Roman History, 39
39.1.1οὕτω μὲν δὴ καὶ ἐκεῖνα διεπολεμήθη · μετὰ δὲ ταῦτα, τοῦ χειμῶνος ἐν ᾧ Κορνήλιόςτε Σπινθὴρ καὶ ὁ Μέτελλος ὁ Νέπως ὑπατεύειν ἤρξαντο διελθόντος, τρίτος τις πόλεμος αὐτοῖς ἐγένετο. οἱ γὰρ Βελγικοὶ τῷτε Ῥήνῳ πολλοῖς καὶ συμμίκτοις γένεσι προσοικοῦντες, καὶ ἐπὶ τὸν ὠκεανὸν τὸν κατὰ Βρεττανίαν καθήκοντες, ἐν μὲν τῷ πρὶν οἱ μὲν ἔνσπονδοι τοῖς Ῥωμαίοις ἦσαν οἱ δὲ ἐφρόντιζον αὐτῶν οὐδέν, τότε δὲ τὸν Καίσαρα εὖ φερόμενον ἰδόντες, καὶ δείσαντες μὴ καὶ ἐπὶ σφᾶς ὁρμήσῃ, συνεστράφησαν, καὶ κοινῷ πλὴν Ῥημῶν λόγῳ χρησάμενοι συνεβουλεύσαντότε ἐπὶ τοῖς Ῥωμαίοις καὶ συνώμοσαν, Γάλβαν προστησάμενοι.
39.1.3ταῦτ’οὖν ὁ Καῖσαρ παρὰ τῶν Ῥημῶν μαθὼν ἐν φρουρᾷτε αὐτοὺς ἐποιήσατο, κα- κἀνταῦθα πρὸς τῷ Αὐξούννῳ ποταμῷ στρατοπεδευσάμενος ἤθροιζέτε ἅμα τοὺς στρατιώτας καὶ ἐξήσκει. οὐ δὲ ἐτόλμησε πρότερον τοῖς πολεμίοις, καίτοι τὴν χώραν σφῶν κατατρέχουσιν, ἐς χεῖρας ἐλθεῖν, πρὶν ὡς καὶ δεδιότος αὐτοῦ καταφρονήσαντες ἐπεχείρησαν τήντε γέφυραν καταλαβεῖν καὶ τὴν σιτοπομπίαν, ἣν δι’αὐτῆς παρὰ τῶν συμμάχων ἐποιεῖτο, ἀφελέσθαι.
39.1.4τοῦτο γὰρ ἐξ αὐτομόλων προγνοὺς ἐσόμενον, ἔπεμψεν ἐπ’αὐτοὺς νυκτὸς
39.2.1τούςτε ψιλοὺς καὶ τοὺς ἱππέας. καὶ οἱ μὲν προσπεσόντες τοῖς βαρβάροις ἀπροσδόκητοι πολλοὺς ἀπέκτειναν, ὥστε πάντας τῆς ἐπιούσης νυκτὸς ἐς τὴν οἰκείαν, ἄλλωςτε καὶ ἐπειδὴ οἱ Αἴδουοι ἐσβεβληκότες ἐς αὐτὴν ἠγγέλλοντο, ἀπαναστῆναι · Καῖσαρ δὲ ᾔσθετο μὲν τὸ γιγνόμενον, οὐκ ἐτόλμησε δέ σφας εὐθύς, ἀγνοίᾳ τῶν χωρίων, ἐπιδιῶξαι.
39.2.2ἀλλ’ἅμα ἕῳ τήντε ἵππον λαβὼν καὶ τοὺς πεζοὺς ἐπακολουθεῖν κελεύσας κατέλαβεν αὐτούς, καὶ ὑποστάντας ἐς μάχην (ἐνομίζετο γὰρ σὺν μόνῃ τῇ ἵππῳ εἶναι) διέτριψε μέχρις οὗ καὶ ὁ πεζὸς ἦλθε, καὶ οὕτω παντὶ τῷ στρατῷ περισχὼν τούςτε πλείους κατέκοψε καὶ τοὺς περιλοίπους ὁμολογίᾳ παρεστήσατο. κα- κἀκ τούτου καὶ τῶν δήμων τοὺς μὲν ἀμαχεὶ προσηγάγετο τοὺς δὲ πολέμῳ.
39.3.1Νέρουιοι οὖν τῆς μὲν πεδιάδος (οὐ γὰρ ἦσαν ἀξιόμαχοι) ἑκόντες αὐτῷ ἐξέστησαν, ἐς δὲ δὴ τὰ ὄρη τὰ ὑλωδέστατα ἀνακομισθέντες, ἔπειτ’ἐπειδὴ καὶ ἐκεῖθεν ἐπικατέδραμον ἀνέλπιστοι, καὶ καθ’ὃ μὲν αὐτὸς ὁ Καῖσαρ ἦν ἐτράποντο καὶ ἔφυγον, τῷ δὲ δὴ πλείονι τοῦ στρατοῦ καθυπέρτεροίτε ἐγένοντο καὶ τὸ στρατόπεδον αὐτοβοεὶ εἷλον.
39.3.2αἰσθόμενος δὲ τοῦτ’ἐκεῖνος (προεκεχωρήκει γὰρ ἐπί τι τοὺς τετραμμένους διώκων) ἀνέστρεψε, καὶ καταλαβὼν αὐτοὺς ἐν τῷ ἐρύματι ἁρπαγὴν ποιουμένους περιεστοιχίσατο καὶ κατεφόνευσε. πράξας δὲ ταῦτα, οὐδὲν ἔτι μέγα ἔργον τοὺς λοιποὺς Νερουίους χειρούμενος ἔσχε.
39.4.1κα- κἀν τούτῳ Ἀτουατικοί, πλησιόχωροίτε αὐτοῖς ὄντες καὶ τὸ γένος τότε φρόνημα τὸ τῶν Κίμβρων ἔχοντες, ὥρμησαν μὲν ὡς καὶ βοηθήσοντές σφισιν, ἐπειδὴ δὲ ἔφθησαν προαλόντες, ἀνεχώρησαν, καὶ πάντα τα- τἆλλα χωρία ἐκλιπόντες ἐς ἓν τεῖχος τὸ κράτιστον ἀνεσκευάσαντο.
39.4.2καὶ αὐτῷ τὸν Καίσαρα προσβαλόντα ἐπὶ πολλὰς ἡμέρας ἀπεκρούσαντο, μέχρις οὗ πρὸς μηχανῶν ποίησιν ἐτράπετο. τότε γάρ, τέως μὲν τήντε ὕλην τέμνοντας καὶ τὰ μηχανήματα συμπηγνύντας τοὺς Ῥωμαίους ἑώρων, γέλωτα τῇ ἀπειρίᾳ τῶν γιγνομένων ἐποιοῦντο, ἐπεὶ δὲ ἐκεῖνάτε ἐξειργάσθη καὶ ὁπλῖταί σφισι πανταχόθεν ἅμα ἐπ’αὐτῶν προσήγοντο, κατεπλάγησαν ἅτε μηπώποτε τοιοῦτό τι ἑορακότες, καὶ διεκηρυκεύσαντο, τάτε ἐπιτήδεια τοῖς στρατιώταις πέμψαντες καὶ ὅπλα τινὰ ἀπὸ τοῦ τείχους ῥίψαντες.
39.4.4ὡς μέντοι τάτε μηχανήματα τῶν ἀνδρῶν γυμνωθέντα αὖθις εἶδον καὶ ἐκείνους πρὸς θυμηδίαν οἷα ἐπὶ νίκῃ τετραμμένους ᾔσθοντο, μετέγνωσαν, καὶ ἀναθαρσήσαντες τῆς νυκτὸς ἐπέξοδον ὡς καὶ ἀνελπίστους σφᾶς κατακόψοντες ἐποιήσαντο. περιπεσόντες δὲ τοῖς προφύλαξιν (ὁ γὰρ Καῖσαρ ἀκριβῶς πάντα ἀεὶ διῴκει) ἐσφάλησαν. καὶ οὐ δὲ τῶν λοιπῶν οὐδεὶς ἔτι συγγνώμης ἔτυχεν, ἀλλὰ πάντες ἐπράθησαν.
39.5.1ἐπειδὴ δὲ οὗτοίτε κατεστράφατο, καὶ ἄλλοι οἱ μὲν ὑπ’αὐτοῦ οἱ δὲ καὶ διὰ τῶν ὑποστρατήγων συχνοὶ ἐκεχείρωντο, ὅτε χειμὼν ἐνέστη, ἀνεχώρησεν ἐς τὰ χειμάδια. μαθόντες δὲ ταῦθ’οἱ οἴκοι Ῥωμαῖοι ἐθαύμασαν ὅτι ἔθνη τοσαῦτα, ὧν οὐ δὲ τὰ ὀνόματα πρότερον ἠκρίβουν, ᾑρήκει, καὶ ἐψηφίσαντο πεντεκαίδεκα ἐπ’αὐτοῖς ἡμέρας θῦσαι, ὅπερ οὔπω πρότερον ἐγεγόνει.
39.5.2κα- κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ Γάλβας ὁ Σέρουιος ὑποστρατηγῶν αὐτῷ, μέχρι μὲν ἥτε ὡραία ἦν καὶ τὸ στράτευμα συνεστὸς εἶχεν, Οὐαράγρους παράτε τῇ Λεμμάνῳ λίμνῃ καὶ πρὸς τοῖς Ἀλλόβριξι μέχρι τῶν Ἄλπεων οἰκοῦντας, τοὺς μὲν βίᾳ τοὺς δὲ καὶ ὁμολογίᾳ παρεστήσατο, ὥστε καὶ χειμάσαι κατὰ χώραν παρασκευάσασθαι.
39.5.3ἐπεὶ μέντοι οἱ πλείους τῶν στρατιωτῶν οἱ μὲν παρέμενοι οἷα μὴ πόρρω τῆς Ἰταλίας ὄντες, οἱ δὲ καὶ ἐφ’ἑαυτῶν ἄλλοσε ἀπεχώρησαν, καὶ αὐτῷ ἀπροσδόκητοι κατὰ τοῦτο οἱ ἐπιχώριοι ἐπέθεντο, πρὸς ἀπόνοιαν ὑπ’ἀπογνώσεως προήχθη, καὶ ἐκπηδήσας ἐκ τοῦ χειμαδίου ἄφνω τούςτε προσκειμένους οἱ τῷ παραδόξῳ τοῦ τολμήματος ἐξέπληξε, καὶ δι’αὐτῶν πρὸς τὰ μετέωρα διέπεσε.
39.5.4γενόμενος δὲ ἐν τῷ ἀσφαλεῖ ἠμύνατο μὲν αὐτοὺς μετὰ τοῦτο καὶ ἐδουλώσατο, οὐ μὴν καὶ ἐχείμασεν αὐτόθι, ἀλλὰ καὶ ἐς τὴν τῶν Ἀλλοβρίγων μετέστη.
39.6.1ταῦτα μὲν ἐν τῇ Γαλατίᾳ ἐγένετο, Πομπήιος δὲ ἐν τούτῳ τὴν κάθοδον τῷ Κικέρωνι ψηφισθῆναι διεπράξατο. ὃν γὰρ διὰ τοῦ Κλωδίου ἐξεληλάκει, τοῦτον ἐπ’αὐτὸν ἐκεῖνον ἐπανήγαγεν · οὕτω που τὸ ἀνθρώπειον δι’ὀλίγουτε ἔστιν ὅτε μεταβάλλεται, καὶ ἀφ’ὧν ὠφελήσεσθαί τινες ἢ καὶ βλαβήσεσθαι νομίζουσι, τὰ ἐναντιώτατα ἀντιλαμβάνουσι.
39.6.2συνέπραττον δὲ ἀπὸ τῶν στρατηγῶν καὶ τῶν δημάρχων ἄλλοιτε καὶ Τίτος Ἄννιος Μίλων, οἵπερ που καὶ τὴν γνώμην ἐς τὸ πλῆθος ἐσήνεγκαν · ὁ γὰρ Σπινθὴρ ὁ ὕπατος τὸ μέν τι καὶ τῷ Πομπηίῳ χαριζόμενος, τὸ δὲ καὶ ἐξ ἰδίας ἔχθρας τὸν Κλώδιον ἀμυνόμενος, ὑφ’ἧς καὶ τὴν μοιχείαν αὐτοῦ δικάζων κατεγνώκει, καὶ. […] ἐκείνῳ δὲ ἄλλοιτε τῶν ἐν ταῖς ἀρχαῖς ὄντων ὑπῆρχον καὶ ὁ ἀδελφὸς Ἄππιος Κλαύδιος στρατηγῶν, ὅτε Νέπως ὁ ὕπατος ἀπ’οἰκείας τινὸς
39.7.1ἔχθρας τὸν Κικέρωνα μισῶν. οὗτοίτε οὖν ἐπὶ πλέον ἢ πρίν, ἅτε καὶ ἡγεμόνας τοὺς ὑπάτους ἔχοντες, καὶ οἱ ἄλλοι οἱ ἐν τῇ πόλει διαστάντες πρὸς ἑκατέρους ἐθορύβουν. καὶ ἄλλατε ἐκ τούτου οὐκ ἐν κόσμῳ πολλὰ ἐγίγνετο, καὶ ἐν αὐτῇ τῇ διαψηφίσει ὁ Κλώδιος γνοὺς τὸ πλῆθος πρὸς τοῦ Κικέρωνος ἐσόμενον, τοὺς μονομάχους οὓς ὁ ἀδελφὸς αὐτοῦ πρὸς ἀγῶνας ἐπιταφίους ἐπὶ τῷ Μάρκῳ τῷ συγγενεῖ προπαρεσκεύαστο λαβὼν ἐσεπήδησεν ἐς τὸν σύλλογον καὶ πολλοὺς μὲν ἔτρωσε πολλοὺς δὲ καὶ ἔκτεινεν.
39.7.3οὔτ’οὖν ἡ γνώμη ἐκυρώθη, καὶ ἐκείνοις ὡς δορυφόροις συνὼν φοβερὸς καὶ ἐς τα- τἆλλα πᾶσιν ἦν, ἀγορανομίαντε ᾔτει ὡς καὶ τὴν δίκην τῆς βίας, ἂν ἀποδειχθῇ, διαφευξόμενος.
39.7.4ἐγράψατο γὰρ αὐτὸν ὁ Μίλων καὶ οὐκ ἐσήγαγε μέν (οὔτε γὰρ οἱ ταμίαι, δι’ὧν τὴν ἀποκλήρωσιν τῶν δικαστῶν γενέσθαι ἐχρῆν, ᾕρηντο, καὶ ὁ Νέπως ἀπεῖπε τῷ στρατηγῷ μηδεμίαν πρὸ τῆς κληρώσεως αὐτῶν δίκην προσέσθαι · ἔδει δὲ ἄρα τοὺς ἀγορανόμους πρὸ τῶν ταμιῶν καταστῆναι, καὶ διὰ τοῦτο ὅτι μάλιστα
39.8.1ἡ διατριβὴ ἐγένετο), μαχόμενος δὲ καὶ περὶ αὐτοῦ τούτου πολλὰ ἐτάραττε, καὶ τέλος μονομάχους τινὰς καὶ αὐτὸς καὶ ἄλλους τῶν τὰ αὐτά οἱ βουλομένων ἀθροίσας ἐς χεῖρας τῷ Κλωδίῳ συνεχῶς ᾔει, καὶ σφαγαὶ κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν πόλιν ἐγίγνοντο.
39.8.2ὁ οὖν Νέπως φοβηθεὶς πρόςτε τοῦ συνάρχοντος καὶ πρὸς τοῦ Πομπηίου τῶντε ἄλλων τῶν πρώτων μετεβάλετο, καὶ οὕτως ἥτε γερουσία κατελθεῖν τὸν Κικέρωνα τοῦ Σπινθῆρος ἐσηγησαμένου προεβούλευσε, καὶ ὁ δῆμος ἀμφοτέρων τῶν ὑπάτων ἐσενεγκόντων ἐψηφίσατο.
39.8.3ἀντέλεγε μὲν γὰρ πρὸς αὐτοὺς Κλώδιος, ἀλλ’ἐκείνῳτε ὁ Μίλων ἀντέκειτο ὥστε μηδὲν βίαιον δρᾶσαι, καὶ τῷ νόμῳ ἄλλοιτε καὶ ὁ Πομπήιος συνεῖπον ὥστε πολὺ κρείττους αὐτοὺς γενέσθαι.
39.9.1κατῆλθέτε οὖν ὁ Κικέρων καὶ χάριν τῇτε βουλῇ καὶ τῷ δήμῳ, παρασχόντων αὐτῷ τῶν ὑπάτων καὶ τὸ συνέδριον καὶ τὴν ἐκκλησίαν, ἔγνω. τῷτε Πομπηίῳ τὴν ἔχθραν τὴν ἐπὶ τῇ φυγῇ μεθεὶς συνηλλάγη, καὶ τήν γε εὐεργεσίαν παραχρῆμα ἀπέδωκε ·
39.9.2λιμοῦ γὰρ ἐν τῇ πόλει ἰσχυροῦ γενομένου, καὶ τοῦ ὁμίλου παντὸς ἔςτε τὸ θέατρον († οἵῳ δὲ δὴ καὶ τότε ἔτι θεάτρῳ ἐς τὰς πανηγύρεις ἐχρῶντο) καὶ μετὰ τοῦτο καὶ ἐς τὸ Καπιτώλιον ἐπὶ τοὺς βουλευτὰς συνεδρεύοντας ἐσπηδήσαντος, καὶ τοτὲ μὲν ἐν χερσὶν αὐτοὺς ἀποσφάξειν τοτὲ δὲ καὶ καταπρήσειν αὐτοῖς τοῖς ναοῖς ἀπειλοῦντος, ἔπεισέ σφας ἐπιμελητὴν τοῦ σίτου τὸν Πομπήιον προχειρίσασθαι, καὶ διὰ τοῦτο καὶ ἀρχὴν αὐτῷ ἀνθυπάτου καὶ ἐν τῇ Ἰταλίᾳ καὶ ἔξω ἐπὶ πέντε ἔτη δοῦναι.
