶ ἄλλη τις στρατεία καινὴ ἀρχήντε ἅμα καὶ τέλος ἔσχεν · ἐπὶ γὰρ Ἀραβίαν τὴν εὐδαίμονα καλουμένην, ἧς Σαβὼς ἐβασίλευεν, Αἴλιος Γάλλος ὁ τῆς Αἰγύπτου ἄρχων ἐπεστράτευσε.
53.29.4καὶ ἐς μὲν ὄψιν οὐδεὶς αὐτῷ τήν γε πρώτην ἦλθεν, οὐ μὴν καὶ ἀπόνως προεχώρει · ἥτε γὰρ ἐρημία καὶ ὁ ἥλιος τάτε ὕδατα φύσιν τινὰ ἄτοπον ἔχοντα πάνυ αὐτοὺς ἐταλαιπώρησεν, ὥστε τὸ πλεῖον τοῦ στρατοῦ φθαρῆναι.
53.29.5τὸ δὲ δὴ νόσημα οὐδενὶ τῶν συνήθων ὅμοιον ἐγίγνετο, ἀλλ’ἐς τὴν κεφαλὴν ἐνσκῆψαν ἐξήραινεν αὐτήν, καὶ τοὺς μὲν πολλοὺς αὐτίκα ἀπώλλυε, τῶν δὲ δὴ περιγιγνομένων ἔςτε τὰ σκέλη κατῄει, πᾶν τὸ μεταξὺ τοῦ σώματος ὑπερβάν, καὶ ἐκεῖνα ἐλυμαίνετο, ἴαμάτε αὐτοῦ οὐδὲν ἦν χωρὶς ἢ εἴ τις ἔλαιον οἴνῳ μεμιγμένον καὶ ἔπιε καὶ ἠλείψατο.
53.29.6ὅπερ που πάνυ ὀλίγοις σφῶν ὑπῆρξε ποιῆσαι · οὔτε γὰρ ἡ χώρα οὐδέτερον αὐτῶν φέρει οὔτε ἐκεῖνοι ἄφθονα αὐτὰ προπαρεσκευάδατο. κα- κἀν τῷ πόνῳ τούτῳ καὶ οἱ βάρβαροί σφισι προσεπέθεντο.
53.29.7τέως μὲν γὰρ ἥττους, ὁπότε γε καὶ προσμίξειαν αὐτοῖς, ἐγίγνοντο, καί τινα καὶ χωρία ἀπέβαλλον · τότε δὲ συμμάχῳ τῇ νόσῳ αὐτῶν χρησάμενοι τάτε σφέτερα ἐκομίσαντο καὶ ἐκείνων τοὺς περιλειφθέντας ἐξήλασαν ἐκ τῆς χώρας.
53.29.8πρῶτοι μὲν δὴ Ῥωμαίων οὗτοι, νομίζω δ’ὅτι καὶ μόνοι, τοσοῦτον ἐπὶ πολέμῳ τῆς Ἀραβίας ταύτης ἐπῆλθον · μέχρι γὰρ τῶν Ἀθλούλων καλουμένων, χωρίου τινὸς ἐπιφανοῦς, ἐχώρησαν.
53.30.1ὁ δ’Αὔγουστος ἑνδέκατον μετὰ Καλπουρνίου Πίσωνος ἄρξας ἠρρώστησεν αὖθις, ὥστε μηδεμίαν ἐλπίδα σωτηρίας σχεῖν · πάντα γοῦν ὡς καὶ τελευτήσων διέθετο, καὶ τάςτε ἀρχὰς τούςτε ἄλλους τοὺς πρώτους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἀθροίσας διάδοχον μὲν οὐδένα ἀπέδειξε, καίτοι τὸν Μάρκελλον πάντων προκριθήσεσθαι ἐς τοῦτο προσδοκώντων, διαλεχθεὶς δέ τινα αὐτοῖς περὶ τῶν δημοσίων πραγμάτων τῷ μὲν Πίσωνι τάςτε δυνάμεις καὶ τὰς προσόδους τὰς κοινὰς ἐς βιβλίον ἐσγράψας ἔδωκε, τῷ δ’Ἀγρίππᾳ τὸν δακτύλιον ἐνεχείρισε.
