Cassius Dio

Roman History, 48

48.1

48.1.1 μὲν οὖν Βροῦτος τε Κάσσιος οὕτως ἀπώλοντο, τοῖς ξίφεσιν οἷς τὸν Καίσαρα ἀπεχρήσαντο σφαγέντες · οἵτε ἄλλοι οἱ τῆς ἐπ’αὐτὸν ἐπιβουλῆς μετασχόντες, οἱ μὲν πρότερον, οἱ δὲ τότε, οἱ δὲ μετὰ ταῦτα, πλὴν πάνυ ὀλίγων, ἐφθάρησαν, ὥς που τότε δίκαιον ἔφερε καὶ τὸ δαιμόνιον ἦγεν ἄνδρα αὐτοὺς εὐεργέτην σφῶν, ἐς τοσοῦτον καὶ τῆς ἀρετῆς καὶ τῆς τύχης προχωρήσαντα, ἀποκτείναντας παθεῖν.

48.1.2 δὲ δὴ Καῖσαρ καὶ Ἀντώνιος τοῦ μὲν Λεπίδου παραχρῆμα, ἅτε μὴ συννικήσαντός σφισιν, ἐπλεονέκτησαν, ἔμελλον δὲ καὶ ἐπ’ἀλλήλους οὐκ ἐς μακρὰν τρέψεσθαι · χαλεπὸν γὰρ ἄνδρας τρεῖς καὶ δύο ὁμοτίμους, ἐγκρατεῖς τηλικούτων ἐκ πολέμου πραγμάτων γενομένους, ὁμονοῆσαι.

48.1.3καὶ διὰ τοῦτο ὅσα τέως ἐπὶ τῇ τῶν ἀνθισταμένων σφίσι καταλύσει συμφρονήσαντες κατέπραξαν, ταῦτα τότε ἆθλα τῆς πρὸς ἀλλήλους φιλοτιμίας ἤρξαντο ποιεῖσθαι. τήντε γὰρ ἀρχὴν αὐτίκα ἀνεδάσαντο, καὶ Καίσαρι μὲν τε Ἰβηρία καὶ Νουμιδία, Ἀντωνίῳ δὲ τε Γαλατία καὶ Ἀφρικὴ ἐγένετο · καὶ συνέθεντο ὥστ’, ἄν τινα ἀγανάκτησιν Λέπιδος ἐπὶ τούτῳ

48.2

48.2.1ποιήσηται, τῆς Ἀφρικῆς αὐτῷ ἐκστῆναι. ταῦτα δὲ δὴ μόνα διέλαχον, ὅτι Σαρδὼ μὲν καὶ Σικελίαν Σέξτος ἔτι κατεῖχε, τὰ δ’ἄλλα τὰ ἔξω τῆς Ἰταλίας ἐν ταραχῇ ἔτι ἦν. ἐκείνης γὰρ δὴ πέρι οὐδὲν δέομαι λέγειν ὅτι ἐξαίρετος ἀεί ποτε ἐν τοῖς τοιούτοις ἔμενεν · οὐ δὲ γὰρ οὐ δ’ὡς περὶ αὐτῆς ποτε, ἀλλ’ὡς ὑπὲρ αὐτῆς ἀγωνιζόμενοι τοὺς λόγους ἐποιοῦντο.

48.2.2ἐν κοινῷ οὖν ταῦτα ἀφέντες, Ἀντώνιος μὲν τήντε κατάστασιν τῶν ἀντιπολεμησάντων σφίσι καὶ τὴν ἀργυρολογίαν τὴν ἐς τὰ χρήματα τὰ τοῖς στρατιώταις ἐπαγγελθέντα ἀνεδέξατο, Καῖσαρ δὲ τόντε Λέπιδον, ἄν τι παρακινῇ, κολοῦσαι, καὶ τῷ Σέξτῳ προσπολεμῆσαι, τήντε χώραν ἣν τοῖς συστρατευομένοις σφίσιν ὑπέσχηντο κατανεῖμαι τοῖς ἔξω τῆς ἡλικίας αὐτῶν οὖσιν, οὓς καὶ εὐθὺς διῆκαν.

48.2.3καὶ προσέτι οὗτος μὲν δύο τῷ Ἀντωνίῳ στρατόπεδα τῶν συνόντων οἱ συνέπεμψεν, ἐκεῖνος δὲ ἕτερα ἐκ τῶν ἐν τῇ Ἰταλίᾳ τότε ὄντων ἴσα ἀντιδώσειν αὐτῷ ἐπηγγείλατο.

48.2.4ταῦθ’οὕτω κατὰ μόνας συνθέμενοι καὶ γράψαντες καὶ κατασημηνάμενοι, τάτε γραμματεῖα ἀλλήλοις ἀντέδοσαν, ἵν’, ἄν τι παραβαθῇ, ἐξ αὐτῶν ἐλεγχθῇ, καὶ μετὰ τοῦτο Ἀντώνιος μὲν ἐς τὴν Ἀσίαν Καῖσαρ δὲ ἐς τὴν Ἰταλίαν ἀφωρμήθη.

48.3

48.3.1καὶ αὐτὸν νόσος ἔντε τῇ πορείᾳ καὶ ἐν τῷ πλῷ ἰσχυρῶς ἐπίεσεν, ὥστε καὶ θανάτου δόξαν τοῖς ἐν τῇ Ῥώμῃ παρασχεῖν. οὐ μέντοι καὶ ὑπὸ τῆς ἀρρωστίας τοσοῦτον ὅσον ἐπὶ παρασκευῇ κακοῦ τινος χρονίζειν αὐτὸν ἐνόμιζον, κἀκ τούτου πάνθ’ὅσα ἐνεδέχετό σφας παθεῖν ὑπετόπουν.

48.3.2καίτοι ἄλλατε ἐπὶ τῇ νίκῃ πολλὰ αὐτοῖς ἐψηφίσαντο, ἅπερ που καὶ τοῖς ἑτέροις ἄν, εἰ ἐκεκρατήκεσαν, ἐδέδοτο (ἐν γὰρ δὴ τοῖς τοιούτοις τότε ἀπολωλὸς πάντες ἀεὶ κατατρέχουσι καὶ τὸ κρατῆσαν τιμῶσι), καὶ δὴ καὶ ἱερομηνίας ἐν ἅπαντι ὡς εἰπεῖν τῷ ἔτει καὶ ἄκοντες ἄγειν ἔγνωσαν · τοῦτο γάρ σφισιν Καῖσαρ ἐπὶ τῇ τῶν σφαγέων τιμωρίᾳ ἄντικρυς ποιῆσαι ἐκέλευσε.

48.3.3χρονίζοντος δ’οὖν αὐτοῦ λόγοιτε παντοδαποὶ ἐθρυλοῦντο καὶ παθήματα ἀπ’αὐτῶν παντοῖα συνέβαινε. τάτε γὰρ ἄλλα καὶ οἱ μὲν ὡς τέθνηκε διεθρόουν, καὶ ἡδονὴν πολλοῖς ἐνέβαλλον, οἱ δὲ ὡς κακόν τι βουλεύοιτο, καὶ φόβον συχνοῖς ἐνεποίουν.

48.3.4καὶ διὰ τοῦτο οἱ μὲν τὰ σφέτερα συνέκρυπτον καὶ ἑαυτοὺς ἐν φυλακῇ ἐποιοῦντο, οἱ δὲ ὅπῃ ποτὲ ἀποδράσοιντο διεσκόπουν. ἄλλοι, καὶ οἵ γε πλείους, οὐ δὲ ἐπινοῆσαί τι ὑπὸ τοῦ σφοδροῦ δέους δυνάμενοι, παρεσκευάζοντο ὡς καὶ πάντως ἀπολούμενοι.

48.3.5βραχύτέ τι καὶ κομιδῇ σμικρὸν τὸ θαρσοῦν ἦν · ἐκ γὰρ δὴ τῆς πρόσθεν πολλῆς καὶ ποικίλης καὶ τῶν ἀνθρώπων καὶ τῶν χρημάτων φθορᾶς οὐδὲν τι οὐχὶ καὶ τῶν ὁμοίων καὶ τῶν χειρόνων, ἅτε καὶ παντελῶς κεκρατημένοι, προσεδέχοντο.

48.3.6ὅθενπερ καὶ Καῖσαρ φοβηθεὶς μή τι ἄλλωςτε καὶ τοῦ Λεπίδου παρόντος νεοχμώσωσιν, ἐπέστειλε τῇ γερουσίᾳ θαρσεῖντε αὐτῇ παραινῶν, καὶ προσυπισχνούμενος πάντα καὶ πρᾴως καὶ φιλανθρώπως κατὰ τὸν πατέρα ποιήσειν.

48.4

48.4.1τότε μὲν δὴ ταῦτ’ἐγένετο, τῷ δὲ ἐχομένῳ ἔτει ὀνόματι μὲν τε Σερουίλιος Πούπλιος καὶ Ἀντώνιος Λούκιος, ἔργῳ δὲ οὗτόςτε καὶ Φουλουία ὑπάτευσαν · τοῦτε γὰρ Καίσαρος πενθερὰ καὶ τοῦ Ἀντωνίου γυνὴ οὖσα τόντε Λέπιδον ὑπὸ νωθείας παρ’οὐδὲν ἦγε καὶ αὐτὴ τὰ πράγματα διεχείριζεν, ὥστε μήτε τὴν βουλὴν μήτε τὸν δῆμον ἄλλο τι παρὰ τὸ ἐκείνῃ δοκοῦν χρηματίζειν.

48.4.2τοῦ γοῦν Λουκίου αὐτοῦ σπουδάζοντος ἐπινίκιά τινων ἐν ταῖς Ἄλπεσιν οἰκούντων, ὡς καὶ νικήσαντός σφας, πέμψαι, τέως μὲν Φουλουία ἀντέλεγεν, οὐδείς οἱ συνεχώρησεν, ἐπεὶ δὲ ἐκείνη θεραπευθεῖσα ἐπέτρεψε, πάντες ἐψηφίσαντο, ὥστε τῷ μὲν λόγῳ τὸν Ἀντώνιον καθ’ὧνπερ κεκρατηκέναι ἔλεγεν (οὔτε γὰρ ἔπραξέ τι νικητηρίων ἄξιον, οὔθ’ὅλως ἡγεμονίαν ἐν τοῖς χωρίοις ἐκείνοις ἔσχε), τῇ δ’ἀληθείᾳ τὴν Φουλουίαν […] καὶ πομπεῦσαι.

48.4.3πολὺ γοῦν πλεῖον ἐκείνου, ἅτε καὶ ἀληθέστερον, ἐσεμνύνετο ·

48.4.4τὸ γὰρ δοῦναί τινι ἐξουσίαν τῆς τῶν νικητηρίων πέμψεως μεῖζον τοῦ διεορτάσαι αὐτὰ παρ’ἑτέρου λαβόντα ἦν. πλήν γε ὅτι τήντε σκευὴν τὴν ἐπινίκιον Λούκιος ἐνεδύσατο καὶ τοῦ ἅρματος ἐπέβη, τάτε ἄλλα τὰ καθήκοντα ἐπὶ τοῖς τοιούτοις ἔπραξεν, αὐτὴ Φουλουία τὴν πανήγυριν, ὑπηρέτῃ ἐκείνῳ χρωμένη, ποιεῖν ἔδοξεν.

48.4.5ἤχθη δὲ ἐν τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ. καὶ ἐπίτε τούτῳ Λούκιος ἐξ ἴσου τῷ Μαρίῳ ἐσεμνύνετο, ὅτι ἐν τῇ νουμηνίᾳ αὐτήν, ἐν ὑπατεύειν ἤρξατο, ἐπετέλεσε · καὶ προσέτι καὶ ὑπὲρ ἐκεῖνον ἠγάλλετο, λέγων αὐτὸς μὲν ἐθελοντὴς τάτε τῆς πομπῆς κοσμήματα ἀποτεθεῖσθαι καὶ τὴν βουλὴν ἐν τῇ ἀγοραίῳ στολῇ ἠθροικέναι, τὸν δὲ δὴ Μάριον ἄκοντα αὐτὰ πεποιηκέναι.

48.4.6προσετίθειτε ὅτι ἐκείνῳ μὲν τις οὐδεὶς στέφανος ἐδόθη, αὐτὸς δὲ ἄλλουςτε καὶ παρὰ τοῦ δήμου κατὰ φυλήν, μηδενὶ τῶν προτέρων ἐγεγόνει, διάτε τὴν Φουλουίαν καὶ διὰ τὰ χρήματα λάθρᾳ τισὶν ἀνάλωσεν, ἔλαβεν.

48.5

48.5.1ἐν δ’οὖν τῷ ἔτει τούτῳ ἔςτε τὴν Ῥώμην Καῖσαρ ἀφίκετο, καὶ τὰ νομιζόμενα ἐπὶ τῇ νίκῃ ποιήσας πρόςτε τὴν διοίκησιν καὶ πρὸς τὴν διαγωγὴν τῶν πραγμάτων ἐτράπετο. τε γὰρ Λέπιδος, τὰ μὲν τῷ φόβῳ αὐτοῦ τὰ δὲ καὶ τῇ τῆς γνώμης ἀσθενείᾳ, οὐδὲν ἐνεωτέρισε · καὶ Λούκιος τε Φουλουία, ὡς καὶ συγγενεῖς καὶ κοινωνοὶ τῆς ἡγεμονίας αὐτῷ ὄντες, ἡσύχασαν τήντε πρώτην.

48.5.2προϊόντος γὰρ δὴ τοῦ χρόνου διηνέχθησαν, οἱ μὲν ὅτι τοῦ μέρους τῆς τῶν ἀγρῶν νομῆς τοῦ τῷ Ἀντωνίῳ προσήκοντος οὐ μετέσχον, δὲ ὅτι τὰ στρατεύματα παρ’αὐτῶν οὐκ ἀντέλαβε. κἀκ τούτων τε συγγένεια αὐτῶν ἐκ τῆς ἐπιγαμίας διελύθη, καὶ πρὸς πόλεμον ἐμφανῆ προήχθησαν.

48.5.3 γὰρ Καῖσαρ τὴν χαλεπότητα τῆς πενθερᾶς μὴ φέρων (ἐκείνῃ γὰρ μᾶλλον τῷ Ἀντωνίῳ διαφέρεσθαι δοκεῖν ἐβούλετο) τὴν θυγατέρα αὐτῆς ὡς καὶ παρθένον ἔτι οὖσαν, καὶ ὅρκῳ ἐπιστώσατο, ἀπεπέμψατο, οὐκ ὀκνήσας οὔτε εἰ τοσοῦτον ἄλλως γυνὴ πεπαρθενεῦσθαι παρ’αὐτῷ χρόνον νομισθείη, οὔτε πρὸς τὴν παρασκευὴν τῶν ἐσομένων εἰ ἐκ πολλοῦ δόξειεν αὐτὸ προβεβουλευκέναι.

48.5.4γενομένου δὲ τούτου οὐδὲν ἔτι φίλιον ἐποίουν, ἀλλ’τε Λούκιος μετὰ τῆς Φουλουίας τῶντε πραγμάτων, ὡς καὶ ὑπὲρ τοῦ Μάρκου ταῦτα δρῶν, ἀντελαμβάνετο καὶ οὐδενὸς αὐτῷ ὑφίετο (διὰ γὰρ τὴν πρὸς τὸν ἀδελφὸν εὐσέβειαν καὶ ἐπωνυμίαν ἑαυτῷ Πιέταν ἐπέθετο), καὶ Καῖσαρ τὸν μὲν Μᾶρκον οὐδὲν δῆθεν ᾐτιᾶτο, μὴ καὶ ἐκπολεμώσειεν αὐτὸν τὰ ἐν τῇ Ἀσίᾳ ἔθνη διέποντα, ἐκείνοις δὲ δὴ καὶ ἐπεκάλει καὶ ἀντέπραττεν ὡς καὶ παρὰ τὴν γνώμην αὐτοῦ πάντα ποιοῦσι καὶ δυναστείας ἰδίας ἐπιθυμοῦσιν.

48.6

48.6.1ἦν δὲ ἐν τῇ κληρουχίᾳ ἀμφοτέροις πλείστη τῆς δυνάμεως ἐλπίς, καὶ διὰ τοῦθ’ὑπὲρ αὐτῆς πρῶτον ἀρξάμενοι διεφέροντο. τε γὰρ Καῖσαρ αὐτὸς πᾶσιν τοῖςτε ἑαυτῷ καὶ τοῖς τῷ Ἀντωνίῳ συστρατευσαμένοις ἤθελεν αὐτὴν κατὰ τὰς συνθήκας τὰς μετὰ τὴν νίκην αὐτοῖς γενομένας, ὅπως ἐς εὔνοιάν σφας ὑπαγάγηται, ποιήσασθαι ·

48.6.2καὶ ἐκεῖνοι τήντε ἐπιβάλλουσαν τοῖς σφετέροις κληρουχῆσαι καὶ τὰς πόλεις αὐτοὶ ἀποικίσαι ἠξίουν, ἵνα τὴν ἰσχὺν αὐτῶν σφετερίσωνται. καὶ γὰρ ἑτοιμότατον ἀμφοτέροις ἐδόκει εἶναι τὰ τῶν ἀόπλων τοῖς συμπολεμήσασι χαρίσασθαι. ὡς δ’οὖν παρὰ τὴν δόξαν αὐτῶν πολλὴ ταραχὴ ἐγίγνετο καὶ τὸ πρᾶγμα ἐς πόλεμον προήγετο (πᾶσαν γὰρ κατ’ἀρχὰς τὴν Ἰταλίαν, πλὴν εἴ τί τις τῶν ἐστρατευμένων ἐν δωρεᾶς μέρει λαβὼν καὶ ἐκ τοῦ δημοσίου πριάμενος εἶχε, μετάτε τῆς δουλείας καὶ μετὰ τῆς ἄλλης κατασκευῆς τοὺς δεσπότας Καῖσαρ ἀφῃρεῖτο καὶ ἐκείνοις ἐδίδου, καὶ διὰ τοῦτο τῶν κτημάτων ἀποστερούμενοι δεινῶς πρὸς αὐτὸν ἠγανάκτουν), μετεβάλοντο τε Φουλουία καὶ ὕπατος, πλείω δύναμιν ἐν τοῖς ἑτέροις τοῖς ἀδικουμένοις σχήσειν ἐλπίσαντες, καὶ τῶν μὲν ληψομένων τοὺς ἀγροὺς ἠμέλησαν, πρὸς δὲ ἐκείνους, ἅτε καὶ πλείονας ὄντας καὶ ὀργὴν δικαίαν ὑπὲρ ὧν ἀπεστεροῦντο ποιουμένους, ἐτράποντο.

48.6.5 κἀκ τούτου ὑπολαμβάνοντες αὐτοὺς ὡς ἑκάστους καὶ συνῄροντο καὶ συνίστων, ὥστε καὶ τοὺς ἐν τῷ πρὶν τὸν Καίσαρα φοβουμένους τότε προστατῶν ἐπιλαβομένους ἀναθαρσῆσαι καὶ μηδενὸς ἔτι τῶν οἰκείων ἀφεῖσθαι · καὶ γὰρ καὶ τῷ Μάρκῳ ταῦτα συνδοκεῖν ἐνόμιζον.

48.7

48.7.1τούτουςτε οὖν τε Λούκιος καὶ Φουλουία προσεποιοῦντο, καὶ τοῖς ἑτέροις τοῖς ἀμφὶ τὸν Καίσαρα οὐδὲν προσέκρουον. οὐ γὰρ ὡς οὐ δέον αὐτοὺς κληρουχῆσαί τινα προεβάλλοντο, ἀλλὰ ἀρκοῦντα αὐτοῖς τὰ τῶν ἀντιπολεμησάντων σφίσιν ἀπέφαινον, καὶ μάλισθ’ὅτι καὶ χωρία καὶ ἔπιπλα τὰ μὲν ἔτι τότε ὄντα τὰ δὲ καὶ πεπραμένα ἀπεδείκνυσαν, ὧν τὰ μὲν αὐτὰ τῶν δὲ τὴν τιμὴν ἔφασκον αὐτοῖς δοθῆναι χρῆναι.

48.7.2εἰ δ’οὖν μη δὲ ταῦτά σφισιν ἀρκέσειε, ταῖς γε ἐκ τῆς Ἀσίας ἐλπίσι πάντας αὐτοὺς ἀνηρτῶντο.

48.7.3ὥστε ταχὺ ἐκ τούτων συνέβη Καίσαρα μέν, ἅτε καὶ βίᾳ τὰ τῶν κεκτημένων τι ἀφαιρούμενον καὶ πόνους ὑπὲρ αὐτῶν καὶ κινδύνους πᾶσιν ὁμοίως προσάγοντα, ἀμφοτέροις αὐτοῖς προσκροῦσαι, ἐκείνους δὲ δή, οἷα μήτε τι ἀποστεροῦντάς τινα καὶ ἐκ τῶν ὑπαρχόντων σφίσι τὴν πλήρωσιν τῶν ἐπαγγελιῶν ἀμαχεὶ τοῖς ληψομένοις αὐτὰ ὑποδεικνύντας, ἑκατέρους προσθέσθαι.

48.7.4ἔκτε οὖν τούτων καὶ ἐκ τοῦ λιμοῦ, ὃς τότε τῆς θαλάσσης τῆς μὲν κατὰ Σικελίαν ὑπὸ τοῦ Σέξτου τῆς δὲ ἐν τῷ Ἰονίῳ κόλπῳ ὑπὸ Γναίου Δομιτίου Ἀηνοβάρβου κατεχομένης δεινῶς αὐτοὺς ἐπίεσεν, ἐν πολλῇ ἀμηχανίᾳ Καῖσαρ ἐγένετο.

48.7.5 γὰρ Δομίτιος ἦν μὲν τῶν σφαγέων, ἐκ δὲ δὴ τῆς μάχης τῆς πρὸς Φιλίπποις γενομένης διαφυγὼν ναυτικόν τι συνεκρότησε, καὶ τοῦτε κόλπου χρόνον τινὰ ἐκράτησε καὶ τὰ τῶν ἐναντίων ἐπὶ πλεῖστον ἔφθειρε.

48.8

48.8.1ταῦτάτε οὖν τὸν Καίσαρα δεινῶς ἐλύπει, καὶ ὅτι ἐν ταῖς διαφοραῖς ταῖς πρὸς τοὺς βουλευτὰς καὶ πρὸς τὸ λοιπὸν πλῆθος τὸ τοὺς ἀγροὺς κεκτημένον τοῖς ἐστρατευμένοις συμβαινούσαις (πλεῖσται δὲ δὴ ἅτε καὶ ὑπὲρ τῶν μεγίστων ἀγωνιζομένοις σφίσιν ἐγίγνοντο) οὐδετέροις ἀκινδύνως προσετίθετο.