39.9.3καὶ ὁ μέν, ὥσπερ ἐπὶ τοῖς καταποντισταῖς πρότερον οὕτω καὶ τότε ἐπὶ τῷ σίτῳ πάσης αὖθις τῆς οἰκουμένης τῆς ὑπὸ τοῖς Ῥωμαίοις τότε οὔσης ἄρξειν ἔμελλε ·
39.10.1Καῖσαρ δὲ καὶ Κράσσος ἄλλως μὲν ἤχθοντο τῷ Κικέρωνι, σπουδὴν δ’οὖν τινα αὐτοῦ ἔσχον, ἐπειδὴ πάντως καθήξοντα αὐτὸν ᾔσθοντο (καὶ γὰρ ὁ Καῖσαρ καὶ ἀπὼν εὔνοιάν τινα αὐτῷ ἐνεδείξατο), οὐ μέντοι καὶ χάριν οὐδεμίαν ἀντέλαβον.
39.10.2ἐκεῖνος γὰρ τοῦτότε οὐκ ἀπὸ γνώμης σφᾶς πεποιηκότας εἰδώς, καὶ τῆς φυγῆς αἰτιωτάτους γεγονέναι νομίζων, ἐκ μὲν τοῦ προφανοῦς οὐ πάνυ πρὸς αὐτοὺς ἐθρασύνετο, ἅτε καὶ τῶν τῆς ἀκράτου παρρησίας ἐπικαρπιῶν νεωστὶ πεπειραμένος, βιβλίον μέντοι τι ἀπόρρητον συνέθηκε, καὶ ἐπέγραψεν αὐτῷ ὡς καὶ περὶ τῶν ἑαυτοῦ βουλευμάτων ἀπολογισμόν τινα ἔχοντι, πολλὰ δὲ δὴ καὶ δεινὰ ἐς αὐτὸ καὶ περὶ ἐκείνων καὶ περὶ ἄλλων τινῶν συνένησε, καὶ διὰ τοῦτο φοβηθεὶς μὴ καὶ ζῶντος αὐτοῦ ἐκφοιτήσῃ, κατεσημήνατότε αὐτὸ καὶ παρέδωκε τῷ παιδί, προστάξας οἱ μήτ’ἀναγνῶναι μήτε δημοσιεῦσαι τὰ γεγραμμένα πρὶν ἂν μεταλλάξῃ.
39.11.1Κικέρων μὲν οὖν αὖθις ἀνεβλάστανε, καὶ τήντε ἄλλην οὐσίαν καὶ τὸ ἔδαφος τῆς οἰκίας, καίτοι τῇ Ἐλευθερίᾳ ἀνειμένον, καὶ τοῦ Κλωδίου καὶ ἐπιθειάζοντος καὶ ἐς ἐνθυμίαν αὐτῷ προβάλλοντος, ἐκομίσατο.
39.11.2τὴν γὰρ ἐσφορὰν τοῦ φρατριατικοῦ νόμου, παρ’ἣν ἐκ τῶν εὐπατριδῶν ἐς τὸ πλῆθος ἐπεποίητο, διαβάλλων ὡς οὐκ ἐν τοῖς ὡρισμένοις ἐκ τῶν πατρίων χρόνοις ἐκτεθέντος αὐτοῦ, τήντε δημαρχίαν τοῦ Κλωδίου πᾶσαν, ἐν ᾗ καὶ τὰ κατὰ τὴν οἰκίαν ἐδέδοκτο, κατέλυε, λέγων οὐχ οἷόντ’εἶναι, τῆς μεταστάσεως αὐτοῦ τῆς ἐς τὸν ὅμιλον παρανόμως γεγενημένης, ὑγιές τι τῶν ἐν αὐτῇ πραχθέντων νομίζεσθαι, καὶ ἔπεισε διὰ τούτου τοὺς ποντίφικας τὸ ἔδαφός οἱ ὡς καὶ ὅσιον καὶ βέβηλον ὂν ἀποδοῦναι.
39.11.3καὶ οὕτω καὶ ἐκεῖνο καὶ χρήματα ἔςτε τὴν τῆς οἰκίας κατασκευήν, καὶ εἰ δή τι ἄλλο τῆς οὐσίας αὐτοῦ ἐλελύμαντο, ἔλαβε.
39.12.1μετὰ δὲ δὴ τοῦτο Πτολεμαίου τοῦ βασιλέως ἕνεκα αὖθις ἐκινήθησαν. ἐπειδὴ γὰρ πολλά τισι τῶν Ῥωμαίων χρήματα, τὰ μὲν οἴκοθεν τὰ δὲ καὶ δανεισάμενος, ὅπως τήντε ἀρχὴν βεβαιώσηται καὶ φίλος καὶ σύμμαχος ὀνομασθῇ, καταναλώκει, καὶ αὐτὰ παρὰ τῶν Αἰγυπτίων βιαίως ἠργυρολόγει, καὶ διάτε τοῦτο ἐχαλεπαίνετο καὶ ὅτι τὴν Κύπρον ἀπαιτῆσαι παρὰ τῶν Ῥωμαίων ἢ καὶ τὴν φιλίαν τὴν πρὸς αὐτοὺς ἀπειπεῖν κελευόντων αὐτῶν οὐκ ἠθέλησε, καὶ οὔτε πεῖσαί σφας ἡσυχάζειν οὔτ’αὖ βιάσασθαι (ξενικὸν γὰρ οὐκ εἶχεν) ἠδυνήθη, διέδρατε ἐκ τῆς Αἰγύπτου, καὶ ἐς τὴν Ῥώμην ἐλθὼν κατηγόρησέτε αὐτῶν ὡς καὶ ἐκ τῆς βασιλείας αὐτὸν ἐκβεβληκότων, καὶ ἔτυχεν ὥστε ὑπὸ τοῦ Σπινθῆρος, ᾧ ἡ Κιλικία
39.13.1ἐπετέτραπτο, καταχθῆναι. ἐν ᾧ δὲ ταῦτα ἐγένετο, οἱ Ἀλεξανδρεῖς τέως μὲν ἀγνοήσαντες ὅτι ἐς τὴν Ἰταλίαν ἀπηρκὼς ἦν, ἢ τεθνηκέναι αὐτὸν νομίσαντες, Βερενίκην τὴν θυγατέρα αὐτοῦ ἐς τὴν βασιλείαν ἀντικατέστησαν, ἔπειτα δὲ τα- τἀληθὲς μαθόντες ἄνδρας ἑκατὸν ἐς τὴν Ῥώμην ἔπεμψαν πρόςτε τὰ ἐγκλήματα αὐτοῦ ἀπολογησομένους καὶ ἀντικατηγορήσοντας ὅσα ἠδίκηντο.
39.13.2προμαθὼν οὖν ταῦτ’ἐκεῖνος (ἔτι δὲ ἐν τῇ Ῥώμῃ ἦν) ἐνήδρευσε τοὺς πρέσβεις, πρὶν ἐλθεῖν, ἄλλους ἄλλῃ διαπέμψας, καὶ τοὺς μὲν πλείους αὐτῶν κατὰ τὴν ὁδὸν ἔφθειρε, τῶν δὲ δὴ λοιπῶν τοὺς μὲν ἐν τῷ ἄστει αὐτῷ ἀπέκτεινε, τοὺς δὲ καὶ καταφοβήσας ἐκ τούτων ἢ χρήμασι διαφθείρας ἔπεισε μήτε ταῖς ἀρχαῖς ὑπὲρ ὧν ἐστάλατο ἐντυχεῖν μήθ’ὅλως μνείαν τινὰ περὶ
39.14.1τῶν ἀπολωλότων ποιήσασθαι. καίτοι τὸ πρᾶγμα οὕτω περιβόητον ἐγένετο ὥστε καὶ τὴν βουλὴν ἀγανακτῆσαι δεινῶς, ἐνάγοντός σφας ὅτι μάλιστα Φαουωνίου τοῦ Μάρκου καθ’ἑκάτερον, ὅτιτε πολλοὶ παρὰ τῶν συμμάχων πρέσβεις πεμφθέντες βιαίως ἀπωλώλεσαν, καὶ ὅτι συχνοὶ καὶ τότε τῶν Ῥωμαίων ἐδεδωροδοκήκεσαν.
39.14.2καὶ οἱ μὲν τὸν Δίωνα τὸν τῆς πρεσβείας αὐτοκράτορα (περιῆν γάρ) μετεπέμψαντο ὡς καὶ τὴν ἀλήθειαν παρ’αὐτοῦ μαθησόμενοι · οὕτω δὲ ἄρα καὶ τότε ἔθ’ὁ Πτολεμαῖος τοῖς χρήμασι κατεκράτει ὥστε μήτε τὸν Δίωνα ἐς τὸ συνέδριον ἐσελθεῖν μήτε μνήμην τινὰ τοῦ φόνου τῶν τεθνηκότων, ἕως γε καὶ αὐτὸς παρῆν, γενέσθαι.
39.14.3καὶ μέντοι τοῦ Δίωνος μετὰ ταῦτα δολοφονηθέντος οὐδεμίαν οὐ δ’ἐπ’ἐκείνῳ δίκην ἔδωκε · τάτε γὰρ ἄλλα καὶ ὁ Πομπήιος τῇτε οἰκίᾳ αὐτὸν ὑπεδέδεκτο καὶ ἰσχυρῶς οἱ συνῄρετο.
39.14.4τῶν γε μὴν ἄλλων τῶν αὐτόθεν ἐνεκλήθησαν μὲν ἐν ὑστέρῳ συχνοί, ἑάλωσαν δὲ ὀλίγοι · τότε γὰρ δεδωροδοκηκὸς πολὺ ἦν, καὶ ἀλλήλοις διὰ τὸ ἴδιον ἕκαστος δέος συνεμάχουν.
39.15.1οἱ μὲν οὖν ἄνθρωποι τοιαῦτα ὑπὸ τῶν χρημάτων ἐποίουν, τὸ δὲ δὴ θεῖον κεραυνῷ κατ’ἀρχὰς εὐθὺς τοῦ ἐχομένου ἔτους τὸ ἄγαλμα τοῦ Διὸς τοῦ ἐν τῷ Ἀλβανῷ ἱδρυμένου βαλὸν τὴν κάθοδον τοῦ Πτολεμαίου χρόνον τινὰ ἐπέσχε.
39.15.2τοῖς γὰρ Σιβυλλείοις ἔπεσιν ἐντυχόντες εὗρον ἐν αὐτοῖς ἐγγεγραμμένον αὐτὸ τοῦτο “ἂν ὁ τῆς Αἰγύπτου βασιλεὺς βοηθείας τινὸς δεόμενος ἔλθῃ, τὴν μὲν φιλίαν οἱ μὴ ἀπαρνήσασθαι, μὴ μέντοι καὶ πλήθει τινὶ ἐπικουρήσητε · εἰ δὲ μή, καὶ πόνους καὶ κινδύνους ἕξετε”.
39.15.3κα- κἀκ τούτου τὴν συντυχίαν τῶν ἐπῶν πρὸς τὰ τότε γενόμενα θαυμάσαντες ἀπεψηφίσαντο πάντα τὰ περὶ αὐτοῦ ἐγνωσμένα, Γαΐῳ Κάτωνι πεισθέντες δημάρχῳ. ταῦτα δὲ ἐχρήσθη μὲν οὕτως, ἐδημοσιεύθη δέ (οὐ γὰρ ἐξῆν οὐδὲν τῶν Σιβυλλείων, εἰ μὴ ἡ βουλὴ ψηφίσαιτο, ἐς τὸ πλῆθος ἐξαγγέλλεσθαι) διὰ τοῦ Κάτωνος.
39.15.4ἐπειδὴ γὰρ τάχιστα ὁ νοῦς τῶν ἐπῶν διεθρυλήθη, ὥσπερ εἴωθε γίγνεσθαι, ἔδεισε μὴ συγκρυφθείη, καὶ ἔςτε τὸν ὅμιλον τοὺς ἱερέας ἐσήγαγε, κα- κἀνταῦθα, πρὶν ὁτιοῦν τὴν γερουσίαν ἐπ’αὐτοῖς χρηματίσαι, ἐξεβιάσατό σφας ἐκλαλῆσαι τὸ λόγιον · ὅσῳ γάρ τοι μᾶλλον οὐκ ἐδόκει σφίσιν
39.16.1ἐξεῖναι τοῦτο, […] τὸ πλῆθος ἔσχε. καὶ ἐκεῖνο μὲν ἔσχεν οὕτως, καὶ ἐς τὴν τῶν Λατίνων γλῶσσαν μεταγραφὲν ἀνεκηρύχθη · γνώμας δὲ αὐτῶν μετὰ τοῦτο ποιουμένων, καὶ τῶν μὲν ἄνευ στρατοῦ τῷ Σπινθῆρι τὴν τοῦ Πτολεμαίου κάθοδον προσταττόντων, τῶν δὲ δὴ καὶ τὸν Πομπήιον μετὰ ῥαβδούχων δύο καταγαγεῖν αὐτὸν κελευόντων (ὅτε γὰρ Πτολεμαῖος μαθὼν τὸ χρησθὲν ἠξίωσε τούτου τυχεῖν, καὶ τὰ γράμματα αὐτοῦ Αὖλος Πλαύτιος ἐς τὸ κοινὸν δημαρχῶν ἀνέγνω), δείσαντες οἱ βουλευταὶ μὴ μείζων ἔθ’ὁ Πομπήιος καὶ ἀπ’ἐκείνου γένηται, ἀντέπραξαν αὐτῷ τῇ τοῦ σίτου προφάσει χρησάμενοι.
39.16.3ταῦτα μὲν ἐπίτε Λουκίου Φιλίππου καὶ ἐπὶ Γναίου Μαρκελλίνου ὑπάτων ἐγένετο · καὶ αὐτὰ ὁ Πτολεμαῖος μαθὼν τήντε κάθοδον ἀπέγνω, καὶ ἐς Ἔφεσον ἐλθὼν παρὰ τῇ θεῷ διῃτᾶτο.
39.17.1τῷ δὲ δὴ προτέρῳ ἔτει καὶ τοιόνδε τι, ἴδιον μέν, φέρον δέ πως ἐς τὴν συγγραφήν, ἐπράχθη. τοῦ γὰρ νόμου διαρρήδην ἀπαγορεύοντος μηδένας δύο ἅμα ἐκ τῆς αὐτῆς συγγενείας τὴν αὐτὴν ἱερατείαν ἔχειν, ὁ Σπινθὴρ ὁ ὕπατος ἐπιθυμήσας Κορνήλιον Σπινθῆρα τὸν υἱὸν ἐς τοὺς οἰωνιστὰς ἐσαγαγεῖν, ἔπειτ’ἐπειδὴ ὁ Φαῦστος ὁ τοῦ Σύλλου παῖς ἐκ τοῦ τῶν Κορνηλίων φύλου ὢν προενεγέγραπτο, ἐξεποίησεν αὐτὸν ἐς τὸ Μαλλίου Τορκουάτου γένος, καὶ οὕτως ὁ νόμος ἐν τοῖς ἑαυτοῦ ῥήμασι μείνας ἔργῳ κατελύθη.
39.18.1μετὰ δὲ δὴ τοῦτο ὁ Κλώδιος ἐπειδὴ τάχιστα ἐς τὴν ἀγορανομίαν ἐπίτε τοῦ Φιλίππου καὶ ἐπὶ τοῦ Μαρκελλίνου παρεληλύθει (πρὸς γὰρ τὴν ἀπόδρασιν τῆς δίκης παρακελευστὸς ᾑρέθη), γραφὴν κατὰ τοῦ Μίλωνος τῆς τῶν μονομάχων παρασκευῆς ἀπήνεγκε · ἃ γὰρ αὐτὸς ἔπραττε καὶ ἐφ’οἷς ἐκρίνετο, ταῦτ’ἐκείνῳ ἀντενεκάλει.
39.18.2ἐποίει δὲ τοῦτο οὐχ ὅτι τὸν Μίλωνα προσεδόκα αἱρήσειν ἅτε καὶ συναγωνιστὰς ἰσχυροὺς ἄλλουςτε καὶ τὸν Κικέρωνα τόντε Πομπήιον ἔχοντα, ἀλλ’ἵνα ἐπὶ τῇ προφάσει ταύτῃ τῷτε Μίλωνι προσπολεμοίη
39.19.1καὶ ἐκείνους ὑβρίζοι. πρὸς γοῦν τοῖς ἄλλοις τοιόνδε τι ἐμεμηχάνητο · παρασκευάσας τοὺς ἑταίρους ἵν’, ὁπότε πύθοιτο αὐτῶν ἐν τοῖς συλλόγοις “τίς ὁ ποιῶν ἢ καὶ λέγων τοιόνδε τι ἦν,” συνεκβοῷεν ὅτι Πομπήιος, ἐπηρώτα πολλάκις ἐξαίφνης πάνθ’ὅσα ἐπαίτια περὶ αὐτὸν ἢ κατὰ τὸ σῶμα ἢ κατ’ἄλλο τι ἦν, ἰδίᾳ καὶ καθ’ἕκαστον, ὡς οὐ περὶ ἐκείνου δὴ λέγων ·
39.19.2κα- κἀκ τούτου τῶν μὲν ἐξαρχόντων τῶν δὲ συνεπηχούντων σφίσιν, οἷα φιλεῖ ἐν τοῖς τοιούτοις γίγνεσθαι, καὶ λεγόντων ὅτι Πομπήιος, χλευασία πολλὴ συνέβαινεν, ὥστε ἐκεῖνον μήτε τὴν ἡσυχίαν ἄγειν καρτεροῦντα μήθ’ὅμοιόν τι ποιεῖν αὐτῷ ὑπομένοντα περιοργῆτε γίγνεσθαι καὶ ἐν ἀμηχανίᾳ καθίστασθαι, καὶ λόγῳ μὲν τὸν Μίλωνα κατακρίνεσθαι, ἔργῳ δὲ αὐτὸν μη δ’ἀπολογούμενον ἁλίσκεσθαι.
