Cassius Dio

Roman History, 46

46.1

46.1.1τοιαῦτα τοῦ Κικέρωνος εἰπόντος Καλῆνος Κύιντος Φούφιος ἀνέστη καὶ ἔλεξεν · ἄλλως μὲν οὐδὲν οὔθ’ὑπὲρ Ἀντωνίου τι ἀπολογήσασθαι οὔτε Κικέρωνος καθάψασθαι ἐδεόμην. οὐ δὲ γὰρ οὐ δ’ἡγοῦμαι δεῖν ἐν ταῖς τοιαύταις σκέψεσιν οἵα παροῦσά ἐστιν οὐδέτερον αὐτῶν ποιεῖν, ἀλλ’ἁπλῶς τις φρονεῖ ἀποφαίνεσθαι · ἐκεῖνα μὲν γὰρ δικαστηρίου, ταῦτα δὲ συμβουλίας ἔργα ἐστίν.

46.1.2ἐπειδὴ δὲ οὗτος τόντε Ἀντώνιον κακῶς διὰ τὴν ἔχθραν τὴν ὑπάρχουσάν σφισι λέγειν ἐπεχείρησεν, ὃν ἐχρῆν, εἴπερ τι ἠδικήκει, ἐσηγγελκέναι, καὶ προσέτι καὶ ἐμοῦ διαβόλως ἐμνημόνευσεν, ὡς οὐκ ἂν ἄλλως τὴν ἑαυτοῦ δεινότητα διαδείξας εἰ μή τινας ἀνέδην προπηλακίσειε, προσήκει καὶ ἐμοὶ τὰ μὲν ἀπολύσασθαι τὰ δὲ ἀνταιτιάσασθαι, ἵνα μήτε τοῦτον τε οἰκεία θρασύτης ἀντιλογίας ἁμαρτοῦσα καὶ ἐμὴ σιωπὴ πονηροῦ συνειδότος ὑποψίαν λαβοῦσα ὠφελήσῃ, μήθ’ὑμεῖς ἀπατηθέντες ὑφ’ὧν εἶπεν χεῖρον βουλεύσησθε, τὴν ἰδίαν αὐτοῦ πρὸς τὸν Ἀντώνιον ὀργὴν ἀντὶ τῶν κοινῇ συμφερόντων ἀντικαταλλαξάμενοι.

46.2

46.2.1οὐ δὲ γὰρ ἄλλο γε οὐδὲν διαπρᾶξαι βούλεται ἵνα ἡμεῖς, τὸ τὰ ἀσφαλέστατα τῷ κοινῷ προϊδεῖν ἀφέντες, στασιάσωμεν αὖθις. τοῦτο γὰρ οὐ νῦν πρῶτον ποιεῖ, ἀλλὰ ἀπ’ἀρχῆς, ἀφ’οὗπερ πρὸς τὴν πολιτείαν προσῆλθεν, ἄνω καὶ κάτω ταράττων διατετέλεκεν.

46.2.2 γὰρ οὐχ οὗτός ἐστιν τόντε Καίσαρα τῷ Πομπηίῳ συγκρούσας καὶ τὸν Πομπήιον τῷ Καίσαρι καταλλαγῆναι κωλύσας; πείσας μὲν ὑμᾶς ἐκεῖνα κατὰ Ἀντωνίου ψηφίσασθαι δι’ὧν παρώξυνε τὸν Καίσαρα, πείσας δὲ τὸν Πομπήιον τήντε Ἰταλίαν ἐκλιπεῖν καὶ ἐς τὴν Μακεδονίαν μετοικῆσαι;

46.2.3ὅπερ που αἰτιώτατον πάντων τῶν μετὰ ταῦτα συμβάντων ἡμῖν κακῶν ἐγένετο. οὐχ οὗτός ἐστιν τόντε Κλώδιον διὰ Μίλωνος ἀποκτείνας καὶ τὸν Καίσαρα διὰ Βρούτου φονεύσας; τόντε Κατιλίναν ἐκπολεμώσας ἡμῖν καὶ τὸν Λέντουλον

46.3

46.3.1ἄκριτον ἀπολέσας; ὅθεν ἔγωγε καὶ πάνυ ἂν ὑμῶν θαυμάσαιμι, εἰ τότε ἐπ’ἐκείνοις μεταγνόντες καὶ δίκην παρ’αὐτοῦ λαβόντες, εἶτα καὶ νῦν ὅμοια αὐτῷ καὶ λέγοντι καὶ πράττοντι πεισθήσεσθε.

46.3.2 οὐχ ὁρᾶτε ὅτι καὶ μετὰ τὸν τοῦ Καίσαρος θάνατον, ὅτε μὲν τὰ πράγμαθ’ἡμῶν δι’Ἀντώνιον ὅτι μάλιστα, ὡς οὐ δ’αὐτὸς ἀρνήσασθαι δύναται, κατέστη, ἀπεδήμησε, καὶ ἀλλότριον καὶ ἐπικίνδυνον ἑαυτῷ τὸν τῆς ὁμονοίας ἡμῶν βίον εἶναι νομίζων · ἐπεὶ δὲ τεταραγμένα αὐτὰ αὖθις ᾔσθετο, μακρὰ χαίρειν τῷτε υἱεῖ καὶ ταῖς Ἀθήναις φράσας ἐπανῆλθε;

46.3.3καὶ τὸν μὲν Ἀντώνιον, ὃν τέως ἀγαπᾶν ἔλεγεν, ὑβρίζει καὶ λοιδορεῖ, τῷ δὲ δὴ Καίσαρι, οὗ καὶ τὸν πατέρα ἀπέκτεινε, συναίρεται κἂν οὕτω τύχῃ, κἀκείνῳ οὐκ ἐς μακρὰν ἐπιθήσεται ·

46.3.4ἄπιστόςτε γὰρ φύσει καὶ ταραχώδης ἐστί, καὶ οὔτε τι ἕρμα ἐν τῇ ψυχῇ ἔχει καὶ πάντα ἀεὶ κυκᾷ καὶ στρέφει, πλείονας μὲν τροπὰς τρεπόμενος τοῦ πορθμοῦ πρὸς ὃν ἔφυγεν, ἐφ’ᾧπερ καὶ αὐτόμολος ἐπωνομάσθη, πάντας δὲ ὑμᾶς ἀξιῶν καὶ φίλον καὶ ἐχθρὸν νομίζειν ὃν ἂν αὐτὸς κελεύσῃ.

46.4

46.4.1διὰ μὲν δὴ ταῦτα φυλάττεσθε τὸν ἄνθρωπον. γόης γάρ ἐστι καὶ μάγος, καὶ ἐκ μὲν τῶν κακῶν τῶν ἀλλοτρίων καὶ πλουτεῖ καὶ αὔξει, συκοφαντῶν ἕλκων σπαράττων τοὺς μηδὲν ἀδικοῦντας ὥσπερ οἱ κύνες, ἐν δὲ δὴ τῇ κοινῇ ὁμονοίᾳ ἀπορεῖ καὶ φθίνει · οὔτε γὰρ φιλία οὔθ’ εὔνοια ἡμῶν πρὸς ἀλλήλους τοιοῦτον δύνανται τρέφειν ῥήτορα.

46.4.2ἐπεὶ πόθεν ἄλλοθεν πεπλουτηκέναι αὐτὸν οἴεσθε, πόθεν μέγαν γεγονέναι; οὐ γάρ που καὶ πατὴρ αὐτῷ κναφεύς, τάςτε σταφυλὰς καὶ τὰς ἐλαίας ἀεί ποτε ἐργολαβῶν, γένος πλοῦτον κατέλιπεν, ἄνθρωπος ἀγαπητῶς ἔκτε τούτων καὶ ἐκ τῶν πλυνῶν διατρεφόμενος, καὶ καθ’ἑκάστην ἡμέραν καὶ νύκτα τῶν αἰσχίστων ἀναπιμπλάμενος.

46.4.3ἐν οἷς αὐτὸς τραφεὶς οὐκ ἀπεικότως τοὺς κρείσσονας αὐτοῦ καὶ πατεῖ καὶ πλύνει, λοιδορίας τισὶν ἐξ ἐργαστηρίων καὶ τριόδων ἐπιτετηδευμέναις χρώμενος.