48.8.2ἀμφοτέροις μὲν γὰρ ἀδύνατον ἦν αὐτῷ χαρίζεσθαι · οἱ μὲν γὰρ ὑβρίζειν οἱ δ’ἀπαθεῖς εἶναι, καὶ οἱ μὲν καὶ τὰ ἀλλότρια λαβεῖν οἱ δὲ τὰ ἑαυτῶν ἔχειν ἤθελον. ὁσάκις δὲ δὴ τὰ τούτων τὰ ἐκείνων, ὥς που καὶ ἠναγκάζετο, προέλοιτο, τοῖς ἑτέροις ἀπήχθετο, καὶ οὐ τοσαύτης γε χάριτος ἐξ ὧν ὑπούργει τισίν, ὅσης ὀργῆς ἐξ ὧν μὴ συνεχώρει, ἐτύγχανεν ·

48.8.3οἱ μὲν γὰρ ὡς καὶ ὀφειλόμενά σφισι πάντα τὰ διδόμενα λαμβάνοντες ἐν οὐδεμιᾷ αὐτὰ εὐεργεσίᾳ ἐτίθεντο, οἱ δὲ ὡς καὶ τῶν οἰκείων στερισκόμενοι ἐχαλέπαινον. καὶ ἐκ τούτου διετέλει τούτοις ἐκείνοις προσκρούων καὶ τοτὲ μὲν ὡς φιλόδημος τοτὲ δὲ ὡς φιλοστρατιώτης ἐγκαλούμενος.

48.8.4καὶ διὰ ταῦτα ἐπειδὴ μήτε τι ἤνυε, καὶ προσέτι καὶ ἐξ αὐτῶν τῶν ἔργων ἔμαθεν ὅτι οὐδὲν τὰ ὅπλα πρὸς τὸ τοὺς ἀδικουμένους εὐνοϊκῶς οἱ ἔχειν ἐδύνατο, ἀλλὰ ἀπολέσθαι μὲν πᾶν τὸ μὴ ὑπεῖκον δι’αὐτῶν οἷόντε ἦν, ἀναγκασθῆναι δέ τινα φιλεῖν ὃν μὴ βούλεται ἀδύνατον ὑπάρχοι, οὕτω δὴ καὶ ἄκων ὑποκατέκλινε, καὶ οὐκέτ’οὔτε τῶν βουλευτῶν τι ἀφείλετο (πρότερον γὰρ καὶ τὰ ἐκείνων πάντα κατανεῖμαι ἠξίου, διερωτῶν σφας πόθεν οὖν τὰ γέρα τοῖς ἐστρατευμένοις ἀποδώσομεν;

48.8.5ὥσπερ τινὸς αὐτῷ πολεμεῖν καὶ τοσαῦτά σφισιν ὑπισχνεῖσθαι κεκελευκότος), τῶντε ἄλλων ὅσα γυναῖκες ἐς τὰς προῖκας ἐντετιμημένα καὶ ἕτεροί τινες ἐλάττω τῆς κατ’ἄνδρα τοῖς ἐστρατευμένοις διδομένης γῆς ἐκέκτηντο, ἀπέσχετο.

48.9

48.9.1πραχθέντος δὲ τούτου μὲν γερουσία καὶ οἱ ἄλλοι οἱ μηδενὸς στερόμενοι πρᾴως πως πρὸς αὐτὸν ἔσχον, οἱ δὲ ἐστρατευμένοι τήντε φειδὼ καὶ τὴν τιμὴν τὴν ἐς ἐκείνους ἀτιμίαντε ἅμα καὶ ζημίαν ἑαυτῶν, ὡς καὶ ἐλάττω ληψομένων, νομίζοντες εἶναι ἐδυσχέραινον, καὶ τῶντε ἑκατοντάρχων καὶ τῶν ἄλλων τῶν ἐπιτηδείωςτε τῷ Καίσαρι ἐχόντων καὶ θορυβεῖν αὐτοὺς κωλυόντων συχνοὺς ἀπέκτειναν, αὐτόντε ἐκεῖνον παρ’ὀλίγον ἦλθον ἀποχρήσασθαι, πᾶσαν αὐτάρκη πρόφασιν τῆς ὀργῆς ποιούμενοι.

48.9.3καὶ οὐ πρότερόν γε ἐπαύσαντο χαλεπαίνοντες πρὶν τοῖςτε συγγενέσι σφῶν καὶ τοῖς τῶν ἐν ταῖς μάχαις πεσόντων πατράσι καὶ παισὶ τὴν χώραν, ὅσην τινὲς αὐτῶν εἶχον, ἀφεθῆναι. ἐκ δὲ τούτου τὰ μὲν τῶν στρατιωτῶν ἐπιτηδειότερά οἱ αὖθις ἐγένετο, δὲ δῆμος κατ’αὐτὸ δὴ τοῦτο πάλιν ἠγανάκτει.

48.9.4καὶ ἔςτε χεῖρας αὐτοῖς ᾖσαν καὶ μάχαι σφῶν συνεχεῖς ἐγίγνοντο, ὥστε καὶ τιτρώσκεσθαι καὶ ἀποθνήσκειν παρ’ἀμφοτέρων ὁμοίως πολλούς. οἱ μὲν γὰρ δὴ τῇτε τῶν ὅπλων παρασκευῇ καὶ τῇ τῶν πολέμων ἐμπειρίᾳ, οἱ δὲ τῷτε πλήθει καὶ τῷ καὶ ἀπὸ τῶν τεγῶν αὐτοὺς βάλλειν ἐπεκράτουν, ὥστε καὶ οἰκίας διὰ τοῦτο συχνὰς καταπρησθῆναι, καὶ τὸ ἐνοίκιον τοῖς μὲν ἐν τῷ ἄστει μέχρι πεντακοσίων δραχμῶν οἰκοῦσι πᾶν, τοῖς δ’ἐν τῇ λοιπῇ Ἰταλίᾳ κατὰ τὸ τέταρτον ἐνιαυτοῦ ἑνὸς ἀνεθῆναι.

48.9.5ἐν πάσαις γὰρ δὴ ταῖς πόλεσιν ὁμοίως, ὅπῃ ποτὲ συντύχοιεν ἀλλήλοις, ἐμάχοντο.

48.10

48.10.1ὡς οὖν ταῦτάτε οὕτως ἐγίγνετο, καὶ στρατιῶται ἐς Ἰβηρίαν ὑπὸ τοῦ Καίσαρος προπεμφθέντες θόρυβόντέ τινα ἐν Πλακεντίᾳ ἐποίησαν, καὶ οὐ πρότερον πρὶν χρήματα παρὰ τῶν ἐπιχωρίων λαβεῖν κατέστησαν, καὶ προσέτι καὶ ὑπὸ τοῦ Καλήνου τοῦτε Οὐεντιδίου τὴν Γαλατίαν τὴν ὑπὲρ τὰς Ἄλπεις ἐχόντων ἐκωλύθησαν ὑπερβαλεῖν αὐτάς, ἐφοβήθητε Καῖσαρ μὴ καὶ σφαλῇ τι, καὶ καταλλαγῆναι τῇτε Φουλουίᾳ καὶ τῷ ὑπάτῳ ἠθέλησεν.

48.10.2ἐπειδήτε οὐδὲν ἰδίᾳ καὶ καθ’ἑαυτὸν προσπέμπων σφίσιν ἐπέραινεν, ἐπὶ τοὺς ἐστρατευμένους ὥρμησε καὶ δι’αὐτῶν τὰς συναλλαγὰς ἔπραττεν.

48.10.3ἐκεῖνοι δὲ τούτοις ἐπαιρόμενοι καὶ τοὺς στερομένους τῆς χώρας προσποιούμενοι, Λούκιος μὲν πανταχόσε συνιστάςτε αὐτοὺς καὶ ἀπὸ τοῦ Καίσαρος ἀποσπῶν περιῄει, Φουλουία δὲ τότε Πραινέστε κατέλαβε καὶ προσεταιριστοὺς βουλευτάςτε καὶ ἱππέας ἔχουσα τάτε ἄλλα πάντα μετ’αὐτῶν ἐβουλεύετο, καὶ τὰς παραγγέλσεις ὡς ἑκασταχόσε ἐχρῆν ἔπεμπε.

48.10.4καὶ τί ταῦτα θαυμάσειεν ἄν τις, ὁπότε καὶ ξίφος παρεζώννυτο καὶ συνθήματα τοῖς στρατιώταις ἐδίδου, ἐδημηγόρειτε ἐν αὐτοῖς πολλάκις; ὥστε καὶ

48.11

48.11.1ἐκεῖνα τῷ Καίσαρι προσίστασθαι. οὐ μέντοι ἔχων ὅπως αὐτοὺς καταλύσῃ (οὐ γὰρ μόνον τῇ δυνάμει ἀλλὰ καὶ τῇ παρὰ τῶν ἄλλων εὐνοίᾳ πολὺ αὐτῶν ἠλαττοῦτο · αὐτὸς μὲν γὰρ πολλοὺς ἐλύπει, ἐκεῖνοι δὲ πάντας ἐπήλπιζον) πολλάκις μέν σφας ἰδίᾳ διὰ τῶν φίλων ἐς τὰς καταλλαγὰς προεκαλέσατο, ὡς δ’οὐδὲν ἤνυτεν, ἐκ τῶν ἐστρατευμένων πρέσβεις πρὸς αὐτοὺς ἀπέστειλε.

48.11.2μάλιστα μὲν γὰρ τεύξεσθαίτε αὐτῶν καὶ τὰ παρόντα καταστήσεσθαι ἔςτε τὸ ἔπειτα ἀντισχύσειν ἐκ τούτου ἤλπισεν · ἂν δὲ δὴ καὶ διαμάρτῃ σφῶν, τὴν γοῦν αἰτίαν τῆς διαφορᾶς οὐκ αὐτὸς ἀλλ’ἐκείνους ἕξειν ἐνόμισεν.

48.11.3 καὶ ἐγένετο. ἐπειδὴ γὰρ οὐδὲν οὐ δὲ διὰ τῶν στρατιωτῶν ἐπέρανε, βουλευτὰς ἔστειλε, τάςτε συνθήκας σφίσι τὰς πρὸς τὸν Ἀντώνιον αὐτῷ γενομένας ἐκφήνας καὶ δικαστὰς τῶν διαφορῶν δῆθεν αὐτοὺς ποιήσας.

48.11.4ὡς δ’οὐδὲν οὐ δὲ τότε ἐπράχθη (καὶ γὰρ ἐκεῖνοι τοῦτο μὲν πολλὰ καὶ ὅσα Καῖσαρ οὐκ ἔμελλε ποιήσειν ἀντιπροετείνοντο, τοῦτο δὲ πάνθ’ὅσα ἐποίουν, ἐκ τῆς τοῦ Ἀντωνίου τοῦ Μάρκου ἐντολῆς πράττειν ἔλεγον), οὕτω δὴ πρὸς τοὺς ἐστρατευμένους αὖθις ἀπέκλινε.

48.12

48.12.1καὶ μετὰ τοῦτο ἐς τὴν Ῥώμην ἐκεῖνοι πλήθει πολλῷ, ὡς καὶ τῷ δήμῳ τῇτε βουλῇ κοινωσόμενοί τι, συνελθόντες τούτων μὲν οὐδὲν ἐφρόντισαν, ἀθροισθέντες δ’ἐς τὸ Καπιτώλιον τάςτε συνθήκας, ἃς τε Ἀντώνιος καὶ Καῖσαρ ἐπεποίηντο, ἀναγνωσθῆναί σφισιν ἐκέλευσαν, καὶ ἐκείναςτε ἐπεκύρωσαν, καὶ περὶ ὧν διεφέροντο ἑαυτοὺς δικαστὰς γενέσθαι ἐψηφίσαντο.

48.12.2καὶ ταῦτάτε ἐς δέλτους γράψαντες καὶ κατασημηνάμενοι ταῖς ἀειπαρθένοις φυλάττειν ἔδοσαν, καὶ τῷ μὲν Καίσαρι παρόντι, τοῖς δὲ ἑτέροις διὰ πρεσβείας, ἐς Γαβίους ἐν ῥητῇ τινι ἡμέρᾳ πρὸς τὴν δίκην ἀπαντῆσαι προσέταξαν.

48.12.3ἐπειδήτε μὲν Καῖσαρ ἕτοιμος διαδικασθῆναι ἐγένετο, ἐκεῖνοι δὲ ὑπέσχοντο μὲν ἀφίξεσθαι, οὐκ ἦλθον δέ, φοβηθέντες καὶ ἀπαξιώσαντες (διέσκωπτον γοῦν σφας, ἄλλατε καὶ βουλὴν καλιγᾶταν ἀπὸ τῆς τῶν στρατιωτικῶν ὑποδημάτων χρήσεως ἀποκαλοῦντες), τοῦτε Λουκίου καὶ τῆς Φουλουίας ὡς καὶ ἀδικούντων τι κατεψηφίσαντο καὶ τὰ τοῦ Καίσαρος ἐπρέσβευσαν.

48.12.4 κἀκ τούτου πολλάκις αὖθις βουλευσάμενοι τόντε πόλεμον αὖθις ἀνείλοντο καὶ τὰ πρὸς αὐτὸν οὐχ ἡσυχῇ ἡτοιμάζοντο. τάτε γὰρ ἄλλα καὶ χρήματα ἁπανταχόθεν καὶ ἐκ τῶν ἱερῶν ἤθροισαν · τὰ γὰρ ἀναθήματα, ὅσα γε καὶ ἐξαργυρισθῆναι ἐδύνατο, τάτε ἐν τῇ ἄλλῃ Ἰταλίᾳ τῇ ἐν τῇ ἐπικρατείᾳ αὐτῶν οὔσῃ καὶ τὰ ἐν αὐτῇ τῇ Ῥώμῃ ἀνακείμενα καθεῖλον.

48.12.5καὶ αὐτοῖς καὶ ἐκ τῆς Γαλατίας τῆς τογάτης, καὶ ἐς τὸν τῆς Ἰταλίας ἤδη νομόν, ὥστε μηδένα ἄλλον προφάσει τῆς ἐνταῦθα ἀρχῆς στρατιώτας ἐντὸς τῶν Ἄλπεων τρέφειν, ἐσεγέγραπτο, καὶ χρήματα καὶ στρατιῶται ἦλθον.

48.13

48.13.1τε οὖν Καῖσαρ παρεσκευάζετο, καὶ Φουλουία καὶ Λούκιος τάτε πρόσφορα ἐπορίζοντο καὶ τὰς δυνάμεις συνεκρότουν. κἀν τούτῳ καὶ ἀντεπρεσβεύοντο καὶ διέπεμπον ἑκασταχόσε καὶ στρατιώτας καὶ στρατιάρχους ἑκάτεροι, καὶ τὰ μὲν προκατελάμβανον τῶν δ’ἀπεκρούοντο. καὶ αὐτῶν ἐγὼ τὰ μὲν πολλά, καὶ ἐν οἷς οὔτε τι μέγα οὔτ’ἀξιόλογον ἐπράχθη, παρήσω, τὰ δὲ δὴ λόγου μάλιστα ἄξια συντόμως διηγήσομαι.

48.13.2 Καῖσαρ ἐπὶ Νουρσίαν ἐς τοὺς Σαβίνους στρατεύσας τὴν μὲν φρουρὰν τὴν προκαθημένην σφῶν ἐτρέψατο, τῆς δὲ δὴ πόλεως ὑπὸ Τισιήνου Γάλλου ἀπεκρούσθη. μεταστὰς οὖν ἐς τὴν Ὀμβρικὴν Σεντινάτας ἐπολιόρκησε μέν, οὐ μέντοι καὶ εἷλεν αὐτούς ·

48.13.3τοῦ γὰρ Λουκίου ἐν τούτῳ τὸ μὲν πρῶτον στρατιώτας λάθρᾳ κατ’ἄλλην καὶ ἄλλην πρόφασιν ἐς τὴν Ῥώμην πρὸς τοὺς φίλους πέμψαντος, ἔπειτα δὲ καὶ αὐτοῦ ἐξαίφνης ἐπελθόντος, καὶ τότε ἱππικὸν ἀπαντῆσάν οἱ κρατήσαντος καὶ τοὺς πεζοὺς ἐς τὸ τεῖχος καταράξαντος, κἀκ τούτου καὶ τὸ ἄστυ, συνεπιθεμένων τοῖς ἔνδοθεν ἀμυνομένοις τῶν προαφιγμένων, λαβόντος (οὔτε γὰρ Λέπιδος τὴν φυλακὴν αὐτοῦ ἐπιτετραμμένος ἀντέπραξέ τι ὑπὸ τῆς ἐμφύτου νωθείας, οὔτε Σερουίλιος ὕπατος ἡσυχαίτερός πως ὤν), πυθόμενος ταῦθ’ Καῖσαρ τοῖς μὲν Σεντινάταις Κύιντον Σαλουιδιῆνον Ῥοῦφον παρακατέλιπεν, αὐτὸς δὲ πρὸς τὴν Ῥώμην ὥρμησε.

48.13.5μαθὼν οὖν τοῦτο Λούκιος προϋπεξῆλθε, διαπραξάμενος ψηφισθῆναί οἱ ὡς ἐπὶ πολέμῳ τινὶ ἐκστρατεῦσαι · καὶ ἔν γε τῇ στρατιωτικῇ σκευῇ ἐδημηγόρησεν, μηδεὶς ἄλλος ἐπεποιήκει. καὶ οὕτως Καῖσαρ ἀμαχείτε ἐς τὸ ἄστυ ἐσεδέχθη, καὶ ἐπειδὴ ἐπιδιώξας αὐτὸν οὐ κατέλαβεν, ἀνέστρεψεν, καὶ φρουρὰν τῆς πόλεως ἀκριβεστέραν ἐποιήσατο.

48.13.6 κἀν τούτῳ Ῥοῦφος, ὡς τάχιστα ἐκεῖνόςτε ἀπὸ τῶν Σεντινατῶν ἀπεχώρησε καὶ Γάϊος Φούρνιος τὸ τεῖχος φρουρῶν ἐπεξῆλθεν ἐπὶ πολὺ διώκων αὐτόν, προσέβαλέτε ἀπροσδοκήτοις τοῖς ἔνδον οὖσι, καὶ ἑλὼν τὴν πόλιν διήρπασε καὶ κατέκαυσεν. Νουρσῖνοι δὲ ἐς μὲν ὁμολογίαν μηδὲν κακὸν παθόντες ἦλθον, ἐπεὶ μέντοι τοὺς ἐν τῇ μάχῃ τῇ πρὸς τὸν Καίσαρά σφισι γενομένῃ πεσόντας θάψαντες ἐπέγραψαν τοῖς μνημείοις αὐτῶν ὅτι ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζόμενοι ἐτελεύτησαν, παμπόλλοις χρήμασιν ἐζημιώθησαν, ὥστε καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅμα πᾶσαν ἐκλιπεῖν.

48.14

48.14.1καὶ οἱ μὲν ταῦτ’ἔπραττον, δὲ Λούκιος ὡς τότε ἐκ τῆς Ῥώμης ἀπῆρεν, ὥρμησε μὲν ἐς τὴν Γαλατίαν, εἰρχθεὶς δὲ τῆς ὁδοῦ πρὸς Περουσίαν Τυρσηνίδα πόλιν ἀπετράπετο · καὶ αὐτὸν ἐνταῦθα πρότεροι μὲν οἱ ὕπαρχοι τοῦ Καίσαρος, ἔπειτα δὲ καὶ αὐτὸς ἐκεῖνος ἀπολαβόντες ἐπολιόρκουν.

48.14.2χρονίου δὲ δὴ τῆς προσεδρείας σφίσι γιγνομένης (τότε γὰρ χωρίον τῇτε φύσει καρτερόν ἐστι καὶ τοῖς ἐπιτηδείοις ἱκανῶς παρεσκεύαστο, καὶ ἱππῆς προεκπεμφθέντες ὑπ’αὐτοῦ, πρὶν παντελῶς περιστοιχισθῆναι, δεινῶς σφας ἐλύπουν, καὶ προσέτι καὶ ἕτεροι πολλοὶ σπουδῇ ἄλλος ἄλλοθεν ἐπήμυνον αὐτῷ) πολλὰ μὲν πρὸς τούτους ὡς ἑκάστους, πολλὰ δὲ καὶ πρὸς τοῖς τείχεσιν ἐπράχθη, μέχρις οὗ καίτοι πλεονεκτοῦντες τὰ πλείω οἱ περὶ τὸν Λούκιον ὅμως ὑπὸ λιμοῦ ἑάλωσαν.

48.14.3καὶ αὐτὸς μὲν ἄλλοιτέ τινες ἄδειαν εὕροντο, οἱ δὲ δὴ πλείους τῶντε βουλευτῶν καὶ τῶν ἱππέων ἐφθάρησαν.

48.14.4καὶ λόγος γε ἔχει ὅτι οὐ δ’ἁπλῶς τοῦτο ἔπαθον, ἀλλ’ἐπὶ τὸν βωμὸν τὸν τῷ Καίσαρι τῷ προτέρῳ ὡσιωμένον ἀχθέντες ἱππῆςτε τριακόσιοι καὶ βουλευταὶ ἄλλοιτε καὶ Καννούτιος Τιβέριος, ὅς ποτε ἐν τῇ δημαρχίᾳ τὸ πλῆθος τῷ Καίσαρι τῷ Ὀκταουιανῷ ἤθροισεν, ἐτύθησαν.

48.14.5τῶν δὲ Περουσίνων καὶ τῶν ἄλλων τῶν ἐκεῖ ἁλόντων οἱ πλείους ἀπώλοντο, καὶ πόλις αὐτή, πλὴν τοῦ Ἡφαιστείου τοῦτε τῆς Ἥρας ἕδους, πᾶσα κατεκαύθη.

48.14.6τοῦτο δέ (ἐσώθη γάρ πως κατὰ τύχην) ἀνήχθητε ἐς τὴν Ῥώμην ἐξ ὄψεως ὀνείρου ἣν Καῖσαρ εἶδε καὶ παρέσχε καὶ τῇ πόλει πρὸς τῶν βουλομένων συνοικισθῆναι, πλὴν ὅτι τῆς χώρας οὐδὲν ὑπὲρ ἑπτὰ καὶ ἥμισυ σταδίους ἐκτήσαντο.