39.19.3ὁ γὰρ Κλώδιος, ὅπως ἐπὶ πλεῖον ἀποροίη, οὐκ εἴα τὸν φρατριατικὸν νόμον ἐσενεχθῆναι · πρὶν γὰρ ἐκεῖνον τεθῆναι οὔτ’ἄλλο τι τῶν σπουδαίων ἐν τῷ κοινῷ πραχθῆναι οὔτε δίκην οὐδεμίαν ἐσαχθῆναι ἐξῆν.
39.20.1τέως μὲν οὖν ὁ Μίλων τῶν λοιδοριῶν καὶ τῶν σφαγῶν πρόσχημα αὐτοῖς ἦν · τεράτωντέ τινων ἐν τούτῳ γενομένων (ἔντε γὰρ τῷ Ἀλβανῷ νεὼς Ἥρας βραχὺς ἐπὶ τραπέζης τινὸς πρὸς ἀνατολῶν ἱδρυμένος πρὸς τὴν ἄρκτον μετεστράφη, καὶ λαμπὰς ἀπὸ τῆς μεσημβρίας ὁρμηθεῖσα πρὸς βορέαν διῇξε, λύκοςτε ἐς τὴν πόλιν ἐσῆλθε, καὶ σεισμὸς ἐγένετο, τῶντε πολιτῶν τινες κεραυνοῖς ἐφθάρησαν, καὶ θόρυβος ἐν τῷ Λατίνῳ ὑπὸ γῆς ἐξηκούσθη ·
39.20.2καὶ αὐτὰ οἱ μάντεις ἀκέσασθαι ἐθελήσαντες ὀργίζεσθαί σφισι δαιμόνιόν τι ὡς καὶ ἱερῶν τινων ἢ χωρίων οὐχ ὁσίων ἐποικουμένων ἔφασαν) ἐνταῦθα ὁ Κλώδιος τὸν Κικέρωνα μεταλαβὼν τῷτε λόγῳ πολὺς ἐνέκειτο, ὅτι τὸ ἔδαφος τῆς οἰκίας ἱερωμένον τῇ Ἐλευθερίᾳ κατῳκοδόμησε, καὶ ἐπῆλθέ ποτε ἐπ’αὐτὸ ὡς καὶ ἐκ θεμελίων αὖθις αὐτὴν ἀναιρήσων.
39.20.3καὶ οὐκ ἐποίησε μὲν
39.21.1τοῦτο, ὁ γὰρ Μίλων ἐκώλυσεν · ὁ δ’οὖν Κικέρων ὡς καὶ παθὼν αὐτὸ ὀργήντε εἶχε καὶ κατηγορίας ἐποιεῖτο, καὶ τέλος τόντε Μίλωνα καὶ δημάρχους τινὰς παραλαβὼν ἀνῆλθέτε ἐς τὸ Καπιτώλιον καὶ τὰς στήλας τὰς ἐπὶ τῇ ἑαυτοῦ φυγῇ ὑπὸ τοῦ Κλωδίου σταθείσας καθεῖλε.
39.21.2καὶ τότε μὲν αὐτὰς ἐκείνου σὺν Γαΐῳ τῷ ἀδελφῷ στρατηγοῦντι ἐπελθόντος ἀφῃρέθη, μετὰ δὲ τοῦτο φυλάξας ἐκδημοῦντα τὸν Κλώδιον ἀνέβητε αὖθις ἐς τὸ Καπιτώλιον, καὶ λαβὼν αὐτὰς οἴκαδε ἀπεκόμισε.
39.21.3γενομένου δὲ τούτου οὐδὲν ἔτ’ἀπώμοτον οὐδετέρῳ αὐτῶν ἦν, ἀλλὰ ἐλοιδόρουν ἀλλήλους καὶ διέβαλλον ἄλλατε ὅσα ἐδύναντο, μηδενὸς τῶν αἰσχίστων ἀπεχόμενοι, καὶ ὁ μὲν τήντε δημαρχίαν τὴν τοῦ Κλωδίου ὡς καὶ παρὰ τοὺς νόμους γενομένην καὶ τὰ πραχθέντα ἐν αὐτῇ ὑπ’αὐτοῦ ὡς καὶ ἄκυρα ὄντα, ὁ δὲ τήντε φυγὴν τὴν τοῦ Κικέρωνος ὡς καὶ δικαίως ἐγνωσμένην καὶ τὴν κάθοδον αὐτοῦ ὡς καὶ παρανόμως ἐψηφισμένην.
39.22.1μαχομένων δὲ αὐτῶν, καὶ τοῦ Κλωδίου πολὺ τῇ στάσει ἐλαττουμένου, ὁ Κάτων ὁ Μᾶρκος ἐπελθὼν ἀνίσωσεν αὐτούς · τῷτε γὰρ Κικέρωνι ἀχθόμενος, καὶ φοβηθεὶς ἅμα μὴ καὶ ὅσα αὐτὸς ἐν τῇ Κύπρῳ ἐπεποιήκει καταλυθείη, ὅτι πρὸς τοῦ Κλωδίου δημαρχοῦντος ἐπέπεμπτο, προθύμως αὐτῷ συνήρατο.
39.22.2μέγα γὰρ ἐπ’αὐτοῖς ἐφρόνει, καὶ περὶ παντὸς τὸ βεβαιωθῆναι αὐτὰ ἐποιεῖτο. ὁ μὲν γὰρ Πτολεμαῖος ὁ τὴν νῆσον τότε κατέχων, ἐπειδὴ τάτε ἐψηφισμένα ᾔσθετο καὶ μήτ’ἀντᾶραι τοῖς Ῥωμαίοις ἐτόλμησε μήτ’αὖ στερηθεὶς τῆς ἀρχῆς ζῆν ὑπέμεινε, φάρμακον πιὼν ἀπέθανε, καὶ οἱ Κύπριοι τὸν Κάτωνα οὐκ ἀκουσίως, ἅτε καὶ φίλοι καὶ σύμμαχοι τῶν Ῥωμαίων ἀντὶ δούλων ἔσεσθαι προσδοκήσαντες, ἐσεδέξαντο ·
39.22.4ὁ δὲ Κάτων ἐπὶ μὲν τούτοις οὐδὲν εἶχε σεμνύνεσθαι, ὅτι δὲ δὴ τάτε ἄλλα ἄριστα διῴκησε, καὶ δούλους καὶ χρήματα πολλὰ ἐκ τῶν βασιλικῶν ἀθροίσας οὐδὲν ᾐτιάθη ἀλλὰ ἀνεπικλήτως πάντα ἀπέδειξεν, ἀνδραγαθίας οὐδὲν ἧττον ἢ εἰ πολέμῳ τινὶ ἐνενικήκει μετεποιεῖτο · ὑπὸ γὰρ τοῦ πολλοὺς δωροδοκεῖν σπανιώτερον τὸ τῶν χρημάτων καταφρονεῖν τινα τοῦ τῶν πολεμίων κρατεῖν ἐνόμιζε.
39.23.1τότε οὖν ὁ Κάτων ἐν δόξῃ τινὶ ἐπινικίων διὰ ταῦτ’αἰσίων ἐγένετο, καὶ οἱ ὕπατοι γνώμην ἐν τῷ συνεδρίῳ ἐποιήσαντο στρατηγίαν αὐτῷ δοθῆναι καίπερ μηδέπω ἐκ τῶν νόμων προσήκουσαν. καὶ οὐκ ἀπεδείχθη μέν (αὐτὸς γὰρ ἀντεῖπε), τὴν δὲ δὴ εὔκλειαν καὶ ἐκ τούτου μείζονα ἔσχε.
39.23.2Κλώδιος δὲ ἐπεχείρησε μὲν τοὺς οἰκέτας τοὺς ἐκ τῆς Κύπρου ἀχθέντας Κλωδίους, ὅτι αὐτὸς τὸν Κάτωνα ἐκεῖσε ἐπεπόμφει, ὀνομάσαι, οὐκ ἠδυνήθη δὲ ἐναντιωθέντος αὐτοῦ. καὶ οἱ μὲν Κύπριοι ἐπεκλήθησαν, καίτοι τινῶν Πορκίους σφᾶς προσειπεῖν ἐθελησάντων (ὁ γὰρ Κάτων καὶ τοῦτ’ἐκώλυσεν) ·
39.23.3ὀργῇ δ’οὖν ὁ Κλώδιος τὴν ἐναντίωσιν αὐτοῦ φέρων, τάτε διοικηθέντα ὑπ’αὐτοῦ διέβαλλε καὶ τοὺς λογισμοὺς τῶν πεπραγμένων ἀπῄτει, οὐχ ὅτι καὶ διελέγξαι τι αὐτὸν ἀδικοῦντα ἐδύνατο, ἀλλ’ὅτι ὑπὸ ναυαγίας τὰ γράμματα σχεδόν τι πάντα διέφθαρτο, καὶ ἐδόκει κατὰ τοῦτό τι ἰσχύσειν.
39.23.4ἐβοήθει δὲ καὶ τότε τῷ Κλωδίῳ ὁ Καῖσαρ καίτοι μὴ παρών, καὶ τάς γε κατηγορίας αὐτῷ τὰς κατὰ τοῦ Κάτωνος ἐπιστολιμαίους, ὥς γέ τινές φασιν, ἔπεμπεν. ἐπεφέρετο δὲ τῷ Κάτωνι ἄλλατε καὶ ὅτι τὴν στρατηγίαν οἱ αὐτὸς τοὺς ὑπάτους πείσας, ὥς γε ἔλεγον, ἐσηγήσασθαι, προσεποιήσατο ἐθελοντής, ἵνα καὶ μὴ ἄκων ἀποτετυχηκέναι αὐτῆς δόξῃ, παρεῖσθαι.
39.24.1οὗτοίτε οὖν ἐμάχοντο, καὶ ὁ Πομπήιος ἔσχε μὲν καὶ ἐν τῇ τοῦ σίτου διαδόσει τριβήν τινα · πολλῶν γὰρ πρὸς τὰς ἀπ’αὐτοῦ ἐλπίδας ἐλευθερωθέντων, ἀπογραφήν σφων, ὅπως ἔντε κόσμῳ καὶ ἐν τάξει τινὶ σιτοδοτηθῶσιν, ἠθέλησε ποιήσασθαι ·
39.24.2οὐ μὴν ἀλλὰ τοῦτο μὲν τῇτε ἑαυτοῦ σοφίᾳ καὶ ἐκ τοῦ πλήθους τοῦ σίτου ῥᾷόν πως διῴκησε, τὴν δὲ δὴ ὑπατείαν αἰτῶν πράγματα ἔσχε καὶ αἰτίαν ἀπ’αὐτοῦ ἔλαβεν.
39.24.3ἐλύπει μὲν γὰρ αὐτὸν καὶ τὰ ὑπὸ τοῦ Κλωδίου γιγνόμενα, καὶ μάλισθ’ὅτι καὶ ὑπὸ τῶν ἄλλων ὑπερεωρᾶτο ὧν διέφερε, διάτε τὸ ἀξίωμα καὶ διὰ τὰς ἐλπίδας ἀφ’ὧν καὶ ἰδιωτεύων ὑπὲρ πάντας αὐτοὺς τιμηθήσεσθαι προσεδόκησεν ὑβριζόμενος.
39.24.4ἀλλὰ τούτων μὲν ἔσθ’ὅτε καὶ κατεφρόνει · παραχρῆμα μὲν γὰρ κακῶς ἀκούων ἐδυσχέραινεν, διαλιπὼν δὲ καὶ ἐς ἀναλογισμὸν τῆςτε ἑαυτοῦ ἀρετῆς καὶ τῆς τῶν ἐναντίων κακίας ἀφικνούμενος
39.25.1οὐκέτ’αὐτῶν προετίμα · ὁ δὲ δὴ Καῖσαρ αὐξανόμενος, καὶ ὁ δῆμος τάτε κατειργασμένα αὐτῷ θαυμάζων ὥστε καὶ ἐκ ἀποστεῖλαι, καὶ πρὸς τὰς ἀπ’αὐτοῦ ἐλπίδας ἐπαιρόμενος ὥστε καὶ χρήματά οἱ πολλὰ ψηφίσασθαι, δεινῶς αὐτὸν ἠνία.
39.25.2ἐπεχείρησε μὲν γὰρ τοὺς ὑπάτους ἀναπεῖσαι μήτε τὰς ἐπιστολὰς αὐτοῦ εὐθὺς ἀναγιγνώσκειν, ἀλλὰ καὶ ἐπὶ πλεῖστον, μέχρις ἂν αὐτόματος ἡ δόξα τῶν πραττομένων ἐκνικήσῃ, συγκρύπτειν, καὶ διάδοχόν τινα αὐτῷ καὶ πρὸ τοῦ καθήκοντος καιροῦ πέμψαι.
39.25.3τοσαύτῃ γὰρ φιλοτιμίᾳ ἐχρῆτο ὥσθ’ὅσα αὐτὸς τῷ Καίσαρι συνέπραξε καὶ βασκαίνειν καὶ καταλύειν, καὶ ἐκείνῳτε ἄλλωςτε μεγάλως ἐπαινουμένῳ καὶ τὰ ἑαυτοῦ συσκιάζοντι ἄχθεσθαι, καὶ τῷ δήμῳ ἐγκαλεῖν ὅτι αὐτόντε ἐν ὀλιγωρίᾳ ἐποιεῖτο καὶ τὸν Καίσαρα ὑπερεσπούδαζε.
39.25.4τάτε γὰρ ἄλλα καὶ ἠγανάκτει ὁρῶν αὐτοὺς τῶντε προποιηθέντων τινὶ ἐπὶ τοσοῦτον μνημονεύοντας ἐφ’ὅσον μηδὲν ἄλλο ἐπιγένοιτο, καὶ πρὸς τὸ ἀεὶ καθιστάμενον, κα- κἂν ἔλαττον τοῦ προτέρου ᾖ, προχειρότατα τῷτε τοῦ συνήθους κόρῳ καὶ τῇ τοῦ ξένου ἡδονῇ φερομένους, καὶ τὸ μὲν προευδοκιμοῦν πᾶν καταλύοντας ὑπὸ τοῦ φθόνου, τὸ δ’ἄρτι προφαινόμενον συνεπαύξοντας
39.26.1ὑπὸ τῶν ἐλπίδων. δι’οὖν ταῦτα δυσχεραίνων, καὶ μήτε τι διὰ τῶν ὑπάτων διαπράξασθαι δυνηθεὶς καὶ τὸν Καίσαρα μείζω τῆς πρὸς ἑαυτὸν πίστεως γιγνόμενον ὁρῶν, οὐκ ἐν ἐλαφρῷ τὸ πρᾶγμα ἐποιήσατο. καὶ γὰρ ἐνόμιζε δύοτε εἶναι τὰ τὰς φιλίας τινῶν συγχέοντα, τότε δέος καὶ τὸν φθόνον, καὶ ταῦτα ἀπ’ἀντιπάλου καὶ τῆς δόξης καὶ τῆς ἰσχύος μόνως μὴ συμβαίνειν ·
39.26.2ἕως μὲν γὰρ ἂν ἰσομοιρῶσί τινες αὐτῶν, καὶ ἐκείνας ἐρρῶσθαι, ἐπειδὰν δ’ὑπεράρωσί τι οἱ ἕτεροι, ἐνταῦθα τότε ἐλαττούμενον φθονῆσαν μισεῖν τὸν κρείττονα καὶ τὸ κρατοῦν καταφρονῆσαν ἐξυβρίζειν ἐς τὸν χείρονα, καὶ οὕτως ἀπ’ἀμφοτέρων τὸν μὲν τῇ ἐλαττώσει ἀγανακτοῦντα τὸν δὲ τῇ πλεονεξίᾳ ἐπαιρόμενον, πρόςτε διαφορὰς καὶ πρὸς πολέμους ἐκ τῆς πρὶν φιλίας ἀφικνεῖσθαι.
39.26.3τοιούτοις οὖν δή τισι λογισμοῖς ὁ Πομπήιος ἐπὶ τὸν Καίσαρα ὡπλίζετο. καὶ ἐδόκει γὰρ οὐκ ἂν ῥᾳδίως μόνος αὐτὸν καταλῦσαι, τὸν Κράσσον, ὡς καὶ μετ’αὐτοῦ τοῦτο ποιήσων, ἔτι καὶ μᾶλλον ἀνηρτήσατο.
39.27.1συμφρονήσαντες οὖν ἄλλως μὲν οὐδὲν ἰδιωτεύοντες πράξειν ἤλπισαν, ἂν δ’ὑπατεύσωσι κα- κἀκ τούτου καὶ αὐτοὶ τὰ πράγματα τῇ ἐκείνου ζηλώσει διαλάβωσι, καὶ ἀντίρροποί οἱ ἔσεσθαι καὶ ταχὺ αὐτοῦ, ἅτε καὶ δύο ἑνός, περιγενήσεσθαι προσεδόκησαν.
39.27.2καὶ οὕτω πᾶσαν τὴν προσποίησιν ἀφ’ἧς, εἰ καί τις τῶν ἑταίρων σφῶν ἐπὶ τὴν ἀρχὴν αὐτοὺς προῆγεν, ἀπηρνοῦντο μηκέτι βούλεσθαι ὑπατεῦσαι, ἀποθέμενοι, ἄντικρυς αὐτῆς, καίπερ ἑτέροις τισὶ πρότερον συναγωνιζόμενοι, μετεποιήσαντο.