46.5

46.5.1εἶτα τοιοῦτος αὐτὸς ὤν, καὶ γυμνὸς ἐν γυμνοῖς αὐξηθείς, καὶ οἰσπώτας καὶ ὑσπελέθους καὶ σπατίλας συλλέγων, ἐτόλμησας, μιαρώτατε, πρῶτον μὲν τὴν τοῦ Ἀντωνίου ὥραν διαβαλεῖν, ἀνθρώπου καὶ παιδαγωγοῖς καὶ διδασκάλοις κατὰ τὴν τοῦ γένους ἀξίαν κεχρημένου, ἔπειτα δὲ κατηγορῆσαι ὅτι τὰ Λυκαῖα τὴν πάτριον ἑορτὴν ποιῶν γυμνὸς ἐς τὴν ἀγορὰν ἐσῆλθεν;

46.5.2ἀλλὰ τί, πάσαις μὲν ταῖς ἀλλοτρίαις ἐσθῆσι διὰ τὴν πατρῴαν τέχνην ἀεὶ χρησάμενος, ὑφ’ἁπάντων δὲ τῶν ἀπαντώντων καὶ γνωριζόντων αὐτὰς ἀποδυθείς, ἐχρῆν ποιῆσαι ἄνθρωπον μὴ μόνον ἱερέα ἀλλὰ καὶ ἡγεμόνα τῶν συνιερέων ὄντα; μὴ πέμψαι τὴν πομπήν, μὴ ἑορτάσαι τὴν ἑορτήν, μὴ θῦσαι κατὰ τὰ πάτρια, μὴ γυμνωθῆναι, μὴ ἀλείψασθαι ἀλλ’οὐ τοῦτ’αὐτῷ, φησίν, ἐγκαλῶν, ἀλλ’ὅτιτε γυμνὸς ἐν τῇ ἀγορᾷ καὶ ὅτι τοιαῦτα ἐδημηγόρησε .

46.5.3πάνυ γὰρ πάντα τὰ προσήκοντα ἀκριβῶς ἐν τῷ κναφείῳ μεμάθηκεν, ἵνα καὶ ἁμαρτήματός τινος ἀληθινοῦ αἰσθάνηται καὶ ἐπιτιμᾶν αὐτῷ δικαίως δύνηται.

46.6

46.6.1ἐγὼ δὲ ὑπὲρ μὲν ἐκείνων μετὰ ταῦτα προσήκει πάντα ἐρῶ, τοῦτον δὲ ἐν τῷ παρόντι ἀνερέσθαι τι βούλομαι. οὐ σὺ μέντοι ἔντε τοῖς ἀλλοτρίοις κακοῖς ἐντέθραψαι καὶ ἐν ταῖς τῶν πέλας συμφοραῖς ἐκπεπαίδευσαι, καὶ διὰ τοῦτο ἐλευθέριον μὲν μάθημα οὐδὲν ἐπίστασαι, συνέδριον δέ τι κατασκευάσας ἐνταῦθα ὥσπερ αἱ πόρναι τὸν δώσοντά τι ἀεὶ ἀναμένεις, καὶ προσαγωγέας τῶν λημμάτων πολλοὺς ἔχων πολυπραγμονεῖς τίς τίνα ἠδίκηκεν δοκεῖ γε ἠδικηκέναι, τίς τίνα μισεῖ, τίς τίνι ἐπιβουλεύει;

46.6.3καὶ τούτοις συναίρῃ, καὶ διὰ τούτων τρέφῃ, πωλῶν μὲν αὐτοῖς τὰς παρὰ τῆς τύχης ἐλπίδας, ἐργολαβῶν δὲ καὶ τὰς τῶν δικαστῶν ἀποφάσεις, καὶ φίλον μὲν μόνον τὸν τὸ πλέον ἀεὶ διδόντα, ἐχθροὺς δὲ δὴ πάντας τοὺς ἀπράγμονας καὶ ἄλλῳ τινὶ συνηγόρῳ χρωμένους νομίζων, καὶ τοὺς μὲν ἐν χερσὶν ἤδη ὄντας οὐ δ’εἰδέναι δοκῶν, ἀλλὰ καὶ δι’ὄχλου ποιούμενος, τοὺς δ’ἄρτι προσιόντας σαίνων καὶ γελῶν ὥσπερ αἱ πανδοκεύτριαι.

46.7

46.7.1καὶ πόσῳ κρεῖττον ἦν καὶ σὲ Βαμβαλίωνα γεγονέναι, εἴ γέ τις Βαμβαλίων οὗτός ἐστιν, τοιοῦτον ἐπανῃρῆσθαι βίον ἐν πᾶσα ἀνάγκη ἤτοι τὸν ὑπὲρ τοῦ δικαίου λόγον πωλεῖν καὶ τοὺς ἀδικοῦντας σώζειν;

46.7.2καίτοι σύγε οὐ δὲ ταῦτα καλῶς ποιεῖν, καίπερ τρία ἐν Ἀθήναις ἔτη κατατρίψας, δύνασαι. ποῦ; πόθεν; ὅστις ὑποτρέμων ἀεὶ πρὸς τὰ δικαστήρια προσέρχῃ καθάπερ ὁπλομαχεῖν μέλλων, καὶ φθεγξάμενος ταπεινόν τι καὶ τεθνηκὸς ἀπαλλάττῃ, μήθ’ὧν οἴκοθεν ἐσκεμμένος ἥκεις μνημονεύων, μήτε ἐκ τοῦ παραχρῆμά τι εἰπεῖν εὑρίσκων.

46.7.3ἐς μὲν γὰρ τὸ φῆσαι καὶ ὑποσχέσθαι τι θρασύτητι πάντας ἀνθρώπους ὑπερβάλλεις, ἐν δὲ δὴ τοῖς ἀγῶσιν αὐτοῖς, ἔξω τοῦ λοιδορῆσαί τινα καὶ κακῶς εἰπεῖν, καὶ ἀσθενέστατος καὶ δειλότατος εἶ. οἴει τινὰ ἀγνοεῖν ὅτι μηδένα τῶν θαυμαστῶν σου τούτων λόγων οὓς ἐκδέδωκας εἴρηκας, ἀλλὰ πάντας αὐτοὺς μετὰ ταῦτα συγγέγραφας, ὥσπερ οἱ τούςτε στρατηγοὺς καὶ τοὺς ἱππάρχους τοὺς πηλίνους πλάττοντες;

46.7.4εἰ δ’ἀπιστεῖς, ἀναμνήσθητι πῶς μὲν τοῦ Οὐέρρου κατηγόρησας, καίπερ καὶ ἐκ τῆς τέχνης τι τῆς πατρῴας αὐτῷ παρασχών, ὅτε ἐνούρησας. ἀλλὰ γὰρ ὀκνῶ μὴ τὰ προσήκοντά σοι ἀκριβῶς λέγων αὐτὸς οὐ προσήκοντας ἐμαυτῷ

46.8

46.8.1λόγους ποιεῖσθαι δόξω. ταῦτα μὲν οὖν ἐάσω, καὶ νὴ Δία καὶ τὸν Γαβίνιον, τοὺς κατηγόρους παρασκευάσας ἔπειτα οὕτω συνεῖπες ὥστ’αὐτὸν καταδικασθῆναι, τάτε συγγράμματα κατὰ τῶν φίλων συγγράφεις, ἐφ’οἷς οὕτω σαυτῷ ἀδικοῦντι σύνοισθα ὥστε μη δὲ δημοσιεύειν αὐτὰ τολμᾶν. καίτοι καὶ σχετλιώτατον καὶ ἐλεεινότατόν ἐστι μὴ δύνασθαι ταῦτα ἀρνήσασθαι πάντων αἴσχιστόν ἐστιν ὁμολογῆσαι.

46.8.2ἀλλ’ἐγὼ ταῦτα μὲν παραλείψω, τὰ δὲ δὴ λοιπὰ ἐπεξάξω. ἡμεῖς μὲν γάρ, καίπερ δισχίλια τῷ διδασκάλῳ πλέθρα τῆς Λεοντίνων γῆς, ὡς φῄς, δεδωκότες, οὐδὲν ἄξιον αὐτῶν ἐμάθομεν · τὰ δὲ δὴ σὰ παιδεύματα τίς οὐκ ἂν θαυμάσειεν;

46.8.3τίνα δ’ἐστὶ ταῦτα; φθονεῖς ἀεὶ τῷ κρείττονι, βασκαίνεις ἀεὶ τὸν προήκοντα, διαβάλλεις τὸν προτετιμημένον, συκοφαντεῖς τὸν δεδυνημένον, καὶ μισεῖς μὲν τοὺς ἀγαθοὺς ὁμοίως πάντας, προσποιῇ δὲ δὴ φιλεῖν ἐκείνους μόνους δι’ὧν ἂν κακουργήσειν τι προσδοκήσῃς.