48.15

48.15.1ἐκείνης δ’οὖν ἐπίτε Γναίου Καλουίνου δεύτερον καὶ ἐπ’Ἀσινίου Πωλίωνος ὑπάτων ἁλούσης καὶ τἆλλα τὰ ἐν τῇ Ἰταλίᾳ, τὰ μὲν βίᾳ τὰ δὲ ἐθελοντί, τῷ Καίσαρι προσεχώρησε · καὶ διὰ τοῦθ’τε Φουλουία πρὸς τὸν ἄνδρα μετὰ τῶν τέκνων ἀπέδρα, καὶ τῶν ἄλλων τῶν πρώτων συχνοὶ οἱ μὲν πρὸς ἐκεῖνον οἱ δὲ καὶ πρὸς τὸν Σέξτον ἐς τὴν Σικελίαν ἀπεχώρησαν.

48.15.2τε Ἰουλία τῶν Ἀντωνίων μήτηρ τὸ μὲν πρῶτον ἐνταῦθα ἦλθε, καὶ πάνυ φιλικῶς ὑπὸ τοῦ Σέξτου ὑπεδέχθη, ἔπειτα δὲ πρὸς τὸν υἱὸν τὸν Μᾶρκον ὑπ’αὐτοῦ ἐπέμφθη, λόγουςτέ οἱ ὑπὲρ φιλίας καὶ πρέσβεις ἄγουσα.

48.15.3μετὰ τούτων τῶν τότε πρὸς τὸν Ἀντώνιον ἐκ τῆς Ἰταλίας ἐκχωρησάντων καὶ Κλαύδιος Τιβέριος Νέρων ἔφυγε. φρουρὰν γάρ τινα ἐν τῇ Καμπανίᾳ εἶχε, καὶ ἐπειδὴ καθυπέρτερα τὰ τοῦ Καίσαρος ἐγένετο, ἀπῆρε σύντε τῇ γυναικὶ Λιουίᾳ Δρουσίλλῃ καὶ σὺν τῷ υἱεῖ Τιβερίῳ Κλαυδίῳ Νέρωνι, ὥστε καὶ τοῦτο ἐν τοῖς παραδοξοτάτοις συμβῆναι ·

48.15.4τε γὰρ Λιουία αὕτη τὸν Καίσαρα τότε φυγοῦσα μετὰ ταῦτα αὐτῷ ἐγήματο, καὶ Τιβέριος οὗτος σὺν τοῖς τοκεῦσι τότε ἐκδρὰς τὴν αὐτοκράτορα ἀρχὴν αὐτοῦ διεδέξατο.

48.16

48.16.1ταῦτα μὲν ὕστερον ἐγένετο · τότε δὲ τήντε εἰρηνικὴν ἐσθῆτα οἱ ἐν τῇ Ῥώμῃ ὄντες ἀνέλαβον (ἐκδεδυκότες γὰρ αὐτὴν ἄνευ ψηφίσματος ἀνάγκῃ τοῦ δήμου ἦσαν) καὶ αὐτοίτε ἑώρταζον, καὶ τὸν Καίσαρα ἔντε στολῇ ἐπινικίῳ ἐς τὸ ἄστυ ἐσεκόμισαν καὶ δαφνίνῳ στεφάνῳ ἐτίμησαν, ὥσθ’ὁσάκις οἱ τὰ νικητήρια πέμψαντες εἰώθεσαν αὐτῷ χρῆσθαι, καὶ ἐκεῖνόν οἱ κοσμεῖσθαι.

48.16.2Καῖσαρ δέ, ἐπειδὴ τάτε ἐν τῇ Ἰταλίᾳ κατείργαστο καὶ κόλπος Ἰόνιος ἠλευθέρωτο ( γὰρ Δομίτιος, ἀπογνοὺς μηκέτι καθ’ἑαυτὸν ἰσχύσειν, ἀπέπλευσε πρὸς τὸν Ἀντώνιον), παρεσκευάζετο μὲν ὡς ἐπὶ τὸν Σέξτον ὁρμήσων, αἰσθόμενος δὲ τήντε δύναμιν αὐτοῦ, καὶ ὅτι τῷ Ἀντωνίῳ διάτε τῆς μητρὸς καὶ διὰ τῶν πρέσβεων ἐκεκοινολόγητο, ἔδεισε μὴ καὶ ἀμφοῖν ἅμα πολεμήσῃ, καὶ τὸν Σέξτον ὡς καὶ πιστότερον καὶ ἰσχυρότερον τοῦ Ἀντωνίου προτιμήσας τήντε μητέρα αὐτῷ Μουκίαν ἔπεμψε, καὶ τὴν τοῦ πενθεροῦ αὐτοῦ Λουκίου Σκριβωνίου Λίβωνος ἀδελφὴν ἔγημεν, εἴ πως ἔκτε τῆς εὐεργεσίας καὶ ἐκ τῆς συγγενείας φίλον αὐτὸν ποιήσαιτο.

48.17

48.17.1 γὰρ Σέξτος, ὡς τότε ἐκ τῆς Ἰβηρίας κατὰ τὰς πρὸς τὸν Λέπιδον συνθήκας ἀπηλλάγη καὶ μετὰ τοῦτο ναύαρχος οὐ πολλῷ ὕστερον κατέστη, τῆς μὲν ἀρχῆς ὑπὸ τοῦ Καίσαρος παρελύθη, τοῦ δὲ δὴ ναυτικοῦ καὶ ὣς ἀντεχόμενος ἐτόλμησε μὲν ἐς τὴν Ἰταλίαν πλεῦσαι, ἐπικρατούντων δὲ ἤδη τῶν ἀμφὶ τὸν Καίσαρα αὐτῆς, μαθὼν ὅτι ἐν τοῖς σφαγεῦσι τοῖς τοῦ πατρὸς αὐτοῦ ἑάλωκε, τῆς μὲν ἠπείρου ἀπέσχετο, κατὰ δὲ δὴ τὰς νήσους περιπλέων τάτε γιγνόμενα ἐκαραδόκει καὶ τὴν τροφὴν οὐκ ἐξ ἀδικημάτων ἐπορίζετο ·

48.17.2ἅτε γὰρ μὴ μετεσχηκὼς τοῦ φόνου, καὶ ὑπ’αὐτοῦ τοῦ Καίσαρος ἤλπιζε καταχθήσεσθαι.

48.17.3ἐπεὶ μέντοι καὶ ἐν τῷ λευκώματι τὸ ὄνομα αὐτοῦ ἐξετέθη καὶ ἔγνω καὶ ἐπ’αὐτῷ ἐπικεκηρυγμένον, ἀπέγνωτε τὴν δι’αὐτοῦ κάθοδον καὶ πρὸς πόλεμον ἡτοιμάζετο · ναυπηγίαντε γὰρ τριήρων ἐποιεῖτο καὶ τοὺς αὐτομολοῦντας ἐδέχετο, τούςτε καταποντιστὰς προσηταιρίζετο καὶ τοὺς ἐκπίπτοντας ὑπελάμβανε.

48.17.4 κἀκ τούτων ἐν ὀλίγῳτε ἰσχυρὸς ἐγένετο καὶ τῆς πρὸς τῇ Ἰταλίᾳ θαλάσσης ἐκράτησεν, ἔςτε τοὺς λιμένας αὐτῆς ἀπέβαινε καὶ τὰ πλοῖα ἀπέσπα, ἁρπαγάςτε ἐποιεῖτο. προχωρούντων δὲ αὐτῷ τῶν πραγμάτων ὥστε καὶ στρατιώτας καὶ χρήματα ἀπ’αὐτῶν πορίζειν, ἐς Σικελίαν ἔπλευσε, καὶ Μύλας μὲν τήντε Τυνδαρίδα ἀμαχεὶ κατέσχε, τῆς δὲ Μεσσήνης ὑπὸ Πομπηίου Βιθυνικοῦ τοῦ τότε τῆς Σικελίας ἄρχοντος ἀπεκρούσθη.

48.17.5οὐ μέντοι καὶ παντελῶς αὐτῆς ἀπέστη, ἀλλὰ τήντε χώραν κατατρέχων καὶ τὴν ἐσκομιδὴν τῶν ἐπιτηδείων κωλύων, τῶντε προσβοηθησάντων σφίσι τοὺς μὲν φόβῳ μὴ καὶ τὰ αὐτὰ πάθωσι, τοὺς δὲ καὶ ἐξ ἐνέδρας τινὸς κακώσει προσθέμενος, τόντε ταμίαν σὺν τοῖς χρήμασι προσεποιήσατο, καὶ τέλος καὶ τὴν Μεσσήνην τόντε Βιθυνικὸν ὡς καὶ ἀπὸ τῆς ἴσης οἱ ἄρξοντα καθ’ὁμολογίαν ἔλαβε.

48.17.6καὶ τοῦτον μὲν οὐδὲν τότε γε κακὸν εἰργάσατο, ἐκείνους δὲ τάτε ὅπλα καὶ τὰ χρήματα ἀφείλετο. καὶ μετὰ τοῦτο τάςτε Συρακούσας καὶ ἄλλας τινὰς πόλεις ὑπηγάγετο, καὶ στρατιώταςτε ἀπ’αὐτῶν πλείους καὶ ναυτικὸν ἰσχυρότατον συνήγαγε · καί τινα αὐτῷ δύναμιν καὶ Κύιντος Κορνουφίκιος ἐκ τῆς Ἀφρικῆς ἔπεμψε.

48.18

48.18.1καὶ μὲν οὕτως ηὔξετο, Καῖσαρ δὲ τέως μὲν οὐδεμίαν ἐπιστροφὴν αὐτοῦ τῇτε ἐκείνου καταφρονήσει καὶ τῇ τῶν ἐν χερσὶν ἀσχολίᾳ ἐποιήσατο · ἐπεὶ δ’ὑπότε τοῦ λιμοῦ φθορὰ πολλὴ ἐν τῷ ἄστει ἐγένετο καὶ Σέξτος καὶ τῆς Ἰταλίας ἐπείρασεν, οὕτω δὴ ναυτικόντέ τι κατασκευάζεσθαι ἤρξατο, καὶ τὸν Ῥοῦφον τὸν Σαλουιδιῆνον σὺν δυνάμει πολλῇ ἐς Ῥήγιον προέπεμψε.

48.18.2καὶ ὃς ἐκ μὲν τῆς Ἰταλίας τὸν Σέξτον ἀπεώσατο, ἀναχωρήσαντος δὲ αὐτοῦ ἐς τὴν Σικελίαν δερμάτινα πλοῖα κατὰ τοὺς ἐν τῷ ὠκεανῷ πλέοντας ἐκποιῆσαι ἐπεχείρησεν, ἔνδοθεν μὲν ῥάβδοις αὐτὰ κούφαις διαλαμβάνων, ἔξωθεν δὲ βοὸς δέρμα ὠμὸν ἐς ἀσπίδος κυκλοτεροῦς τρόπον περιτείνων.

48.18.3ὡς δὲ γέλωτάτε ὠφλίσκανεν καὶ κινδυνεύσειν, εἰ πειραθείη αὐτοῖς διὰ τοῦ πορθμοῦ χρήσασθαι, ἐπίστευσεν, ἐκείνων μὲν ἀφεῖτο, τῷ δὲ δὴ ναυτικῷ τῷ κατασκευασθέντιτε καὶ ἐλθόντι ἐπετόλμησε μὲν διαπλεῦσαι, οὐκ ἠδυνήθη δέ · τότε γὰρ πλῆθος καὶ τὸ μέγεθος τῶν νεῶν αὐτοῦ πολὺ τῆς τῶν ἐναντίων καὶ ἐμπειρίας καὶ τόλμης ἠλαττώθη.

48.18.4αὐτόπτης οὖν τῆς ναυμαχίας Καῖσαρ γενόμενος (κατὰ γὰρ τὴν στρατείαν αὐτοῦ τὴν ἐς τὴν Μακεδονίαν ταῦθ’οὕτως ἐπράχθη) χαλεπῶς ἤνεγκε, καὶ μάλισθ’ὅτι τότε πρῶτον συμβαλὼν ἥττητο. καὶ διὰ τοῦτο κατὰ μὲν τὸ ἰσχυρὸν οὐκέτι, καίτοι τοῦ πλείονος ναυτικοῦ σωθέντος οἱ, περαιωθῆναι ἐτόλμησε ·

48.18.5λάθρᾳ δὲ πολλάκις ἐπιχειρήσας ὡς πάντως, ἂν τῆς νήσου ἐπιβῇ, πολὺ τῷ πεζῷ κρατήσων, ἔπειθ’ὡς οὐδέν, ἅτε καὶ ἰσχυρᾶς πανταχόθεν φυλακῆς αὐτοῦ οὔσης, ἐπέραινε, τῇ μὲν Σικελίᾳ ἄλλους τινὰς ἐφεδρεύειν προσέταξεν, αὐτὸς δὲ πρόςτε τὸν Ἀντώνιον ἐς τὸ Βρεντέσιον ἀφίκετο, κἀντεῦθεν τῇ τῶν νεῶν βοηθείᾳ τὸν Ἰόνιον διέβαλε.

48.19

48.19.1γενομένου δὲ τούτου τήντε νῆσον πᾶσαν Σέξτος κατέσχε, καὶ τὸν Βιθυνικὸν ὡς καὶ ἐπιβουλεύσαντα αὐτῷ ἀπέκτεινε, θέαςτε ἐπινικίους ἤγαγε, καὶ ναυμαχίαν τῶν αἰχμαλώτων ἐν τῷ πορθμῷ παρ’αὐτὸ τὸ Ῥήγιον, ὥστε καὶ τοὺς ἐναντίους ὁρᾶν, ἐποίησε, πλοιάριά τινα ξύλινα πρὸς ἕτερα βύρσινα ἐς τὸν τοῦ Ῥούφου κατάγελων συμβαλών.

48.19.2καὶ μετὰ τοῦτο ναῦςτε πλείους ἐναυπηγήσατο καὶ τῆς πέριξ θαλάσσης ἐκράτησε, δόξαντέ τινα καὶ φρόνημα ὡς καὶ τοῦ Ποσειδῶνος παῖς ὤν, ὅτι πάσης ποτὲ πατὴρ αὐτοῦ τῆς θαλάσσης ἦρξε, προσέθετο. ταῦτα μέν, ἕως ἔτι τάτε τοῦ Κασσίου καὶ τὰ τοῦ Βρούτου συνειστήκει, ἔπραξε ·

48.19.3φθαρέντων δὲ ἐκείνων ἄλλοιτε πρὸς αὐτὸν συγκατέφυγον καὶ Στάιος Λούκιος. καὶ αὐτὸν τὰ μὲν πρῶτα ἀσμένως ἐδέξατο (καὶ γὰρ τὴν δύναμιν ἧς ἦρχεν ἐπηγάγετο), ἔπειτα δὲ καὶ δραστήριον καὶ φρονηματώδη ἰδὼν ὄντα ἀπέκτεινεν, ἔγκλημα αὐτῷ προδοσίας ἐπενεγκών.

48.19.4 κἀκ τούτου τότε ἐκείνου ναυτικὸν καὶ τὸ τῶν δούλων τῶν ἐκ τῆς Ἰταλίας ἀφικνουμένων πλῆθος προσλαβὼν πάμπολυ ηὐξήθη · τοσοῦτοι γὰρ δὴ ηὐτομόλουν ὥστε καὶ τὰς ἀειπαρθένους καθ’ἱερῶν εὔξασθαι ἐπισχεθῆναί σφων τὰς αὐτομολίας.

48.20

48.20.1διὰτε οὖν ταῦτα καὶ διὰ τὸ τοὺς φεύγοντας αὐτὸν ὑποδέχεσθαι τήντε τοῦ Ἀντωνίου φιλίαν πράττειν καὶ τῆς Ἰταλίας πολλὰ πορθεῖν, καταλλαγῆναί οἱ Καῖσαρ ἐπεθύμησε · διαμαρτὼν δὲ τούτου ἐκείνῳ μὲν Μᾶρκον Οὐιψάνιον Ἀγρίππαν πολεμῆσαι ἐκέλευσεν, αὐτὸς δὲ ἐς Γαλατίαν ἀπῆρε.

48.20.2μαθὼν οὖν τοῦτο Σέξτος ἐτήρησε τὸν Ἀγρίππαν περὶ τὰ Ἀπολλώνια ἔχοντα · ἐστρατήγει γάρ, καὶ ἄλλατε πολλά, ἅτε καὶ πάνυ φίλος ὢν τῷ Καίσαρι, ἐλαμπρύνατο, καὶ τὴν ἱπποδρομίαν ἐπὶ δύο ἡμέρας ἐποίησε, τῇτε Τροίᾳ καλουμένῃ διὰ τῶν εὐγενῶν παίδων ἐγαυρώθη. ταῦτ’οὖν αὐτοῦ πράττοντος ἐπεραιώθητε ἐς τὴν Ἰταλίαν καὶ ἐνέμεινεν ἐν αὐτῇ λεηλατῶν, μέχρις οὗ ἐκεῖνος ἀφίκετο · τότε γὰρ φρουρὰν ἐν χωρίοις τισὶ καταλιπὼν ἀνέπλευσεν.

48.20.3 δὲ δὴ Καῖσαρ τὴν Γαλατίαν πρότερον μὲν δι’ἑτέρων, ὥσπερ εἴρηται, καταλαβεῖν ἐπεχείρησε, μὴ δυνηθεὶς δὲ διάτε τὸν Καλῆνον καὶ διὰ τοὺς ἄλλους τοὺς τὰ τοῦ Ἀντωνίου πράττοντας αὐτὸς τότε κατέσχε, τόντε Καλῆνον τεθνηκότα νόσῳ εὑρὼν καὶ τὸ στράτευμα αὐτοῦ ἀκονιτὶ προσθέμενος.

48.20.4 κἀν τούτῳ τὸν Λέπιδον ἀγανακτοῦντα τῇ τῆς ἀρχῆς τῆς ἐπιβαλλούσης αὐτῷ στερήσει ἰδὼν ἐς τὴν Ἀφρικὴν ἔπεμψεν, ἵν’ὡς παρ’ἑαυτοῦ μόνου αὐτήν, ἀλλ’οὐ καὶ παρὰ τοῦ Ἀντωνίου λαβὼν οἰκειότερόν οἱ προσφέρηται.

48.21

48.21.1δύο μὲν δὴ ἔθνη τοῖς Ῥωμαίοις ἐν τῇ Λιβύῃ ἐκείνῃ, ὥσπερ εἶπον, ἦν · ἦρχον δὲ πρὸ τῆς τῶν τριῶν ἀνδρῶν συνωμοσίας τοῦ μὲν Νομαδικοῦ Τίτος Σέξτιος, τοῦ δὲ ἑτέρου τε Κορνουφίκιος καὶ Δέκιμος Λαίλιος, μὲν τὰ τοῦ Ἀντωνίου, οἱ δὲ τὰ τοῦ Καίσαρος φρονοῦντες.

48.21.2καὶ τέως μὲν Σέξτιος ἀνέμενεν ὡς καὶ ἐκείνων (πολὺ γὰρ πλείω δύναμιν εἶχον) ἐς τὴν ἀρχὴν αὐτοῦ ἐσβαλούντων, καὶ παρεσκευάζετο ὡς καὶ ἐνταῦθα αὐτοὺς ἀμυνούμενος · ἐπεὶ δὲ διέμελλον, κατεφρόνησέτε αὐτῶν, καὶ προσεπαρθεὶς ὑπότε βοὸς φθεγξαμένης, ὥς φασιν, ἀνθρωπίνῃ φωνῇ καὶ κελευσάσης αὐτῷ τῶν προκειμένων ἔχεσθαι, καὶ ἐξ ἐνυπνίου δι’οὗ ταῦρός τις κατορωρυγμένος ἐν τῇ πόλει Τούκκῃ παρῃνεκέναι οἱ ἔδοξε τὴν κεφαλὴν αὐτοῦ ἀνελέσθαι καὶ ἐπὶ κάμακος, ὡς καὶ ἐκ τούτου νικήσοντι, περιφέρειν, οὐκ ἐμέλλησεν, ἄλλωςτε καὶ ὅτι τὸν ταῦρον ἐν τῷ χωρίῳ ἐν τὸ ἐνύπνιον εἶναι ἔφη εὗρεν, ἀλλ’αὐτὸς ἐς τὴν Ἀφρικὴν προενέβαλε.

48.21.4καὶ τὸ μὲν πρῶτον τότε Ἀδρύμητον καὶ ἄλλα ἄττα χωρία, ἀνελπίστοις σφίσι προσπεσών, κατέσχεν · ἔπειτα δὲ ἀφυλάκτως δι’αὐτὸ τοῦτ’ἔχων ἐλοχίσθητε ὑπὸ τοῦ ταμίου, καὶ πολὺ μέρος τοῦ στρατοῦ ἀποβαλὼν ἐς τὴν Νουμιδίαν ἀνεχώρησε. καὶ ἔτυχε γὰρ ἄνευ τῆς τοῦ ταύρου κεφαλῆς δυστυχήσας, τήντε ἧτταν ἐς τοῦτο ἀνέφερε, καὶ παρεσκευάζετο ὡς καὶ αὖθις στρατεύσων.

48.21.5 κἀν τούτῳ φθάσαντες οἱ ἐναντίοι ἀντεσέβαλον ἐς τὴν ἀρχὴν αὐτοῦ · καὶ οἱ μὲν ἄλλοι Κίρταν ἐπολιόρκουν, δὲ δὴ ταμίας ἐπ’ἐκεῖνον σὺν τοῖς ἱππεῦσιν ὥρμησε, καί τισιν ἱππομαχίαις κρατήσας τὸν συνταμίαν προσεποιήσατο. πραχθέντων δὲ τούτων Σέξτιος νεαλῆ τινα ἐπικουρίαν προσλαβὼν ἀνεκινδύνευσε, καὶ τόντε ταμίαν ἀντενίκησε καὶ τὸν Λαίλιον κατατρέχοντα τὴν χώραν ἐς τὸ ἔρυμα κατέκλεισε.

48.21.6τόντε Κορνουφίκιον ἐπαμυνοῦντα ἀπατήσας ὡς καὶ ἑαλωκότος ἐκείνου καὶ ἐς ἀθυμίαν ἐμβαλὼν ἥττησε, καὶ αὐτόντε ἐν τῇ μάχῃ ἀπέκτεινε καὶ τὸν Λαίλιον ἐπεξελθόντα ὡς καὶ κατὰ νώτου σφίσι προσπεσούμενον.