39.27.3ἐπειδήτε ἔξω τῶν χρόνων τῶν ἐν τοῖς νόμοις διειρημένων ἐπήγγειλαν αὐτήν, καὶ δῆλοι ἦσαν ἄλλοιτε καὶ αὐτοὶ οἱ ὕπατοι (καὶ γάρ τι καὶ ῥώμης ὁ Μαρκελλῖνος εἶχεν) οὐκ ἐπιτρέψοντές σφισιν ἀποδειχθῆναι, διεπράσσοντο τὰς ἀρχαιρεσίας ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ μὴ γενέσθαι, ἄλλουςτε καὶ τὸν Κάτωνα τὸν Γάιον ἐνιέντες, ἵνα μεσοβασιλέως αἱρεθέντος καὶ αἰτήσωσι κατὰ τοὺς νόμους τὴν ἀρχὴν καὶ λάβωσι.
39.28.1καὶ ἐγίγνετο γὰρ τοῦτο λόγῳ μὲν ὑπὸ τῶν παρεσκευασμένων ἄλλοτε κατ’ἄλλην πρόφασιν, ἔργῳ δὲ ὑπ’αὐτῶν ἐκείνων (τοῖς γοῦν ἐναντιουμένοις σφίσι φανερῶς ἤχθοντο), δεινῶς ἡ γερουσία ἠγανάκτησεν, ὥστε ποτὲ μεταξὺ μαχομένων αὐτῶν ἐξαναστῆναι.
39.28.2καὶ τότε μὲν οὕτω διελύθησαν, αὖθις δὲ ἐπειδὴ τὰ αὐτὰ ἐγίγνετο, τὰς στολὰς καθάπερ ἐν συμφορᾷ τινι μετεκδῦναι ἐψηφίσαντο, καίτοι τοῦ Κάτωνος ἔκτε τοῦ συνεδρίου, ἐπειδήπερ ἀντιλέγων οὐδὲν ἤνυσεν, ἐκπηδήσαντος. […] ὅπως μηδὲν τελεσθείη ·
39.28.3εἰ γάρ τις τῶν μὴ βουλευόντων ἔνδον ἦν, οὐδεμία ψῆφος αὐτοῖς ἐδίδοτο. ἐκείνουςτε γὰρ προαπαντήσαντες ἕτεροι δήμαρχοι ἐκώλυσαν ἐσελθεῖν, καὶ οὕτω τοῦτότε τὸ δόγμα ἐκυρώθη, καὶ ἐχρηματίζετο ὅπως καὶ ἐς τὴν πανήγυριν τὴν τότε οὖσαν οἱ βουλευταὶ μὴ θεωρήσωσιν.
39.28.4ἐπεὶ δὲ καὶ πρὸς ἐκεῖνο ὁ Κάτων ἀνθίστατο, ἐξεπήδησαν ἀθρόοι, καὶ τὰ ἐσθήματα ἀλλαξάμενοι ἐπανῆλθον ὡς καὶ διὰ τοῦτ’αὐτὸν καταπλήξοντες. καὶ ἐπειδὴ μη δ’ὣς ἐμετρίαζεν, προῆλθον ἐς τὴν ἀγορὰν ἅμα πάντες, καὶ συνδραμόντος ἐπὶ τούτῳ τοῦ πλήθους ἐς πᾶν κατηφείας αὐτοὺς κατέστησαν, δημηγορῶν μὲν ὁ Μαρκελλῖνος καὶ τὰ παρόντα σφίσιν ὀδυρόμενος, ἐπιδακρύοντες δὲ οἱ ἄλλοι καὶ ἐπιστένοντες, ὥστε μηδένα μηδὲν ἀντιφθέγξασθαι.
39.28.5καὶ οἱ μὲν τοῦτο πράξαντες ἐς τὸ βουλευτήριον εὐθὺς ἐσῆλθον, γνώμην ἔχοντες ἐς τοὺς ὑπαιτίους τὴν ὀργὴν
39.29.1ἀφεῖναι · Κλώδιος δὲ ἐν τούτῳ μεταπηδήσας αὖθις πρὸς τὸν Πομπήιον, καὶ τὰ ἐκείνου πάλιν ἀνθελόμενος ἐλπίδι τοῦ, εἴ τί οἱ τῶν τότε πραττομένων συγκατεργάσαιτο, πάνυ αὐτὸν ἰδιώσεσθαι, παρῆλθέτε ἐς τὸν ὅμιλον ἐν τῇ καθηκούσῃ στολῇ, μηδὲν αὐτῆς πρὸς τὸ δόγμα μεταλλάξας, καὶ κατάτε τοῦ Μαρκελλίνου καὶ κατὰ τῶν ἄλλων ἐδημηγόρει.
39.29.2πολλῆς οὖν καὶ ἐπὶ τούτῳ ἀγανακτήσεως ὑπὸ τῶν βουλευτῶν γενομένης τὸ μὲν πλῆθος μεταξὺ λέγων ἐγκατέλιπε, πρὸς δὲ δὴ τὸ συνέδριον ᾅξας ὀλίγου διεφθάρη · τῆς γὰρ γερουσίας ἀπαντησάσης αὐτῷ εἴσωτε ἐσελθεῖν ἐκωλύθη, κα- κἀν τούτῳ ὑπὸ ἱππέων περιστοιχισθεὶς διεσπάσθη ἄν, εἰ μὴ ἀνακραγόντος αὐτοῦ καὶ τὸν ὅμιλον ἐπιβοησαμένου προσέδραμον πολλοὶ πῦρ φέροντες, ὡς καὶ μετὰ τοῦ βουλευτηρίου σφᾶς καταπρήσοντες εἴ τι αὐτὸν ἐξεργάσαιντο.
39.29.3καὶ ὁ μὲν παρὰ τοσοῦτον ἐλθὼν ἀπολέσθαι
39.30.1οὕτως ἐσώθη · Πομπήιος δὲ οὐδὲν τούτοις ἐκπλαγεὶς ἔςτε τὸ συνέδριόν ποτε ἐσεπήδησεν, ὑπεναντιούμενος αὐτῷ ψηφιεῖσθαι μέλλοντι, καὶ ἐκεῖνότε κυρωθῆναι ἐκώλυσε, καὶ τοῦ Μαρκελλλίνου μετὰ τοῦτο πυθομένου δημοσίᾳ αὐτοῦ εἰ ὄντως ἐπιθυμεῖ ὑπατεῦσαι, ἐλπίδι τοῦ κατοκνήσειν αὐτὸν σπουδαρχεῖν ὁμολογῆσαι, τῶν μὲν δικαίων ἀνδρῶν ἕνεκα οὐδὲν τῆς ἀρχῆς δεῖσθαι ἔφη, διὰ δὲ δὴ τοὺς ταραχώδεις καὶ σφόδρα αὐτῆς ἀντιποιεῖσθαι.
39.30.2ὡς οὖν τούτῳ φανερῶς ἐνέκειτο, καὶ ὁ Κράσσος ἐρωτηθεὶς καὶ αὐτὸς τὰ αὐτὰ οὐχ ὡμολόγησε μέν, οὐ μὴν οὐ δ’ἀπηρνήσατο, ἀλλ’ὥσπερ εἰώθει διὰ μέσου ἐχώρησεν, εἰπὼν ὅτι πάνθ’ὅσα τῷ κοινῷ συμφέροι πράξοι, κατέδεισαν ὅτε Μαρκελλῖνος καὶ ἄλλοι πολλοὶ τήντε παρασκευὴν αὐτῶν καὶ τὴν ἀντίταξιν, καὶ οὐ δὲ ἀπήντων ἔτι ἐς τὸ βουλευτήριον.
39.30.3μὴ συλλεγομένου δὲ τοῦ καθήκοντος ἐκ τῶν νομίμων ἀριθμοῦ πρὸς τὸ ψηφισθῆναί τι περὶ τῶν ἀρχαιρεσιῶν, οὐ δὲ χρηματισθῆναί τι ἀρχὴν περὶ αὐτῶν ἠδυνήθη, ἀλλὰ ὁ ἐνιαυτὸς οὕτω διέβη.
39.30.4οὐ μέντοι οὔτε τὴν ἐσθῆτα μετημπίσχοντο οὔτε ἐς τὰς πανηγύρεις ἐφοίτων, οὐκ ἐν τῷ Καπιτωλίῳ τῇ τοῦ Διὸς ἑορτῇ εἱστιάθησαν, οὐκ ἐπὶ τὰς ἀνοχὰς τὰς Λατίνας, δεύτερον τότε ὑπό τινος οὐκ ὀρθῶς πραχθέντος ποιουμένας, ἐς τὸ Ἀλβανὸν ἀφίκοντο, ἀλλ’ὥσπερ δεδουλωμένοι, καὶ μήτ’ἀρχὰς ἑλέσθαι μήτ’ἄλλο τι πολιτικὸν πρᾶξαι ἐξουσίαν ἔχοντες, τὸ λοιπὸν τοῦ ἔτους διήγαγον.
39.31.1καὶ μετὰ τοῦτο ὅτε Πομπήιος καὶ ὁ Κράσσος ὕπατοι ἐκ μεσοβασιλείας ἀπεδείχθησαν, οὔτ’ἄλλου τινὸς τῶν προεπηγγελκότων ἀπαντήσαντος, καὶ Λουκίου Δομιτίου, ὃς μέχρι τῆς τελευταίας ἡμέρας ἐσπουδάρχησεν, ὁρμήσαντος μὲν πρὸς τὴν ἐκκλησίαν οἴκοθεν ὑπὸ νύκτα, ἐπεὶ δ’ὁ παῖς ὁ τὸν λύχνον οἱ προφέρων ἐσφάγη, δείσαντος καὶ μηκέτι περαιτέρω προχωρήσαντος.
39.31.2οὔτ’οὖν ἀντιστάντος τινὸς τὴν ἀρχήν, καὶ προσέτι τοῦ Πουπλίου Κράσσου, ὃς υἱόςτε τοῦ Μάρκου ἦν καὶ τότε τῷ Καίσαρι ὑπεστρατήγει, στρατιώτας ἐπ’αὐτὸ τοῦτο ἐς τὴν Ῥώμην ἀγαγόντος, οὐ χαλεπῶς ᾑρέθησαν.
39.32.1παραλαβόντες δ’οὕτω τὴν ἡγεμονίαν τὰς λοιπὰς ἀρχὰς τοῖς ἐπιτηδείως σφίσιν ἔχουσι δοθῆναι ἐποίησαν, τὸν Κάτωνα τὸν Μᾶρκον κωλύσαντες στρατηγὸν ἀποδειχθῆναι · ὑπώπτευόντε γὰρ αὐτὸν οὐκ ἀνέξεσθαι τὰ γιγνόμενα, καὶ οὐκ ἠθέλησαν ἰσχὺν αὐτῷ ἔννομον πρὸς τὰς ἀντιλογίας προσθεῖναι.
39.32.2καὶ ἡ μὲν τῶν στρατηγῶν κατάστασις (ὁ γὰρ Κάτων οὐδὲν βίαιον πρᾶξαι ἠξίωσεν) εἰρηναία ἐγένετο, περὶ δὲ τοὺς ἀγορανόμους τοὺς κουρουλίους σφαγαὶ συνέβησαν, ὥστε καὶ τὸν Πομπήιον πολλοῦ αἵματος ἀναπλησθῆναι.
39.32.3οὐ μὴν ἀλλ’ἐκείνους μέν, τούςτε ἄλλους τοὺς ὑπὸ τοῦ δήμου αἱρουμένους, πρὸς τρόπου σφίσιν (αὐτοὶ γὰρ τὰς ἀρχαιρεσίας ἐποίουν) ἀπέδειξαν, τούςτε ἀγορανόμους τοὺς ἑτέρους καὶ τῶν δημάρχων τοὺς πλείους προσηταιρίσαντο · δύο δὲ δήμαρχοι, γάιόςτε Ἀτέιος Καπίτων καὶ Πούπλιος Ἀκύλιος Γάλλος, οὐχ ὡμολόγησαν αὐτοῖς.
39.33.1ὡς οὖν αἱ ἀρχαὶ κατέστησαν, εἴχοντο ὧν ἐφίεντο. καὶ αὐτοὶ μὲν οὐδένα οὔτε ἐν τῇ βουλῇ οὔτε ἐν τῷ δήμῳ λόγον ὑπὲρ αὐτῶν ἐποιήσαντο, ἀλλὰ καὶ πάνυ ἐπλάττοντο μηδενός σφων προσδεῖσθαι ·
39.33.2Γάιος δὲ δὴ Τρεβώνιος δημαρχῶν ἔγραψε τῷ μὲν τήντε Συρίαν καὶ τὰ πλησιόχωρα αὐτῆς, τῷ δὲ τὰς Ἰβηρίας (καὶ γάρ τι καὶ ἔναγχος ἐκεκίνηντο) ἄρχειν ἐπὶ πέντε ἔτη δοθῆναι, στρατιώταιςτε ὅσοις ἂν ἐθελήσωσι καὶ τῶν πολιτῶν καὶ τῶν συμμάχων χρωμένοις, καὶ πόλεμον καὶ εἰρήνην πρὸς οὓς ἂν βουληθῶσι ποιουμένοις.
39.33.3χαλεπῶς οὖν ἐπὶ τούτῳ πολλῶν, καὶ μάλιστα τῶν τοῦ Καίσαρος φίλων, ἐχόντων, ὅτι ἤμελλον ἐκεῖνοι, τυχόντες ὧν διῳκοῦντο, τὸν Καίσαρα μηκέτ’ἐπὶ πολὺ τὴν ἀρχὴν ἕξοντα καθείρξειν, καὶ παρασκευαζομένων διὰ τοῦτο ἀντειπεῖν τινων τοῖς γεγραμμένοις, φοβηθέντες οἱ ὕπατοι μὴ διαμάρτωσιν ὧν ἔπραττον, προσεποιήσαντο αὐτοὺς ὥστε τὴν ἡγεμονίαν καὶ ἐκείνῳ τρία ἔτη πλείω, ὥς γε τα- τἀληθὲς εὑρίσκεται, μηκῦναι.
39.33.4οὐ μέντοι καὶ ἐς τὸν δῆμόν τι ὑπὲρ αὐτοῦ πρότερον ἐσήνεγκαν πρὶν τὰ σφέτερα βεβαιώσασθαι. οἵτε γὰρ τοῦ Καίσαρος ἐπιτήδειοι προκαταληφθέντες οὕτως ἡσύχασαν, καὶ τῶν ἄλλων τὸ μὲν πολὺ δουλωθὲν ὑπὸ τοῦ φόβου ἡσυχίαν ἤγαγον, ἀγαπῶντες εἰ καὶ
39.34.1ὣς περισωθεῖεν, ὁ δὲ δὴ Κάτων καὶ ὁ Φαουώνιος ἠναντιοῦντο μὲν πᾶσι τοῖς πρασσομένοις ὑπ’αὐτῶν, συνεργοὺς ἄλλουςτέ τινας καὶ τοὺς δύο δημάρχους ἔχοντες, ἅτε δὲ ὀλίγοι πρὸς πολλοὺς ἀγωνιζόμενοι μάτην ἐπαρρησιάζοντο.
39.34.2καὶ ὁ μὲν Φαουώνιος μίαν ὥραν μόνην παρὰ τοῦ Τρεβωνίου πρὸς τὴν ἀντιλογίαν λαβών, κατέτριψεν αὐτὴν ὑπὲρ αὐτῆς τῆς τοῦ καιροῦ στενοχωρίας εἰκῇ βοῶν · ὁ δὲ δὴ Κάτων ἔτυχε μὲν ἐν δύο ὥραις δημηγορῆσαι, τραπόμενος δὲ πρὸς κατηγορίαν τῶντε ἐν χερσὶ καὶ τῆς ὅλης καταστάσεως, ὥσπερ εἰώθει, κατανάλωσε τὸν καιρὸν πρὶν καὶ ὁτιοῦν τῶν προκειμένων εἰπεῖν, οὐχ ὅτι οὐκ ἐνεδέχετό τι καὶ περὶ ἐκείνων λεχθῆναι, ἀλλ’ἵν’ἔτι τι δημηγορῆσαι δοκῶν ἔχειν ὑπότε τοῦ Τρεβωνίου σιγασθῇ καὶ αὐτῷ καὶ τοῦτ’αὐτὸ ἐγκαλῇ, ἐπεὶ εὖ γε ἠπίστατο ὅτι οὐ δ’εἰ πάσῃ τῇ ἡμέρᾳ ἐκέχρητο, πεῖσαί τι ὧν ἐβούλετο ψηφίσασθαί σφας ἐδύνατο.
39.34.4οὐκοῦν οὔτε παραχρῆμα σιωπῆσαι κελευσθεὶς ἐπαύσατο, ἀλλὰ καὶ ἐξωσθεὶς καὶ ἑλκυσθεὶς ἐκ τοῦ συλλόγου ἐπανῆλθε, καὶ τὸ τελευταῖον καὶ ἐς τὸ οἴκημα ἐσαχθῆναι προσταχθεὶς οὐκ ἐμετρίασεν.
39.35.1καὶ ἐκείνη μὲν ἡ ἡμέρα οὕτω κατετρίβη ὥστε μη δ’εἰπεῖν ἀρχὴν μηδὲν τοὺς δημάρχους δυνηθῆναι · ἐν γάρ τοι ταῖς συνόδοις ταῖς τοῦ δήμου, ἐν αἷς γε καὶ ἐβουλεύοντο, πάσαις τοῖς ἰδιώταις πρὸ τῶν τὰς ἀρχὰς ἐχόντων ὁ λόγος ἐδίδοτο, τοῦ μηδένα αὐτῶν, ὡς ἔοικε, τῇ τοῦ κρείττονος γνώμῃ προκαταλαμβανόμενον ὑποστέλλεσθαί τι ὧν φρονοίη, ἀλλ’ἐπὶ πάσης παρρησίας τὰ δοκοῦντα αὐτῷ λέγειν.