46.8.4καὶ διὰ τοῦτο τούςτε νεωτέρους ἐπὶ τοὺς πρεσβυτέρους ἀεὶ παροξύνεις, καὶ τοὺς πιστεύοντάς σοι καὶ ὁτιοῦν ἐς κινδύνους προαγαγὼν προλείπεις.

46.9

46.9.1τεκμήριον δέ, πρᾶξιν μὲν οὐδεμίαν πώποτε ἐλλογίμου ἀνδρὸς ἀξίαν, οὔτ’ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ, πέπραχας · ποίους μὲν γὰρ πολέμους ἐνικήσαμεν σοῦ στρατηγοῦντος, ποίαν δὲ χώραν ἐκτησάμεθα σοῦ ὑπατεύοντος; ἐξαπατῶν δὲ ἀεί τινας τῶν πρώτων καὶ σφετεριζόμενος ἰδίᾳ μὲν διὰ τούτων πολιτεύῃ καὶ πάνθ’ὅσα βούλει διοικεῖς, δημοσίᾳ δὲ βοᾷς ἄλλως, κεκραγὼς τοὺς μιαροὺς ἐκείνους λόγους ἐγὼ μόνος ὑμᾶς φιλῶ, καὶ εἰ οὕτω τύχοι, καὶ δεῖνα, οἱ δ’ἄλλοι πάντες μισοῦσι, καὶ ἐγὼ μόνος ὑμῖν εὐνοῶ, οἱ δ’ἄλλοι πάντες ἐπιβουλεύουσι, καὶ τὰ ἄλλα τὰ τοιαῦτα, ἐξ ὧν τοὺς μὲν ἐπαίρων καὶ φυσῶν προδίδως, τοὺς δὲ λοιποὺς ἐκπλήττων προστίθεσαι.

46.9.3 κἂν μέν τι χρηστὸν ὑφ’ὁτουδὴ τῶν πάντων γένηται, ἀντιποιῇτε αὐτοῦ καὶ σεαυτὸν ἐπ’αὐτὸ ἐπιγράφεις, θρυλῶν ἐγὼ γὰρ εἶπον, ἐγὼ γὰρ ἔγραψα, καὶ δι’ἐμὲ ταῦτα οὕτω πέπρακται · ἂν δέ τι συμβῇ οἷον οὐκ ἔδει, σαυτὸν μὲν ἐξαιρεῖς, τοὺς δὲ δὴ ἄλλους πάντας αἰτιᾷ, λέγων μὴ γὰρ ἐστρατήγουν ἐγώ;

46.9.4μὴ γὰρ ἐπρέσβευον; μὴ γὰρ ὑπάτευον ; καὶ λοιδορεῖς μὲν ἀεὶ πάντας πανταχοῦ, τὴν ἐκ τοῦ θρασέως παρρησιάζεσθαι δοκεῖν δύναμιν περὶ πλείονος τοῦ τι τῶν δεόντων εἰπεῖν ποιούμενος,

46.10

46.10.1ἔργον δὲ δὴ ῥήτορος οὐδὲν ἄξιον λόγου παρέχῃ. τί μὲν γὰρ τῶν κοινῶν σέσωσται ἐπηνώρθωται διὰ σέ; τίνα δὲ ἀδικοῦντα ὄντως τὴν πόλιν ἐσήγγελκας, τίνα ἐπιβουλεύοντα ἀληθῶς ἡμῖν ἐπιδέδειχας;

46.10.2ἵνα γὰρ τἆλλα ἐάσω, αὐτὰ ταῦθ’ τῷ Ἀντωνίῳ νῦν ἐγκαλεῖς, τοιαῦτα καὶ τοσαῦτά ἐστιν ὥστε μηδένα ἂν δίκην ἀξίαν αὐτῶν ὑποσχεῖν. τί ποτ’οὖν, ὁρῶν ἡμᾶς ἀπ’ἀρχῆς ὑπ’αὐτοῦ, ὥς γε καὶ φῄς, ἀδικουμένους, οὐδέποτε ἐπεξῆλθες αὐτῷ παραχρῆμα οὐ δὲ κατηγόρησας, ἀλλὰ νῦν ἡμῖν λέγεις ὅσα δημαρχήσας παρενόμησε καὶ ὅσα ἱππαρχήσας ἐπλημμέλησε καὶ ὅσα ὑπατεύσας ἐκακούργησεν, ἐξόν σοι τότε εὐθὺς καθ’ἕκαστον αὐτῶν τὴν προσήκουσαν παρ’αὐτοῦ δίκην εἰληφέναι, ἵνα αὐτόςτε φιλόπολις ὡς ἀληθῶς ὢν ἐπεφήνεις καὶ ἡμεῖς καὶ ἀβλαβῆ καὶ ἀσφαλῆ τὴν τιμωρίαν παρ’αὐτὰ τὰ ἀδικήματα ἐπεποιήμεθα.

46.10.4καὶ μὴν ἀνάγκη δυοῖν θάτερον, πεπιστευκότα σε τότε ταῦθ’οὕτως ἔχειν καθυφεικέναι τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας, μὴ δυνηθέντα τινὰ αὐτῶν ἐξελέγξαι μάτην νῦν συκοφαντεῖν.

46.11

46.11.1ὅτι γὰρ τοῦθ’οὕτως ἔχει, καθ’ἕκαστον ὑμῖν, πατέρες, διεξιὼν ἐπιδείξω. ἔλεγέ τινα ἐν τῇ δημαρχίᾳ Ἀντώνιος ὑπὲρ τοῦ Καίσαρος · καὶ γὰρ Κικέρων καὶ ἄλλοι τινὲς ὑπὲρ τοῦ Πομπηίου. τί ποτ’οὖν τοῦτον μὲν αἰτιᾶται ὅτι τὴν φιλίαν τὴν ἐκείνου προείλετο, ἑαυτὸν δὲ καὶ τοὺς ἄλλους τοὺς τἀναντία αὐτῷ σπουδάσαντας ἀφίησιν; ἐκώλυσέ τινα ἐκεῖνος ψηφισθῆναι τότε κατὰ τοῦ Καίσαρος ·

46.11.2καὶ γὰρ οὗτος πάνθ’ὡς εἰπεῖν ὅσα ὑπὲρ τοῦ Καίσαρος ἐγιγνώσκετο. ἀλλ’ἐμποδών, φησίν, ἐγίγνετο τῇ κοινῇ τῆς βουλῆς γνώμῃ . καὶ πρῶτον μὲν πῶς ἂν εἷς ἀνὴρ τοσοῦτον ἴσχυσεν; ἔπειτα δέ, εἰ καὶ κατεψηφίσθη διὰ τοῦθ’, ὥσπερ λέγει, πῶς οὐκ ἂν καὶ ἐκολάσθη; ἔφυγε γάρ, ἔφυγε πρὸς τὸν Καίσαρα ἀπελθών .

46.11.3οὐκοῦν καὶ σύ, Κικέρων, οὐκ ἀπεδήμησας νῦν ἀλλ’ἔφυγες, ὥσπερ καὶ πρότερον. ἀλλὰ μήτι γε καὶ ἐπὶ πάντας ἡμᾶς τὰ σεαυτοῦ ὀνείδη προπετῶς οὕτως ἄγε · φυγεῖν μὲν γάρ ἐστι τοῦτο σὺ πεποίηκας, τότε δικαστήριον φοβηθεὶς καὶ τὴν τιμωρίαν αὐτὸς σαυτοῦ προκαταγνούς.

46.11.4ἀμέλει καὶ ἐγράφη σοι κάθοδος · πῶς μὲν καὶ διὰ τίνα, οὐ λέγω, ἐγράφη δ’οὖν, καὶ οὐ πρίν γε ἐπέβης τῆς Ἰταλίας πρὶν ἐκείνην σοι δοθῆναι. Ἀντώνιος δὲ καὶ ἀπῆλθε πρὸς τὸν Καίσαρα μηνύσων αὐτῷ τὰ πεπραγμένα, καὶ ἐπανῆλθε μηδενὸς ψηφίσματος δεηθείς, καὶ τέλος τήντε εἰρήνην τήντε φιλίαν τὴν πρὸς αὐτὸν πᾶσι τοῖς ἐν τῇ Ἰταλίᾳ τότε εὑρεθεῖσιν ἐπρυτάνευσεν ·

46.11.5ἧς καὶ οἱ λοιποὶ ἂν μετεσχήκεσαν, εἰ μὴ σοὶ πεισθέντες ἐπεφεύγεσαν.