48.22

48.22.1πράξας δὲ ταῦτα τήντε Ἀφρικὴν κατέσχε καὶ ἑκατέρου τοῦ ἔθνους ἀδεῶς ἦρχε, μέχρις οὗ Καῖσαρ ἐκ τῶν συνθηκῶν τῶν πρόςτε τὸν Ἀντώνιον καὶ τὸν Λέπιδόν οἱ γενομένων τὴν ἀρχὴν αὐτῶν λαβὼν Γάιόν σφισι Φουφίκιον Φάγγωνα προσέταξε · τότε γὰρ ἑκὼν δὴ τῶν ἐθνῶν ἐξέστη.

48.22.2ὡς μέντοι τε μάχη κατὰ τὸν Βροῦτον τόντε Κάσσιον ἐγένετο, καὶ Καῖσαρ τε Ἀντώνιος τάτε ἄλλα ἀνεδάσαντο, καὶ τῆς Λιβύης Καῖσαρ μὲν τὴν Νουμιδίαν Ἀντώνιος δὲ τὴν Ἀφρικὴν ἔλαβεν ( γὰρ Λέπιδος ἐν αὐτοῖς ὀνόματι μόνον, ὥσπερ εἶπον, ἦρχε, καὶ πολλάκις γε οὐ δὲ τοῦτο ἐν τοῖς γράμμασι προσενεγράφετο), ὡς οὖν ταῦτάτε οὕτως ἐγένετο καὶ Φουλουία τὴν Ἀφρικὴν αὐτῷ παραλαβεῖν ἐκέλευσεν (ἐν γὰρ τῇ Λιβύῃ καὶ τότε ἔτι, πρόφασιν μὲν διὰ τὸν χειμῶνα, ἔργῳ δὲ εὖ εἰδὼς ὅτι νεωτερισθήσοιτό τι, ἐνδιέτριψε), τὸν μὲν Φάγγωνα οὐκ ἔπεισε τῆς χώρας ἐκστῆναι, τοὺς δὲ ἐπιχωρίους ἀχθομένους οἱ (ἔντε γὰρ τῷ μισθοφορικῷ ἐστράτευτο ·

48.22.3πολλοὶ γὰρ καὶ τῶν τοιούτων ἐς τὸ βουλευτήριον, ὥσπερ εἴρηταί μοι, κατελελέχατο · καὶ κακῶς αὐτῶν ἦρχε) προσηταιρίσατο.

48.22.4γενομένου δὲ τούτου Φάγγων ἐς τὴν Νουμιδίαν ἀνεχώρησε, καὶ τούςτε Κιρτησίους καταφρονήσαντας αὐτοῦ πρὸς τὰ παρόντα κακῶς μετεχειρίσατο, καὶ Ἀραβίωνά τινα δυναστεύοντα ἐν τοῖς προσοικοῦσί σφισι βαρβάροις, καὶ πρότερον μὲν τῷ Λαιλίῳ συναράμενον, ὕστερον δὲ τῷ Σεξτίῳ προσθέμενον, ἐξέβαλεν ἐκ τῆς ἀρχῆς, ἐπειδή οἱ μὴ ἠθέλησε συμμαχῆσαι.

48.22.5καταφυγόντατε αὐτὸν πρὸς τὸν Σέξτιον ἐξαιτήσας καὶ μὴ λαβὼν ὀργήντε ἐποιήσατο, καὶ ἐς τὴν Ἀφρικὴν ἐμβαλὼν τῆς μὲν χώρας ἐκάκωσεν, ἀντιστρατοπεδευσαμένου δὲ αὐτῷ τοῦ Σεξτίου μάχαις βραχείαις μὲν πολλαῖς δ’οὖν ἡττήθη, καὶ διὰ τοῦτ’ἐς τὴν Νουμιδίαν αὖθις ἀνεκομίσθη.

48.22.6καὶ αὐτῷ Σέξτιος ἀντεπελθὼν ἐλπίδα μὲν ὡς καὶ διὰ βραχέος τῇ τοῦ Ἀραβίωνος μάλιστα ἱππείᾳ νικήσων ἔσχεν, ὑποτοπήσας δέ τι καὶ δολοφονήσας ἐκεῖνον οὐδὲν ἔτι τότε γε ἔπραξεν · οἱ γὰρ ἱππῆς χαλεπῶς ἐπὶ τῷ ὀλέθρῳ αὐτοῦ σχόντες ἐγκατέλιπον αὐτόν, καὶ οἵ γε πλείους σφῶν τὰ τοῦ

48.23

48.23.1Φάγγωνος ἀνθείλοντο. ἀλλ’ἐν μὲν τῷ παρόντι φιλίαν, ὡς καὶ τῆς προφάσεώς σφισι τοῦ πολέμου ὑπεξῃρημένης, συνέθεντο · μετὰ δὲ ταῦτα τηρήσας Φάγγων τὸν Σέξτιον ἀδεῶς ὑπὸ τῶν σπονδῶν ἔχοντα ἐς τὴν Ἀφρικὴν ἐσέβαλε.

48.23.2 κἀνταῦθα συμμίξαντες ἀλλήλοις τὸ μὲν πρῶτον καὶ ἐνίκησαν ἀμφότεροι καὶ ἡττήθησαν ( μὲν γὰρ τῷ ἱππικῷ τῷ Νομαδικῷ, δὲ τῇ ἀσπίδι τῇ πολιτικῇ ἐκράτησεν), ὥστε καὶ τὰ στρατόπεδα αὐτοὺς τὰ ἀλλήλων διαρπάσαι, μηδὲν μηδετέρους περὶ τῶν συστρατιωτῶν εἰδότας ·

48.23.3ὡς δ’ἐπαναχωροῦντες ᾔσθοντο τὸ γεγονός, ἐς χεῖρας αὖθις ἦλθον, καὶ τροπῆς τῶν Νομάδων γενομένης Φάγγων τότε μὲν ἐς τὰ ὄρη ἀνέφυγε, τῆς δὲ νυκτὸς βουβαλίδων διαδραμουσῶν ᾠήθητε τὴν πολεμίαν ἵππον παρεῖναι καὶ ἑαυτὸν κατεχρήσατο.

48.23.4καὶ οὕτως Σέξτιος τὰ μὲν ἄλλα ἀπόνως ἔλαβε, Ζάμην δὲ ἐπὶ πλεῖστον ἀντισχοῦσαν λιμῷ κατεστρέψατο. κἀκ τούτου ἀμφοτέρων αὖθις τῶν ἐθνῶν ἡγεῖτο, μέχρις οὗ Λέπιδος ἐπέμφθη ·

48.23.5ἐκείνῳ γάρ, ὡς καὶ τῷ Ἀντωνίῳ συνδοκοῦν, καὶ ὅτι ταῖς δυνάμεσι πολὺ αὐτοῦ ἠλαττοῦτο, οὐδὲν ἀντέπραξεν, ἀλλ’ὡς καὶ ἑαυτοῦ χάριν τὴν ἀνάγκην τιθέμενος ἡσύχαζε. καὶ οὕτως Λέπιδος ἀμφότερα τὰ ἔθνη κατέσχε.

48.24

48.24.1ταῦτα μὲν οὕτως ἐγένετο, κατὰ δὲ δὴ τοὺς αὐτοὺς τούτους χρόνους, μετὰ τὴν μάχην τὴν πρὸς τοῖς Φιλίπποις συμβᾶσαν, Ἀντώνιος Μᾶρκος ἔςτε τὴν Ἀσίαν τὴν ἤπειρον ἦλθε, κἀνταῦθα τὰ μὲν αὐτὸς περιιών, ἐς δὲ τὰ ἄλλους πέμπων, τάςτε πόλεις ἠργυρολόγει καὶ τὰς δυναστείας ἐπίπρασκε.

48.24.2 κἀν τούτῳ τῆς Κλεοπάτρας ἐν Κιλικίᾳ οἱ ὀφθείσης ἐρασθεὶς οὐκέτ’οὐδεμίαν τοῦ καλοῦ φροντίδα ἐποιήσατο, ἀλλὰ τῇτε Αἰγυπτίᾳ ἐδούλευε καὶ τῷ ἐκείνης ἔρωτι ἐσχόλαζε. καὶ ἄλλατε διὰ τοῦτο πολλὰ καὶ ἄτοπα ἔπραξε, καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀπὸ τοῦ ἐν Ἐφέσῳ Ἀρτεμισίου ἀποσπάσας ἀπέκτεινε.

48.24.3καὶ τέλος Πλάγκον μὲν ἐν τῇ Ἀσίᾳ τῷ ἔθνει, Σάξαν δὲ ἐν τῇ Συρίᾳ καταλιπὼν ἐς τὴν Αἴγυπτον ἀπῆρεν. ὅθενπερ καὶ τὰ μάλιστα ἄλλατε ταραχώδη πολλὰ ἐπεγένετο, ὥστε καὶ τοὺς Ἀραδίους τοὺς νησιώτας μήθ’ὑπακοῦσαί τι τοῖς ὑπ’αὐτοῦ πρὸς σφᾶς ἐπὶ χρήματα πεμφθεῖσι, καὶ προσέτι καὶ φθεῖραί τινας αὐτῶν, καὶ οἱ Πάρθοι καὶ πρὶν κινούμενοι, τότε δὴ καὶ μᾶλλον τοῖς Ῥωμαίοις ἐπέθεντο.

48.24.4ἦγον δὲ αὐτοὺς Λαβιῆνος καὶ Πάκορος, οὗτος μὲν Ὀρώδου τοῦ βασιλέως, ἐκεῖνος δὲ τοῦ Λαβιήνου τοῦ Τίτου παῖς ὤν. ἦλθε δὲ ὧδε ἐς τοὺς Πάρθους, καὶ τάδε σὺν τῷ Πακόρῳ ἔπραξεν.

48.24.5ἐτύγχανε μὲν τῷτε Κασσίῳ καὶ τῷ Βρούτῳ συμμαχῶν, πεμφθεὶς δὲ πρὸς τὸν Ὀρώδην πρὸ τῆς μάχης ὅπως τινὰ βοήθειαν λάβῃ, συχνὸν ὑπ’αὐτοῦ χρόνον διετρίβη περιορωμένου καὶ ὀκνοῦντος μὲν συνθέσθαι οἱ, δεδιότος δὲ ἀπαρνήσασθαι.

48.24.6καὶ μετὰ τοῦτο ὡς τε ἀγγελία τῆς ἥττης ἀφίκετο καὶ οἱ κρατήσαντες ἐδόκουν μηδενὸς τῶν ἀντιπολεμησάντων σφίσι φείσεσθαι, κατέμεινε παρὰ τοῖς βαρβάροις, τὸν μετ’αὐτῶν βίον πρὸ τοῦ οἴκοι ὀλέθρου προτιμήσας. οὗτος οὖν Λαβιῆνος ἐπειδὴ τάχιστα τήντε ἔκλυσιν τοῦ Ἀντωνίου καὶ τὸν ἔρωτα τήντε ἐς τὴν Αἴγυπτον ὁδὸν ᾔσθετο, ἔπεισε τὸν Πάρθον τοῖς Ῥωμαίοις ἐπιχειρῆσαι.

48.24.7τάτε γὰρ στρατεύματα αὐτῶν τὰ μὲν παντελῶς ἐφθάρθαι τὰ δὲ κεκακῶσθαι, καὶ τοὺς λοιποὺς ἐν στάσειτε εἶναι καὶ πολεμήσειν αὖθις ἔφη · κἀκ τούτου παρῄνεσεν αὐτῷ τήντε Συρίαν καὶ τὰ ὅμορα αὐτῇ καταστρέψασθαι, ἐν Καῖσαρ μὲν ἔντε τῇ Ἰταλίᾳ καὶ περὶ τὸν Σέξτον ἀσχολίαν ἦγεν, Ἀντώνιος δὲ ἐν τῇ Αἰγύπτῳ ἤρα.

48.24.8ἡγεμώνθ’ὑπέσχετο τοῦ πολέμου γενήσεσθαι, καὶ πολλὰ καὶ κατὰ τοῦτο τῶν ἐθνῶν, ἅτε καὶ ἀλλοτρίως τοῖς Ῥωμαίοις διὰ τὴν συνεχῆ κάκωσιν ἔχοντα, μεταστήσειν ἐπηγγείλατο.

48.25

48.25.1τοιαῦτ’οὖν εἰπών, καὶ πείσας αὐτὸν πολεμῆσαι, καὶ δύναμιν πολλὴν καὶ τὸν υἱὸν αὐτοῦ τὸν Πάκορον ἐπετράπη, καὶ μετ’αὐτῶν ἔςτε τὴν Φοινίκην ἐνέβαλε, καὶ πρὸς τὴν Ἀπάμειαν προσελάσας τοῦ μὲν τείχους ἀπεκρούσθη, τοὺς δὲ ἐν τῇ χώρᾳ φρουροὺς ἐθελοντὰς προσέθετο.

48.25.2ἐκ γὰρ τῶν τῷτε Κασσίῳ καὶ τῷ Βρούτῳ συνεστρατευμένων ἦσαν · ἔςτε γὰρ τὰ ἑαυτοῦ στρατόπεδα Ἀντώνιος αὐτοὺς κατέταξε, καὶ τότε τὴν Συρίαν ὡς καὶ ἐμπείρως αὐτῆς ἔχοντας φρουρεῖν ἐκέλευσε. τούτουςτε οὖν Λαβιῆνος ῥᾳδίως ὡς καὶ συνήθεις οἱ ὄντας, πλὴν τοῦ Σάξου τοῦ τότε αὐτῶν ἡγουμένου, ἐσφετερίσατο (ἐκεῖνος γὰρ καὶ ἀδελφὸς τοῦ στρατιάρχου ὢν καὶ ταμιεύων μόνος αὐτῷ οὐ προσεχώρησε), καὶ τὸν Σάξαν τὸν ἄρχοντα μάχῃτε ἐκ παρατάξεως καὶ τῷ πλήθει καὶ τῇ ἀρετῇ τῶν ἱππέων ἐνίκησε, καὶ μετὰ τοῦτο ἐκδράντα νυκτὸς ἐκ τῆς ταφρείας ἐπεδίωξεν ·

48.25.3 γὰρ Σάξας φοβηθεὶς μὴ καὶ οἱ συνόντες οἱ τὰ τοῦ Λαβιήνου, ὑπαγομένου σφᾶς διὰ βιβλίων τινῶν ἐς τὸ στρατόπεδον ἐσετόξευε, φρονήσωσιν, ἔφυγεν.

48.25.4καταλαβὼν οὖν αὐτοὺς Λαβιῆνος τοὺς μὲν πλείους ἔφθειρε, τοῦ δὲ δὴ Σάξου ἐς Ἀντιόχειαν διαφυγόντος τήντε Ἀπάμειαν, οὐδὲν ἔτι ὡς καὶ τεθνεῶτος αὐτοῦ ἀντάρασαν, ἔλαβε, καὶ μετὰ τοῦτο καὶ τὴν Ἀντιόχειαν ἐκλειφθεῖσαν ὑπ’αὐτοῦ παρεστήσατο, καὶ τέλος καὶ αὐτὸν ἐκεῖνον ἐς Κιλικίαν φυγόντα ἐπιδιώξας καὶ συλλαβὼν ἀπέκτεινε.

48.26

48.26.1τελευτήσαντος δὲ αὐτοῦ μὲν Πάκορος τὴν Συρίαν ἐχειροῦτο, καὶ πᾶσάν γε αὐτὴν πλὴν Τύρου κατεστρέψατο · ταύτην γὰρ οἵτε Ῥωμαῖοι οἱ περιλιπεῖς καὶ οἱ ἐπιχώριοι οἱ ὁμοφρονοῦντές σφισι προκατέλαβον, καὶ οὔτ’ἀναπεισθῆναι οὔτε βιασθῆναι (ναυτικὸν γὰρ οὐδὲν εἶχεν) ἠδυνήθησαν.

48.26.2οὗτοι μὲν οὖν ἀνάλωτοι ἔμειναν · τὰ δ’ἄλλα Πάκορος λαβὼν ἐς Παλαιστίνην ἐσέβαλε, καὶ τόντε Ὑρκανόν, ὃς τότε τὰ πράγματα αὐτῶν παρὰ τῶν Ῥωμαίων ἐπιτραπεὶς εἶχεν, ἔπαυσε, καὶ τὸν Ἀριστόβουλον τὸν ἀδελφὸν αὐτοῦ ἄρχοντα κατὰ τὸ ἐκείνων ἔχθος ἀντικατέστησεν.

48.26.3 δὲ δὴ Λαβιῆνος ἐν τούτῳ τήντε Κιλικίαν κατέσχε, καὶ τῆς Ἀσίας τὰς ἠπειρώτιδας πόλεις ( γὰρ Πλάγκος φοβηθεὶς αὐτὸν ἐς τὰς νήσους ἐπεραιώθη) παρεστήσατο πλὴν Στρατονικείας, τὰ μὲν πλεῖστα ἄνευ πολέμου, Μύλασα δὲ καὶ Ἀλάβανδα διὰ κινδύνων ἑλών.

48.26.4οὗτοι γὰρ ἐδέξαντο μὲν παρ’αὐτοῦ φρουρούς, φονεύσαντες δὲ αὐτοὺς ἐν ἑορτῇ τινι ἀπέστησαν · καὶ διὰ τοῦτο τοὺς μὲν Ἀλαβανδέας αὐτοὺς λαβὼν ἐκόλασε, τὰ δὲ δὴ Μύλασα ἐκλειφθέντα κατέσκαψε. τῇ γὰρ Στρατονικείᾳ προσήδρευσε μὲν πολὺν χρόνον, οὐδένα δὲ αὐτὴν τρόπον ἑλεῖν ἠδυνήθη.

48.26.5καὶ μὲν χρήματάτε ἐπὶ τούτοις ἐπράσσετο καὶ τὰ ἱερὰ ἐσύλα, αὐτοκράτοράτε αὑτὸν καὶ Παρθικόν γε ἐκ τοῦ ἐναντιωτάτου τοῖς Ῥωμαίοις ἔθους ὠνόμαζεν · οὓς γὰρ κατ’αὐτῶν ἐπῆγεν, ἀπὸ τούτων ἑαυτόν, ὡς καὶ ἐκείνους ἀλλ’οὐ τοὺς πολίτας

48.27

48.27.1νικῶν, ἐπεκάλει · Ἀντώνιος δὲ ἐπυνθάνετο μὲν καὶ ταῦτα ὥσπερ που καὶ τὰ ἄλλα τὰ ἐν τῇ Ἰταλίᾳ δρώμενα (οὐδὲν γὰρ αὐτῶν τὸ παράπαν ἠγνόει), οὐ μέντοι καὶ κατὰ καιρὸν οὐδετέροις ἤμυνεν, ἀλλ’ὑπότε τοῦ ἔρωτος καὶ ὑπὸ τῆς μέθης οὔτε τῶν συμμάχων τι οὔτε τῶν πολεμίων ἐφρόντισε.

48.27.2τέως μὲν γὰρ κάτωτε ἐτέτακτο καὶ τῶν πρωτείων ἐφίετο, ἐντόνως τοῖς πράγμασι προσεῖχεν · ἐπεὶ δὲ ἐν τῷ κράτει ἐγένετο, οὐκέτ’οὐδενὸς αὐτῶν ἀκριβῶς ἐπεμελήθη, ἀλλὰ τῇτε Κλεοπάτρᾳ καὶ τοῖς ἄλλοις Αἰγυπτίοις συνετρύφα, μέχρις οὗ παντελῶς κατελύθη.

48.27.3ὀψὲ δ’οὖν ποτε ἀναγκασθεὶς ἐξαναστῆναι ἔπλευσε μὲν πρὸς τὴν Τύρον ὡς καὶ βοηθήσων σφίσιν, ἰδὼν δὲ δὴ τὰ ἄλλα προκατειλημμένα ἐγκατέλιπεν αὐτούς, πρόφασιν τὸν τοῦ Σέξτου πόλεμον ποιησάμενος · καίτοι καὶ τῆς πρὸς ἐκεῖνον βραδυτῆτος τὰ τῶν Πάρθων σκηπτόμενος προεβάλλετο.

48.27.4καὶ οὕτως οὔτε τοῖς συμμάχοις διὰ τὸν Σέξτον δῆθεν οὔτε τῇ Ἰταλίᾳ δι’ἐκείνους ἐπεκούρησεν, ἀλλὰ παρὰ τὴν ἤπειρον μέχρι τῆς Ἀσίας παρακομισθεὶς ἐς τὴν Ἑλλάδα διέβαλε, κἀνταῦθα τῇτε μητρὶ καὶ τῇ γυναικὶ συμμίξας τόντε Καίσαρα πολέμιον ἐποιήσατο καὶ τῷ Σέξτῳ φιλίαν ἐσπείσατο.

48.27.5καὶ μετὰ τοῦτο ἐς τὴν Ἰταλίαν περαιωθεὶς Σειφοῦντα μὲν ἔσχε, Βρεντέσιον δὲ μὴ ἐθελῆσάν οἱ προσχωρῆσαι ἐπολιόρκει.

48.28

48.28.1πράσσοντος δὲ αὐτοῦ ταῦτα Καῖσαρ τάςτε δυνάμεις (ἐκ γὰρ τῆς Γαλατίας ἤδη παρῆν) ἤθροισε, καὶ Πούπλιον μὲν Σερουίλιον Ῥοῦλλον πρὸς Βρεντέσιον, Ἀγρίππαν δὲ ἐπὶ Σειφοῦντα ἔπεμψε · καὶ οὗτος μὲν βίᾳ τὴν πόλιν εἷλε, τῷ δὲ δὴ Σερουιλίῳ Ἀντώνιος ἐξαίφνης προσπεσὼν πολλοὺς μὲν ἔφθειρε πολλοὺς δὲ καὶ παρεστήσατο.

48.28.2συνερρωγότωντε οὖν αὐτῶν ἐς τὸν πόλεμον, καὶ διαπεμπόντων πρόςτε τὰς πόλεις καὶ πρὸς τοὺς ἐστρατευμένους, ὁπόθεν τινὰ ὠφελίαν προσλήψεσθαι ἐνόμιζον, τε ἄλλη Ἰταλία αὖθις ἐταράσσετο καὶ Ῥώμη ὅτι μάλιστα, καὶ οἱ μὲν ἤδη πρὸς ἑκάτερον μεθίσταντο, οἱ δὲ ἔμελλον. μετεώρων δὲ αὐτῶντε ἐκείνων καὶ τῶν συμπολεμησόντων σφίσιν ὄντων, Φουλουία ἐν Σικυῶνι, ἐν ἦν, ἐτελεύτησε.