39.35.3φοβηθεὶς οὖν ὁ Γάλλος μή τις αὐτὸν ἐκ τῆς ἀγορᾶς τῇ ὑστεραίᾳ ἐξείρξῃ ἢ καὶ δεινότερόν τι ἐργάσηται, ἔςτε τὸ συνέδριον ἀφ’ἑσπέρας ἐσῆλθε καὶ ἐν αὐτῷ ἐνυκτέρευσε, τῆςτε ἀσφαλείας ἕνεκα τῆς παρὰ τοῦ χωρίου, καὶ ὅπως ἐκεῖθεν ἅμα ἕῳ πρὸς τὸ πλῆθος ἐξέλθῃ.
39.35.4καὶ τοῦτον μὲν ὁ Τρεβώνιος μάτην ἐνταῦθα καὶ τὴν νύκτα καὶ τῆς ἡμέρας τὸ πλεῖον ἐνδιατρῖψαι ἐποίησε, πάσας τὰς θύρας τοῦ βουλευτηρίου κλείσας · τὸν δὲ Ἀτέιον τόντε Κάτωνα καὶ τὸν Φαουώνιον καὶ τοὺς ἄλλους τοὺς μετ’αὐτῶν ὄντας ἕτεροι, προκαταλαβόντες τῆς νυκτὸς τὸ τοῦ συλλόγου χωρίον, ἐξεῖργον.
39.35.5καὶ ἐπειδὴ ὁ μὲν Φαουώνιος καὶ ὁ Νίννιος διαλαθόντες πως ἔνδον ἐγένοντο, ὁ δὲ δὴ Κάτων καὶ ὁ Ἀτέιος ἐπαναβάντες τισὶ τῶν περιεστηκότων καὶ μετεωρισθέντες ὑπ’αὐτῶν διοσημίαν, ὡς καὶ διαλύσοντές σφας, ἐπεφήμιζον, τούτους μὲν ἑκατέρους οἱ ὑπηρέται τῶν δημάρχων ἐξήλασαν, τοὺς δ’ἄλλους τοὺς σὺν αὐτοῖς ὄντας κατετραυμάτισαν, καί τινας καὶ ἀπέκτειναν.
39.36.1κυρωθέντος δὲ οὕτω τοῦ νόμου, καὶ τοῦ πλήθους ἀπαλλαττομένου ἤδη ἐκ τοῦ συλλόγου, παραλαβὼν ὁ Ατέιος τὸν Γάλλον αἵματος ἀνάπλεων (ἐκβιαζόμενος γὰρ ἐκ τοῦ συνεδρίου ἐπλήγη) παρήγαγέτε ἐς τοὺς ἔτι παρόντας, καὶ ἐπιδείξας αὐτόν, καὶ ἐπειπὼν ὅσα εἰκὸς ἦν, δεινῶς σφας ἐξετάραξεν.
39.36.2αἰσθόμενοι οὖν τοῦθ’οἱ ὕπατοι ἦλθόντε διὰ ταχέων (ἐγγύθεν γάρ ποθεν τοῖς πραττομένοις ἐφήδρευον) καὶ καταφοβήσαντες αὐτούς, ἅτε καὶ χεῖρα οὐκ ὀλίγην ἔχοντες, εὐθύςτε ἐκκλησίαν συνήγαγον καὶ τὰ κατὰ τὸν Καίσαρα ἐπεψήφισαν, ἀντειπεῖν μὲν καὶ πρὸς ἐκεῖνα τῶν αὐτῶν πειραθέντων, οὐ μέντοι καὶ δυνηθέντων τι πρᾶξαι.
39.37.1ταῦτάτε οὖν κυρωθῆναι ἐποίησαν, καὶ μετὰ τοῦτο πικρότερα ἐπιτίμια τοῖς δεκάζουσί τινας ἐπέταξαν, ὥσπερ τι αὐτοὶ ἔλαττον, ὅτι οὐ χρήμασιν ἀλλὰ βίᾳ τὴν ἀρχὴν εἰλήφεσαν, ἁμαρτόντες.
39.37.2ἐπεχείρησαν μὲν γὰρ καὶ τὰ ἀναλώματα τὰ κατὰ τὴν δίαιταν ἐπὶ μακρότατον προηγμένα συστεῖλαι, καίπερ ἐς πᾶν αὐτοὶ καὶ τρυφῆς καὶ ἁβρότητος προκεχωρηκότες, ἐκωλύθησαν δὲ ὑπὸ αὐτοῦ τούτου διανομοθετῆσαι.
39.37.3ὁ γὰρ Ὁρτήσιος φιλαναλωτὴς ἐν τοῖς μάλιστα ὢν ἔπεισεν αὐτούς, τότε μέγεθος τῆς πόλεως ἐπεξιών, καὶ αὐτοὺς ἐπίτε τῇ οἴκοι πολυτελείᾳ καὶ ἐπὶ τῇ ἐς τοὺς ἄλλους μεγαλοφροσύνῃ ἐπαινῶν, καταβαλεῖν τὴν γνώμην, ἅτε καὶ συναγωνιστῇ τῶν λόγων τῷ βίῳ σφῶν χρώμενος.
39.37.4τήντε γὰρ ἐναντίωσιν αἰδεσθέντες, καὶ προσέτι καὶ κατοκνήσαντες φθόνῳ τινὶ τοὺς ἄλλους, ὧν αὐτοὶ ἐποίουν, δοκεῖν ἀπείργειν, ἑκόντες ἀφῆκαν τὴν ἐσήγησιν.
39.38.1κα- κἀν ταῖς αὐταῖς ἡμέραις ὁ Πομπήιος τὸ θέατρον, ᾧ καὶ νῦν λαμπρυνόμεθα, καθιέρωσε, καὶ ἔντε ἐκείνῳ θέαν καὶ μουσικῆς καὶ ἀγῶνος γυμνικοῦ κα- κἀν τῷ ἱπποδρόμῳ καὶ ἵππων ἅμιλλαν καὶ θηρίων πολλῶν καὶ παντοδαπῶν σφαγὰς ἐποίησεν.
39.38.2λέοντέςτε γὰρ πεντακόσιοι ἐν πέντε ἡμέραις ἀναλώθησαν, καὶ ἐλέφαντες ὀκτωκαίδεκα πρὸς ὁπλίτας ἐμαχέσαντο. καὶ αὐτῶν οἱ μὲν παραχρῆμα ἀπέθανον, οἱ δὲ οὐ πολλῷ ὕστερον. ἠλεήθησαν γάρ τινες ὑπὸ τοῦ δήμου παρὰ τὴν τοῦ Πομπηίου γνώμην, ἐπειδὴ τραυματισθέντες τῆς μάχης ἐπαύσαντο, καὶ περιιόντες τάςτε προβοσκίδας ἐς τὸν οὐρανὸν ἀνέτεινον καὶ ὠλοφύροντο οὕτως ὥστε καὶ λόγον παρασχεῖν ὅτι οὐκ ἄλλως ἐκ συντυχίας αὐτὸ ἐποίησαν, ἀλλὰ τούςτε ὅρκους οἷς πιστεύσαντες ἐκ τῆς Λιβύης ἐπεπεραίωντο ἐπιβοώμενοι καὶ τὸ δαιμόνιον πρὸς τιμωρίαν σφῶν ἐπικαλούμενοι.
39.38.4λέγεται γὰρ ὅτι οὐ πρότερον τῶν νεῶν ἐπέβησαν πρὶν πίστιν παρὰ τῶν ἀγόντων σφᾶς ἔνορκον λαβεῖν, ἦ μὴν μηδὲν κακὸν πείσεσθαι. καὶ τοῦτο μὲν εἴτ’ὄντως οὕτως εἴτε καὶ ἄλλως πως ἔχει, οὐκ οἶδα ·
39.38.5ἤδη γάρ τινες καὶ ἐκεῖνο εἶπον, ὅτι πρὸς τῷ τῆς φωνῆς τῆς πατριώτιδος αὐτοὺς ἐπαΐειν καὶ τῶν ἐν τῷ οὐρανῷ γιγνομένων συνιᾶσιν, ὥστε καὶ ἐν ταῖς νουμηνίαις, πρὶν ἐς ὄψιν τοῖς ἀνθρώποις τὴν σελήνην ἐλθεῖν, πρόςτε ὕδωρ ἀείνων ἀφικνεῖσθαι κα- κἀνταῦθα καθαρμόν τινά σφων ποιεῖσθαι.
39.38.6ἤκουσα μὲν δὴ ταῦτα, ἤκουσα δὲ καὶ ἐκεῖνο, ὅτι τὸ θέατρον τοῦτο οὐχ ὁ Πομπήιος ἐποίησεν, ἀλλὰ καὶ Δημήτριός τις ἀπελεύθερος αὐτοῦ, ἐκ τῶν χρημάτων ὧν συστρατευόμενός οἱ ἐπεπόριστο. ὅθενπερ καὶ τὴν ἐπωνυμίαν τοῦ ἔργου δικαιότατα αὐτῷ ἀνέθηκεν, ἵνα μὴ μάτην κακῶς ἀκούῃ ὅτι ἐξελεύθερος αὐτοῦ ἠργυρολόγησεν ὥστε καὶ ἐς τηλικοῦτον ἀνάλωμα ἐξικέσθαι.
39.39.1οὐ μὴν ἀλλ’ἐν μὲν τούτοις οὐ σμικρὰ τῷ δήμῳ ὁ Πομπήιος ἐχαρίσατο, τοὺς δὲ δὴ καταλόγους μετὰ τοῦ Κράσσου πρὸς τὰ ἐψηφισμένα σφίσι ποιούμενος πλεῖστον αὐτοὺς ἐλύπησε. καὶ τότε δὴ οἱ πολλοὶ μετεμέλοντο καὶ τόντε Κάτωνα καὶ τοὺς ἄλλους ἐπῄνουν, ὥστε καὶ ἐκείνους διάτε τοῦτο, καὶ ὅτι δίκη τις λόγῳ μὲν τοῖς ὑποστρατήγοις σφῶν, ἔργῳ δὲ αὐτοῖς πρὸς τὰ γιγνόμενα παρὰ δημάρχων τινῶν ἐπήχθη, βίαιον μὲν μηδὲν τολμῆσαι, τὴν δὲ ἐσθῆτα ὡς ἐπὶ συμφορᾷ μετὰ τῶν ἐκ τῆς βουλῆς στασιωτῶν ἀλλάξασθαι.
39.39.3καὶ ταύτην μὲν εὐθὺς μεταγνόντες καὶ μη δὲ προφάσεώς τινος ἐπιλαβόμενοι μετεσκευάσαντο · τῶν δὲ δημάρχων τούςτε καταλόγους διαλῦσαι καὶ τὰς στρατείας αὐτῶν ἀναψηφίσαι ἐπιχειρούντων ὁ μὲν Πομπήιος οὐκ ἠγανάκτει (τούςτε γὰρ ὑπάρχους παραχρῆμα ἐξεπεπόμφει, καὶ αὐτὸς κατὰ χώραν, ὡς καὶ κωλυόμενος ἐξελθεῖν, ἄλλως διὰ τὴν ἐπιμέλειαν τοῦ σίτου παρεῖναι ὀφείλων, ἡδέως ἔμενεν, ἵνα τάςτ’Ἰβηρίας ἅμα δι’ἐκείνων κατάσχῃ καὶ τὰ ἐν τῇ Ῥώμῃ τῇτε ἄλλῃ Ἰταλίᾳ δι’ἑαυτοῦ ποιήσηται), ὁ δὲ δὴ Κράσσος, ἐπειδὴ μηδέτερον αὐτῷ τούτων ὑπῆρχεν, ἐπὶ τὴν ἐκ τῶν ὅπλων ἰσχὺν ἐτράπετο.
39.39.5οἱ οὖν δήμαρχοι ἰδόντες ὅτι ἡ παρρησία αὐτῶν ἄοπλος οὖσα ἀσθενὴς πρὸς τὸ κωλῦσαί τι πραχθῆναι ἦν, ἄλλως μὲν ἐσιώπων, ἐπεφήμιζον δὲ αὐτῷ πολλὰ καὶ ἄτοπα, ὥσπερ οὐ καὶ τῷ δημοσίῳ δι’ἐκείνου καταρώμενοι, καὶ τοῦτο μὲν ἐν τῷ Καπιτωλίῳ τὰς εὐχὰς αὐτοῦ τὰς νομιζομένας ἐπὶ τῇ στρατείᾳ ποιουμένου καὶ διοσημίας τινὰς καὶ τέρατα διεθρόουν, τοῦτο δὲ ἐξορμωμένῳ οἱ πολλὰ καὶ δεινὰ ἐπηράσαντο.
39.39.6ἐπεχείρησε μὲν γὰρ ὁ Ἀτέιος καὶ ἐς τὸ δεσμωτήριον αὐτὸν ἐμβαλεῖν ·
39.39.7ἀντιστάντων δὲ ἑτέρων δημάρχων μάχητε αὐτῶν καὶ διατριβὴ ἐγένετο, κα- κἀν τούτῳ ὁ Κράσσος ἔξω τοῦ πωμηρίου ἐξῆλθε. καὶ ὁ μέν, εἴτε ἐκ συντυχίας εἴτε καὶ ἐκ τῶν
39.40.1ἀρῶν αὐτῶν, οὐκ ἐς μακρὰν ἐσφάλη, ὁ δὲ δὴ Καῖσαρ ἐν τῇ τοῦ Μαρκελλίνου τῇτε Φιλίππου ὑπατείᾳ ἐπὶ Οὐενέτους ἐστράτευσεν. οἰκοῦσι δὲ πρὸς τῷ ὠκεανῷ, καὶ στρατιώτας τινὰς Ῥωμαίους πεμφθέντας ἐπὶ σῖτον συνέλαβον, καὶ μετὰ τοῦτο τοὺς πρέσβεις τοὺς ὑπὲρ ἐκείνων ἐλθόντας κατέσχον, ὅπως ἀντ’αὐτῶν τοὺς ὁμήρους σφῶν ἀπολάβωσιν.
39.40.2ὁ οὖν Καῖσαρ τούτους μὲν οὐκ ἀπέδωκε, διαπέμψας δὲ ἄλλους ἄλλῃ, τοὺς μὲν τὰ τῶν συναφεστηκότων αὐτοῖς πορθεῖν, ἵνα μὴ συμβοηθήσωσιν ἀλλήλοις, τοὺς δὲ καὶ τὰ τῶν ἐνσπόνδων, μὴ καὶ αὐτοί τι παρακινήσωσι, φρουρεῖν, αὐτὸς ἐπὶ τοὺς Οὐενέτους ἤλασε, καὶ πλοῖα ἐν τῇ μεσογείᾳ, ἃ ἤκουεν ἐπιτήδεια πρὸς τὴν τοῦ ὠκεανοῦ παλίρροιαν εἶναι, κατασκευάσας διάτε τοῦ Λίγρου ποταμοῦ κατεκόμισε, καὶ πᾶσαν ὀλίγου τὴν ὡραίαν μάτην ἀνάλωσεν.
39.40.4αἵτε γὰρ πόλεις ἐπ’ἐρυμνῶν χωρίων ἱδρυμέναι ἀπρόσιτοι ἦσαν, καὶ ὁ ὠκεανὸς πάσας ὡς εἰπεῖν αὐτὰς περικλύζων ἄπορον μὲν τῷ πεζῷ ἄπορον δὲ καὶ τῷ ναυτικῷ τὴν προσβολήν, καὶ πλημμύρων καὶ ἀναρρέων, ἔντε τῇ ἀμπώτιδι καὶ ἐν τῇ ῥαχίᾳ ἐποίει, ὥστε ἐν παντὶ τὸν Καίσαρα γενέσθαι, μέχρις οὗ Δέκιμος Βροῦτος ταχείαις οἱ ναυσὶν ἐκ τῆς ἔνδοθε θαλάσσης ἦλθεν.
39.40.5αὐτὸς μὲν γὰρ ὡς οὐ δὲ ἐκείναις τι πράξων γνώμην εἶχεν, οἱ δὲ δὴ βάρβαροι καταφρονήσαντες τῆςτε σμικρότητος καὶ τῆς ἀσθενείας
39.41.1τῶν σκαφῶν ἡττήθησαν. ταῦτα μὲν γὰρ πρὸς τὸ κουφότερον ὑπὲρ τοῦ ταχυναυτεῖν ἐς τὸν τῆς παρ’ἡμῖν ναυτιλίας τρόπον ἐσκεύαστο, τὰ δὲ δὴ τῶν βαρβάρων, ἅτε ἐν τῇ συνεχείᾳ τῆς τοῦ ὠκεανοῦ παλιρροίας ἐπίτε τοῦ ξηροῦ πολλάκις ἵστασθαι καὶ πρὸς τὴν ἄνωτε καὶ κάτω αὐτοῦ διαρροὴν ἀντικαρτερεῖν ὀφείλοντα, πλεῖστόν σφων καὶ τῷ μεγέθει καὶ τῇ παχύτητι προεῖχεν.
39.41.2δι’οὖν ταῦθ’οἱ βάρβαροι, οἷα μήπω πρότερον τοιούτου ναυτικοῦ πεπειραμένοι, πρόςτε τὴν ὄψιν τῶν νεῶν καὶ τὸ ἔργον αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσαντο, καὶ εὐθὺς ναυλοχούσαις σφίσιν ἐπανήχθησαν ὡς καὶ δι’ἐλαχίστου τοῖς κοντοῖς αὐτὰς καταποντώσοντες. ἐφέροντο δὲ ἀνέμῳ καὶ πολλῷ καὶ σφοδρῷ · καὶ γὰρ ἱστία δερμάτινα εἶχον, ὥστε πᾶσαν τὴν
39.42.1τοῦ πνεύματος ἰσχὺν ἀπλήστως ἐσδέχεσθαι. ὁ οὖν Βροῦτος, τέως μὲν ἐκεῖνο ἐπέσπερχεν, οὐ δ’ἀνταναχθῆναι αὐτοῖς διάτε τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν νεῶν τήντε ἐκ τοῦ πνεύματος φορὰν καὶ τὴν ἐπιβολήν σφων ἐτόλμησεν, ἀλλὰ παρεσκευάζετο ὡς καὶ πρὸς τῇ γῇ τὰς προσβολὰς αὐτῶν ἀμυνούμενος καὶ τὰ σκάφη παντελῶς ἐκλείψων.