46.12

46.12.1εἶτα τούτων οὕτως ἐχόντων τολμᾷς λέγειν ὅτι τόντε Καίσαρα ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ τὸν ἐμφύλιον πόλεμον ἐκίνησε καὶ τῶν μετὰ ταῦτα κακῶν αἰτιώτατος ἡμῖν ἐγένετο; οὐ μὲν οὖν, ἀλλὰ σύ, ὅστις Πομπηίῳ μὲν καὶ στρατεύματα ἀλλότρια καὶ ἡγεμονίαν ἔδωκας, Καίσαρα δὲ καὶ τῶν δεδομένων ἀποστερῆσαι ἐπεχείρησας ·

46.12.2ὅστις τῷτε Πομπηίῳ καὶ τοῖς ὑπάτοις συνεβούλευσας τὰ μὲν προτεινόμενα ὑπὸ τοῦ Καίσαρος μὴ προσίεσθαι, τὴν δὲ δὴ πόλιν τήντε Ἰταλίαν ὅλην ἐκλιπεῖν · ὅστις Καίσαρα μὲν οὐ δὲ ἐς τὴν Ῥώμην ἐλθόντα εἶδες, πρὸς δὲ τὸν Πομπήιον καὶ ἐς τὴν Μακεδονίαν ἀπέδρας.

46.12.3καὶ οὐ δὲ ἐκείνῳ μέντοι οὐδὲν συνήρω, ἀλλὰ περιιδὼν τὰ γιγνόμενα ἔπειτ’, ἐπειδὴ ἐδυστύχησεν, ἐγκατέλιπες αὐτόν. οὕτως οὐ δὲ ἀπ’ἀρχῆς ὡς δικαιότερα αὐτῷ πράττοντι ἐβοήθησας, ἀλλὰ τὴντε στάσιν κινήσας καὶ τὰ πράγματα ταράξας εἶτ’ἐκ τοῦ ἀσφαλοῦς αὐτοῖς ἐφήδρευσας, καὶ τοῦ μὲν πταίσαντος ὡς καὶ ἀδικοῦντός τι διὰ τοῦτ’εὐθὺς ἀπέστης, πρὸς δὲ τὸν κρατήσαντα ὡς καὶ δικαιότερον ἀπέκλινας.

46.12.4καὶ οὕτω γε, πρὸς τοῖς ἄλλοις κακοῖς, καὶ ἀχάριστος εἶ ὥστε οὐ μόνον οὐκ ἀγαπᾷς ὅτι ἐσώθης ὑπ’αὐτοῦ, ἀλλὰ καὶ ἀγανακτεῖς ὅτι μὴ καὶ ἱππάρχησας.

46.13

46.13.1εἶτα ταῦτα σαυτῷ συνειδὼς τολμᾷς λέγειν ὅτι οὐκ ἐχρῆν τὸν Ἀντώνιον δι’ἔτους ἱππαρχῆσαι; οὐ δὲ γὰρ τὸν Καίσαρα δι’ἔτους δικτατορεῦσαι. ἀλλ’εἴτε καλῶς εἴτε καὶ ἀναγκαίως ταῦτ’ἐγένετο, ἐψηφίσθητε ὁμοίως ἀμφότερα καὶ ἤρεσε καὶ ἡμῖν καὶ τῷ δήμῳ.

46.13.2τούτοις οὖν, Κικέρων, ἐγκάλει, εἴ τι παρενόμησαν, μὴ μὰ Δία μὴ τοῖς ὑπ’αὐτῶν τετιμημένοις ὅτι ἀξίους ἑαυτοὺς καὶ τῶν τηλικούτων τυχεῖν παρέσχον · ὡς εἴγε ὑπὸ τῶν πραγμάτων τῶν τότε ἡμᾶς περιστάντων ἠναγκάσθημεν αὐτὰ οὕτω καὶ παρὰ τὸ προσῆκον ποιῆσαι, τί τοῦτο Ἀντωνίῳ νῦν ἐπιφέρεις, ἀλλ’οὐ τότε ἀντέλεγες, εἴπερ ἐδύνασο; ὅτι ἐφοβοῦ νὴ Δία.

46.13.3εἶτα σὺ μὲν τότε σιωπήσας συγγνώμης διὰ τὴν δειλίαν τεύξῃ, οὗτος δὲ ὅτι σοῦ προετιμήθη, δίκην διὰ τὴν ἀρετὴν ὑφέξει; καὶ ποῦ ταῦτα τὰ δίκαια ἔμαθες, που ταῦτα τὰ νόμιμα ἀνέγνως;

46.14

46.14.1 ἁλλ’οὐκ ὀρθῶς τῇ ἱππαρχίᾳ ἐχρήσατο . διὰ τί; ὅτι τὰ ὑπάρχοντα, φησί, τὰ τοῦ Πομπηίου ἠγόρασε . πόσοι δὲ ἄλλοι πόσα ἄλλα ἐπρίαντο, ὧν οὐδεὶς αἰτίαν ἔχει; καὶ γάρ που διὰ τοῦτο καὶ ἐδημεύθη τινὰ καὶ ἐς τὸ πρατήριον ἐξετέθη καὶ τῇ τοῦ κοινοῦ κήρυκος φωνῇ ἀπεκηρύχθη, ἵνα τις αὐτὰ ἀγοράσῃ.

46.14.2 ἀλλ’οὐκ ἐχρῆν τὰ τοῦ Πομπηίου κτήματα πεπρᾶσθαι . οὐκοῦν ἡμεῖς ἡμάρτομεν καὶ κακῶς ἐποιήσαμεν δημεύσαντες αὐτά · , ἵνα σὲ καὶ ἡμᾶς τις ἀπολύσῃ, πάντως που Καῖσαρ ἐπλημμέλησεν τοῦτο γενέσθαι κελεύσας · οὐδὲν ἐπεκάλεσας.

46.14.3ἀλλ’ἐν μὲν τούτῳ καὶ πάνυ μωραίνων ἐξελέγχεται. δύο γοῦν ἐναντιώτατα τοῦ Ἀντωνίου κατηγόρηκεν, ἓν μὲν ὅτι πλεῖστα τῷ Καίσαρι συμπράξας καὶ πάμπολλα διὰ τοῦτο παρ’αὐτοῦ λαβὼν ἔπειτα τὴν τιμὴν αὐτῶν βιαίως ἀπῃτήθη, ἕτερον δὲ ὅτι μήτε τοῦ πατρὸς κληρονομήσας, καὶ πάνθ’ὅσα ἐκτήσατο καταναλώσας ὥσπερ Χάρυβδις (ἀεὶ γάρ τι ἡμῖν ἐκ τῆς Σικελίας, καθάπερ ἐπιλελησμένοις ὅτι ἐς αὐτὴν ἔφυγε, παραφέρει), τὴν τιμὴν πάντων ὧν ἐπρίατο ἀπέδωκεν.

46.15

46.15.1ἐν μὲν οὖν τούτοις οὕτω τὰ ἐναντιώτατα αὐτὸς ἑαυτῷ λέγων θαυμαστὸς οὗτος ἐξελέγχεται, καὶ νὴ Δία καὶ ἐν ἐκείνοις, ὅτι τοτὲ μὲν πάντα αὐτὸν τὰ τῷ Καίσαρι πραχθέντα συνάρασθαι καὶ πάντων διὰ τοῦτο τῶν ἐμφυλίων κακῶν αἰτιώτατον γεγονέναι λέγει, τοτὲ δὲ ἐγκαλεῖ αὐτῷ, δειλίαν ὀνειδίζων, ὅτι μηδενὸς ἄλλου πλὴν τῶν ἐν τῇ Θεσσαλίᾳ πραχθέντων μετέσχε.

46.15.2καὶ ἔγκλημάτε αὐτοῦ ποιεῖται λέγων ὅτι τῶν φευγόντων τινὰς κατήγαγε, καὶ μέμφεται αὐτὸν ὅτι μὴ καὶ τῷ θείῳ τὴν κάθοδον ἔδωκεν, ὥσπερ τινὸς πιστεύοντος ὅτι οὐκ ἂν ἐκεῖνον πρῶτον, εἴπερ γε καὶ ὁντινοῦν ἠδυνήθη καταγαγεῖν, ἐπανήγαγε, μήτε τι ἐγκαλῶν αὐτῷ μήτε ἐγκαλούμενος, ὡς καὶ αὐτὸς οὗτος οἶδεν ·

46.15.3ἀμέλει πολλὰ καὶ σχέτλια αὐτοῦ καταψευσάμενος οὐδὲν τοιοῦτον εἰπεῖν ἐτόλμησεν. οὕτω μὲν οὖν οὐ δ’ὁτιοῦν αὐτῷ διαφέρει πᾶν τι ποτ’ἂν ἐπὶ τὴν γλῶτταν αὐτοῦ ἐπέλθῃ, καθάπερ τι πλύμα, ἐκχέαι.