53.30.3καὶ αὐτὸν μηδὲν ἔτι μη δὲ τῶν πάνυ ἀναγκαίων ποιεῖν δυνάμενον Ἀντώνιός τις Μούσας καὶ ψυχρολουσίαις καὶ ψυχροποσίαις ἀνέσωσε · καὶ διὰ τοῦτο καὶ χρήματα παράτε τοῦ Αὐγούστου καὶ παρὰ τῆς βουλῆς πολλὰ καὶ τὸ χρυσοῖς δακτυλίοις (ἀπελεύθερος γὰρ ἦν) χρῆσθαι τήντε ἀτέλειαν καὶ ἑαυτῷ καὶ τοῖς ὁμοτέχνοις, οὐχ ὅτι τοῖς τότε οὖσιν ἀλλὰ καὶ τοῖς ἔπειτα ἐσομένοις, ἔλαβεν.
53.30.4ἀλλ’ἔδει γὰρ αὐτὸν τάτε τῆς τύχης καὶ τὰ τῆς πεπρωμένης ἔργα προσποιούμενον παρὰ πόδας ἁλῶναι, ὁ μὲν Αὔγουστος οὕτως ἐσώθη, ὁ δὲ δὴ Μάρκελλος νοσήσας οὐ πολλῷ ὕστερον καὶ τὸν αὐτὸν ἐκεῖνον ὑπ’αὐτοῦ τοῦ Μούσα τρόπον θεραπευόμενος ἀπέθανε.
53.30.5καὶ αὐτὸν ὁ Αὔγουστος δημοσίᾳτε ἔθαψεν, ἐπαινέσας ὥσπερ εἴθιστο, καὶ ἐς τὸ μνημεῖον ὃ ᾠκοδομεῖτο κατέθετο, τῇτε μνήμῃ τοῦ θεάτρου τοῦ προκαταβληθέντος μὲν ὑπὸ τοῦ Καίσαρος, Μαρκέλλου δὲ ὠνομασμένου ἐτίμησεν, καὶ οἱ καὶ εἰκόνα χρυσῆν καὶ στέφανον χρυσοῦν δίφροντε ἀρχικὸν ἔςτε τὸ θέατρον ἐν τῇ τῶν Ῥωμαίων πανηγύρει ἐσφέρεσθαι καὶ ἐς τὸ μέσον τῶν ἀρχόντων τῶν τελούντων αὐτὰ τίθεσθαι ἐκέλευσε.
53.31.1ταῦτα μὲν ὕστερον ἔπραξε, τότε δὲ σωθεὶς τὰς διαθήκας ἐσήνεγκε μὲν ἐς τὸ συνέδριον καὶ ἀναλέξασθαι ἠθέλησεν, ἐνδεικνύμενος τοῖς ἀνθρώποις ὅτι οὐδένα τῆς ἀρχῆς διάδοχον καταλελοιπὼς ἦν, οὐ μέντοι καὶ ἀνέγνω · οὐδεὶς γὰρ ἐπέτρεψεν.
53.31.2ἐθαύμαζον μέντοι καὶ πάνυ πάντες αὐτοῦ ὅτι τὸν Μάρκελλον καὶ ὡς γαμβρὸν καὶ ὡς ἀδελφιδοῦν ἀγαπῶν, καὶ ἄλλαςτε αὐτῷ τιμὰς διδοὺς καὶ τὴν ἑορτὴν ἣν ἐκ τῆς ἀγορανομίας ἐπετέλει συνδιαθεὶς λαμπρῶς, ὥστε τήντε ἀγορὰν ἐν παντὶ τῷ θέρει παραπετάσμασι κατὰ κορυφὴν διαλαβεῖν καὶ ὀρχηστήν τινα ἱππέα γυναῖκάτε ἐπιφανῆ ἐς τὴν ὀρχήστραν ἐσαγαγεῖν, ὅμως τὴν μοναρχίαν οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ τὸν Ἀγρίππαν αὐτοῦ προετίμησεν.