48.28.3καὶ αἰτίαν μὲν Ἀντώνιος τοῦ θανάτου αὐτῆς πρόςτε τὸν τῆς Κλεοπάτρας ἔρωτα καὶ πρὸς τὴν ἐκείνης ἀσέλγειαν ἔσχεν · ὡς δ’οὖν τοῦτ’ἠγγέλθη, τάτε ὅπλα ἀμφότεροι κατέθεντο καὶ συνηλλάγησαν, εἴτ’οὖν ὄντως ἐκπολεμούμενοι πρότερον ὑπὸ τῆς Φουλουίας, εἴτε καὶ πρόφασιν τὸν θάνατον αὐτῆς πρὸς τὸ παρ’ἀλλήλων δέος, ὥστε καὶ ἀντιπάλους καὶ τὰς δυνάμεις καὶ τὰς ἐλπίδας ἔχοντες, ποιησάμενοι.

48.28.4 κἀν τούτῳ Καῖσαρ μὲν Σαρδώτε καὶ Δελματίαν τήντε Ἰβηρίαν καὶ τὴν Γαλατίαν, Ἀντώνιος δὲ πάντα τἆλλα τὰ ὑπὲρ τὸν Ἰόνιον, τάτε ἐν τῇ Εὐρώπῃ καὶ τὰ ἐν τῇ Ἀσίᾳ τοῖς Ῥωμαίοις ὄντα, ἀπέλαχε · τάτε γὰρ ἐν τῇ Λιβύῃ ἔθνη Λέπιδος καὶ τὴν Σικελίαν Σέξτος εἶχε.

48.29

48.29.1τὴν μὲν οὖν ἀρχὴν οὕτως αὖθις διεδάσαντο, τὸν δὲ δὴ πόλεμον τὸν πρὸς τὸν Σέξτον ἐκοινώσαντο, καίτοι τοῦ Ἀντωνίου ὅρκους πρὸς αὐτὸν δι’ἀγγέλων ἐπὶ τῷ Καίσαρι πεποιημένου.

48.29.2καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα Καῖσαρ ὑπέμεινε πάντας μὲν τοὺς ἐν τῷ πολέμῳ τῷ κατὰ τὸν Λούκιον τὸν τοῦ Ἀντωνίου ἀδελφὸν μεταστάντας πρὸς αὐτόν, καὶ ἐξ αὐτῶν γε τῶν σφαγέων ἔστιν οὓς ὄντας, ἄλλουςτε καὶ τὸν Δομίτιον, πάντας δὲ καὶ τοὺς ἐκτεθέντας ἐν τοῖς λευκώμασιν, καὶ ἄλλως πως τῷτε Βρούτῳ καὶ τῷ Κασσίῳ συμπολεμήσαντας καὶ μετὰ τοῦτο τὰ τοῦ Ἀντωνίου πράξαντας, καταδέξασθαι ἐπ’ἀδείᾳ.

48.29.3τοσοῦτος μὲν δὴ καὶ τῶν στάσεων καὶ τῶν πολέμων παράλογός ἐστι, δίκῃ μὲν οὐδὲν τῶν τὰ πράγματα ἐχόντων νομιζόντων, πρὸς δὲ δὴ τάςτε ἀεὶ χρείας καὶ τὰ συμφέροντά σφων τότε φίλιον καὶ τὸ πολέμιον ἐξεταζόντων, καὶ διὰ τοῦτο τοὺς αὐτοὺς τοτὲ μὲν ἐχθροὺς τοτὲ δὲ ἐπιτηδείους σφίσι πρὸς τὸν καιρὸν ἡγουμένων.

48.30

48.30.1συνθέμενοι δ’οὖν ταῦτ’ἐν τοῖς στρατοπέδοις τοῖς περὶ τὸ Βρεντέσιον εἱστίασαν ἀλλήλους, Καῖσαρ μὲν στρατιωτικῶςτε καὶ Ῥωμαϊκῶς, Ἀντώνιος δὲ Ἀσιανῶςτε καὶ Αἰγυπτίως.

48.30.2κατηλλαγμένων δὲ αὐτῶν, ὥς γε ἐδόκουν, περιστάντες τὸν Ἀντώνιον οἱ στρατιῶται οἱ τότε τῷ Καίσαρι συνόντες ἀπῄτουν παρ’αὐτοῦ τὰ χρήματα πρὸ τῆς μάχης τῆς πρὸς τοῖς Φιλίπποις γενομένης ὑπέσχοντό σφισι · δι’ καὶ ἐς τὴν Ἀσίαν, ὅπως ὅτι πλεῖστα ἀθροίσειεν, ἔσταλτο.

48.30.3 κἂν ἐξειργάσαντό τι αὐτὸν μηδὲν διδόντα, εἰ μή σφας Καῖσαρ ἐπελπίσας πῃ κατέσχε. καὶ μετὰ τοῦτο τούςτε ἀφηλικεστέρους τῶν στρατιωτῶν ἐς τὰς ἀποικίας, μὴ καὶ ἐπὶ πλεῖον στασιάσωσιν, ἐξέπεμψαν, καὶ τοῦ πολέμου ἥπτοντο.

48.30.4 γὰρ Σέξτος ἦλθε μὲν ἐς τὴν Ἰταλίαν κατὰ τὰς συνθήκας τὰς πρὸς τὸν Ἀντώνιόν οἱ γενομένας ὡς καὶ τῷ Καίσαρι μετ’αὐτοῦ πολεμήσων, μαθὼν δὲ τὴν σύμβασίν σφων αὐτὸς μὲν ἐς τὴν Σικελίαν ἀνεκομίσθη, Μηνᾷ δὲ ἐξελευθέρῳ οἱ, πάνυ προσέκειτο, ἐκέλευσε μέρει τοῦ ναυτικοῦ περιπλέοντι κακουργεῖν τὰ τῶν ἐναντίων.

48.30.5καὶ ὃς τῆςτε Τυρσηνίας πολλὰ ἐκάκωσε, καὶ Μᾶρκον Τίτιον Τιτίου, τῶντε ἐπικηρυχθέντων καὶ τότε τῷ Σέξτῳ συνόντων, υἱὸν ὄντα καὶ ναῦς ἐπὶ ἰδίᾳ δυναστείᾳ συγκροτοῦντα, κἀν τῷ Ναρβωνησίῳ ἔθνει ναυλοχοῦντα, ἐζώγρησε.

48.30.6καὶ ὃς ἔπαθε μὲν κακὸν οὐδέν (διάτε γὰρ τὸν πατέρα, καὶ διότι τὸ ὄνομα τοῦ Σέξτου ἐν ταῖς ἀσπίσιν οἱ στρατιῶται αὐτοῦ ἔφερον, ἐσώθη), οὐ μέντοι καὶ καλῶς τὸν εὐεργέτην ἠμείψατο, ἀλλὰ καὶ κατεπολέμησεν αὐτὸν καὶ κατεφόνευσεν, ὥστε καὶ τοῦτ’ἐν τοῖς μάλιστα τῶν ὁμοίων μνημονευθῆναι.

48.30.7 δ’οὖν Μηνᾶς ταῦτάτε οὕτως ἔπραξε, καὶ ἐπὶ Σαρδὼ πλεύσας συνέβαλε Μάρκῳ Λουρίῳ τῷ ἄρχοντι αὐτῆς, καὶ τὰ μὲν πρῶτα ἐτράπετο, ἔπειτα δὲ παρὰ δόξαν αὐτὸν ἀπερισκέπτως ἐπιδιώκοντα ὑποστὰς ἀντεπεκράτησε.

48.30.8καὶ μετὰ τοῦτο ἐκλιπόντος αὐτοῦ τὴν νῆσον κατέσχε τὰ μὲν ἄλλα ὁμολογίᾳ, τὴν δὲ Κάραλιν πολιορκίᾳ · συχνοὶ γὰρ ἐκ τῆς μάχης ἐς αὐτὴν κατεπεφεύγεσαν. τῶν γε μὴν ἁλόντων ἄλλουςτε καὶ Ἕλενον, ἐξελεύθερόντε τοῦ Καίσαρος ὄντα καὶ ἀρέσκοντα αὐτῷ τὰ μάλιστα, ἀφῆκεν ἄνευ λύτρων, εὐεργεσίαντε ἐς τὸν Καίσαρα πόρρωθεν προκατατιθέμενος καὶ καταφυγὴν ἑαυτῷ προπαρασκευάζων, εἴ τι παρ’αὐτοῦ δεηθείη.

48.31

48.31.1καὶ μὲν ταῦτ’ἐποίει · οἱ δὲ ἐν τῇ Ῥώμῃ, ὡς τε Σαρδὼ εἴχετο καὶ παραλία ἐπορθεῖτο, τῆςτε σιτοπομπίας ἐστέρηντο, καὶ λιμὸς τάτε τέλη πολλὰ καὶ παντοῖα καθιστάμενα καὶ προσέτι καὶ συντέλειαι τοῖς τοὺς δούλους ἔχουσι προστασσόμεναι δεινῶς αὐτοὺς ἐλύπουν, οὐκέθ’ἡσύχαζον, ἀλλ’ὅσον ἐπὶ ταῖς τοῦ Ἀντωνίου καὶ τοῦ Καίσαρος καταλλαγαῖς, ὡς καὶ σφετέρας εἰρήνης τῆς ἐκείνων ὁμονοίας οὔσης, ἥσθησαν, τοσοῦτον καὶ πλεῖον ἐπὶ τῷ πρὸς τὸν Σέξτον σφῶν πολέμῳ ἤσχαλλον.

48.31.3ἐν δ’οὖν τῷ τότε ἐπίτε ἵππων αὐτοὺς ὥσπερ ἐν ἐπινικίοις τισὶν ἐσαγαγόντες, καὶ τῇ νικητηρίᾳ στολῇ ἐξ ἴσου τοῖς πέμψασιν αὐτὰ κοσμήσαντες, τάςτε πανηγύρεις ἐπὶ τῶν ἀρχικῶν δίφρων θεωρεῖν ποιήσαντες, καὶ τὴν Ὀκταουίαν τὴν τοῦ Καίσαρος ἀδελφὴν γυναῖκα τῷ Ἀντωνίῳ, ἐπειδὴ ἀνὴρ αὐτῆς ἐτετελευτήκει, καὶ κυοῦσαν προμνησάμενοι, τοσαύτῃ μεταβολῇ ἐχρήσαντο ὥστε τὸ μὲν πρῶτον κατὰ συστάσεις γιγνόμενοι καὶ ἐπὶ θέαν τινὰ ἀθροιζόμενοι παρεκάλουν σφᾶς εἰρηνῆσαι καὶ πολλὰ ἐπὶ τούτῳ ἐπεβόων, ὡς δὲ οὐκ ἐπείθοντο, ἠλλοτριώθησάντε αὐτοῖς καὶ πρὸς τὸν Σέξτον ἀπέκλιναν.

48.31.5καὶ ἄλλατε ἐπὶ θεραπείᾳ αὐτοῦ διεθρόουν, καὶ ἐν ταῖς ἱπποδρομίαις κρότῳτε πολλῷ τὸ τοῦ Ποσειδῶνος ἄγαλμα πομπεῦον ἐτίμων καὶ ἡδονὴν ἐπ’αὐτῷ πολλὴν ἐποιοῦντο. ἐπείτε ἡμέραις τισὶν οὐκ ἐσήχθη, τούςτε ἐν ταῖς ἀρχαῖς ὄντας λίθοις ἐκ τῆς ἀγορᾶς ἐξήλασαν καὶ ἐκείνων τὰς εἰκόνας κατέβαλον, καὶ τέλος, ἐπειδὴ μη δ’ὥς τι ἐπεραίνετο, σπουδῇ ἐπ’αὐτοὺς ὡς καὶ ἀποκτενοῦντές σφας ὥρμησαν.

48.31.6καὶ μὲν Καῖσαρ, καίτοι τρωθέντων τῶν ἀμφ’αὐτὸν ὄντων, τήντε ἐσθῆτα περιερρήξατο καὶ πρὸς ἱκετείαν αὐτῶν ἐτράπετο, δ’Ἀντώνιος βιαιότερόν σφισι προσηνέχθη. καὶ διὰ τοῦτο ὅτι μάλιστα ὀργισθέντωντέ σφων καὶ ἐπὶ τούτῳ καὶ δεινόν τι πράξειν προσδοκηθέντων, ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ ἄκοντες ἐπικηρυκεύσασθαι.

48.32

48.32.1 κἀν τούτῳ τούςτε στρατηγοὺς καὶ τοὺς ὑπάτους, καίπερ ἐπ’ἐξόδῳ ἤδη τοῦ ἔτους ὄντος, παύσαντες ἄλλους ἀντικατέστησαν, βραχὺ φροντίσαντες εἰ καὶ ἐπ’ὀλίγας ἡμέρας ἄρξουσι.

48.32.2καὶ εἷς γε τῶν τότε ὑπατευσάντων Λούκιος Κορνήλιος Βάλβος ἐγένετο, Γαδειρεύςτε ὢν καὶ πλούτῳ καὶ μεγαλονοίᾳ τοσοῦτον τοὺς καθ’ἑαυτὸν ἀνθρώπους ὑπερενεγκὼν ὥστε καὶ δωρεὰν τοῖς Ῥωμαίοις ἀνὰ πέντε καὶ εἴκοσι δραχμὰς τελευτῶν καταλιπεῖν.

48.32.3τοῦτότε οὖν ἐποίησαν, καὶ ἐν τῇ τελευταίᾳ τοῦ ἔτους ἡμέρᾳ ἀγορανόμου τινὸς ἀποθανόντος ἕτερον ἐς τὰς λοιπὰς ὥρας ἀνθείλοντο. κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ τότε ὕδωρ τὸ Ἰούλιον ὠνομασμένον ἐς τὴν πόλιν ἐπωχετεύθη, καὶ πανήγυρις ἐπὶ τῷ πολέμῳ τῷ πρὸς τοὺς σφαγέας εὐχθεῖσα ὑπὸ τῶν ὑπάτων ἐποιήθη.

48.32.4τάτε τοῖς ἑπτὰ ἀνδράσιν ὠνομασμένοις προσήκοντα οἱ ποντίφικες, ἐπειδὴ μηδεὶς ἐκείνων παρῆν, ἐπετέλεσαν · καὶ τοῦτο καὶ ἄλλοτε πολλάκις ἐγένετο.

48.33

48.33.1ταῦτάτε οὖν οὕτως ἐν τῷ ἔτει ἐκείνῳ ἐπράχθη, καὶ Σφαῖρον Καῖσαρ παιδαγωγόντε καὶ ἐξελεύθερον αὐτοῦ γενόμενον δημοσίᾳ ἔθαψε. τόντε Ῥοῦφον τὸν Σαλουιδιῆνον ὡς καὶ ἐπιβουλεύσαντά οἱ ἀπέκτεινεν.

48.33.2οὗτος δὲ ἦν μὲν ἐξ ἀφανεστάτων, καὶ αὐτῷ κεφαλὴ ποιμαίνοντι φλόγα ἀνέδωκεν · ἐς τοσοῦτον δὲ ὑπὸ τοῦ Καίσαρος προήχθη ὥστε αὐτόντε ὕπατον μη δὲ βουλεύοντα ἀποδειχθῆναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ προαποθανόντα διὰ τοῦ Τιβέριδος, γεφύρας ἐπ’αὐτὸ τοῦτο ποιηθείσης, ἐξενεχθῆναι.

48.33.3ἀλλ’οὐδὲν γὰρ τῶν ἀνθρωπίνων βέβαιόν ἐστι, κατηγορήθητε ἐν τῷ βουλευτηρίῳ ὑπ’αὐτοῦ τοῦ Καίσαρος, καὶ ὡς πολέμιος ἐκείνου καὶ τοῦ δήμου παντὸς ἐσφάγη, ἱερομηνίαιτε ἐπ’αὐτῷ ἐγένοντο, καὶ προσέτι καὶ φυλακὴ τῆς πόλεως τοῖς τρισὶν ἀνδράσι μετὰ τῆς εἰθισμένης προσθήκης, τοῦ μηδὲν ἀπ’αὐτῆς ἀποτριβῆναι, ἐπετράπη.

48.33.4ἔντε τῷ πρὸ τούτου ἔτει θηρίατε ἐν τῇ τῶν Ἀπολλωνίων ἱπποδρομίᾳ ἄνδρες ἐς τὴν ἱππάδα τελοῦντες κατέβαλον, καὶ ἡμέρα ἐμβόλιμος παρὰ τὰ καθεστηκότα ἐνεβλήθη, ἵνα μὴ νουμηνία τοῦ ἐχομένου ἔτους τὴν ἀγορὰν τὴν διὰ τῶν ἐννέα ἡμερῶν ἀγομένην λάβῃ, ὅπερ ἀπὸ τοῦ πάνυ ἀρχαίου σφόδρα ἐφυλάσσετο · καὶ δῆλον ὅτι ἀνθυφῃρέθη αὖθις, ὅπως χρόνος κατὰ τὰ τῷ Καίσαρι τῷ προτέρῳ δόξαντα συμβῇ.

48.33.5κάστορίτέ τινι τε τοῦ Ἀττάλου καὶ τοῦ Δηιοτάρου ἀρχὴ ἐν τῇ Γαλατίᾳ τελευτησάντων ἐδόθη · καὶ νόμος Φαλκίδιος ὠνομασμένος, πλείστην καὶ νῦν ἔτι ἰσχὺν ἐς τὰς τῶν κλήρων διαδοχάς, ὥστε τινὰ τὸ τέταρτον τῆς καταλειφθείσης οἱ οὐσίας. ἄν γέ πῃ βαρύνηται, λαβόντα τὸ λοιπὸν ἀφεῖναι, ἔχων, ὑπὸ Πουπλίου Φαλκιδίου δημαρχοῦντος ἐτέθη.

48.34

48.34.1ταῦτα μὲν ἐν τοῖς δύο ἔτεσιν ἐγένετο, τῷ δ’ἐπιγιγνομένῳ, ἐν Λούκιόςτε Μάρκιος καὶ Γάϊος Σαβῖνος ὑπάτευσαν, τάτε ὑπὸ τῶν τριῶν ἀνδρῶν πραχθέντα ἀφ’οὗ ἐς τὴν ὀλιγαρχίαν ἐσῆλθον κῦρος παρὰ τῆς βουλῆς ἔλαβε, καὶ τέλη τινὰ ὑπ’αὐτῶν προσκατέστη διὰ τὸ τὰ ἀναλώματα πολλῷ πλείω ἤπερ ἐπὶ τοῦ προτέρου Καίσαρος ἐτέτακτο γίγνεσθαι ·

48.34.2πάμπολλα γὰρ αὐτοὶ καὶ μάλιστα ἐς τοὺς στρατιώτας δαπανῶντες ᾐσχύνοντο μόνον παρὰ τὸ καθεστηκὸς ἀναλίσκοντες.

48.34.3ἀμέλει τὸν πώγωνα Καῖσαρ τότε πρῶτον ξυράμενος αὐτόςτε μεγάλως ἑώρτασε καὶ τοῖς ἄλλοις ἅπασι δημοτελῆ ἑορτὴν παρέσχε. καὶ μὲν καὶ ἔπειτα ἐπελειοῦτο τὸ γένειον, ὥσπερ οἱ ἄλλοι · ἤδη γὰρ καὶ τῆς Λιουίας ἐρᾶν ἤρχετο, καὶ διὰ τοῦτο καὶ τὴν Σκριβωνίαν τεκοῦσάν οἱ θυγάτριον ἀπεπέμψατο αὐθημερόν.

48.34.4τῶν δ’οὖν ἀναλωμάτων πολὺ μειζόνων πρότερον γιγνομένων, καὶ τῶν προσόδων οὔτ’ἄλλως ἀρκουσῶν καὶ τότε ἐλαττόνων διὰ τὰς στάσεις προσιουσῶν, καινά τινα τέλη ἐσήγαγον, ἔςτε τὸ βουλευτήριον πλείστους ὅσους οὐχ ὅτι τῶν συμμάχων καὶ στρατιώτας παῖδάςτε ἀπελευθέρων, ἀλλὰ καὶ δούλους ἐνέγραψαν.

48.34.5Μάξιμον γοῦν τινα ταμιεύσειν μέλλοντα ἐγνώρισέτε δεσπότης καὶ ἀπήγαγε. καὶ τούτῳ μὲν ἀδεὲς ἐγένετο τολμήσαντι τὴν ἀρχὴν αἰτῆσαι · ἕτερος δὲ ἐν τοῖς στρατηγοῦσι φωραθεὶς κατὰ τῶν τοῦ Καπιτωλίου πετρῶν ἐώσθη, προελευθερωθεὶς ἵνα ἀξίωμα τιμωρία αὐτοῦ λάβῃ.

48.35

48.35.1πρόφασιν δέ σφισι τοῦ τῶν βουλευσόντων πλήθους τοῦ Ἀντωνίου στρατεία, ἣν ἐπὶ τοὺς Πάρθους ἡτοιμάζετο, παρέσχεν · ἀφ’οὗπερ καὶ ἀρχὰς ἄλλαςτε ἐπὶ πλείω ἔτη καὶ τὴν τῶν ὑπάτων ἐς ὀκτὼ ὅλα προκατεστήσαντο, τοὺς μὲν ἀμειβόμενοι τῶν συναραμένων σφίσι, τοὺς δὲ ὑπαγόμενοι.

48.35.2ὑπάτους δὲ οὐ δύο ἐτησίους, ὥσπερ εἴθιστο, ἀλλὰ πλείους τότε πρῶτον εὐθὺς ἐν ταῖς ἀρχαιρεσίαις εἵλοντο. καὶ πρότερον μὲν γὰρ μεθ’ἑτέρους τινὲς μήτ’ἀποθανόντας μήτ’ἐπ’ἀτιμίᾳ καὶ ἄλλως πως παυθέντας ἦρξαν · ἀλλ’ἐκεῖνοι μέν, ὥς που τοῖς ἐς ὅλον τὸν ἐνιαυτὸν χειροτονηθεῖσιν ἔδοξε, κατέστησαν, τότε δὲ ἐνιαύσιος μὲν οὐδεὶς ᾑρέθη, πρὸς δὲ δὴ τὰ τοῦ χρόνου μέρη ἄλλοι καὶ ἄλλοι ἀπεδείχθησαν.