46.16

46.16.1ἀλλὰ ταῦτα μὲν τί ἄν τις ἐπὶ πλεῖον ἐπεξίοι; ἐπεὶ δὲ τραγῳδεῖ περιιών, καὶ νῦν γε εἶπέ που λέγων ὅτι βαρυτάτην τὴν τῆς ἱππαρχίας ὄψιν παρέσχετο, πανταχοῦ καὶ διὰ πάντων τῷτε ξίφει ἅμα καὶ τῇ πορφύρᾳ τοῖςτε ῥαβδούχοις καὶ τοῖς στρατιώταις χρώμενος, εἰπάτω μοι σαφῶς, πῶς καὶ τί ἐκ τούτων ἠδικήμεθα. ἀλλ’οὐδὲν ἂν εἰπεῖν ἔχοι · εἰ γὰρ εἶχεν, οὐδὲν ἂν τούτου πρότερον ἐξελάλησεν.

46.16.2πᾶν γὰρ τοὐναντίον οἱ μὲν στασιάσαντες τότε καὶ πάντα τὰ κακὰ ἐργασάμενοι Τρεβέλλιόςτε καὶ Δολοβέλλας ἦσαν, Ἀντώνιος δὲ καὶ οὕτως οὔτε τι ἠδίκησε καὶ πάνθ’ὑπὲρ ὑμῶν ἔπραττεν ὥστε καὶ τὴν φυλακὴν τῆς πόλεως παρ’ὑμῶν ἐπ’αὐτοὺς ἐκείνους, οὐχ ὅπως ἀντιλέγοντος τοῦ θαυμαστοῦ τούτου ῥήτορος (παρῆν γάρ) ἀλλὰ καὶ συναινοῦντος, ἐπετράπη.

46.16.3 δειξάτω, τίνα φωνὴν ἔρρηξεν ὁρῶν τὸν ἀσελγῆ καὶ μιαρόν, ὡς αὐτὸς λοιδορεῖ, πρὸς τῷ μηδὲν αὐτὸν τῶν δεόντων ποιεῖν καὶ ἐξουσίαν τοσαύτην παρ’ὑμῶν προσλαμβάνοντα. ἀλλ’οὐκ ἂν ἔχοι δεῖξαι. οὕτω που μέγας οὗτος καὶ φιλόπολις ῥήτωρ, πανταχοῦ καὶ ἀεὶ θρυλῶν καὶ λέγων ἐγὼ μόνος ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζομαι, ἐγὼ μόνος ὑπὲρ τῆς δημοκρατίας παρρησιάζομαι ·

46.16.4ἐμὲ οὔτε χάρις φίλων οὔτε φόβος ἐχθρῶν ἀπείργει τοῦ μὴ οὐ τὰ συμφέροντα ὑμῖν προσκοπεῖν · ἐγώ, κἂν ἀποθανεῖν ἐν τοῖς ὑπὲρ ὑμῶν λόγοις δεήσῃ, καὶ μάλ’ἡδέως τελευτήσω οὐ δ’ὁτιοῦν τούτων ὧν νῦν βοᾷ τότε εἰπεῖν ἐτόλμησεν.

46.16.5καὶ πάνυ εἰκότως · λογίζεσθαι γὰρ αὐτῷ ἐπῄει τοῦτο, ὅτι τοὺς μὲν ῥαβδούχους καὶ τὸ ἔσθημα τὸ περιπόρφυρον κατὰ τὰ πάτρια τὰ περὶ τῶν ἱππάρχων νενομισμένα εἶχε, τῷ δὲ δὴ ξίφει καὶ τοῖς στρατιώταις κατὰ τῶν στασιαζόντων ἀναγκαίως ἐχρῆτο. τί γὰρ οὐκ ἂν τῶν δεινοτάτων ἐποίησαν εἰ μὴ τούτοις ἐκεῖνος ἐπέφρακτο, ὁπότε καὶ οὕτως αὐτοῦ κατεφρόνησάν τινες;

46.17

46.17.1ὅτι τοίνυν καὶ ταῦτα καὶ τἆλλα πάντα ὀρθῶς καὶ κατὰ τὴν γνώμην ὅτι μάλιστα τὴν τοῦ Καίσαρος ἐγένετο, δηλοῖ τὰ ἔργα · τε γὰρ στάσις οὐ περαιτέρω προεχώρησε, καὶ Ἀντώνιος οὐχ ὅσον οὐ δίκην ἐπ’αὐτοῖς ἔδωκεν ἀλλὰ καὶ ὕπατος μετὰ ταῦτα ἀπεδείχθη.

46.17.2καί μοι καὶ ταύτην αὐτοῦ τὴν ἀρχὴν θεάσασθε ὡς διέθετο · εὑρήσετε γὰρ αὐτήν, ἂν τἀκριβὲς σκοπῆτε, πάνυ πολλοῦ ἀξίαν τῇ πόλει γεγενημένην. ὅπερ που καὶ αὐτὸς εἰδὼς οὐκ ἤνεγκε τὸν φθόνον, ἀλλ’ἐτόλμησεν ἐπὶ τούτοις αὐτὸν διαβαλεῖν καὶ αὐτὸς ἂν πεποιηκέναι εὔξατο.

46.17.3καὶ διὰ τοῦτό γε καὶ τὴν γύμνωσιν αὐτοῦ τήντε ἀλοιφὴν τούςτε μύθους τοὺς παλαιοὺς ἐκείνους ἐπεσήγαγεν, οὐχ ὅτι τι προσέδει νῦν αὐτῶν, ἀλλ’ἵνα τήντε περιτέχνησιν αὐτοῦ καὶ τὴν κατόρθωσιν τοῖς ἔξωθεν ψόφοις συσκιάσῃ.

46.17.4ὅστις, γῆ καὶ θεοί (μεῖζον γὰρ σοῦ βοήσομαι καὶ δικαιότερον αὐτοὺς ἐπικαλέσομαι), τυραννουμένην ἤδη τῷ ἔργῳ τὴν πόλιν ἰδὼν τῷ πάντα μὲν τὰ στρατόπεδα ἀκούειν τοῦ Καίσαρος, πάντα δὲ αὐτῷ τὸν δῆμον μετὰ τῆς βουλῆς εἴκειν, οὕτως ὥστε τάτε ἄλλα καὶ δικτάτορα αὐτὸν διὰ βίου εἶναι τῇτε σκευῇ τῇ τῶν βασιλέων χρῆσθαι ψηφίσασθαι, καὶ ἐξήλεγξε σοφώτατα καὶ ἐπέσχεν ἀσφαλέστατα, ὥστε καὶ αἰδεσθέντα καὶ φοβηθέντα μήτε τὸ ὄνομα τὸ τοῦ βασιλέως μήτε τὸ διάδημα, καὶ ἀκόντων ἡμῶν αὐτὸς ἑαυτῷ δώσειν ἔμελλε, λαβεῖν.

46.17.6ἄλλος μὲν γὰρ ἄν τις ὑπότε ἐκείνου ταῦτ’ἔφη ποιῆσαι κεκελεῦσθαι, καὶ τήντε ἀνάγκην ἂν προυτείνατο καὶ συγγνώμης ἐπ’αὐτῇ ἔτυχε, πῶς γὰρ οὔ, τοιαῦτάτε ἡμῶν τότε ἐψηφισμένων καὶ τοσοῦτο τῶν στρατιωτῶν δεδυνημένων;

46.17.7Ἀντώνιος δέ, ἅτε καὶ τῆς διανοίας τῆς τοῦ Καίσαρος διαπεφυκὼς καὶ πάντα ἀκριβῶς ὅσα παρεσκευάζετο συννοῶν, φρονιμώτατα αὐτὸν καὶ ἀπέτρεψεν ἀπ’αὐτῶν καὶ ἀπέσπευσε.