39.42.2ἐπεὶ δ’ὅτε ἄνεμος ἐξαπιναίως ἔπεσε καὶ τὸ κῦμα ἐστορέσθη, τάτε πλοῖα οὐκέθ’ὁμοίως ὑπὸ τῶν κωπῶν ἐκινεῖτο, ἀλλ’ἅτε καὶ καταβαρῆ ὄντα κατὰ χώραν τρόπον τινὰ εἱστήκει, τότε δὴ θαρσήσας ἀντανήχθη, καὶ προσπεσὼν αὐτοῖς πολλά σφας καὶ δεινὰ ἀδεῶς καὶ περιπλέων καὶ διεκπλέων, καὶ τοτὲ μὲν ἐμβάλλων τινὶ τοτὲ δὲ ἀνακρουόμενος, ὅπῃτε καὶ ἐφ’ὅσον ἤθελεν, εἰργάσατο, πολλαῖςτε πρὸς μίαν καὶ ἑτέρωθι ἴσαις πρὸς ἴσας, ἔστι δ’ᾗ καὶ ἐλάσσοσι πρὸς πλείονας ἀσφαλῶς προσφερόμενος.
39.42.4ὅπου μὲν γὰρ κρείττων αὐτῶν ἐν τῇ […] προσηρτᾶτό σφισι, καὶ τὰς μὲν κατέδυεν ἀναρρηγνύς, ἐς δὲ τὰς πολλαχόθεν μετεκβαίνων ἔςτε χεῖρας τοῖς ἐπιβάταις ᾔει καὶ πολλοὺς ἐφόνευεν · εἰ δὲ καὶ καθ’ὁτιοῦν ἐλαττοῖτο, ῥᾷστα ἀνεχώρει, ὥστε ἐπ’αὐτῷ τὴν πλεονεξίαν
39.43.1ἀεὶ εἶναι. οἱ γὰρ βάρβαροι μήτε τοξείᾳ χρώμενοι, μήτε λίθους, ὡς οὐδὲν αὐτῶν δεησόμενοι, προπαρασκευάσαντες, εἰ μέν τίς σφισιν ὁμόσε ἐχώρησε, τρόπον τινὰ ἀπεμάχοντο, τοὺς δ’ὀλίγον σφῶν ἀφεστηκότας οὐκ εἶχον ὅ τι ποιήσωσιν.
39.43.2αὐτοίτε οὖν ἐτιτρώσκοντο καὶ ἀπέθνησκον καὶ οἱ μη δὲ ἀμύνασθαί τινα δυνάμενοι, καὶ τὰ σκάφη τὰ μὲν ἀνερρήγνυτο ἐμβαλλόμενα τὰ δὲ κατεπίμπρατο ὑφαπτόμενα · ἄλλα ἀναδούμενα ὥσπερ κενὰ ἀνδρῶν εἵλκετο.
39.43.3ὁρῶντες δὲ ταῦθ’οἱ λοιποὶ ἐπιβάται οἱ μὲν ἀπεκτίννυσάν σφας, μὴ καὶ ζῶντες ἁλῶσιν, οἱ δὲ ἐς τὴν θάλασσαν ἐξεπήδων, ὡς καὶ δι’ἐκείνης ἤτοι τῶν πολεμίων νεῶν ἐπιβησόμενοι ἢ πάντως γε οὐχ ὑπὸ τῶν Ῥωμαίων ἀπολούμενοι.
39.43.4προθυμίᾳ μὲν γὰρ καὶ τόλμῃ οὐδὲν αὐτῶν διέφερον, τῷ δὲ δὴ σταδίῳ τῶν σκαφῶν προδιδόμενοι δεινῶς ἤσχαλλον. ὅπως γὰρ δὴ μη δ’αὖθίς ποτε πνεῦμα τι ταῖς ναυσὶν ἐπιγενόμενον κινήσειεν αὐτάς, δορυδρέπανα πόρρωθέν σφισιν οἱ Ῥωμαῖοι ἐπέφερον, καὶ τάτε σχοινία αὐτῶν διέτεμνον καὶ τὰ ἱστία διέσχιζον.
39.43.5πεζομαχεῖν δὲ τρόπον τινὰ ἐν πλοίοις πρὸς ναυμαχοῦντας ἀναγκαζόμενοι πάμπολλοι μὲν αὐτοῦ ταύτῃ ἐφθάρησαν, πάντες δὲ οἱ περιλιπεῖς ἑάλωσαν · καὶ αὐτῶν τοὺς λογιμωτάτους ὁ Καῖσαρ ἀποσφάξας τοὺς ἄλλους ἐπώλησε.
39.44.1καὶ μετὰ τοῦτο ἐπίτε Μωρίνους καὶ ἐπὶ Μεναπίους ὁμόρους σφίσιν ὄντας ἐστράτευσε, προσκαταπλήξειντε αὐτοὺς ἐκ τῶν προκατειργασμένων καὶ ῥᾳδίως αἱρήσειν ἐλπίσας. οὐ μέντοι καὶ ἐχειρώσατό τινας ·
39.44.2οὔτε γὰρ πόλεις ἔχοντες ἀλλ’ἐν καλύβαις διαιτώμενοι, καὶ τὰ τιμιώτατα ἐς τὰ λασιώτατα τῶν ὀρῶν ἀνασκευασάμενοι, πολὺ πλείω τοὺς προσμίξαντάς σφισι τῶν Ῥωμαίων ἐκάκωσαν ἢ αὐτοὶ ἔπαθον. ἐπεχείρησε μὲν γὰρ ὁ Καῖσαρ καὶ ἐς αὐτὰ τὰ ὄρη τὴν ὕλην τέμνων προχωρῆσαι, ἀπειπὼν δὲ διάτε τὸ μέγεθος αὐτῶν καὶ διὰ τὸ πρὸς χειμῶνα εἶναι ἀπανέστη.
39.45.1ἔτι δ’αὐτοῦ ἐν τῇ Οὐενετίᾳ ὄντος Κύιντος Τιτούριος Σαβῖνος ὑποστράτηγόςτε ἐστάλη ἐπὶ Οὐενέλλους, ὧν ἡγεῖτο Οὐιριδοῦιξ, καὶ τὰ μὲν πρῶτα καὶ πάνυ τὸ πλῆθος αὐτῶν κατεπλάγη, ὥστ’ἀγαπᾶν ἂν τό γε ἔρυμα διασώσηται, ἔπειτα δὲ αἰσθόμενός σφας θρασύτερον μὲν ἀπὸ τούτου διακειμένους, οὐ μὴν καὶ τῷ ἔργῳ δεινοὺς ὄντας, οἷά που οἱ πολλοὶ τῶν βαρβάρων ἐν ταῖς ἀπειλαῖς πᾶν τὸ φοβερὸν διὰ κενῆς ἐπικομποῦσιν, ἀνεθάρσησε.
39.45.2καὶ ἐκ μὲν τοῦ προφανοῦς οὐ δ’οὕτως ἐτόλμησέ σφισι συνενεχθῆναι (τῷ γὰρ πλήθει πολὺ κατείργετο), πρὸς δὲ δὴ τὸ τάφρευμα τὸ ἑαυτοῦ μετεώρου τοῦ χωρίου ὄντος ὑπηγάγετο αὐτοὺς ἀπερισκέπτως προσβαλεῖν ·
39.45.3τῶν γὰρ συμμάχων τινὰ ὁμοφωνοῦντά σφισιν ὑπὸ τὴν ἐσπέραν ὡς αὐτόμολον πέμψας, ἔπεισεν αὐτοὺς ὅτι ὅτε Καῖσαρ ἐπταικὼς εἴη […] καὶ οὕτω πιστεύσαντες ἀπερισκέπτως ἐκεῖνοι (πάνυ γάρ τι διακορεῖς καὶ τῆς τροφῆς καὶ τοῦ ποτοῦ ἦσαν) εὐθὺς ἐπὶ τοὺς Ῥωμαίους, μὴ καὶ φθάσωσί σφας φυγόντες, ὥρμησαν, καὶ ἔδει γὰρ μη δὲ πυρφόρον τῷ λόγῳ αὐτῶν σωθῆναι, φρύγανα καὶ ξύλα τὰ μὲν ἀράμενοι τὰ δὲ ἐφελκόμενοι ὡς καὶ καταπρήσοντες αὐτούς, πρόςτε τὸ ὄρθιον προσέβαλον καὶ σπουδῇ προσανέβαινον, μηδενός σφισιν ἐναντιουμένου ·
39.45.5ὁ γὰρ Σαβῖνος οὐκ ἐκινήθη πρὶν ἐντὸς τῆς ἐπικρατείας αὐτοῦ τοὺς πλείους αὐτῶν γενέσθαι. τότε δὲ ἐπικατέδραμέ σφισιν ἁπανταχόθεν ἅμα ἀπροσδόκητος, καὶ τοὺς πρώτους ἐκπλήξας κατήραξε κατὰ τοῦ πρανοῦς ἅπαντας, κα- κἀνταῦθα αὐτοὺς ἐν τῇ ἀναστροφῇ περίτε ἀλλήλοις καὶ περὶ τοῖς ξύλοις σφαλλομένους κατέκοψεν οὕτως ὥστε μηδένα αὐτῶν μη δὲ τῶν ἄλλων ἔτ’ἀντᾶραι.
39.45.7ἄπληστοι γὰρ ἀλογίστως οἱ Γαλάται ἐς πάνθ’ὁμοίως ὄντες οὔτε τὸ θαρσοῦν σφων οὔτε τὸ δεδιὸς μετριάζουσιν, ἀλλὰ ἔκτε τούτου πρὸς δειλίαν ἀνέλπιστον καὶ ἐξ ἐκείνου πρὸς θάρσος προπετὲς ἐκπίπτουσιν.
39.46.1ὑπὸ δὲ δὴ τὰς αὐτὰς ἡμέρας καὶ ὁ Κράσσος ὁ Πούπλιος, τοῦ Κράσσου τοῦ Μάρκου παῖς, τὴν Ἀκυϊτανίαν ὀλίγου πᾶσαν κατεστρέψατο · Γαλάται γὰρ καὶ αὐτοὶ ὄντες τῇτε Κελτικῇ προσοικοῦσι καὶ παρ’αὐτὸ τὸ Πυρηναῖον ἐς τὸν ὠκεανὸν καθήκουσιν.
39.46.2ἐπ’οὖν τούτους ὁ Κράσσος στρατεύσας Σωτιάταςτε μάχῃ ἐκράτησε καὶ πολιορκίᾳ εἷλεν, ὀλίγους μὲν ἐν ὁμολογίᾳ τινὶ ἐξ ἀπάτης ἀποβαλών, ἰσχυρῶς δέ σφας καὶ περὶ αὐτοῦ τούτου ἀμυνάμενος ·
39.46.3καὶ ἑτέρους τινὰς ἰδὼν ἠθροισμένουςτε καὶ στρατιώτας ἐκ τῆς Ἰβηρίας Σερτωριείους ἔχοντας, καὶ μετ’αὐτῶν στρατηγικώτερον ἢ προπετέστερον τῷ πολέμῳ χρωμένους, ὡς καὶ τῇ ἀπορίᾳ τῶν τροφῶν δι’ὀλίγου σφῶν ἐκ τῆς γῆς ἐκχωρησόντων, προσεποιήσατότε αὐτοὺς δεδιέναι, καὶ καταφρονηθεὶς οὐχ ὑπηγάγετο μὲν οὐ δ’ὣς ἐς χεῖράς οἱ ἐλθεῖν, ἀδεῶς δ’ἐς ὕστερον ἔχουσί σφισι προσέβαλεν ἐξαίφνης ἀνέλπιστος.
39.46.4καὶ ταύτῃ μὲν ᾗ προσέμιξεν οὐδὲν εἰργάσατο (ἐπεκδραμόντες γὰρ οἱ βάρβαροι ἰσχυρῶς ἠμύνοντο), ἐνταῦθα δὲ δὴ τῆς δυνάμεως αὐτοῖς οὔσης περιέπεμψέ τινας ἐς τὰ ἐπὶ τα- θάτερα τοῦ στρατοπέδου σφῶν, καὶ τοῦτότε ἔρημον ἀνδρῶν κατέσχεν, καὶ τοῖς μαχομένοις δι’αὐτοῦ κατὰ νώτου ἐπεγένετο. καὶ οὕτως ἐκεῖνοίτε πάντες ἐφθάρησαν, καὶ οἱ λοιποὶ πλὴν ὀλίγων ἀκονιτὶ ὡμολόγησαν.
39.47.1ταῦτα μὲν ἐν τῷ θέρει ἐπράχθη, χειμαζόντων δὲ τῶν Ῥωμαίων ἐν τῇ φιλίᾳ Τέγκτηροίτε καὶ Οὐσιπέται, Κελτικὰ γένη, τὸ μέν τι καὶ πρὸς Σουήβων ἐκβιασθέντες τὸ δὲ καὶ πρὸς τῶν Γαλατῶν ἐπικληθέντες, τόντε Ῥῆνον διέβησαν καὶ ἐς τὴν τῶν Τρηουήρων ἐνέβαλον.
39.47.2κα- κἀνταῦθα τὸν Καίσαρα εὑρόντες καὶ φοβηθέντες ἔπεμψαν πρὸς αὐτὸν σπονδάςτε ποιούμενοι καὶ χώραν αἰτοῦντες, ἢ σφίσι γε ἐπιτραπῆναί τινα ἀξιοῦντες λαβεῖν. ὡς δ’οὐδενὸς ἔτυχον, τὸ μὲν πρῶτον ἐθελονταὶ οἴκαδε ἐπανήξειν ὑπέσχοντο καὶ διοκωχὴν ᾐτήσαντο ·
39.47.3ἔπειτα δὲ ἱππέας αὐτοῦ ὀλίγους προσιόντας ἰδόντες οἱ ἐν τῇ ἡλικίᾳ σφῶν ὄντες κατεφρόνησάντε αὐτῶν καὶ μετέγνωσαν, κα- κἀκ τούτου ἐπισχόντες τῆς πορείας ἐκείνουςτε μὴ προσδεχομένους ἐκάκωσαν, καὶ ἐπαρθέντες ἐπὶ
39.48.1τούτῳ εἴχοντο τοῦ πολέμου. καὶ αὐτῶν οἱ πρεσβύτεροι καταγνόντες πρόςτε τὸν Καίσαρα καὶ παρὰ τὴν γνώμην σφῶν ἦλθον, καὶ ἐδέοντο αὐτοῦ συγγνῶναί σφισι, τὴν αἰτίαν ἐς ὀλίγους τρέποντες. ὁ δὲ τούτους μὲν ὡς καὶ ἀπόκρισίν τινα αὐτοῖς οὐκ ἐς μακρὰν δώσων κατέσχεν, ὁρμήσας δὲ ἐπὶ τοὺς ἄλλους ἐν ταῖς σκηναῖς ὄντας ἐπέστητέ σφισι μεσημβριάζουσι καὶ μηδὲν πολέμιον, ἅτε ἐκείνων παρ’αὐτῷ ὄντων, ὑποτοπουμένοις, καὶ ἐσπηδήσας ἐς αὐτὰς παμπληθεῖς τῶν πεζῶν, οὐ δὲ τὰ ὅπλα ἀνελέσθαι φθάσαντας, ἀλλὰ καὶ περὶ ταῖς ἁμάξαις ὑπότε τῶν γυναικῶν καὶ ὑπὸ τῶν παίδων ἀναμὶξ ὄντων ταραττομένους, κατεφόνευσε.
39.48.3τούςτε ἱππέας ἀπόντας τότε, καὶ παραχρῆμα, ὡς ἐπύθοντο τὸ γεγονός, πρόςτε τὰ οἰκεῖα ἤθη ὁρμήσαντας καὶ πρὸς Συγάμβρους ἀποχωρήσαντας, πέμψας ἐξῄτησεν, οὐχ ὅτι καὶ ἐκδοθήσεσθαί σφας προσεδόκησεν (οὐ γάρ που οὕτως οἱ πέραν τοῦ Ῥήνου τοὺς Ῥωμαίους ἐφοβοῦντο ὥστε καὶ τὰ τοιαῦτα αὐτῶν ἀκούειν), ἀλλ’ὅπως ἐπὶ τῇ προφάσει ταύτῃ καὶ ἐκεῖνον διαβαίη.
39.48.4αὐτόςτε γὰρ ὃ μηδείς πω πρότερον τῶν ὁμοίων οἱ ἐπεποιήκει, δεινῶς πρᾶξαι ἐγλίχετο, καὶ τοὺς Κελτοὺς πόρρωθεν ἐκ τῆς Γαλατίας ἀνείρξειν, ἅτε καὶ ἐς τὴν οἰκείαν αὐτῶν ἐσβαλών, προσεδόκησεν. ὡς οὖν οὔτε οἱ ἱππῆς ἐξεδίδοντο, καὶ οἱ Οὔβιοι ὅμοροίτε τοῖς Συγάμβροις οἰκοῦντες καὶ διάφοροι αὐτοῖς ὄντες ἐπεκαλέσαντο αὐτόν, διέβη μὲν τὸν ποταμὸν γεφυρώσας, εὑρὼν δὲ τούςτε Συγάμβρους ἐς τὰ ἐρυμνὰ ἀνακεκομισμένους καὶ τοὺς Σουήβους συστρεφομένους ὡς καὶ βοηθήσοντάς σφισιν ἀνεχώρησεν ἐντὸς ἡμερῶν εἴκοσιν.