48.35.3καὶ οἱ μὲν πρῶτοι καὶ τὸ ὄνομα τῆς ὑπατείας κατὰ παντὸς τοῦ ἔτους, ὥσπερ καὶ νῦν γίγνεται, ἔσχον · τοὺς δ’ἑτέρους αὐτοὶ μὲν οἱ ἐν τῇ πόλει τῇτε ἄλλῃ Ἰταλίᾳ ἐν ἑκάστῳ τῷ τῆς ἀρχῆς αὐτῶν χρόνῳ ὠνόμαζον, καὶ νῦν ποιεῖται, οἱ δὲ λοιποὶ τινας αὐτῶν οὐδένας ᾔδεσαν, καὶ διὰ τοῦτο σμικροτέρους σφᾶς ὑπάτους ἐπεκάλουν.

48.36

48.36.1οἴκοι μὲν δὴ ταῦτ’ἔπραττον, τῷ δὲ δὴ Σέξτῳ πρῶτον μὲν διὰ τῶν ἑταίρων, καὶ ὅπως καὶ ἐφ’οἷς καταλλαγήσοιντο, συνέβησαν, ἔπειτα δὲ καὶ αὐτοὶ πρὸς Μισηνῷ ἐς λόγους ἦλθον. εἱστήκεσαν δὲ οἱ μὲν ἐν τῇ ἠπείρῳ, δὲ ἐν χώματί τινι ἐν τῇ θαλάσσῃ ἐπ’αὐτὸ τοῦτο περιρρύτῳ οὐ πόρρω σφῶν πρὸς ἀσφάλειαν αὐτῷ πεποιημένῳ ·

48.36.2καὶ παρῆν πᾶς μὲν τούτου ναυτικὸς πᾶς δὲ ἐκείνων πεζικὸς ὄχλος, οὐχ ἁπλῶς, ἀλλ’οἱ μὲν ἐπὶ τῆς γῆς οἱ δὲ ἐπὶ τῶν νεῶν ἐξωπλισμένοι παρετετάχατο, ὥστε καὶ ἀπ’αὐτοῦ τούτου δῆλον πᾶσι γενέσθαι ὅτι ἔκτε τοῦ φόβου τῆς παρασκευῆς σφων καὶ ἐξ ἀνάγκης, οἱ μὲν διὰ τὸν δῆμον δὲ διὰ τοὺς συνόντας οἱ, ἐσπείσαντο.

48.36.3αἱ δὲ δὴ συνθῆκαι ἐπὶ τοῖσδε ἐγένοντο, τούςτε αὐτομολήσαντας τῶν δούλων ἐλευθέρους εἶναι, καὶ τοὺς ἐκπεσόντας πλὴν τῶν σφαγέων κατελθεῖν · τούτους γὰρ δῆθεν ὑπεξείλοντο, ἐπεὶ τῷ γε ἔργῳ καὶ ἐκείνων τινὲς κατιέναι ἔμελλον · καὶ γὰρ αὐτὸς Σέξτος εἷς ἐξ αὐτῶν γεγονέναι ἐδόκει.

48.36.4ἀλλ’ἐγράφη γε τοὺς ἄλλους πλὴν τούτων πάντας ἐπίτε ἀδείᾳ καὶ ἐπὶ τῷ τετάρτῳ τῆς δημευθείσης σφῶν οὐσίας ἐπανελθεῖν, καὶ ἐκείνων μέν τισι καὶ δημαρχίας καὶ στρατηγίας ἱερωσύναςτε εὐθὺς δοθῆναι, αὐτὸν δὲ τὸν Σέξτον ὕπατόντε αἱρεθῆναι καὶ οἰωνιστὴν ἀποδειχθῆναι, ἔκτε τῆς οὐσίας τῆς πατρῴας χιλίας καὶ ἑπτακοσίας καὶ πεντήκοντα μυριάδας δραχμῶν κομίσασθαι, καὶ Σικελίας καὶ Σαρδοῦς τῆςτε Ἀχαΐας ἐπὶ πέντε ἔτη ἄρξαι μήτ’αὐτομόλους δεχόμενον μήτε ναῦς ἐπικτώμενον μήτε τινὰ φρούρια ἐν τῇ Ἰταλίᾳ ἔχοντα, ἀλλὰ τήντε εἰρήνην αὐτῇ τὴν ἐκ τῆς θαλάσσης πρυτανεύοντα καὶ σῖτον τοῖς ἐν τῇ πόλει τακτὸν πέμποντα.

48.36.6τὸν δὲ δὴ χρόνον αὐτῷ τοῦτον προσέγραψαν, ὅτι καὶ αὐτοὶ πρὸς καιρὸν δή τινα τὴν ἐξουσίαν ἀλλ’οὐκ ἀίδιον ἔχειν δοκεῖν ἤθελον.

48.37

48.37.1ταῦτα μὲν οὖν συνθέμενοι καὶ συγγραψάμενοι τάτε γραμματεῖα ταῖς ἱερείαις ταῖς ἀειπαρθένοις παρακατέθεντο, καὶ μετὰ τοῦτο δεξιάςτέ σφισιν ἔδοσαν καὶ ἐφίλησαν ἀλλήλους. γενομένου δὲ τούτου πολλὴ καὶ ἄπλετος βοὴ καὶ ἐκ τῆς ἠπείρου ἅμα καὶ ἐκ τῶν νεῶν ἠγέρθη.

48.37.2πολλοὶ μὲν γὰρ στρατιῶται πολλοὶ δὲ καὶ ἰδιῶται παρόντες ἀθρόον καὶ ἐξαπιναίως, ἅτε καὶ τῷ πολέμῳ δεινῶς ἀχθόμενοι καὶ τῆς εἰρήνης ἰσχυρῶς ἐπιθυμοῦντες, ἐξέκραγον, ὥστε καὶ τὰ ὄρη συνηχῆσαι, κἀκ τούτου καὶ φρίκην σφίσι καὶ ἔκπληξιν μεγάλην ἐγγενέσθαι, καὶ πολλοὺς μὲν ὑπ’αὐτῶν τούτων ἐκθανεῖν, πολλοὺς δὲ συμπατηθέντας καὶ ἀποπνιγέντας ἀπολέσθαι.

48.37.3οἵτε γὰρ ἐν τοῖς σκάφεσιν ὄντες οὐκ ἀνέμειναν τῇ γῇ αὐτῇ προσελθεῖν, ἀλλ’ἐξεπήδων ἐς τὴν θάλασσαν, καὶ οἱ ἕτεροι ἐς αὐτὸν τὸν βυθὸν ἐπεσέβαινον. κἀν τούτῳ ἠσπάζοντότε ἀλλήλους ἅμα νηχόμενοι καὶ περιέβαλλον κολυμβῶντες, ὥστε ποικίλην μὲν αὐτῶν θέαν ποικίλην δὲ καὶ ἀκοὴν συμβῆναι.

48.37.4οἱ μὲν γὰρ τούςτε συγγενεῖς καὶ τοὺς ἑταίρους ζῶντας εἰδότες καὶ τότε παρόντας ὁρῶντες ἀπλήστῳ τῇ ἡδονῇ ἐχρῶντο · οἱ δὲ ἀπολωλέναιτέ σφας πρότερον νομίζοντες καὶ τότε παρὰ δόξαν θεωροῦντες ἄποροίτε ἐπὶ πολὺ ἐγίγνοντο καὶ ἀφασίᾳ συνείχοντο, ἀπιστοῦντέςτε ἅμα τῇ ὄψει καὶ εὐχόμενοι ἀληθῆ ταύτην εἶναι · καὶ οὐ πρότερόν γε ἐγνώριζόν σφας πρὶν τάτε ὀνόματα αὐτῶν ἀνακαλέσαι καὶ φθεγγομένων τι ἀκοῦσαι ·

48.37.5οὕτω δὲ ἔχαιρον μὲν ὡς καὶ ἀναβιωσκομένων σφῶν, ἀναγκαζόμενοι δὲ ἀθρόως ἥδεσθαι οὐκ ἀδακρυτὶ διῆγον. καὶ ἕτεροι ἀγνοοῦντέςτε τοὺς φιλτάτους ἀπολωλότας, καὶ ζῆν παρεῖναίτε αὐτοὺς ἡγούμενοι, ἐζήτουντέ σφας ἅμα περιφοιτῶντες, καὶ πάντα τὸν προστυγχάνοντα περὶ αὐτῶν ἐπηρώτων ·

48.37.6καὶ τέως μὲν οὐδὲν ἀκριβὲς ἐμάνθανον, μαινομένοιςτε ἐῴκεσαν καὶ ἐν ἀπόρῳ καθειστήκεσαν, ἐλπίζοντέςτε ἅμα αὐτοὺς εὑρήσειν καὶ φοβούμενοι μὴ τεθνήκασι, καὶ μήτ’ἀπογνῶναι πρὸς τὴν ἐπιθυμίαν μήτ’ἀπαλγῆσαι πρὸς τὴν ἐλπίδα δυνάμενοι ·

48.37.7μαθόντες δὲ τὴν ἀλήθειαν τάςτε τρίχας ἐσπαράττοντο καὶ τὰς ἐσθῆτας περιερρήγνυντο, ὀνομαστίτε αὐτοὺς ἀνεκάλουν ὡς καὶ ἐπακοῦσαί τι δυναμένους, καὶ πένθος ὡς καὶ τότε τελευτώντων αὐτοῦτέ που κειμένων σφῶν ἐποιοῦντο.

48.37.8καὶ εἴγε τισὶ μηδὲν αὐτοῖς τοιοῦτο παρῆν, ἀλλ’ἐπί γε τοῖς τῶν ἄλλων παθήμασιν ἐταράττοντο · γὰρ χαίροντί τινι συνήδοντο πενθοῦντι συνελυποῦντο, καὶ οὕτως εἰ καὶ ἔξω οἰκείου πάθους ἦσαν, ὅμως οὐκ ἐδύναντο διὰ τὴν πρὸς τοὺς ἄλλους ὁμιλίαν ἡσυχάζειν.

48.37.9καὶ ἐκ τούτου οὔτε κόρον οὔτ’αἰσχύνην, ἅτε καὶ τοῖς αὐτοῖς συμφερόμενοι, ἐλάμβανον, ἀλλὰ τήντε ἡμέραν ὅλην καὶ τῆς νυκτὸς τὰ πλείω ἐς ταῦτα κατανάλωσαν.

48.38

48.38.1μετὰ δὲ δὴ ταῦθ’οἵτε ἄλλοι ὑπεδέχοντο ἀλλήλους καὶ ἀνθειστίων καὶ αὐτοὶ ἐκεῖνοι, πρότερος μὲν Σέξτος ἐν τῇ νηί, ἔπειτα δὲ καὶ Καῖσαρ τε Ἀντώνιος ἐν τῇ ἠπείρῳ · τοσοῦτον γὰρ Σέξτος τῇ δυνάμει σφῶν περιῆν ὥστε μὴ πρότερον αὐτὸν ἐς τὴν ἤπειρον ἐκβῆναι πρὶν ἐκείνους ἐς τὴν ναῦν ἐσελθεῖν.

48.38.2καὶ τοῦτο μέντοι ποιήσας, δυνηθείςτ’ἂν ἀμφοτέρους ἐν τῷ σκάφει σὺν ὀλίγοις παρόντας, ὥσπερ που καὶ Μηνᾶς αὐτῷ συνεβούλευε, φονεῦσαι, οὐκ ἠθέλησεν, ἀλλὰ καίπερ πρὸς τὸν Ἀντώνιον, ἐπειδὴ τὴν οἰκίαν αὐτοῦ τὴν πατρῴαν τὴν ἐν ταῖς Καρίναις κατεῖχε (τόπος γάρ τις τῆς τῶν Ῥωμαίων πόλεως οὕτω καλούμενός ἐστιν), ἀποσκώψας τρόπον τινὰ ἥδιστον (ταῖς γὰρ τροπίσι ταῖς τῶν νεῶν τῆς αὐτῆς ὀνομασίας οὔσης, ἐν ταῖς Καρίναις αὐτοὺς ἑστιᾶν ἔφη), ὅμως οὐδὲν ὡς καὶ μνησικακῶν σφισιν ἔπραξεν, ἀλλὰ τῇτε ὑστεραίᾳ ἀνθειστιάθη, καὶ τὴν θυγατέρα Μάρκῳ Μαρκέλλῳ τῷ τοῦ Καίσαρος ἀδελφιδῷ ἠγγύησεν.

48.39

48.39.1οὗτος μὲν οὖν πόλεμος ἀνεβέβλητο, τὰ δὲ δὴ τοῦ Λαβιήνου τῶντε Πάρθων ὧδε διεπολεμήθη. Ἀντώνιος αὐτὸς μὲν ἐς τὴν Ἑλλάδα ἀπὸ τῆς Ἰταλίας ἐπανελθὼν ἐνταῦθα ἐπὶ πλεῖστον ἐνεχρόνισεν, τάςτε ἐπιθυμίας ἅμα ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν, ἵν’ὅτι ἀσθενέσταται τῷ Σέξτῳ παραδοθῶσι.

48.39.2καὶ ἄλλατε ἐν τούτῳ πολλὰ ἔξω τῶν πατρίων ἐξεδιῃτήθη, καὶ Διόνυσον ἑαυτὸν νέον αὐτόςτε ἐκάλει καὶ ὑπὸ τῶν ἄλλων ὀνομάζεσθαι ἠξίου · ἐπειδήτε οἱ Αθηναῖοι πρόςτε τοῦτο καὶ πρὸς τὰ ἄλλα τὴν Ἀθηνᾶν αὐτῷ κατηγγύησαν, δέχεσθαίτε τὸν γάμον ἔφη καὶ προῖκα μυριάδας ἑκατὸν παρ’αὐτῶν ἐξέπραξεν. αὐτὸς μὲν οὖν περὶ ταῦτα εἶχε, τὸν δὲ δὴ Οὐεντίδιον τὸν Πούπλιον ἐς τὴν Ἀσίαν προύπεμψεν.

48.39.3καὶ ὃς ἦλθέτε ἐπὶ τὸν Λαβιῆνον πρὶν ἔκπυστος γενέσθαι, καὶ καταπλήξας αὐτὸν τῷτε αἰφνιδίῳ τῆς ἐφόδου καὶ τοῖς στρατεύμασιν (ἄνευ γὰρ τῶν Πάρθων μετὰ τῶν αὐτόθεν στρατιωτῶν μόνων ἦν), ἐκεῖθέντε μη δὲ ἐς χεῖράς οἱ ὑπομείναντα εὐθὺς ἐξέωσε, καὶ φεύγοντα ἐς τὴν Συρίαν ἐπεδίωξε, τὸ κουφότατον τοῦ στρατοῦ λαβών.

48.39.4καὶ αὐτὸν πρὸς τῷ Ταύρῳ καταλαβὼν οὐκέτι περαιτέρω προχωρῆσαι εἴασεν, ἀλλ’ἐνταῦθα ἐπὶ πλείους ἡμέρας καταστρατοπεδευσάμενοι ἡσύχαζον · Λαβιῆνος μὲν γὰρ τοὺς Πάρθους, Οὐεντίδιος δὲ

48.40

48.40.1τοὺς ὁπλίτας ἀνέμεινεν. ὡς οὖν καὶ οὗτοι ἐν ταῖς αὐταῖς ἅμα ἀμφότεροι ἡμέραις ἦλθον, Οὐεντίδιος μὲν δέει τῆς ἵππου τῶν βαρβάρων ἐν τῷ μετεώρῳ, οὗπερ ηὐλίζετο, κατέμεινεν, οἱ δὲ δὴ Πάρθοι ἔκτε τοῦ πλήθους σφῶν καὶ ἐκ τοῦ προνενικηκέναι ποτὲ καταφρονήσαντες πρόςτε τὸν γήλοφον ἅμα τῇ ἕῳ, πρὶν καὶ τῷ Λαβιήνῳ συμμῖξαι, προσήλασαν, καὶ ὡς οὐδείς σφισιν ἀντεπεξῄει, καὶ πρὸς τὸ ὄρθιον αὐτὸ προσέβαλον.

48.40.3καὶ αὐτοὺς ἐνταῦθα ἤδη ὄντας οἱ Ῥωμαῖοι ἐπιδραμόντες ῥᾳδίως πρὸς τὸ κάταντες ἐτρέψαντο. καί σφων πολλοὶ μὲν ἐν χερσὶν ἀπέθανον, τὸ δὲ δὴ πλεῖον ἐν τῇ ἀναστροφῇ περὶ ἀλλήλοις, οἱ μὲν ἤδη τετραμμένοι οἱ δὲ ἔτι προσιόντες, ἐσφάλησαν · οἵτε περιλειφθέντες οὐ πρὸς τὸν Λαβιῆνον ἀλλ’ἐς Κιλικίαν ἔφυγον.

48.40.4 οὖν Οὐεντίδιος ἐπεδίωξε μὲν αὐτοὺς μέχρι τοῦ στρατοπέδου, ἰδὼν δὲ ἐνταῦθα τὸν Λαβιῆνον ἐπέσχε. καὶ ὃς παρετάξατο μὲν ὡς καὶ ἐς χεῖρας αὐτῷ ἥξων, αἰσθόμενος δὲ τοὺς στρατιώτας ἀθύμως διὰ τὴν τῶν βαρβάρων φυγὴν ἔχοντας οὔτε τότε ἐθάρσησέν οἱ ἀντᾶραι, καὶ τῆς νυκτὸς ἀποδρᾶναί ποι ἐπεχείρησε.

48.40.5προγνοὺς οὖν τοῦτο ἐξ αὐτομόλων Οὐεντίδιος πολλοὺς μὲν ἐν τῇ ἀποχωρήσει ἐνεδρεύσας ἔκτεινε, πάντας δὲ τοὺς λοιποὺς ἐγκαταλειφθέντας ὑπὸ τοῦ Λαβιήνου παρεστήσατο. καὶ ἐκεῖνος δὲ τότε μὲν τὴν ἐσθῆτα μετεκδὺς διέφυγε, καὶ χρόνον τινὰ ἐν τῇ Κιλικίᾳ διέλαθεν, ὕστερον δὲ ὑπὸ Δημητρίου ἑάλω ·

48.40.6οὗτος γὰρ ἐξελεύθερόςτε τοῦ Καίσαρος τοῦ προτέρου ὤν, καὶ τότε τῇ Κύπρῳ πρὸς τοῦ Ἀντωνίου προστεταγμένος, ἀνεζήτησέτε αὐτὸν μαθὼν ὅτι κρύπτοιτο, καὶ συνέλαβε.

48.41

48.41.1μετὰ δὲ δὴ τοῦτο Οὐεντίδιος τήντε Κιλικίαν ἐκομίσατο, καὶ αὐτὸς μὲν ταύτην καθίστατο, Πουπήδιον δὲ δὴ Σίλωνα μεθ’ἱππέων πρὸς τὸν Ἀμανὸν προύπεμψε.

48.41.2τοῦτο δὲ τὸ ὄρος ἔντε τῇ μεθορίᾳ τῆςτε Κιλικίας καὶ τῆς Συρίας ἐστί, καὶ στενοπορίαν τοσαύτην δή τινα ἔχει ὥστε καὶ πύλας ποτὲ ἐν αὐτῇ μετὰ τείχους ἐνοικοδομηθῆναι καὶ τὸ χωρίον ἀπ’αὐτῶν ἐπονομασθῆναι.

48.41.3οὐ μέντοι καὶ κατασχεῖν αὐτὸ Σίλων ἠδυνήθη, ἀλλὰ καὶ ἐκινδύνευσεν ὑπὸ Φραναπάτου ὑπάρχουτε τοῦ Πακόρου ὄντος καὶ τὴν δίοδον φυλάττοντος ἀπολέσθαι. κἂν ἔπαθε τοῦτο, εἰ μὴ Οὐεντίδιος μαχομένῳ αὐτῷ κατὰ τύχην ἐπιστὰς ἐπήμυνεν ·

48.41.4ἀνελπίστοιςτε γὰρ ἅμα καὶ ἐλάττοσι τοῖς βαρβάροις σφῶν οὖσι προσπεσὼν τόντε Φραναπάτην καὶ ἄλλους πολλοὺς ἐφόνευσε, καὶ οὕτω τήντε Συρίαν ἐκλειφθεῖσαν ὑπὸ τῶν Πάρθων ἀμαχεὶ πλὴν τῶν Ἀραδίων παρέλαβε, καὶ μετὰ τοῦτο τὴν Παλαιστίνην, Ἀντίγονον τὸν βασιλεύοντα αὐτῆς ἐκφοβήσας, ἀπόνως κατέσχε.

48.41.5καὶ μὲν ταῦτάτε διῆγε, καὶ χρήματα πολλὰ μὲν παρὰ τῶν ἄλλων ὡς ἑκάστων, πολλὰ δὲ καὶ παρὰ τοῦ Ἀντιγόνου τοῦτε Ἀντιόχου καὶ Μάλχου τοῦ Ναβαταίου, ὅτι τῷ Πακόρῳ συνήραντο, ἐσέπραξε. καὶ αὐτὸς μὲν οὐδὲν ἐπ’αὐτοῖς παρὰ τῆς βουλῆς, ἅτε οὐκ αὐτοκράτωρ ὢν ἀλλ’ἑτέρῳ ὑποστρατηγῶν, εὕρετο, δὲ Ἀντώνιος καὶ ἐπαίνους καὶ ἱερομηνίας ἔλαβεν.

48.41.6οἵ γε μὴν Ἀράδιοι δείσαντες μὴ καὶ δίκην ὧν ἐς τὸν Ἀντώνιον ἐτετολμήκεσαν ὑπόσχωσιν, ἐκείνῳ μέν, καίτοι χρόνον ὑπ’αὐτοῦ πολιορκηθέντες, οὐ προσεχώρησαν, ὕστερον δὲ ὑπ’ἄλλων μόλις ποτὲ ἑάλωσαν.

48.41.7κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον ἐγένετο μὲν καὶ ἐν Ἰλλυριοῖς τοῖς Παρθινοῖς κίνησις, καὶ αὐτὴν Πωλίων μάχαις ἔπαυσεν, ἐγένετο

48.42

48.42.1δὲ καὶ ἐν Ἰβηρίᾳ Κερητανῶν, καὶ αὐτοὺς Καλουῖνος κατεστρέψατο, προκατορθώσαςτέ τι καὶ προδυστυχήσας διὰ τοῦ ὑποστρατήγου λοχισθέντοςτε ὑπὸ τῶν βαρβάρων καὶ ἐγκαταλειφθέντος ὑπὸ τῶν στρατιωτῶν.

48.42.2καὶ οὐ πρότερόν γε ἐπεχείρησε τοῖς πολεμίοις πρὶν ἐκείνους τιμωρήσασθαι · συγκαλέσας γὰρ αὐτοὺς ὡς καὶ ἐπ’ἄλλο τι τῷ λοιπῷ στρατῷ περιέσχε, καὶ δύοτε ἑκατονταρχίας ἐδεκάτευσε, καὶ ἑκατοντάρχους συχνούς, ἄλλουςτε καὶ τὸν ἐν τῷ πρώτῳ πίλῳ καλουμένῳ στρατευόμενον, ἐκόλασε.