46.17.8τεκμήριον δὲ ὅτι οὐδὲν ἔτι τὸ παράπαν ὡς καὶ δυναστεύων ἔπραξε, καὶ προσέτι καὶ κοινῶς καὶ ἀφυλάκτως πᾶσιν ἡμῖν συνῆν · ἀφ’οὗπερ καὶ τὰ μάλιστα ἠδυνήθη παθεῖν ἔπαθε.

46.18

46.18.1ταῦθ’οὕτως, Κικέρων Κικέρκουλε Κικεράκιε Κικερίσκε Γραίκουλε, τι ποτὲ καὶ χαίρεις ὀνομαζόμενος, ἔπραξεν ἀπαίδευτος, γυμνός, μεμυρισμένος ·

46.18.2ὧν οὐδὲν σὺ ἐποίησας δεινός, σοφός, πολὺ πλείονι τῷ ἐλαίῳ τοῦ οἴνου χρώμενος, καὶ μέχρι τῶν σφυρῶν τὴν ἐσθῆτα σύρων, οὐ μὰ Δία οὐχ ὥσπερ οἱ ὀρχησταὶ οἱ τὰς ποικιλίας τῶν ἐνθυμημάτων διδάσκοντές σε τοῖς σχήμασιν, ἀλλ’ἵνα τὰ αἴσχη σου τῶν σκελῶν συγκρύπτῃς.

46.18.3οὐ γάρ που καὶ ὑπὸ σωφροσύνης τοῦτο ποιεῖς τὰ πολλὰ ἐκεῖνα περὶ τῆς τοῦ Ἀντωνίου διαίτης εἰρηκώς. τίς μὲν γὰρ οὐχ ὁρᾷ σου τὰ λεπτὰ ταῦτα χλανίδια; τίς δ’οὐκ ὀσφραίνεται τῶν πολιῶν σου τῶν κατεκτενισμένων; τίς δ’οὐκ οἶδεν ὅτι τὴν μὲν γυναῖκα τὴν προτέραν τὴν τεκοῦσάν σοι δύο τέκνα ἐξέβαλες, ἑτέραν δὲ ἐπεσηγάγου παρθένον ὑπεργήρως ὤν, ἵν’ἐκ τῆς οὐσίας αὐτῆς τὰ δανείσματα ἀποτίσῃς;

46.18.4καὶ οὐ δὲ ἐκείνην μέντοι κατέσχες, ἵνα Καιρελλίαν ἐπ’ἀδείας ἔχῃς, ἣν τοσούτῳ πρεσβυτέραν σαυτοῦ οὖσαν ἐμοίχευσας ὅσῳ νεωτέραν τὴν κόρην ἔγημας, πρὸς ἣν καὶ αὐτὴν τοιαύτας ἐπιστολὰς γράφεις οἵας ἂν γράψειεν ἀνὴρ σκωπτόλης ἀθυρόγλωσσος πρὸς γυναῖκα ἑβδομηκοντοῦτιν πληκτιζόμενος.

46.18.5καὶ ταῦτα μὲν ἄλλως ἐξήχθην, πατέρες, εἰπεῖν, ἵνα μη δὲ ἐν τούτοις ἔλαττον ἔχων ἀπέλθῃ. καίτοι καὶ συμπόσιόν τι ἐτόλμησε τῷ Ἀντωνίῳ προενεγκεῖν, αὐτὸς μὲν ὕδωρ, ὥς φησι, πίνων, ἵνα τοὺς καθ’ἡμῶν λόγους νυκτερεύων συγγράφῃ, τὸν δὲ υἱὸν ἐν τοσαύτῃ μέθῃ τρέφων ὥστε μήτε νύκτωρ μήτε μεθ’ἡμέραν σωφρονεῖν.

46.18.6καὶ προσέτι καὶ τὸ στόμα αὐτοῦ διαβάλλειν ἐπεχείρησε, τοσαύτῃ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ παρὰ πάντα τὸν βίον χρώμενος ὥστε μη δὲ τῶν συγγενεστάτων ἀπέχεσθαι, ἀλλὰ τήντε γυναῖκα προαγωγεύειν καὶ τὴν θυγατέρα μοιχεύειν.

46.19

46.19.1ταῦτα μὲν οὖν ἐάσω, ἐπάνειμι δὲ ὅθεν ἐξέβην. γὰρ Ἀντώνιος ἐκεῖνος, ὃν οὗτος καταδεδράμηκεν, ἰδὼν τὸν Καίσαρα ὑπὲρ τὴν πολιτείαν ἡμῶν αἰρόμενον, ἐποίησεν αὐτὸν μηδὲν ὧν ἐνενόει πρᾶξαι, δι’αὐτῶν ὧν χαρίζεσθαι αὐτῷ ἐδόκει.

46.19.2οὐδὲν γὰρ οὕτως ἀποτρέπει τινὰς ὧν ἂν μὴ ὀρθῶς ἐπιθυμοῦντες τυχεῖν διαπράσσωνται, ὡς τὸ τοὺς φοβουμένους αὐτὰ μὴ πάθωσιν ἐθελοντὰς δὴ δοκεῖν ὑπομένειν.

46.19.3τοῦτο μὲν γάρ, ἐξ ὧν ἀδικοῦσιν ἑαυτοῖς συνίσασιν, οὐ πιστεύουσι, πεφωρᾶσθαι δὲ νομίζοντες καὶ αἰσχύνονται καὶ φοβοῦνται, τὰ μὲν λεγόμενα ἄλλως, ὡς καὶ κολακείαν, μετ’ἐλέγχου λαμβάνοντες, τὰ δ’ἐξ αὐτῶν ἀποβησόμενα, ὡς καὶ ἐπιβουλήν, μετ’αἰσχύνης ὑποπτεύοντες.

46.19.4ἅπερ που καὶ Ἀντώνιος ἀκριβῶς εἰδὼς πρῶτον μὲν τάτε Λυκαῖα καὶ τὴν πομπὴν ἐκείνην ἐπελέξατο, ἵν’ Καῖσαρ ἔντε τῷ ἀνειμένῳ τῆς γνώμης καὶ ἐν τῷ παιγνιώδει τῶν γιγνομένων ἀσφαλῶς σωφρονισθῇ, ἔπειτα δὲ καὶ τὴν ἀγορὰν καὶ τὸ βῆμα, ἵνα ἐξ αὐτῶν τῶν χωρίων αἰσχυνθῇ ·

46.19.5τάςτε ἐντολὰς τὰς παρὰ τοῦ δήμου συνέπλασεν, ἵν’αὐτὰς ἀκούσας λογίσηται οὐχ ὅσα τότε Ἀντώνιος ἔλεγεν, ἀλλ’ὅσα ἂν δῆμος Ῥωμαίων εἰπεῖν τινι ἐνετείλατο. πόθεν γὰρ ἂν ἐπίστευσε τὸν δῆμον ταῦτ’ἐπεσταλκέναι τῳ, μήτε ἐψηφισμένον τι τοιοῦτον αὐτὸν εἰδὼς μήτε ἐπιβοῶντα αἰσθόμενος;

46.19.6ἀλλ’ἔδει γὰρ αὐτὸν καὶ ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ, ἐν πολλὰ πολλάκις ὑπὲρ τῆς ἐλευθερίας ἐβουλευσάμεθα, καὶ παρὰ τῷ βήματι, ἀφ’οὗ μυρία ἐπὶ μυρίοις ὑπὲρ τῆς δημοκρατίας ἐπολιτευσάμεθα, ἔντε τῇ ἑορτῇ τῶν Λυκαίων, ἵνα ἀναμνησθῇ τοῦ Ῥωμύλου, καὶ ὑπὸ τοῦ ὑπάτου, ἵν’ἐννοήσῃ τὰ τῶν ἀρχαίων ὑπάτων ἔργα, καὶ ἐπὶ τῷ τοῦ δήμου ὀνόματι ταῦτα ἀκοῦσαι, ἵν’ἐνθυμηθῇ τοῦθ’, ὅτι οὐκ Ἄφρων οὐ δὲ Γαλατῶν οὐ δὲ Αἰγυπτίων ἀλλ’αὐτῶν Ῥωμαίων τυραννεῖν ἐπεχείρει.

46.19.7ταῦτα αὐτὸν τὰ ῥήματα ἐπέστρεψεν, ταῦτ’ἐταπείνωσε · καὶ τάχα ἂν τὸ διάδημα, εἴπερ τις ἄλλος αὐτῷ προσήνεγκε, λαβών, ἔπειτα δι’ἐκεῖνα καὶ ἐκολούσθη καὶ ἔφριξε καὶ κατέδεισε.