53.31.4οὕτως, ὡς ἔοικεν, οὐδέπω τῇ τοῦ μειρακίου γνώμῃ ἐθάρσει, ἀλλ’ἤτοι τὸν δῆμον τὴν ἐλευθερίαν κομίσασθαι ἢ καὶ τὸν Ἀγρίππαν τὴν ἡγεμονίαν παρ’ἐκείνου λαβεῖν ἠθέλησεν · εὖτε γὰρ ἠπίστατο προσφιλῆ σφισιν ἐς τὰ μάλιστα αὐτὸν ὄντα, καὶ οὐκ ἐβούλετο παρ’ἑαυτοῦ δὴ δοκεῖν αὐτὴν ἐπιτρέπεσθαι.
53.32.1ῥαΐσας δ’οὖν, καὶ μαθὼν τὸν Μάρκελλον οὐκ ἐπιτηδείως τῷ Ἀγρίππᾳ διὰ τοῦτ’ἔχοντα, ἐς τὴν Συρίαν εὐθὺς τὸν Ἀγρίππαν, μὴ καὶ διατριβή τις καὶ ἁψιμαχία αὐτοῖς ἐν τα- ταὐτῷ οὖσι συμβῇ, ἔστειλε. καὶ ὃς ἐκ μὲν τῆς πόλεως εὐθὺς ἐξώρμησεν, οὐ μέντοι καὶ ἐς τὴν Συρίαν ἀφίκετο, ἀλλ’ἔτι καὶ μᾶλλον μετριάζων ἐκεῖσε μὲν τοὺς ὑποστρατήγους ἔπεμψεν, αὐτὸς δὲ ἐν Λέσβῳ διέτριψε.
53.32.2ταῦτάτε οὕτως ὁ Αὔγουστος ἐποίησε, καὶ στρατηγοὺς δέκα, ὡς οὐδὲν ἔτι πλειόνων δεόμενος, ἀπέδειξε · καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη ἐγένετο. ἔμελλον δὲ αὐτῶν οἱ μὲν ἄλλοι τὰ αὐτὰ ἅπερ καὶ πρόσθεν ποιήσειν, δύο δὲ ἐπὶ τῇ διοικήσει ὅσα ἔτη γενήσεσθαι.
53.32.3διατάξας δὲ ταῦτα ὡς ἕκαστα, ἀπεῖπε τὴν ὑπατείαν ἐς τὸ Ἀλβανὸν ἐλθών · ἐπεὶ γὰρ αὐτός, ἐξ οὗπερ τὰ πράγματα κατέστη, καὶ τῶν ἄλλων οἱ πλείους δι’ἔτους ἦρξαν, ἐπισχεῖντε τοῦτο αὖθις, ὅπως ὅτι πλεῖστοι ὑπατεύωσιν, ἠθέλησε, καὶ ἔξω τοῦ ἄστεως αὐτὸ ἐποίησεν, ἵνα μὴ κωλυθῇ.
53.32.4καὶ ἐπὶτε τούτῳ ἔπαινον ἔσχε, καὶ ὅτι Λούκιον ἀνθ’ἑαυτοῦ Σήστιον ἀνθείλετο, ἀείτε τῷ Βρούτῳ συσπουδάσαντα καὶ ἐν πᾶσι τοῖς πολέμοις συστρατεύσαντα καὶ ἔτι καὶ τότε καὶ μνημονεύοντα αὐτοῦ καὶ εἰκόνας ἔχοντα καὶ ἐπαίνους ποιούμενον · τότε γὰρ φιλικὸν καὶ τὸ πιστὸν τοῦ ἀνδρὸς οὐ μόνον οὐκ ἐμίσησεν ἀλλὰ καὶ ἐτίμησε.
53.32.5καὶ διὰ ταῦθ’ἡ γερουσία δήμαρχόντε αὐτὸν διὰ βίου εἶναι ἐψηφίσατο, καὶ χρηματίζειν αὐτῷ περὶ ἑνός τινος ὅπου ἂν ἐθελήσῃ καθ’ἑκάστην βουλήν, κα- κἂν μὴ ὑπατεύῃ, ἔδωκε, τήντε ἀρχὴν τὴν ἀνθύπατον ἐσαεὶ καθάπαξ ἔχειν ὥστε μήτε ἐν τῇ ἐσόδῳ τῇ εἴσω τοῦ πωμηρίου κατατίθεσθαι αὐτὴν μήτ’αὖθις ἀνανεοῦσθαι, καὶ ἐν τῷ ὑπηκόῳ τὸ πλεῖον τῶν ἑκασταχόθι ἀρχόντων ἰσχύειν ἐπέτρεψεν.