48.42.3ταῦτα δὲ ποιήσας ὥστε καὶ ὄνομα κατὰ τὸν Κράσσον τὸν Μᾶρκον ἐπὶ τῇ τοῦ στρατοῦ δικαιώσει λαβεῖν, πρόςτε τοὺς ἐναντίους ὥρμησε καὶ οὐ χαλεπῶς αὐτοὺς κατειργάσατο.

48.42.4τυχώντε τῶν ἐπινικίων καίτοι τῆς Ἰβηρίας τῷ Καίσαρι προστεταγμένης (πρὸς γὰρ τὰς τῶν κρατούντων βουλήσεις καὶ αἱ τιμαὶ τοῖς ὑποστρατηγοῦσί σφισιν ἐγίγνοντο), τότε χρυσίον τὸ παρὰ τῶν πόλεων ἐς αὐτὰ εἰωθὸς δίδοσθαι ἐκ μόνων τῶν Ἰβηρικῶν ἔλαβε, καὶ ἀπ’αὐτοῦ τὸ μέν τι ἐς τὴν ἑορτὴν ἀνάλωσε, τὸ δὲ δὴ πλεῖον ἐς τὸ βασίλειον.

48.42.5κατακαυθὲν γὰρ αὐτὸ ἀνῳκοδόμησε καὶ καθιέρωσεν, ἄλλοιςτέ τισι λαμπρῶς κοσμήσας καὶ εἰκόσιν, ἃς παρὰ τοῦ Καίσαρος ὡς καὶ ἀποδώσων ᾐτήσατο. καὶ αὐτὰς ἀπαιτηθεὶς ὕστερον οὐκ ἀπέδωκεν, εὐτραπελίᾳ χρησάμενος ·

48.42.6ὡς γὰρ οὐκ ἔχων ἱκανοὺς ὑπηρέτας πέμψον τινάς ἔφη καὶ ἆρον αὐτάς, καὶ οὕτως ἐκεῖνος ὀκνήσας τὴν ἱεροσυλίαν ἀνακεῖσθαί σφας εἴασε.

48.43

48.43.1ταῦτα μὲν ἐν τῷ χρόνῳ τούτῳ ἐγένετο · ἐπὶ δ’Ἀππίουτε Κλαυδίου καὶ Γαΐου Νωρβανοῦ ὑπάτων, οἷς πρώτοις δύο ἑκατέροις ταμίαι συνεγένοντο, τότε πλῆθος πρὸς τοὺς τελώνας βαρύτατά σφισιν ἐγκειμένους ἐστασίασε, καὶ αὐτοῖςτε ἐκείνοις καὶ τοῖς ὑπηρέταις τοῖςτε στρατιώταις τοῖς συνεσπράσσουσί σφισι τὰ χρήματα ἐς χεῖρας ᾖσαν, καὶ στρατηγοὶ ἑπτὰ καὶ ἑξήκοντα ἄλλοι ἐπ’ἄλλοις ἀποδειχθέντες ἦρξαν.

48.43.2ταμιεῦσαίτέ τις ἐν παισὶν αἱρεθεὶς ἔπειτα τῆς ὑστεραίας ἐς ἐφήβους ἐσῆλθε, καὶ ἕτερος ἐς τὸ βουλευτικὸν ἐσγραφεὶς μονομαχῆσαι ἠθέλησε ·

48.43.3καὶ ἐκεῖνόςτε ἐκωλύθη τοῦτο ποιῆσαι, καὶ προσαπηγορεύθη μήτε βουλευτὴν μονομαχεῖν μήτε δοῦλον ῥαβδουχεῖν, μήτε τὰς καύσεις τῶν νεκρῶν ἐντὸς πεντεκαίδεκα ἀπὸ τῆς πόλεως σταδίων γίγνεσθαι.

48.43.4πολλὰ μὲν δὴ καὶ πρὸ ἐκείνου τοῦ χρόνου τερατώδη συνηνέχθη (ἄλλατε γὰρ καὶ ἔλαιόν τι παρὰ τῷ Τιβέριδι ἀνέβλυσε), πολλὰ δὲ καὶ τότε. τε γὰρ σκηνὴ τοῦ Ῥωμύλου ἐξ ἱερουργίας τινός, ἣν οἱ ποντίφικες ἐν αὐτῇ ἐπεποιήκεσαν, ἐκαύθη · καὶ Ἀρετῆς ἄγαλμα πρὸ πυλῶν τινων ἑστὸς ἔπεσεν ἐπὶ στόμα, κάτοχοίτέ τινες ἐκ τῆς Μητρὸς τῶν θεῶν γενόμενοι ὀργίζεσθαί σφισι τὴν θεὸν ἔφασαν.

48.43.5καὶ ἀνεγνώσθη μὲν ἐπὶ τούτῳ τὰ Σιβύλλεια ἔπη · ὡς δὲ καὶ ἐκείνων ταὐτάτε εἰπόντων, καὶ τὸ ἄγαλμα ἐπίτε τὴν θάλασσαν καταχθῆναι καὶ τῷ ὕδατι αὐτῆς καθαρθῆναι προσταξάντων, θεὸς πλεῖστόντε ὅσον ἀπὸ τῆς γῆς ἐς τὸν βυθὸν ἐχώρησε καὶ ἐν αὐτῷ ἐνεχρόνισε καὶ μόλις ὀψέ ποτε ἀνεκομίσθη, φόβος αὖ καὶ ἐκ τούτου οὐ σμικρὸς τοὺς Ῥωμαίους ἔλαβεν, οὐ δ’ἀνεθάρσησαν πρὶν φοίνικας τέσσαρας περίτε τὸν νεὼν αὐτῆς καὶ ἐν τῇ ἀγορᾷ ἀναφῦναι.

48.43.6ταῦτάτε οὖν τότε ἐγένετο, καὶ Καῖσαρ τὴν

48.44

48.44.1Λιουίαν ἔγημεν. ἦν δὲ θυγάτηρ μὲν Λιουίου Δρούσου, ὃς ἔντε τοῖς ἐκτεθεῖσιν ἐν τῷ λευκώματι ἐγεγόνει καὶ ἑαυτὸν μετὰ τὴν ἐν τῇ Μακεδονίᾳ ἧτταν κατεκέχρητο, γυνὴ δὲ τοῦ Νέρωνος, μεθ’οὗ συνδιέφυγεν, ὥσπερ εἴρηται · καὶ ἐκύει γε ἐξ αὐτοῦ μῆνα ἕκτον.

48.44.2διστάζοντος γοῦν τοῦ Καίσαρος, καὶ πυθομένου τῶν ποντιφίκων εἴ οἱ ὅσιον ἐν γαστρὶ ἔχουσαν αὐτὴν ἀγαγέσθαι εἴη, ἀπεκρίναντο ὅτι εἰ μὲν ἐν ἀμφιβόλῳ τὸ κύημα ἦν, ἀναβληθῆναι τὸν γάμον ἐχρῆν, ὁμολογουμένου δὲ αὐτοῦ οὐδὲν κωλύει ἤδη αὐτὸν γενέσθαι, τάχα μέν που καὶ ὄντως ἐν τοῖς πατρίοις τοῦτο εὑρόντες, πάντως δ’ἄν, εἰ καὶ μὴ εὗρον αὐτό, εἰπόντες.

48.44.3ἐξέδωκε δὲ αὐτὴν αὐτὸς ἀνὴρ ὥσπερ τις πατήρ. καί τι καὶ τοιοῦτον ἐν τῇ ἑστιάσει σφῶν συνηνέχθη · παιδίον τι τῶν ψιθύρων, οἷα αἱ γυναῖκες γυμνὰ ὡς πλήθει ἀθύρουσαι τρέφουσιν, ἰδὸν χωρὶς μὲν τὴν Λιουίαν μετὰ τοῦ Καίσαρος χωρὶς δὲ τὸν Νέρωνα μεθ’ἑτέρου τινὸς κατακείμενον, προσῆλθέτε αὐτῇ καὶ ἔφη, τί ποιεῖς ἐνταῦθα, κυρία; γὰρ ἀνήρ σου, δείξας αὐτόν, ἐκεῖ κατάκειται.

48.44.4ταῦτα μὲν οὖν οὕτως ἐπράχθη, συνοικοῦσα δὲ ἤδη γυνὴ τῷ Καίσαρι τίκτει Κλαύδιον Δροῦσον Νέρωνα. καὶ αὐτὸν Καῖσαρ καὶ ἀνείλετο καὶ τῷ πατρὶ ἔπεμψεν, αὐτὸ τοῦτο ἐς τὰ ὑπομνήματα ἐγγράψας, ὅτι Καῖσαρ τὸ γεννηθὲν Λιουίᾳ τῇ ἑαυτοῦ γυναικὶ παιδίον Νέρωνι τῷ πατρὶ ἀπέδωκε.

48.44.5καὶ ἐκεῖνος τελευτῶν οὐ πολλῷ ὕστερον ἐπίτροπον καὶ τούτῳ καὶ τῷ Τιβερίῳ αὐτὸν τὸν Καίσαρα κατέλιπεν. δ’οὖν ὅμιλος ἄλλατε ἐπὶ τούτῳ πολλὰ διεθρύλει, καὶ τοῖς εὐτυχοῦσι τρίμηνα παιδία γεννᾶσθαι ἔλεγεν, ὥστε καὶ ἐς παροιμίαν τὸ ἔπος προχωρῆσαι.

48.45

48.45.1ἐν μὲν δὴ τῇ πόλει ταῦτα ἐγίγνετο, ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον Βογούας Μαῦρος ἐς τὴν Ἰβηρίαν, εἴτ’οὖν κατ’ἐντολὴν τοῦ Ἀντωνίου εἴτε καὶ ἀφ’ἑαυτοῦ γνώμης, πλεύσας, πολλὰ μὲν ἐλυμήνατο πολλὰ δὲ καὶ ἀντέπαθε, κἀν τούτῳ τῶν οἴκοι τῶν περὶ τὴν Τίγγιν ἐπαναστάντων αὐτῷ τῆςτε Ἰβηρίας ἐξέστη καὶ τὴν οἰκείαν οὐκ ἐκομίσατο ·

48.45.2οἵτε γὰρ τὰ τοῦ Καίσαρος ἐν τῇ Ἰβηρίᾳ πράσσοντες καὶ Βόκχος προσγενόμενός σφισι κρείττους αὐτοῦ ἐγένοντο.

48.45.3καὶ ἐκεῖνος μὲν πρὸς τὸν Ἀντώνιον ἀπῆλθεν, δὲ δὴ Βόκχος τὴν βασιλείαν αὐτοῦ αὐτίκατε κατέσχε καὶ μετὰ τοῦτο καὶ παρὰ τοῦ Καίσαρος ἐβεβαιώσατο · τοῖςτε Τιγγιτανοῖς πολιτεία ἐδόθη.

48.45.4ἐν δὲ τούτῳ, καὶ ἔτι πρότερον, καὶ Σέξτος τε Καῖσαρ ἐπολέμησαν · οἷα γὰρ οὐκ ἐθελονταὶ οὐ δ’ἐκ προαιρέσεως ἀλλὰ ἀναγκαστοὶ τὴν ὁμολογίαν πεποιημένοι, χρόνον οὐδένα αὐτῇ ὡς εἰπεῖν ἐνέμειναν, ἀλλ’εὐθὺς τὰς σπονδὰς λύσαντες διηνέχθησαν.

48.45.5ἔμελλον μὲν γάρ που καὶ ἄλλως, εἰ καὶ μηδεμίαν σκῆψιν εὗρον, πολεμήσειν · αἰτίαι δ’οὖν αἵδε αὐτοῖς ἐγένοντο. Μηνᾶς ἐν τῇ Σαρδοῖ καὶ τότε ἔτι καθάπερ τις στρατηγὸς ὢν ὑπωπτεύθητε ὑπὸ τοῦ Σέξτου διὰ τὴν τοῦ Ἑλένου ἄφεσιν καὶ ὅτι καὶ τῷ Καίσαρι ἐκεκοινολόγητο, καί πῃ καὶ ὑπὸ τῶν ὁμοίων φθόνῳ τῆς δυναστείας διεβλήθη.

48.45.6 κἀκ τούτου μεταπεμφθεὶς ὑπ’αὐτοῦ, πρόφασιν ὅπως περίτε τοῦ σίτου καὶ περὶ τῶν χρημάτων ὧν διῳκήκει ἀπολογίσηται, οὐχ ὑπήκουσεν, ἀλλὰ τοὺς κατὰ τοῦτο πεμφθέντας συλλαβὼν ἀπέκτεινε, πρόςτε τὸν Καίσαρα προκηρυκευσάμενος τήντε νῆσον αὐτῷ καὶ τὸ ναυτικὸν τότε ἄλλο στράτευμα καὶ ἑαυτὸν παρέδωκε.

48.45.7καὶ αὐτὸν ἐκεῖνος ἀσμένως ἰδών, ἐπειδὴ καὶ τὸν Σέξτον τούςτε αὐτομολοῦντας παρὰ τὰ συγκείμενα ὑποδέχεσθαι καὶ ναυπηγίαν τριήρων ποιεῖσθαι ἔντε τῇ Ἰταλίᾳ φρουρὰς ἔχειν ἔλεγεν. οὔτε ἐξέδωκεν ἐξαιτηθέντα καὶ προσέτι καὶ ἐν τιμῇ μεγάλῃ ἤγαγε δακτυλίοιςτε χρυσοῖς ἐκόσμησε καὶ ἐς τὸ τῶν ἱππέων τέλος ἐσέγραψε.

48.45.8τὸ δὲ δὴ τῶν δακτυλίων τοιόνδε ἐστίν. οὐδενὶ τῶν πάλαι Ῥωμαίων, οὐχ ὅτι τῶν δουλευσάντων ποτέ, ἀλλ’οὐ δὲ τῶν ἐν ἐλευθέρῳ γένει τραφέντων, δακτυλίοις χρυσοῖς πλὴν τῶντε βουλευτῶν καὶ τῶν ἱππέων χρῆσθαι, ὥσπερ εἴρηταί μοι, ἐξῆν ·

48.45.9καὶ διὰ τοῦτο τοῖς ἐξελευθέροις, οἷς ἂν τὸ κράτος ἔχων ἐθελήσῃ, καίτοι καὶ ἄλλως χρυσοφοροῦσιν, ὅμως ἐν τιμῆς μέρει, ὡς καὶ βελτίοσιν κατὰ ἀπελευθερίαν ἱππεύειντε δυναμένοις, δίδονται.

48.46

48.46.1τοῦτο μὲν δὴ τοιοῦτόν ἐστιν, δὲ δὴ Σέξτος ταῦτάτε τῷ Καίσαρι ἐγκαλῶν, καὶ ὅτι Ἀχαΐα ἐκεκάκωτο καὶ οὔτε αὐτῷ οὔτε τοῖς κατελθοῦσι τὰ ὁμολογηθέντα ἐγίγνετο, ἔπεμψε Μενεκράτην ἐς τὴν Ἰταλίαν, ἐξελεύθερον καὶ αὐτὸν ἑαυτοῦ ὄντα, καὶ δι’ἐκείνου ἄλλατε τῆς Καμπανίας καὶ Οὐόλτουρνον ἐπόρθησεν.

48.46.2 οὖν Καῖσαρ μαθὼν τοῦτο τάτε γραμματεῖα τὰ τῆς συμβάσεως ἀνείλετο παρὰ τῶν ἀειπαρθένων, καὶ τὸν Ἀντώνιον τόντε Λέπιδον μετεπέμψατο. καὶ αὐτῷ Λέπιδος μὲν οὐκ εὐθὺς ὑπήκουσεν, Ἀντώνιος δὲ ἦλθε μὲν ἐς τὸ Βρεντέσιον (ἐν γὰρ τῇ Ἑλλάδι ἔτι ὢν ἐτύγχανε), πρὶν δὲ συμμῖξαι τῷ Καίσαρι ἐν Τυρσηνίᾳ ὄντι, δείσας ὅτι λύκος ἔςτε τὸ στρατήγιον αὐτοῦ ἐσῆλθε καὶ στρατιώτας ἔφθειρεν, ἐς τὴν Ἑλλάδα αὖθις, πρόφασιν τὰ τῶν Πάρθων ὡς κατεπείγοντα ποιησάμενος, ἀνέπλευσεν.

48.46.4πρὸς οὖν τοῦτο μὲν Καῖσαρ, εἰ καὶ τὰ μάλιστα ἐγκαταλελεῖφθαι ὑπ’αὐτοῦ, ὅπως μόνος τῷ πολέμῳ συσχεθῇ, ἐνόμιζεν, ἀλλ’οὔτι γε καὶ φανερῶς ὠργίζετο · δὲ δὴ Σέξτος ἐθρύλειτε ὡς μὴ δικαιοῦντος τοῦ Ἀντωνίου αὐτόν, καὶ προθυμότερον τῶν προκειμένων εἴχετο, καὶ τέλος τῇτε Ἰταλίᾳ ἐπέπλει καὶ ἀποβάσεις ποιούμενος πολλὰ μὲν ἐκάκου πολλὰ δὲ καὶ ἀντέπασχε.

48.46.5 κἀν τούτῳ ναυμαχία πρὸς Κύμῃ τοῦτε Μενεκράτους καὶ Καλουισίου Σαβίνου γίγνεται · καὶ ἐν αὐτῇ νῆες μὲν πλείους τοῦ Καίσαρος, ἅτε πρὸς θαλασσουργοὺς ἀντικαθισταμένου, ἀπώλοντο, δὲ δὴ Μενεκράτης τῷ Μηνᾷ συμπεσὼν ἐκ φιλονεικίας καὶ φθαρεὶς ἀντίρροπον τὴν συμφορὰν τῷ Σέξτῳ παρέσχε.

48.46.6καὶ διὰ τοῦτο οὔτε ἐκεῖνος προσεποιήσατό τι τῆς νίκης καὶ Καῖσαρ παρεμυθεῖτο

48.47

48.47.1ἑαυτὸν τῆς ἥττης. καὶ ἔτυχε γὰρ ἐν τῷ Ῥηγίῳ τὸν χρόνον τοῦτον ὤν, δείσαντες οἱ Σέξτειοι μὴ καὶ ἐς τὴν Σικελίαν περαιωθῇ, καί τι καὶ πρὸς τὸν τοῦ Μενεκράτους θάνατον ἀθυμήσαντες, ἀπῆραν ἐκ τῆς Κύμης.

48.47.2 οὖν Σαβῖνος ἐπιδιώκων αὐτοὺς μέχρι μὲν Σκυλλαίου τοῦ τῆς Ἰταλίας ἀκρωτηρίου ἀπόνως ἦλθε · περιβάλλοντι δ’αὐτῷ ἐκεῖνο ἄνεμος μέγας προσπεσὼν πολλὰς τῶν νεῶν τὰς μὲν πρὸς τὴν ἄκραν προσήραξε, τὰς δὲ καὶ μετεώρους κατέδυσε, πάσας δὲ τὰς λοιπὰς διεσκέδασε.

48.47.3πυθόμενος οὖν τοῦτο Σέξτος ἔπεμψεν ἐπ’αὐτὰς τὸ ναυτικόν, Ἀπολλοφάνει προστάξας. καὶ ὃς εὑρὼν τὸν Καίσαρα ταύτῃ που παραπλέοντα, ἵνα μετὰ τοῦ Σαβίνου ἐς τὴν Σικελίαν διαβάλῃ, ἐπ’αὐτὸν ᾖξε. κἀκ τούτου ἐκεῖνος τάςτε ναῦς συνορμίσας καὶ τοὺς ὁπλίτας ἐπ’αὐτῶν παρατάξας τὸ μὲν πρῶτον πάνυ γενναίως αὐτὸν ἀπεκρούσατο ·

48.47.4αἵτε γὰρ νῆες ἀντίπρῳροι τεταγμέναι οὐδεμίαν οἱ ἀσφαλῆ ἐμβολὴν ποιήσασθαι ἐπέτρεπον, ἀλλ’οἷα καὶ παχύτεραι καὶ ὑψηλότεραι οὖσαι πλεῖον τοὺς πλησιάσαντας ἔβλαπτον, καὶ οἱ ὁπλῖται ἐς χεῖράς σφισιν ἰόντες πολὺ κρείττους ἐγίγνοντο.

48.47.5ἔπειτα δὲ τοῦ Ἀπολλοφάνους τοὺς μὲν τραυματίας τούςτε ἀεὶ πονουμένους ἐς ἑτέρας ναῦς ἐπιτεταγμένας οἱ μετεκβιβάζοντος ἐξ ἀνακρούσεως, ἄλλους δὲ ἀκραιφνεῖς μεταλαμβάνοντος, καὶ τούςτε πρόσπλους συνεχεῖς ποιουμένου καὶ πυρφόροις βέλεσι χρωμένου, ἐτράπετο καὶ πρὸς τὴν γῆν καταφυγὼν καθωρμίσατο.

48.47.6καὶ ἐπειδὴ καὶ ὣς οἱ ἐναντίοι σφίσιν ἐνέκειντο, τάςτε ἀγκύρας τινὲς ἐξαίφνης ἀπέκοψαν καὶ ἐς αὐτοὺς ἀπροσδόκητοι ἀντεξώρμησαν. καὶ τοῦτότε ἐπέσχε μὴ πάσας τὰς ναῦς τὸν Ἀπολλοφάνη τὰς μὲν καταπρῆσαι τὰς δ’ἀναδήσασθαι, καὶ ὅτι νὺξ τῷ ἔργῳ ἐπεγένετο.

48.48

48.48.1τούτου δὲ τοιούτου συμβάντος, ἄνεμός τις τῇ ὑστεραίᾳ ἐξαίσιος τῷτε Καίσαρι καὶ τῷ Σαβίνῳ καθ’ἓν ὁρμοῦσιν ἐπιπεσὼν σμικρὸν τὸ πρότερον πάθος αὐτῶν ἀπέφηνε. καὶ τὸ μὲν τοῦ Σαβίνου ναυτικὸν ἧττον ἐπόνησεν ·

48.48.2 γὰρ Μηνᾶς, ἅτε ἐκ πολλοῦ θαλαττουργὸς ὤν, τόντε χειμῶνα προείδετο καὶ ἐς τὸ πέλαγος εὐθὺς τὰς ναῦς ἀνώρμισε, καὶ αὐτὰς ἀγκύραις χαλαραῖς, ἵνα μὴ τὰ σχοινία τεινόμενα διαρραγῇ, διαλαβὼν πρὸς αὐτὸν τὸν ἄνεμον ἀντήρεττε, καὶ οὕτως οὔτε τι σχοινίον ἔτεινε καὶ ἐν τῷ αὐτῷ ἀεὶ ἔμενε, πᾶν ὅσον ὑπὸ τοῦ πνεύματος ἀπεωθεῖτο, ἐκ τῆς εἰρεσίας ἀνοκωχεύων.