39.49.1ὁ δὲ δὴ Ῥῆνος ἀναδίδωσι μὲν ἐκ τῶν Ἄλπεων τῶν Κελτικῶν, ὀλίγον ἔξω τῆς Ῥαιτίας, προχωρῶν δὲ ἐπὶ δυσμῶν ἐν ἀριστερᾷ μὲν τήντε Γαλατίαν καὶ τοὺς ἐποικοῦντας αὐτήν, ἐν δεξιᾷ δὲ τοὺς Κελτοὺς ἀποτέμνεται, καὶ τελευτῶν ἐς τὸν ὠκεανὸν ἐμβάλλει.
39.49.2οὗτος γὰρ ὁ ὅρος, ἀφ’οὗ γε καὶ ἐς τὸ διάφορον τῶν ἐπικλήσεων ἀφίκοντο, δεῦρο ἀεὶ νομίζεται, ἐπεὶ τὸ γε πάνυ ἀρχαῖον Κελτοὶ ἑκάτεροι οἱ ἐπ’ἀμφότερα τοῦ ποταμοῦ οἰκοῦντες ὠνομάζοντο.
39.50.1ὁ οὖν Καῖσαρ τόντε Ῥῆνον πρῶτος τότε Ῥωμαίων διέβη, καὶ ἐς Βρεττανίαν μετὰ ταῦτα, τοῦτε Πομπηίου καὶ τοῦ Κράσσου ὑπατευόντων, ἐπεραιώθη.
39.50.2ἡ δὲ δὴ χώρα αὕτη ἀπέχει μὲν τῆς ἠπείρου τῆς Βελγικῆς κατὰ Μωρίνους σταδίους πεντήκοντα καὶ τετρακοσίους τὸ συντομώτατον, παρήκει δὲ παράτε τὴν λοιπὴν Γαλατίαν καὶ παρὰ τὴν Ἰβηρίαν ὀλίγου πᾶσαν, ἐς τὸ πέλαγος ἀνατείνουσα.
39.50.3καὶ τοῖς μὲν πάνυ πρώτοις καὶ Ἑλλήνων καὶ Ῥωμαίων οὐ δ’ὅτι ἔστιν ἐγιγνώσκετο, τοῖς δὲ ἔπειτα ἐς ἀμφισβήτησιν εἴτε ἤπειρος εἴτε καὶ νῆσος εἴη ἀφίκετο · καὶ πολλοῖς ἐφ’ἑκάτερον, εἰδόσι μὲν οὐδὲν ἅτε μήτ’αὐτόπταις μήτ’αὐτηκόοις τῶν ἐπιχωρίων γενομένοις, τεκμαιρομένοις δὲ ὡς ἕκαστοι σχολῆς ἢ καὶ φιλολογίας εἶχον, συγγέγραπται.
39.50.4προϊόντος δὲ δὴ τοῦ χρόνου πρότερόντε ἐπ’Ἀγρικόλου ἀντιστρατήγου καὶ νῦν ἐπὶ Σεουήρου αὐτοκράτορος νῆσος οὖσα σαφῶς ἐλήλεγκται.
39.51.1ἐς ταύτην οὖν τότε ὁ Καῖσαρ, ἐπειδὴ τάτε ἄλλα τὰ τῶν Γαλατῶν ἡσύχαζε καὶ τοὺς Μωρίνους προσεποιήσατο, ἐπεθύμησε διαβῆναι. καὶ τὸν μὲν διάπλουν καθ’ὃ μάλιστα ἐχρῆν μετὰ τῶν πεζῶν ἐποιήσατο, οὐ μέντοι καὶ ᾗ ἔδει προσέσχεν · οἱ γὰρ Βρεττανοὶ τὸν ἐπίπλουν αὐτοῦ προπυθόμενοι τὰς κατάρσεις ἁπάσας τὰς πρὸς τῆς ἠπείρου οὔσας προκατέλαβον.
39.51.2ἄκραν οὖν τινα προέχουσαν περιπλεύσας ἑτέρωσε παρεκομίσθη · κα- κἀνταῦθα τοὺς προσμίξαντάς οἱ ἐς τὰ τενάγη ἀποβαίνοντι νικήσας, ἔφθη τῆς γῆς κρατήσας πρὶν τὴν πλείω συμβοήθειαν ἐλθεῖν, καὶ μετὰ ταῦτα καὶ ἐκείνους προσβαλόντας ἀπεώσατο.
39.51.3καὶ ἔπιπτον μὲν οὐ πολλοὶ τῶν βαρβάρων (ἁρματηλάταιτε γὰρ ὄντες καὶ ἱππῆς ῥᾳδίως τοὺς Ῥωμαίους, μηδέπω τοῦ ἱππικοῦ αὐτοῖς παρόντος, διέφυγον), ἐκπλαγέντες δὲ πρόςτε τὰ ἐκ τῆς ἠπείρου περὶ αὐτῶν ἀγγελλόμενα, καὶ ὅτι περαιωθῆναίτε ὅλως ἐτόλμησαν καὶ ἐπιβῆναι τῆς χώρας ἠδυνήθησαν, πέμπουσι πρὸς τὸν Καίσαρα τῶν Μωρίνων τινάς, φίλων σφίσιν ὄντων, ἐπικηρυκευόμενοι. καὶ τότε μὲν
39.52.1ὁμήρους αἰτήσαντι αὐτῷ δοῦναι ἠθέλησαν, πονησάντων δὲ ἐν τούτῳ τῶν Ῥωμαίων ὑπὸ χειμῶνος καὶ τῷ παρόντι ναυτικῷ καὶ τῷ ἀφικνουμένῳ καὶ μετέγνωσαν, καὶ ἐκ μὲν τοῦ προφανοῦς οὐκ ἐπέθεντο αὐτοῖς (τὸ γὰρ στρατόπεδον ἰσχυρῶς ἐφυλάσσετο), δεξάμενοι δέ τινας ὡς καὶ ἐς φιλίαν τὴν χώραν σφῶν πρὸς κομιδὴν τῶν ἐπιτηδείων πεμφθέντας, αὐτούςτε πλὴν ὀλίγων ἔφθειραν (ὁ γὰρ Καῖσαρ διὰ ταχέων τοῖς λοιποῖς ἐπήμυνε) καὶ μετὰ τοῦτο καὶ πρὸς αὐτὸ τὸ ἔρυμα αὐτῶν προσέβαλον.
39.52.2καὶ ἔπραξαν μὲν οὐδέν, ἀλλὰ καὶ κακῶς ἀπήλλαξαν · οὐ μέντοι καὶ ἐς ὁμολογίαν ἦλθον πρὶν πολλάκις σφαλῆναι.
39.52.3καὶ γὰρ ὁ Καῖσαρ ἄλλως μὲν οὐκ εἶχε γνώμην σπείσασθαι σφίσιν · ἐπεὶ δὲ ὅτε χειμὼν προσῄει, καὶ οὐχ ἱκανὴν τὴν παροῦσαν δύναμιν περιεβέβλητο ὥστε καὶ ἐν αὐτῷ πολεμῆσαι, ἥτε κομιζομένη ἔσφαλτο, καὶ οἱ Γαλάται πρὸς τὴν ἀπουσίαν αὐτοῦ ἐνεωτέρισαν, καὶ ἄκων αὐτοῖς συνηλλάγη, ὁμήρους καὶ τότε πλείους αἰτήσας μέν, λαβὼν δὲ ὀλίγους.
39.53.1καὶ ὁ μὲν ἐς τὴν ἤπειρον ἀναπλεύσας τὰ ταραχθέντα καθίστατο, μηδὲν ἐκ τῆς Βρεττανίας μήτε ἑαυτῷ μήτε τῇ πόλει προσκτησάμενος πλὴν τοῦ ἐστρατευκέναι ἐπ’αὐτοὺς δόξαι. τούτῳ γὰρ καὶ αὐτὸς ἰσχυρῶς ἐσεμνύνετο καὶ οἱ οἴκοι Ῥωμαῖοι θαυμαστῶς ἐμεγαλύνοντο ·
39.53.2ἐμφανῆτε γὰρ τὰ πρὶν ἄγνωστα καὶ ἐπιβατὰ τὰ πρόσθεν ἀνήκουστα ὁρῶντές σφισι γεγονότα, τήντε μέλλουσαν ἐξ αὐτῶν ἐλπίδα ὡς καὶ παροῦσαν ἔργῳ ἐλάμβανον, καὶ πάνθ’ὅσα καταπράξειν προσεδέχοντο ὡς καὶ ἔχοντες ἤδη ἠγάλλοντο. καὶ οἱ μὲν διὰ ταῦτα ἱερομηνίας ἐπὶ εἴκοσιν
39.54.1ἡμέρας ἀγαγεῖν ἐψηφίσαντο · ἐν ᾧ δὲ ἐκεῖνα ἐγίγνετο, καὶ ἡ Ἰβηρία ἐκινήθη, διὸ καὶ τῷ Πομπηίῳ προσετάχθη. ἐπαναστάντες γάρ τινες καὶ Οὐακκαίους προστησάμενοι μάχῃ μὲν ὑπὸ τοῦ Νέπωτος τοῦ Μετέλλου, ἀπαράσκευοι ἔτ’ὄντες, ἡττήθησαν, πολιορκοῦντι δ’αὐτῷ Κλουνίαν ἐπελθόντες ἀμείνους ἐγένοντο, καὶ ἐκείνην μὲν περιεποιήσαντο, ἑτέρωθι δὲ ἐσφάλησαν, οὐ μὴν ὥστε καὶ δι’ὀλίγου δουλωθῆναι.
39.54.2τῷ γὰρ πλήθει πολὺ τῶν ἐναντίων περιῆσαν, ὥστε τὸν Νέπωτα ἀγαπᾶν ἂν τὴν ἡσυχίαν ἀκινδύνως ἄγῃ.
39.55.1κατὰ δὲ δὴ τὸν αὐτὸν τοῦτον χρόνον καὶ ὁ Πτολεμαῖος, καίτοι τῶν Ῥωμαίων τήντε ἐπικουρίαν ἀπεψηφισμένων καὶ πρὸς τὰς δωροδοκίας τὰς ὑπ’αὐτοῦ γενομένας δεινῶς ἔτι καὶ τότε διακειμένων, κατήχθη καὶ τὴν βασιλείαν ἐκομίσατο.
39.55.2ἔπραξαν δὲ τοῦτο ὅτε Πομπήιος καὶ ὁ Γαβίνιος · τοσοῦτον γὰρ αἵτε δυναστεῖαι καὶ αἱ τῶν χρημάτων περιουσίαι καὶ παρὰ τὰ ψηφίσματα τάτε τοῦ δήμου καὶ τὰ τῆς βουλῆς ἴσχυσαν, ὥστε ἐπιστείλας μὲν ὁ Πομπήιος τῷ Γαβινίῳ τῆς Συρίας τότε ἄρχοντι, στρατεύσας δὲ ἐκεῖνος, ὁ μὲν τῇ χάριτι ὁ δὲ τῇ δωροληψίᾳ καὶ ἄκοντος αὐτὸν τοῦ κοινοῦ κατήγαγον, μηδὲν μήτε ἐκείνου μήτε τῶν τῆς Σιβύλλης χρησμῶν φροντίσαντες.
39.55.4καὶ ἐκρίθη μὲν ὕστερον ἐπὶ τούτῳ ὁ Γαβίνιος, οὐχ ἐάλω δὲ διάτε τὸν Πομπήιον καὶ διὰ τὰ χρήματα · οὕτω γάρ που τὰ πράγματα τοῖς τότε Ῥωμαίοις συνεκέχυτο ὥστε ἀπὸ πολλῶν ὧν ἐδωροδόκησε σμικρὰ ἄττα τῶντε ἀρχόντων τινὲς καὶ τῶν δικαστῶν παρ’αὐτοῦ λαβόντες οὔτε τοῦ προσήκοντός τι προετίμησαν, καὶ προσέτι καὶ τοὺς ἄλλους κακουργεῖν ὑπὲρ χρημάτων ἐξεδίδαξαν ὡς καὶ τὴν τιμωρίαν ῥᾳδίως ἐξωνεῖσθαι δυναμένους.
39.55.5τότε μὲν οὖν διὰ ταῦτα ἀφείθη, αὖθις δὲ ἐπίτε ἑτέροις τισί, καὶ ὅτι πλέον ἢ μυρίας ἐκ τῆς ἀρχῆς μυριάδας ἥρπασε, κριθεὶς ἑάλω. καὶ ἐκείνῳτε τοῦτο παραδοξότατον συνέβη (τῆςτε γὰρ προτέρας δίκης διὰ τὰ χρήματα ἀπελύθη, καὶ ἐπὶ τούτοις δι’ἐκείνην ὅτι μάλιστα κατεδικάσθη) καὶ τῷ Πομπηίῳ, ὅτι τὸ μὲν πρότερον, καίτοι πόρρω που ὤν, ἐρρύσατο τὸν Γαβίνιον διὰ τῶν ἑταίρων, τότε δὲ ἔντε τῷ προαστείῳ ὢν καὶ τρόπον τινὰ καὶ ἐν τῷ δικαστηρίῳ αὐτῷ παρὼν οὐδὲν ἤνυσεν.
39.56.1ἔσχε δὲ ὧδε. ὁ Γαβίνιος πολλὰ μὲν καὶ τὴν Συρίαν ἐκάκωσεν, ὥστε καὶ τῶν λῃστικῶν, ἃ καὶ τότε ἤκμαζε, πολὺ πλείω σφίσι λυμήνασθαι, πάντα δὲ δὴ τὰ αὐτόθεν λήμματα ἐλάχιστα εἶναι νομίσας τὸ μὲν πρῶτον ἐνόει καὶ παρεσκευάζετο ὡς καὶ ἐπὶ τοὺς Πάρθους τόντε πλοῦτον αὐτῶν στρατεύσων.
39.56.2τοῦ γὰρ Φραάτου ὑπὸ τῶν παίδων δολοφονηθέντος Ὀρώδης τήντε βασιλείαν αὐτοῦ διεδέξατο, καὶ Μιθριδάτην τὸν ἀδελφὸν ἐκ τῆς Μηδίας, ἧς ἦρχεν, ἐξέβαλε. καὶ ὃς καταφυγὼν πρὸς τὸν Γαβίνιον ἀνέπεισεν αὐτὸν συμπρᾶξαί οἱ τὴν κάθοδον.
39.56.3ἐπεὶ μέντοι ὁ Πτολεμαῖος μετὰ τῶν τοῦ Πομπηίου γραμμάτων ἦλθε, καὶ πολλὰ μὲν αὐτῷ πολλὰ δὲ καὶ τῷ στρατῷ χρήματα τὰ μὲν ἤδη παρέξειν, τὰ δ’ἂν καταχθῇ δώσειν ὑπέσχετο, τάτε τῶν Πάρθων εἴασε καὶ ἐπὶ τὴν Αἴγυπτον ἠπείχθη, καίπερ ἀπαγορεύοντος μὲν τοῦ νόμου μήτε ἐς τὴν ὑπερορίαν τοὺς ἄρχοντάς τινων ἀποδημεῖν μήτε πολέμους ἀφ’ἑαυτῶν ἀναιρεῖσθαι, ἀπειρηκότος δὲ καὶ τοῦ δήμου τῆςτε Σιβύλλης μὴ καταχθῆναι τὸν ἄνδρα.
39.56.4ἀλλ’ὅσῳ γὰρ ἐκεκώλυτο ταῦτα, τόσῳ πλείονος αὐτὰ ἀπημπόλησε.
39.56.5καταλιπὼν οὖν ἐν τῇ Συρίᾳ Σισένναντε τὸν υἱὸν κομιδῇ νέον ὄντα καὶ στρατιώτας μετ’αὐτοῦ πάνυ ὀλίγους, τὴν μὲν ἀρχὴν ἐφ’ἧς ἐτέτακτο τοῖς λῃσταῖς ἔτι καὶ μᾶλλον ἐξέδωκεν, αὐτὸς δὲ ἐς τὴν Παλαιστίνην ἐλθὼν τόντε Ἀριστόβουλον (διαδρὰς γὰρ ἐκ τῆς Ῥώμης ὑπετάραττέ τι) συνέλαβε καὶ τῷ Πομπηίῳ ἔπεμψε, καὶ φόρον τοῖς Ἰουδαίοις ἐπέταξε, καὶ μετὰ τοῦτο καὶ ἐς τὴν Αἴγυπτον ἐνέβαλε.
39.57.1ἦρχε δὲ τότε τῶν Αἰγυπτίων ἡ Βερενίκη, καὶ ἐπιεικὲς μὲν οὐδὲν πρὸς τὸν. […] καίτοι φοβουμένη τοὺς Ῥωμαίους, ἔπραξε, Σέλευκον δέ τινα, ὡς καὶ ἐκ τοῦ βασιλείου γένους τοῦ ποτε ἐν τῇ Συρίᾳ ἀνθήσαντος ὄντα, μεταπέμψασα ἄνδρατε ἐπεγράψατο καὶ κοινωνὸν τῆςτε βασιλείας καὶ τοῦ πολέμου ἐποιήσατο.