46.19.8τὰ μὲν οὖν Ἀντωνίου ἔργα σοι ταῦτά ἐστιν, οὐ σκέλος ἄλλως κατάξαντος ἵνα αὐτὸς φύγῃ, οὐ δὲ χεῖρα κατακαύσαντος ἵνα Πορσένναν φοβήσῃ, ἀλλὰ τὴν τυραννίδα τὴν τοῦ Καίσαρος σοφίᾳ καὶ περιτεχνήσει, καὶ ὑπὲρ τὸ δόρυ τὸ Δεκίου καὶ ὑπὲρ τὸ ξίφος τὸ Βρούτου, παύσαντος.

46.20

46.20.1σὺ δ’, Κικέρων, τί ἐν τῇ ὑπατείᾳ σου οὐχ ὅτι σοφὸν ἀγαθόν, ἀλλ’οὐ καὶ τιμωρίας τῆς μεγίστης ἄξιον ἔπραξας; οὐχ ἡσυχάζουσαν μὲν καὶ ὁμονοοῦσαν τὴν πόλιν ἡμῶν καὶ ἐξετάραξας καὶ ἐστασίασας, τὴν ἀγορὰν καὶ τὸ Καπιτώλιον ἄλλωντέ τινων καὶ δούλων παρακλήτων πληρώσας;

46.20.2οὐ τὸν Κατιλίναν σπουδαρχήσαντα μόνον, ἄλλο δὲ μηδὲν δεινὸν ποιήσαντα κακῶς ἀπώλεσας; οὐ τὸν Λέντουλον καὶ τοὺς μετ’αὐτοῦ μήτ’ἀδικήσαντάς τι μήτε κριθέντας μήτε ἐλεγχθέντας οἰκτρῶς διέφθειρας, καίτοι πολλὰ μὲν περὶ τῶν νόμων πολλὰ δὲ καὶ περὶ τῶν δικαστηρίων ἀεὶ καὶ πανταχοῦ θρυλῶν; εἴ τις ἀφέλοιτο τῶν σῶν λόγων, τὸ λοιπὸν οὐδέν ἐστι.

46.20.3Πομπηίῳ μὲν γὰρ ἐνεκάλεις ὅτι τῷ Μίλωνι παρὰ τὰ νενομισμένα τὴν κρίσιν ἐποίησε · σὺ δὲ οὔτε μικρὸν οὔτε μεῖζον οὐδὲν ἐκ τῶν περὶ ταῦτα τεταγμένων Λεντούλῳ παρέσχες, ἀλλὰ ἄνευ λόγου καὶ κρίσεως ἐνέβαλες ἐς τὸ δεσμωτήριον ἄνδρα ἐπιεικῆ γέροντα, πολλὰ μὲν καὶ μεγάλα πρὸς τὴν πατρίδα ἐκ προγόνων ἐνέχυρα φιλίας ἔχοντα, μηδὲν δὲ μήθ’ὑπὸ τῆς ἡλικίας μήθ’ὑπὸ τῶν τρόπων νεωτερίσαι δυνάμενον.

46.20.4τί μὲν γὰρ αὐτῷ κακὸν παρῆν, τῇ μεταβολῇ ἂν τῶν πραγμάτων ἐξιάσατο; τί δ’οὐκ ἀγαθὸν εἶχε, περὶ, περὶ οὗ πάντως ἂν νεοχμώσας τι ἐκινδύνευσε; ποῖα ὅπλα ἠθροίκει, ποίους συμμάχους παρεσκεύαστο, ἵν’οὕτως οἰκτρῶς καὶ ἀνοσίως ἀνὴρ ὑπατευκώς, στρατηγῶν, μήτε τι εἰπὼν μήτ’ἀκούσας ἔςτε τὸ οἴκημα ἐμπέσῃ καὶ ἐκεῖ ὥσπερ οἱ κακουργότατοι φθαρῇ;

46.20.5τοῦτο γάρ ἐστιν μάλιστα καλὸς οὗτος Τούλλιος ἐπεθύμησεν, ἵν’ἐν τῷ ὁμωνύμῳ αὐτοῦ χωρίῳ τὸν ἔγγονον τοῦ Λεντούλου ἐκείνου τοῦ προκρίτου ποτὲ τῆς βουλῆς γενομένου ἀποκτείνῃ.

46.21

46.21.1καίτοι τί ποτ’ἂν ἐποίησεν ἐνοπλίου ἐξουσίας λαβόμενος τοιαῦτα καὶ τοσαῦτα ἐκ μόνων τῶν λόγων εἰργασμένος; ταῦτα γάρ σου τὰ λαμπρὰ ἔργα ἐστί, ταῦτα τὰ μεγάλα στρατηγήματα · ἐφ’οἷς οὕτως οὐχ ὅπως ὑπὸ τῶν ἄλλων κατεγνώσθης, ἀλλὰ καὶ αὐτὸς σαυτοῦ κατεψηφίσω, ὥστε πρὶν καὶ κριθῆναι φυγεῖν.

46.21.2καίτοι τίς ἂν ἑτέρα μείζων ἀπόδειξις τῆς σῆς μιαιφονίας γένοιτο ὅτι καὶ ἐκινδύνευσας ἀπολέσθαι ὑπ’αὐτῶν ἐκείνων ὑπὲρ ὧν ἐσκήπτου ταῦτα πεποιηκέναι, καὶ ἐφοβήθης αὐτοὺς ἐκείνους οὓς ἔλεγες ἐκ τούτων εὐηργετηκέναι, καὶ οὐχ ὑπέμεινας οὔτ’ἀκοῦσαί τι αὐτῶν οὔτ’εἰπεῖν τι αὐτοῖς δεινός, περιττός, καὶ τοῖς ἄλλοις βοηθῶν, ἀλλὰ φυγῇ τὴν σωτηρίαν ὥσπερ ἐκ μάχης ἐπορίσω;

46.21.3καὶ οὕτω γε ἀναίσχυντος εἶ ὥστε καὶ συγγράψαι ταῦτα τοιαῦτα ὄντα ἐπεχείρησας · ὃν ἐχρῆν εὔχεσθαι μη δὲ τῶν ἄλλων τινὰ αὐτὰ συνθεῖναι, ἵνα ἀλλὰ τοῦτό γε κερδάνῃς, τὸ συναπολέσθαι σοι τὰ πεπραγμένα καὶ μηδεμίαν αὐτῶν μνήμην τοῖς ἔπειτα παραδοθῆναι. καὶ ὅπως γε καὶ γελάσητε, ἀκούσατε τὴν σοφίαν αὐτοῦ.

46.21.4προθέμενος γὰρ πάντα τὰ τῇ πόλει πεπραγμένα συγγράψαι (καὶ γὰρ σοφιστὴς καὶ ποιητὴς καὶ φιλόσοφος καὶ ῥήτωρ καὶ συγγραφεὺς εἶναι πλάττεται) ἔπειτ’οὐκ ἀπὸ τῆς κτίσεως αὐτῆς, ὥσπερ οἱ ἄλλοι οἱ τοῦτο ποιοῦντες, ἀλλὰ ἀπὸ τῆς ὑπατείας τῆς ἑαυτοῦ ἤρξατο, ἵνα ἀνάπαλιν προχωρῶν ἀρχὴν μὲν τοῦ λόγου ἐκείνην, τελευτὴν δὲ τὴν τοῦ Ῥωμύλου βασιλείαν ποιήσηται.

46.22

46.22.1λέγε τοίνυν, τοιαῦτα γράφων καὶ τοιαῦτα πράττων, οἷα δεῖ τὸν ἀγαθὸν ἄνδρα καὶ λόγῳ δημηγορεῖν καὶ ἔργῳ ποιεῖν · ἀμείνων γὰρ εἶ ἑτέροις τισὶν ὁτιοῦν παραινεῖν αὐτὸς τὰ προσήκοντα πράττειν, καὶ τοῖς ἄλλοις ἐπιτιμᾶν σεαυτὸν ἐπανορθοῦν.