48.48.3οἱ δ’ἕτεροι, ἅτε τῇ προτεραίᾳ δεινῶς τεταλαιπωρηκότες καὶ τὰ θαλάττια μηδέπω ἀκριβῶς εἰδότες, πρόςτε τὴν γῆν ἐγγὺς οὖσαν ἐξεβράσθησαν καὶ πολλὰς ναῦς ἀπέβαλον. τε νὺξ ὥσπερ πρότερον οὐκ ἐλάχιστα αὐτοῖς ἐβεβοηθήκει, οὕτω τότε ἐς τὰ μάλιστα ἐλυμήνατο · γὰρ ἄνεμος καὶ δι’αὐτῆς πολὺς γενόμενος ἀπερρήγνυτε ἀπὸ τῶν ἀγκυρῶν τὰ σκάφη καὶ πρὸς τὰς πέτρας ἐξεώθει.

48.48.4καὶ ἐκεῖνάτε οὕτω διώλλυτο, καὶ οἱ ναῦται οἵτε ἐπιβάται μήτε προϊδεῖν τι ὑπὸ τοῦ σκότους μήτ’ἐπακοῦσαι διὰ τὸν θόρυβον καὶ διὰ τὴν ἠχὼ τὴν ἐκ τῶν ὀρῶν, ἄλλωςτε καὶ τοῦ πνεύματος ἀντιπαταγοῦντός σφισι, δυνάμενοι μάτην προσαπώλλυντο.

48.48.5καὶ διὰ τοῦτο τε Καῖσαρ τῆς μὲν Σικελίας ἀπέγνω, τῆς δ’ἠπείρου τῆς παραθαλασσίας φυλακὴν ἀγαπητῶς ἐποιήσατο, καὶ Σέξτος ἔτι καὶ μᾶλλον ἤρθη, καὶ τοῦτε Ποσειδῶνος υἱὸς ὄντως ἐπίστευεν εἶναι, καὶ στολὴν κυανοειδῆ ἐνεδύσατο, ἵππουςτε, καὶ ὥς γέ τινές φασι, καὶ ἄνδρας ἐς τὸν πορθμὸν ζῶντας ἐνέβαλε.

48.48.6καὶ αὐτὸς μὲν τὴν Ἰταλίαν ἦγε καὶ ἔφερεν, ἐς δὲ Λιβύην τὸν Ἀπολλοφάνην ἔπεμψε. καὶ τοῦτον μὲν Μηνᾶς ἐπιδιώξας καὶ καταλαβὼν ἐκάκωσε · μεθισταμένων δὲ τῶν περὶ τὴν Σικελίαν νησιωτῶν πρὸς τὸν Σέξτον Καῖσαρ τοὺς Λιπαραίους προκατέλαβε, καὶ ἔκτε τῆς νήσου ἐξανέστησε καὶ ἐς Καμπανίαν ἐκόμισε, καὶ ἐκεῖ ἐν Νέᾳ πόλει κατοικεῖν μέχρις οὗ

48.49

48.49.1ἂν πόλεμος ἠνάγκασε. κἀν τούτῳ πλοῖάτε κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν Ἰταλίαν ἐναυπηγεῖτο, καὶ ἐρέτας τὰ μὲν πρῶτα παρὰ τῶν φίλων ὡς καὶ ἑκόντων διδόντων, ἔπειτα δὲ καὶ παρὰ τῶν ἄλλων τῶντε βουλευτῶν καὶ τῶν ἱππέων τῶντε δημοτῶν τῶν εὐπόρων δούλους συνέλεγεν, ὁπλίταςτε κατελέγετο, καὶ χρήματα παράτε τῶν πολιτῶν καὶ παρὰ τῶν συμμάχων τῶντε ὑπηκόων, τῶντε ἐν τῇ Ἰταλίᾳ καὶ τῶν ἔξω πάντων, ἤθροιζε.

48.49.2καὶ τόν γε ἐνιαυτὸν τοῦτόντε καὶ τὸν ὕστερον ἔςτε τὴν ναυπηγίαν τῶν νεῶν καὶ ἐς τὴν ἄθροισιν τήντε ἄσκησιν τῶν ἐρετῶν κατανάλωσε, αὐτὸς μὲν ἐφορῶν καὶ διατάττων ταῦτάτε καὶ τὰ ἄλλα τάτε ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἐν τῇ Γαλατίᾳ (κίνησις γάρ τις παρ’αὐτοῖς ἐγένετο), τῷ δ’Ἀγρίππᾳ τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἐγχειρίσας.

48.49.3τοὺς γὰρ Γαλάτας αὐτὸν τοὺς νεωτερίσαντας προσπολεμούμενον, ὅτεπερ καὶ τὸν Ῥῆνον δεύτερος δὴ Ῥωμαίων ἐπὶ πολέμῳ διέβη, μετεπέμψατο, καὶ τῇτε δόσει τῶν νικητηρίων ἐτίμησε καὶ ἐκπονῆσαι ἐξασκῆσαίτε τὸ ναυτικὸν ἐκέλευσε.

48.49.4καὶ ὅς (ὑπάτευε δὲ μετὰ Λουκίου Γάλλου) τὰ μὲν ἐπινίκια οὐκ ἔπεμψεν, αἰσχρὸν εἶναι νομίσας τοῦ Καίσαρος κακῶς πεπραγότος γαυρωθῆναι, τὸ δὲ δὴ ναυτικὸν πάνυ προθύμως ἐξειργάσατο. ἐγίγνετο μὲν γὰρ ἐν πάσῃ τῇ παραθαλασσίῳ Ἰταλίᾳ τὰ σκάφη ·

48.49.5ὡς δ’οὐδεὶς αἰγιαλὸς ἐγκαθορμίσασθαι αὐτοῖς ἀσφαλὴς εὑρίσκετο (ἀλίμενα γὰρ ἔτι καὶ τότε τὰ πλείω τῆς ἠπείρου ταύτης ἦν), ἔργον μεγαλοπρεπὲς καὶ ἐνενόησε καὶ ἐξεποίησεν, ἐγὼ διὰ πλειόνων ἐξηγησάμενος ἐκεῖνότε ἐπιδείξω τῷ λόγῳ καὶ τἆλλα τὰ κατ’αὐτὸ νῦν ὄντα.

48.50

48.50.1ἐν τῇ Κύμῃ τῇ Καμπανίδι χωρίον τι μεταξὺ Μισηνοῦ καὶ Πουτεόλων μηνοειδές ἐστιν · ὄρεσίτε γὰρ σμικροῖς καὶ ψιλοῖς, πλὴν βραχέων, περιείληπται, καὶ θάλασσαν τριπλῆν κολπώδη ἔχει.

48.50.2 μὲν γὰρ ἔξωτε καὶ πρὸς ταῖς πόλεσίν ἐστιν, δ’ὀλίγῃ διαφυῇ ἀπ’αὐτῆς διείργεται, ἄλλη ἐν αὐτῷ τῷ μυχῷ λιμνώδης ὁρᾶται. καὶ καλεῖται αὕτη μὲν Ἀουερνίς, δὲ μέση Λουκρινίς · γὰρ ἔξω, τοῦ Τυρσηνικοῦ οὖσα, ἐς ἐκεῖνο καὶ τὴν ἐπωνυμίαν τελεῖ.

48.50.3ἐν ταύτῃ δὴ τῇ θαλάσσῃ τῇ ἐντὸς ἑκατέρας στενοῖς τότε ἔσπλοις τὸ διεῖργον τὴν Λουκρινίδα ἀπὸ τοῦ πελάγους ἐπ’ἀμφότερα παρ’αὐτὴν τὴν ἤπειρον Ἀγρίππας συντρήσας λιμένας ναυλοχωτάτους ἀπέδειξεν.

48.50.4ἐργαζομένων δ’αὐτῶν εἰκών τις ὑπὲρ τῆς Ἀουερνίδος, εἴτ’οὖν τῆς Καλυψοῦς, τὸ χωρίον ἀνατιθέασιν, ἐς καὶ τὸν Ὀδυσσέα ἐσπλεῦσαι λέγουσιν, εἴτε καὶ ἑτέρας τινὸς ἡρωίνης οὖσα, ἱδρῶτος ὥσπερ τι σῶμα ἀνθρώπινον ἀνεπλήσθη. καὶ τοῦτο μὲν ὅπῃ ποτ’ἐσήμαινεν, οὐκ ἔχω εἰπεῖν · τὰ δ’ἄλλα ὅσα ἐν τῷ τόπῳ ἐκείνῳ ἀξιαφήγητα ἐθεασάμην, φράσω.

48.51

48.51.1τὰ ὄρη ταῦτα πρὸς ταῖς ἔνδον θαλάσσαις ὄντα πηγὰς πυρόςτε ἅμα πολλοῦ καὶ ὕδατος συμμιγοῦς ἔχει · καὶ αὐτὸ μὲν καθ’ἑαυτὸ ἑκάτερον οὐδαμοῦ εὑρίσκεται (οὔτε γὰρ πῦρ αὐτὸ οὔθ’ὕδωρ ψυχρὸν αὐτὸ φαίνεται), ἐκ δὲ δὴ τῆς ὁμιλίας σφῶν τότε ὕδωρ θερμαίνεται καὶ τὸ πῦρ ὑγραίνεται ·

48.51.2καὶ ἐκεῖνο μὲν πρὸς τὴν θάλασσαν διὰ τῶν προπόδων ἐς τὰς δεξαμενὰς χωρεῖ, τὴν δ’ἀτμίδα αὐτοῦ ἔςτε οἰκήματα μετέωρα διὰ σωλήνων ἀνάγουσι, κἀνταῦθα αὐτῇ πυριῶνται · ὅσῳ γὰρ ἂν ἐπὶ πλεῖον ἀπότε τῆς γῆς καὶ ἀπὸ τοῦ ὕδατος ἀναδράμῃ, ξηροτέρα γίγνεται. κατασκευαίτε οὖν περὶ ἀμφότερα πολυτελεῖς ἤσκηνται, καὶ ἔστιν ἔςτε βίου διαγωγὴν καὶ ἐς ἄκεσιν ἐπιτηδειότατα.

48.51.3ταῦτάτε οὖν τὸ ὄρος ἐκεῖνο καὶ προσέτι καὶ γῆς φύσιν τοιάνδε παρέχεται. τοῦ πυρὸς τὸ μὲν καίειν οὐκ ἔχοντος (ὑπὸ γὰρ τῆς τοῦ ὕδατος συνουσίας πᾶν τὸ φλογῶδες αὐτοῦ σβέννυται), διακρίνειν δὲ δὴ καὶ διατήκειν τὰ προστυχόντα οἱ καὶ ὣς δυναμένου, συμβαίνει τῆς γῆς τὸ μὲν λιπαρὸν ἐκτήκεσθαι ὑπ’αὐτοῦ, τὸ δὲ τραχὺ καὶ ὀστῶδες ὡς εἰπεῖν ὑπολείπεσθαι.

48.51.4σηραγγώδειςτε οὖν οἱ ὄγκοι ἐξ ἀνάγκης γίγνονται, καὶ αὐχμῷ μὲν δοθέντες ἐς κόνιν διαλύονται, ὕδατι δὲ σὺν κονίᾳ φυραθέντες συνίστανται, καὶ ἐφ’ὅσον γ’ἂν ἐν τῷ ὑγρῷ ὦσι, πήγνυνταίτε καὶ πετροῦνται. αἴτιον δὲ ὅτι τὸ μὲν κραῦρον αὐτῶν ὑπὸ μὲν τοῦ πυρὸς ὁμοφυοῦς οἱ ὄντος ἐπιτείνεταίτε καὶ θραύεται, τῇ δὲ δὴ συμμίξει τῆς νοτίδος ἀναψύχεται, κἀκ τούτου εἴσω διὰ παντὸς συμπιληθὲν ἄλυτον γίγνεται.

48.51.5τοιαῦται μὲν αἱ Βαῖαί εἰσι, καὶ ἐς αὐτὰς τότε Ἀγρίππας, ἐπειδὴ τάχιστα τοὺς ἔσπλους ἐξεποίησε, τάςτε ναῦς καὶ τοὺς ἐρέτας ἤθροισε, καὶ τὰς μὲν κατέφραττε, τοὺς δὲ ἐπ’ἰκρίων ἐρέττειν ἤσκει.

48.52

48.52.1οἱ δὲ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν καὶ ὑπὸ σημείων. ἄλλατε γὰρ συχνά σφισιν ἐσηγγέλθη, καὶ ὅτι δελφῖνες πολλοὶ περὶ τὴν Ἀσπίδα τὴν τῆς Ἀφρικῆς πόλιν ἐμαχέσαντότε ἀλλήλοις καὶ διεφθάρησαν ·

48.52.2καί τι καὶ αὐτοῦ πρὸς τῷ ἄστει αἷμα ἐκ τοῦ οὐρανοῦ ῥυὲν ὄρνιθες διεφόρησαν. ἐπειδήτε ἐν τῇ πανηγύρει τῇ τῶν Ῥωμαίων οὐδεὶς τῶν βουλευτῶν ἐν τῷ Καπιτωλίῳ, ὥσπερ εἴθιστο, εἱστιάθη, ἐν τέρατος λόγῳ καὶ τοῦτ’ἔλαβον.

48.52.3τότε τῇ Λιουίᾳ συμβὰν ἐκείνῃ μὲν καθ’ἡδονὴν ἐγένετο, τοῖς δ’ἄλλοις δέος ἐνεποίησε · λευκὴν γὰρ ὄρνιθα, κλωνίον δάφνης ἐγκάρπου φέρουσαν, ἀετὸς ἐς τὸν κόλπον αὐτῆς ἐνέβαλε. καὶ ἐδόκει γὰρ οὐ σμικρὸν τὸ σημεῖον εἶναι, τήντε ὄρνιθα ἐν ἐπιμελείᾳ ἦγε καὶ τὴν δάφνην ἐφύτευσε.

48.52.4καὶ μὲν ῥιζωθεῖσα ηὔξησεν ὥστε καὶ τοῖς τὰ ἐπινίκια μετὰ τοῦτο πέμψασιν ἐπὶ πλεῖστον ἐξαρκέσαι, τε Λιουία ἐγκολπώσεσθαι καὶ τὴν τοῦ Καίσαρος ἰσχὺν καὶ ἐν πᾶσιν

48.53

48.53.1αὐτοῦ κρατήσειν ἔμελλε · τοὺς δὲ δὴ ἄλλους τοὺς ἐν τῇ πόλει ταῦτάτε καὶ αἱ διαλλαγαὶ τῶν ἀρχόντων ἰσχυρῶς ἐτάρασσον · οὐ γὰρ ὅπως οἵτε ὕπατοι καὶ οἱ στρατηγοί, ἀλλὰ καὶ οἱ ταμίαι ἐπ’ἀλλήλοις ἀντικαθίσταντο, καὶ τοῦτ’ἐπὶ χρόνον ἐγένετο.

48.53.2αἴτιον δὲ ὅτι πάντες οὐχ οὕτως ἵν’οἴκοι ἐπὶ πλεῖον ἄρξωσιν, ὡς ἵνα ἐν τοῖς ἄρξασιν ἀριθμῶνται καὶ ἀπ’αὐτοῦ καὶ τὰς τιμὰς καὶ τὰς δυνάμεις τὰς ἔξω λαμβάνωσιν ἐσπούδαζον. οὔκουν οὐ δὲ ἐς ῥητὸν ἔτι τινὲς χρόνον ᾑροῦντο, ἀλλ’ὥστε ἐπιβῆναίτε τοῦ ὀνόματος τῆς ἀρχῆς καὶ ἀποστῆναι ὅταν τοῖς τὸ κράτος ἔχουσι δόξῃ ·

48.53.3καὶ πολλοί γε ἐπὶ τῆς αὐτῆς ἡμέρας ἑκάτερον ἔπραξαν. εἰσὶ δὲ οἳ καὶ παντάπασι τὰς ἀρχὰς ὑπὸ πενίας ἐγκατέλιπον · τῶν γὰρ σὺν τῷ Σέξτῳ τότε ὄντων, ὡς καὶ κατὰ δίκην δή τινα ἀτιμασθέντων, οὐ μνημονεύω.

48.53.4βουλευομένου δ’οὖν καὶ Μάρκου τινὸς Ὀππίου ἀγορανομίας ὑπ’ἀπορίας (ἐκ γὰρ τῶν ἐπικεκηρυγμένων καὶ αὐτὸς καὶ πατὴρ αὐτοῦ ἦν) ἐκστῆναι τὸ πλῆθος οὐκ ἐπέτρεψεν, ἀλλ’ἔςτε τὰ ἄλλα τὰ πρὸς τὸν βίον ἀναγκαῖα καὶ ἐς τὸ τῆς ἀρχῆς ἀνάλωμα ἀργύριον αὐτῷ συνεσήνεγκε.

48.53.5καὶ λόγος γε ἔχει καὶ τῶν κακούργων τινὰς ἐς αὐτὸ τὸ θέατρον ἐν προσωπείοις, ὡς καὶ ὑποκρινουμένους τι, ἐσελθόντας συγκαταβαλεῖν τὰ χρήματα. καὶ μὲν οὕτω ζῶντε ὑπὸ τοῦ ὁμίλου ἠγαπήθη, καὶ ἀποθανὼν οὐ πολλῷ ὕστερον ἔςτε τὸ Ἄρειον πεδίον ἐκομίσθη καὶ ἐκεῖ καὶ ἐκαύθη καὶ ἐτάφη ·

48.53.6 δὲ δὴ βουλὴ ἀγανακτήσασα τῇ πάσῃ τοῦ πλήθους περὶ αὐτὸν σπουδῇ τὰ ὀστᾶ αὐτοῦ, ὡς οὐχ ὁσίως ἐν τῷ ἱερῷ χωρίῳ κείμενα, ἀνείλετο, πεισθεῖσα τοῖς ποντίφιξι, καίπερ πολλοὺς ἄλλους ἐν αὐτῷ καὶ πρότερον καὶ μετὰ ταῦτα θάψασα.

48.54

48.54.1 κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ Ἀντώνιος ἦλθε μὲν ἐς τὴν Ἰταλίαν αὖθις ἐκ τῆς Συρίας, πρόφασιν μὲν ὡς καὶ τοῦ Σεξτείου πολέμου διὰ τὰς τοῦ Καίσαρος συμφορὰς μεθέξων, οὐ μέντοι καὶ παρέμεινεν αὐτῷ, ἀλλ’ἅτε ἐς κατασκοπὴν αὐτοῦ μᾶλλον καὶ ἔργου τινὸς ἕνεκα ἀφιγμένος, ἐκείνῳ μὲν ναῦς ἔδωκε καὶ ἑτέρας πέμψειν ὑπέσχετο, ἀνθ’ὧν ὁπλίτας ἀντέλαβεν, αὐτὸς δὲ ὡς καὶ ἐπὶ τοὺς Πάρθους στρατεύσων ἀπῆρε.

48.54.3πρὶν δὲ ἀποπλεῖν αὐτὸν ᾐτιάσαντο ἀλλήλους, πρότερον μὲν διὰ τῶν ἑταίρων, ἔπειτα δὲ καὶ δι’ἑαυτῶν · καὶ οὐ γάρ πω σχολὴν πολεμῆσαί σφισιν ἦγον, συνηλλάγησαν τρόπον τινά, τῆς Ὀκταουίας ὅτι μάλιστα τοῦτο πρασσούσης.

48.54.4καὶ ὅπως γε πλείοσι τοῖς τῆς συγγενείας συνδέσμοις συνέχοιντο, τε Καῖσαρ Ἀντύλλῳ τῷ τοῦ Ἀντωνίου υἱεῖ τὴν θυγατέρα, καὶ ἐκεῖνος τῷ Δομιτίῳ, καίτοι τοῦ Καίσαρος σφαγεῖτε γενομένῳ καὶ ἐν τοῖς ἀπολουμένοις ἐκτεθέντι, τὴν ἑαυτοῦ τὴν ἐκ τῆς Ὀκταουίας οἱ γεννηθεῖσαν ἠγγύησε.

48.54.5ταῦτάτε ἅμα πρὸς ἀλλήλους ἐπλάσσοντο · οὐ γάρ που καὶ ποιήσειν τι αὐτῶν ἤμελλον, ἀλλ’ἐς τὴν χρείαν τῶν παρόντων σφίσι πραγμάτων ὑπεκρίνοντο. ἀμέλει καὶ τὴν Ὀκταουίαν αὐτὴν εὐθὺς ἐκ τῆς Κερκύρας Ἀντώνιος ἐς τὴν Ἰταλίαν, ἵνα δὴ μὴ συγκινδυνεύσῃ οἱ τοῖς Πάρθοις πολεμοῦντι, ἀπέπεμψεν.

48.54.6οὐ μὴν ἀλλ’ἔν γε τῷ τότε ἐκεῖνάτε οὕτως ἔπραξαν, καὶ τὸν μὲν Σέξτον τῆςτε ἱερωσύνης ἅμα καὶ τῆς ὑπατείας ἐς ἣν ἀπεδέδεκτο ἔπαυσαν, ἑαυτοῖς δὲ τὴν ἡγεμονίαν ἐς ἄλλα ἔτη πέντε, ἐπειδὴ τὰ πρότερα ἐξεληλύθει, ἐπέτρεψαν. καὶ μετὰ τοῦτο Ἀντώνιος μὲν ἐς τὴν Συρίαν ἠπείγετο, Καῖσαρ δὲ ἐς τὸν πόλεμον καθίστατο.

48.54.7καὶ τὰ μὲν ἄλλα κατὰ γνώμην αὐτῷ ἐχώρει, δὲ δὴ Μηνᾶς ἄπιστόςτε φύσει ὢν καὶ τὰ τοῦ κρείττονος ἀεὶ θεραπεύων, καὶ προσέτι καὶ ἀγανακτήσας ὅτι μηδεμίαν ἀρχὴν εἶχεν ἀλλὰ τῷ Σαβίνῳ ὑπετέτακτο, πρὸς τὸν Σέξτον αὖθις ηὐτομόλησεν.