53.32.6ἀφ’οὗ δὴ καὶ ἐκεῖνος καὶ οἱ μετ’αὐτὸν αὐτοκράτορες ἐν νόμῳ δή τινι τοῖςτε ἄλλοις καὶ τῇ ἐξουσίᾳ τῇ δημαρχικῇ ἐχρήσαντο · τὸ γάρ τοι ὄνομα αὐτὸ τὸ τῶν δημάρχων οὔθ’ὁ Αὔγουστος οὔτ’ἄλλος οὐδεὶς αὐτοκράτωρ ἔσχε.
53.33.1καί μοι δοκεῖ ταῦθ’οὕτω τότε οὐκ ἐκ κολακείας ἀλλ’ἐπ’ἀληθείας τιμηθεὶς λαβεῖν. τάτε γὰρ ἄλλα ὡς ἐλευθέροις σφίσι προσεφέρετο, καὶ ἐπειδὴ ὁ μὲν Τιριδάτης αὐτός, παρὰ δὲ δὴ τοῦ Φραάτου πρέσβεις, ἐφ’οἷς ἀντενεκάλουν ἀλλήλοις ἀφίκοντο, ἐς τὴν βουλὴν αὐτοὺς ἐσήγαγε, καὶ μετὰ τοῦτ’ἐπιτραπεὶς παρ’αὐτῆς τὴν διάγνωσιν τὸν μὲν Τιριδάτην τῷ Φραάτῃ οὐκ ἐξέδωκεν, τὸν δ’υἱὸν αὐτῷ, ὃν πρότερον παρ’ἐκείνου λαβὼν εἶχεν, ἀπέπεμψεν ἐπὶ τῷ τούςτε αἰχμαλώτους καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ τὰ ἔντε τῇ τοῦ Κράσσου καὶ ἐν τῇ τοῦ Ἀντωνίου συμφορᾷ ἁλόντα κομίσασθαι.
53.33.3κα- κἀν τῷ αὐτῷ τούτῳ ἔτει ἀγορανόμοντέ τινα τῶν καταδεεστέρων ἀποθανόντα Γάιος Καλπούρνιος, καίτοι προηγορανομηκὼς ἐν τοῖς ἀμείνοσι, διεδέξατο, ὅπερ ἐπ’οὐδενὸς ἄλλου μνημονεύεται γενόμενον · κα- κἀν ταῖς ἀνοχαῖς δύο καθ’ἑκάστην ἡμέραν ἐπολιάρχησαν, καὶ εἷς γέ τις αὐτῶν οὐ δ’ἐς μειράκιά πω τελῶν ὅμως ἦρξεν.
53.33.4αἰτίαν μὲν οὖν ἡ Λιουία τοῦ θανάτου τοῦ Μαρκέλλου ἔσχεν, ὅτι τῶν υἱέων αὐτῆς προετετίμητο · ἐς ἀμφίβολον δ’οὖν ἡ ὑποψία αὕτη καὶ ὑπ’ἐκείνου τοῦ ἔτους καὶ ὑπὸ τοῦ ἔπειτα, οὕτω νοσωδῶν γενομένων ὥστε πάνυ πολλοὺς ἐν αὐτοῖς ἀπολέσθαι, κατέστη.
53.33.5καὶ φιλεῖ γάρ πως ἀεί τι πρὸ τῶν τοιούτων προσημαίνεσθαι, τότε μὲν λύκοςτε ἐν τῷ ἄστει συνελήφθη, καὶ πῦρ χειμώντε πολλοῖς οἰκοδομήμασιν ἐλυμήνατο, ὅτε Τίβερις αὐξηθεὶς τήντε γέφυραν τὴν ξυλίνην κατέσυρε καὶ τὴν πόλιν πλωτὴν ἐπὶ τρεῖς ἡμέρας ἐποίησε.