39.57.2ὡς δὲ ἐκεῖνος ἐν οὐδενὸς μοίρᾳ ὢν ἑωρᾶτο, τοῦτον μὲν ἀπέκτεινεν, Ἀρχέλαον δὲ τὸν τοῦ Ἀρχελάου τοῦ πρὸς τὸν Σύλλαν αὐτομολήσαντος, δραστήριόντε ὄντα καὶ ἐν τῇ Συρίᾳ τὴν δίαιταν ἔχοντα, ἐπὶ τοῖς αὐτοῖς ἐπηγάγετο. ὁ γὰρ Γαβίνιος ἐδύνατο μὲν ἀρχόμενον τὸ δεινὸν παῦσαι (τὸν γὰρ Ἀρχέλαον προϋποτοπήσας συνέλαβε, καὶ ἔμελλεν ἐκ τούτου μηδὲν ἔτ’ἔργον ἕξειν), φοβηθεὶς δὲ μὴ καὶ ἐλάττω διὰ τοῦτο παρὰ τοῦ Πτολεμαίου τῶν ὡμολογημένων οἱ χρημάτων, ὡς οὐδὲν ἀξιόλογον πεποιηκώς, λάβοι, καὶ ἐλπίσας ἔτι καὶ πλείω πρόςτε τὴν δεινότητα καὶ πρὸς τὴν δόξαν τὴν τοῦ Ἀρχελάου χρηματιεῖσθαι, καὶ προσέτι καὶ ἄλλα παρ’αὐτοῦ ἐκείνου συχνὰ λαβών, ἐθελοντὴς αὐτὸν ὡς καὶ διαδράντα
39.58.1ἀφῆκε. καὶ οὕτως ἐς μὲν τὸ Πηλούσιον ἀφίκετο μηδενὸς ἐναντιουμένου, προϊὼν δὲ ἐντεῦθεν δίχα διῃρημένῳ τῷ στρατῷ τοὺς Αἰγυπτίους ἀπαντήσαντάς οἱ τῇ αὐτῇ ἡμέρᾳ ἐνίκησε, καὶ μετὰ τοῦτ’αὖθις ἔντε τῷ ποταμῷ ναυσὶ κα- κἀν τῇ γῇ ἐκράτησεν · οἱ γὰρ Ἀλεξανδρεῖς θρασύνασθαι μὲν πρὸς πάντα ἱκανώτατοι καὶ ἐκλαλῆσαι πᾶν ὅ τι ποτ’ἂν ἐπέλθῃ σφίσι προπετέστατοι πεφύκασι, πρὸς δὲ δὴ πόλεμον τάτε δεινὰ αὐτοῦ φλαυρότατοί εἰσι, καίπερ ἐν ταῖς στάσεσι, πλείσταις δὴ καὶ μεγίσταις παρ’αὐτοῖς γιγνομέναις, διὰ φόνωντε ἀεὶ χωροῦντες καὶ τὸ ζῆν παρ’οὐδὲν πρὸς τὴν αὐτίκα φιλονεικίαν τιθέμενοι, ἀλλὰ καὶ ὥσπερ τι τῶν ἀρίστων ἢ ἀναγκαιοτάτων τὸν ἐν αὐταῖς ὄλεθρον διώκοντες.
39.58.3νικήσας οὖν αὐτοὺς ὁ Γαβίνιος, καὶ ἄλλουςτε πολλοὺς καὶ τὸν Ἀρχέλαον φονεύσας, ἐγκρατήςτε τῆς Αἰγύπτου πάσης παραχρῆμα ἐγένετο καὶ τῷ Πτολεμαίῳ αὐτὴν παρέδωκε. καὶ ὁ μὲν τήντε θυγατέρα καὶ τῶν ἄλλων τοὺς πρώτους καὶ πλουσιωτάτους, ἅτε καὶ χρημάτων
39.59.1πολλῶν δεόμενος, ἀπέκτεινε · Γαβίνιος δὲ ἐκεῖνον μὲν οὕτω κατήγαγεν, οὐ μέντοι καὶ οἴκαδε περὶ τῶν πραχθέντων ἐπέστειλεν, ἵνα μὴ καὶ αὐτάγγελός σφισιν ὧν παρηνομήκει γένηται. ἀλλ’οὐ γὰρ οἷόντε ἦν τηλικοῦτο πρᾶγμα κρυφθῆναι, εὐθύςτε αὐτὸ ὁ δῆμος ἐπύθετο, καὶ ἐπειδὴ καὶ οἱ Σύροι πολλὰ τοῦ Γαβινίου, ἄλλωςτε καὶ ἐν τῇ ἀπουσίᾳ αὐτοῦ δεινῶς ὑπὸ τῶν λῃστῶν κακωθέντες, κατεβόησαν, οἵτε τελῶναι μὴ δυνηθέντες τὰ τέλη δι’αὐτοὺς ἐσπρᾶξαι συχνὰ ἐπωφείλησαν, ὠργίζοντο καὶ γνώμαςτε ἐποιοῦντο καὶ ἑτοίμως εἶχον καταψηφίσασθαι αὐτοῦ.
39.59.3καὶ γὰρ ὁ Κικέρων τάτε ἄλλα ἰσχυρῶς ἐνῆγε, καὶ συνεβούλευέ σφισι τὰ Σιβύλλεια ἔπη αὖθις ἀναγνῶναι, προσδοκῶν ἐγγεγράφθαι τινὰ ἐν αὐτοῖς τιμωρίαν ἄν τι παραβαθῇ.
39.60.1ὁ οὖν Πομπήιος ὅτε Κράσσος ὑπάτευόντε ἔτι, καὶ ὁ μὲν ἑαυτῷ βοηθῶν, ὁ δὲ τήντε ἐκείνου χάριν καὶ ἅμα καὶ χρήματα παρὰ τοῦ Γαβινίου πεμφθέντα οἱ λαβών, ἔκτε τοῦ προφανοῦς ὑπὲρ αὐτοῦ διεδικαίουν, καὶ ἄλλατε καὶ φυγάδα τὸν Κικέρωνα ἀποκαλοῦντες οὐδὲν ἐπεψήφισαν.
39.60.2ὡς μέντοι ἐκεῖνοίτε ἐκ τῆς ἀρχῆς ἀπηλλάγησαν καὶ αὐτοὺς ὅτε Δομίτιος ὁ Λούκιος καὶ Ἄππιος Κλαύδιος διεδέξαντο, γνῶμαι αὖθις πολλαὶ ἐλέχθησαν, καὶ κατὰ τοῦ Γαβινίου αἱ πλείους ἐγένοντο ·
39.60.3ὅτε γὰρ Δομίτιος ἐχθρὸς τῷ Πομπηίῳ διάτε τὸ σπουδαρχῆσαι καὶ διὰ τὸ παρὰ γνώμην αὐτοῦ ἀποδειχθῆναι ὤν, καὶ ὁ Κλαύδιος, καίπερ προσήκων οἱ, ὅμως τοῖςτε πολλοῖς χαρίσασθαί τι ὑπὸ δημαγωγίας ἐθελήσας, καὶ παρὰ τοῦ Γαβινίου δωροδοκήσειν, ἄν γέ τι συνταράξῃ, προσδοκήσας, πάντα ἐπ’αὐτῷ ἔπραξαν.
39.60.4καὶ αὐτὸν καὶ ἐκεῖνο δεινῶς ἐπίεσεν, ὅτι προπεμφθέντα τινὰ ὑπὸ τοῦ Κράσσου ὑποστράτηγον ἐπὶ τῇ τῆς ἀρχῆς αὐτοῦ διαδοχῇ οὐκ ἐδέξατο, ἀλλ’ὥσπερ ἀθάνατον τὴν ἡγεμονίαν εἰληφὼς κατεῖχεν αὐτήν. ἔδοξεν οὖν σφισι τὰ τῆς Σιβύλλης ἔπη ἀναγνωσθῆναι, καίπερ ἀντειπόντος τοῦ Πομπηίου.
39.61.1κα- κἀν τούτῳ ὁ Τίβερις, εἴτ’οὖν ὄμβρων ἄνω που ὑπὲρ τὴν πόλιν ἐξαισίων γενομένων, εἴτε καὶ σφοδροῦ πνεύματος ἐκ τῆς θαλάσσης τὴν ἐκροὴν αὐτοῦ ἀνακόψαντος, εἴτε καὶ μᾶλλον, ὡς ὑπωπτεύετο, ἐκ παρασκευῆς δαιμονίου τινός, τοσοῦτος ἐξαπιναίως ἐρρύη ὥστ’ἐν πᾶσι μὲν τοῖς πεδίοις τοῖς ἐν τῷ ἄστει οὖσι πελαγίσαι, πολλὰ δὲ καὶ τῶν μετεωροτέρων καταλαβεῖν.
39.61.2αἵτε οὖν οἰκίαι (ἐκ πλίνθων γὰρ συνῳκοδομημέναι ἦσαν) διάβροχοίτε ἐγένοντο καὶ κατερράγησαν, καὶ τὰ ὑποζύγια πάντα ὑποβρύχια ἐφθάρη. τῶντε ἀνθρώπων ὅσοι μὴ ἔφθησαν πρὸς τὰ πάνυ ὑψηλὰ ἀναφυγόντες, οἱ μὲν ἐν ταῖς τέγαις οἱ δὲ καὶ ἐν ὁδοῖς ἐγκαταληφθέντες ἐξώλοντο. καὶ γὰρ αἱ λοιπαὶ οἰκίαι, ἅτε ἐπὶ πολλὰς ἡμέρας τοῦ δεινοῦ συμβάντος, σαθραίτε ἐγένοντο καὶ πολλοῖς τοῖς μὲν εὐθὺς τοῖς δὲ μετὰ τοῦτ’ἐλυμήναντο.
39.61.3οἱ οὖν Ῥωμαῖοι ἐπίτ’ἐκείνοις τοῖς παθήμασι λυπούμενοι, καὶ ἕτερα χαλεπώτερα ὡς καὶ διὰ τὴν τοῦ Πτολεμαίου κάθοδον ὀργήν σφισι τοῦ δαιμονίου πεποιημένου προσδεχόμενοι, ἠπείγοντο καὶ ἀπόντα τὸν Γαβίνιον, ὡς καὶ ἧττόν τι, ἂν φθάσωσιν αὐτὸν ἀπολέσαντες, κακωθησόμενοι, θανατῶσαι.
39.61.4καὶ οὕτω γε ἐντόνως ἔσχον ὥστε, καίτοι μηδενὸς τοιούτου ἐν τοῖς Σιβυλλείοις χρησμοῖς εὑρεθέντος, ὅμως τὴν γερουσίαν πικρότατα καὶ τραχύτατα τούςτε ἄρχοντας καὶ τὸν δῆμον αὐτῷ χρήσασθαι προβουλεῦσαι.
39.62.1ἐν ᾧ δὲ ταῦτ’ἐγίγνετο, χρήματα ὑπὸ τοῦ Γαβινίου προπεμφθέντα οὐχ ὅπως ἀπόντα ἀλλ’οὐ δὲ ἐπανελθόντα δεινόν τι παθεῖν αὐτὸν ἐπί γε ἐκείνοις ἐποίησε. καίτοι οὕτω καὶ αὐτὸς αἰσχρῶς καὶ κακῶς ὑπὸ τοῦ συνειδότος διετέθη ὥστε καὶ χρόνιος ἐς τὴν Ἰταλίαν ἀφικέσθαι καὶ νυκτὸς ἐς τὴν πόλιν ἐσκομισθῆναι, ἔξωτε τῆς οἰκίας συχναῖς πάνυ ἡμέραις μὴ τολμῆσαι φανῆναι.
39.62.2τὰ μὲν οὖν ἐγκλήματα πολλὰ ἦν, καὶ κατηγόρους οὐκ ὀλίγους εἶχε. πρῶτον δ’οὖν περὶ τῆς τοῦ Πτολεμαίου καθόδου, ἅτε καὶ μεγίστου, ἐδικάσθη. καὶ ὅ γε δῆμος σύμπας ὡς εἰπεῖν πρόςτε τὸ δικαστήριον συνερρύη καὶ διασπάσασθαι πολλάκις αὐτὸν ἠθέλησεν, ἄλλωςτε καὶ ὅτι οὔθ’ὁ Πομπήιος παρῆν καὶ ὁ Κικέρων δεινότατα αὐτοῦ κατηγόρησεν.
39.62.3οὕτω δὲ αὐτῶν διακειμένων ὅμως ἀφείθη · αὐτόςτε γάρ, ἅτε ἐπὶ τηλικούτοις κρινόμενος, παμπληθῆ χρήματα ἀνάλωσε, καὶ οἱ τοῦ Πομπηίου τοῦτε Καίσαρος ἑταῖροι προθυμότατα αὐτῷ συνήραντο, λέγοντες ἄλλοντέ τινα καιρὸν καὶ ἄλλον βασιλέα πρὸς τῆς Σιβύλλης εἰρῆσθαι, καὶ τὸ μέγιστον ὅτι μηδεμία τῶν πραχθέντων τιμωρία ἐν τοῖς ἔπεσιν αὐτῆς ἐνεγέγραπτο.
39.63.1ὁ δ’οὖν δῆμος ὀλίγου μὲν καὶ τοὺς δικαστὰς ἀπέκτεινε, διαφυγόντων δὲ αὐτῶν ἐπετήρει τὰ λοιπὰ αὐτοῦ ἐγκλήματα, καὶ ἐποίησεν ἐπ’ἐκείνοις γοῦν αὐτὸν ἁλῶναι.
39.63.2οἱ γὰρ λαχόντες περὶ αὐτῶν κρῖναι, τότε πλῆθος ἅμα φοβηθέντες καὶ μηδὲν μέγα παρὰ τοῦ Γαβινίου εὑρόμενοι (ὡς γὰρ ἐπίτε βραχυτέροις εὐθυνόμενος καὶ προσδοκῶν καὶ τότε κρατήσειν οὐ πολλὰ ἐδαπάνησε) κατεψηφίσαντο αὐτοῦ, καίτοι τοῦτε Πομπηίου πλησίον ὄντος καὶ τοῦ Κικέρωνος συναγορεύοντος αὐτῷ.
39.63.3ὁ γὰρ Πομπήιος κατὰ τὴν τοῦ σίτου πρόνοιαν, ἐπειδὴ πολὺς ὑπὸ τοῦ ποταμοῦ διέφθαρτο, ἐκδημήσας ὥρμησε μὲν ὡς καὶ ἐς τὸ πρότερον δικαστήριον ἀπαντήσων (ἐν γὰρ τῇ Ἰταλίᾳ ἦν), ὑστερήσας δὲ αὐτοῦ οὐκ ἀπεχώρησεν ἐκ τοῦ προαστείου πρὶν καὶ ἐκεῖνο τελεσθῆναι.
39.63.4καὶ μέντοι καὶ τοῦ δήμου ἔξω τοῦ πωμηρίου (τὴν γὰρ ἀρχὴν ἤδη τὴν τοῦ ἀνθυπάτου ἔχων οὐκ ἠδυνήθη ἐς τὴν πόλιν ἐσελθεῖν) ἀθροισθέντος πολλὰ ὑπὲρ τοῦ Γαβινίου ἐδημηγόρησε, καὶ γράμματάτέ τινα παρὰ τοῦ Καίσαρος πρὸς ἑαυτὸν ὑπὲρ αὐτοῦ πεμφθέντα ἀνέγνω, καὶ τοὺς δικαστὰς ἱκέτευσε, τόντε Κικέρωνα οὐχ ὅπως κατηγορῆσαι ἔτ’αὐτοῦ ἐκώλυσεν, ἀλλὰ καὶ ὑπερδικῆσαι ἔπεισεν, ὥστε καὶ ἐκ τούτου τὸ τοῦ αὐτομόλου ἔγκλημα καὶ ὄνομα ἐπὶ πλεῖόν οἱ αὐξηθῆναι.
39.63.5οὐ μέντοι καὶ ὠφέλησέ τι τὸν Γαβίνιον, ἀλλὰ τότε μὲν ἔφυγεν ἁλούς, ὥσπερ εἶπον, ὕστερον δ’ὑπὸ τοῦ Καίσαρος κατήχθη.
39.64.1ἐν δὲ τῷ αὐτῷ τούτῳ χρόνῳ καὶ ἡ τοῦ Πομπηίου γυνὴ θυγάτριόν τι τεκοῦσα ἀπέθανε · καὶ αὐτήν, εἴτε διαπραξαμένων τῶντε ἐκείνου καὶ τῶν τοῦ Καίσαρος φίλων, ἢ καὶ ἄλλως πως χαρίσασθαί τινες αὐτοῖς ἐθελήσαντες συνήρπασαν, ἐπειδὴ τάχιστα τῶν ἐν τῇ ἀγορᾷ ἐπαίνων ἔτυχε, καὶ ἐν τῷ Ἀρείῳ πεδίῳ ἔθαψαν, καίτοι τοῦ Δομιτίου ἀνθισταμένου καὶ λέγοντος ἄλλατε καὶ ὅτι οὐχ ὁσίως ἐν τῷ ἱερῷ τόπῳ ἄνευ τινὸς ψηφίσματος θάπτοιτο.
39.65.1κα- κἀν τούτῳ καὶ ὁ Πομπτῖνος ὁ Γάιος τὰ ἐπινίκια τὰ τῶν Γαλατῶν ἔπεμψεν · ἐς γὰρ ἐκεῖνο τοῦ χρόνου, μηδενός οἱ διδόντος αὐτά, ἔξω τοῦ πωμηρίου διέμεινε.
39.65.2καὶ τότε δ’ἂν αὐτῶν ἥμαρτεν, εἰ μὴ ὁ Γάλβας ὁ Σέρουιος συστρατευσάμενος αὐτῷ, κρύφα καὶ ὑπὸ τὴν ἕω στρατηγῶν τὴν ψῆφόν τισι (καίπερ οὐκ ἐξὸν ἐκ τῶν νόμων πρὶν πρώτην ὥραν γενέσθαι ἐν τῷ δήμῳ τι χρηματισθῆναι) ἔδωκε. καὶ διὰ τοῦτο τῶν δημάρχων τινὲς ἀπολειφθέντες τῆς ἐκκλησίας ἐν γοῦν τῇ πομπῇ πράγματα αὐτῷ παρέσχον, ὥστε καὶ σφαγὰς συμβῆναι.