46.22.2καίτοι πόσῳ σε κρεῖττον ἦν, ἀντὶ μὲν τῆς δειλίας ἣν Ἀντωνίῳ ὀνειδίζεις, αὐτὸν τὴν μαλακίαν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀποθέσθαι, ἀντὶ δὲ τῆς ἀπιστίας ἣν ἐκείνῳ προφέρεις, αὐτὸν μήτ’ἄπιστόν τι ποιεῖν μήτ’αὐτομολεῖν, ἀντὶ δὲ τῆς ἀχαριστίας ἧς ἐκείνου κατηγορεῖς, αὐτὸν μὴ ἀδικεῖν τοὺς εὐεργέτας;

46.22.3ἓν γάρ τοι καὶ τοῦτο τῶν κακῶν τῶν ἐμφύτων αὐτῷ ἐστιν, ὅτι μισεῖ μάλιστα πάντων τούς τι αὐτὸν εὖ πεποιηκότας, καὶ τῶν μὲν ἄλλων ἀεί τινας θεραπεύει, τούτοις δὲ ἐπιβουλεύει. ἵνα γοῦν τἆλλα ἐάσω, ἐλεηθεὶς ὑπὸ τοῦ Καίσαρος καὶ σωθεὶς ἔςτε τοὺς εὐπατρίδας ἐγγραφεὶς ἀπέκτεινεν, οὐκ αὐτοχειρίᾳ (πόθεν, δειλόςτε οὕτω καὶ γύννις ὤν); ἀλλ’ἀναπείσας καὶ παρασκευάσας τοὺς τοῦτο ποιήσαντας.

46.22.4καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, αὐτοὶ ἐκεῖνοι ἐδήλωσαν · ὅτε γοῦν γυμνοῖς τοῖς ξίφεσιν ἐς τὴν ἀγορὰν ἐσέδραμον, ὀνομαστὶ αὐτὸν ἀνεκάλεσαν συνεχῶς εἰπόντες, Κικέρων, ὥσπερ που πάντες ἠκούσατε.

46.22.5ἐκεῖνόντε οὖν εὐεργέτην ὄντα ἐφόνευσε, καὶ παρ’αὐτοῦ τοῦ Ἀντωνίου καὶ τῆς ἱερωσύνης καὶ τῆς σωτηρίας, ὅτ’ἀπολέσθαι ἐν τῷ Βρεντεσίῳ ὑπὸ τῶν στρατιωτῶν ἐκινδύνευσε, τυχὼν τοιαύτας αὐτῷ χάριτας ἀνταποδίδωσι, κακηγορῶντε αὐτὸν ἐπὶ τούτοις μήτ’αὐτὸς μήτ’ἄλλος τις πώποτε ἐμέμψατο, καὶ κατατρέχων ἐφ’οἷς ἄλλους ἐπαινεῖ.

46.22.6τὸν γοῦν Καίσαρα τοῦτον, μήθ’ἡλικίαν ἄρχειν τι τῶν πολιτικῶν πράττειν ἔχοντα μήθ’ὑφ’ἡμῶν προκεχειρισμένον, ὁρῶν καὶ δύναμιν πεπορισμένον καὶ πόλεμον μήτε ἐψηφισμένων ἡμῶν μήτε προστεταχότων αὐτῷ ἀνῃρημένον, οὐ μόνον οὐκ αἰτιᾶταί τι ἀλλὰ καὶ ἐγκωμιάζει.

46.22.7οὕτως οὔτε τὰ δίκαια πρὸς τοὺς νόμους οὔτε τὰ συμφέροντα πρὸς τὸ τῷ κοινῷ χρήσιμον ἐξετάζει, ἀλλὰ πάντα ἁπλῶς πρὸς τὴν ἑαυτοῦ βούλησιν διάγει, καὶ ἐφ’οἷς ἄλλους ἀποσεμνύνει, ταῦθ’ἑτέροις ἐγκαλεῖ, καὶ καταψευδόμενος ὑμῶν καὶ προσδιαβάλλων

46.23

46.23.1ὑμᾶς. σύμπαντα γὰρ τὰ μετὰ τὴν τοῦ Καίσαρος τελευτὴν ὑπ’Ἀντωνίου πεπραγμένα εὑρήσετε ὑφ’ὑμῶν κεκελευσμένα. καὶ τὸ μὲν περίτε τῆς τῶν χρημάτων διοικήσεως καὶ περὶ τῆς τῶν γραμμάτων ἐξετάσεως λέγειν περιττὸν εἶναι νομίζω.

46.23.2διὰ τί; ὅτι τὸ μὲν τῷ κληρονομοῦντι αὐτοῦ τῆς οὐσίας προσῆκον ἂν εἴη πολυπραγμονεῖν, τὸ δέ, εἴπερ τινὰ ἀλήθειαν κακουργίας εἶχε, τότε ἐχρῆν παραχρῆμα κεκωλῦσθαι. οὔτε γὰρ ὑπὸ μάλης τι αὐτῶν, Κικέρων, ἐπράχθη, ἀλλ’ἐς στήλας, ὡς καὶ αὐτὸς φῄς, πάντα ἀνεγράφη ·

46.23.3εἰ δὲ ἐκεῖνος φανερῶς οὕτω καὶ ἀναισχύντως τάτε ἄλλα ἐκακούργησεν ὡς λέγεις, καὶ τὴν Κρήτην ὅλην ἥρπασεν ὡς καὶ ἐκ τῶν τοῦ Καίσαρος γραμμάτων ἐλευθέραν μετὰ τὴν τοῦ Βρούτου ἀρχὴν ἀφειμένην, ἣν ὕστερον ἐκεῖνος παρ’ἡμῶν ἐπετράπη, πῶς μὲν ἂν σὺ ἐσιώπησας, πῶς δ’ἂν τῶν ἄλλων τις ἠνέσχετο;

46.23.4ἀλλὰ ταῦτα μέν, ὥσπερ εἶπον, παραλείψω · οὔτε γὰρ ὀνομαστὶ τὰ πολλὰ αὐτῶν εἴρηται, οὔτ’Ἀντώνιος δυνάμενος ὑμᾶς ἀκριβῶς καθ’ἕκαστον ὧν πεποίηκε διδάξαι πάρεστι · περὶ δὲ δὴ τῆς Μακεδονίας τῆςτε Γαλατίας καὶ τῶν ἄλλων ἐθνῶν τῶντε στρατοπέδων ὑμέτερα ἔστιν, πατέρες, ψηφίσματα, καθ’ τοῖςτε ἄλλοις ὡς ἕκαστα προσετάξατε καὶ ἐκείνῳ τὴν Γαλατίαν μετὰ τῶν στρατιωτῶν ἐνεχειρίσατε. καὶ τοῦτο καὶ Κικέρων οἶδεν · παρῆν γάρ, καὶ πάντα γε αὐτὰ ὁμοίως ὑμῖν ἐψηφίζετο.

46.23.5καίτοι πόσῳ κρεῖττον ἦν τότε αὐτὸν ἀντειπεῖν, εἴπερ τι αὐτῶν μὴ δεόντως ἐγίγνετο, καὶ διδάξαι ὑμᾶς ταῦτα νῦν προΐσχεται, παραχρῆμα μὲν σιωπῆσαι καὶ περιϊδεῖν ὑμᾶς ἁμαρτάνοντας, νῦν δὲ λόγῳ μὲν Ἀντωνίῳ ἐγκαλεῖν ἔργῳ δὲ τῆς βουλῆς κατηγορεῖν;

46.24

46.24.1οὐ δὲ γὰρ οὐ δὲ τοῦτο δύναιτ’ἄν τις σωφρονῶν εἰπεῖν, ὅτι ἐκεῖνος ταῦθ’ὑμᾶς ψηφίσασθαι ἐβιάσατο. οὔτε γὰρ αὐτὸς ἰσχύν τινα στρατιωτῶν εἶχεν ὥστε παρὰ γνώμην ὑμᾶς ποιῆσαί τι καταναγκάσαι, καὶ τὸ πρᾶγμα ὑπὲρ τῆς πόλεως πέπρακται.

46.24.2ἐπειδὴ γὰρ προυπέπεμπτο μὲν τὰ στρατεύματα καὶ συνειστήκει, δέος δὲ ἦν μὴ πυθόμενα τῆς τοῦ Καίσαρος σφαγῆς στασιάσῃ καί τινα φλαῦρον προστησάμενα αὖθις πολεμήσῃ, ἔδοξεν ὑμῖν, ὀρθῶς καὶ καλῶς ποιοῦσι, τὸν Ἀντώνιον ἐπ’αὐτὰ ἐπιστῆσαι, τὸν ὕπατον, τὸν τὴν ὁμόνοιαν πρυτανεύσαντα, τὸν τὴν δικτατορίαν παντελῶς ἐκ τῆς πολιτείας ἐκκόψαντα.

46.24.3καὶ διὰ τοῦτό γε καὶ τὴν Γαλατίαν αὐτῷ ἀντὶ τῆς Μακεδονίας ἀντεδώκατε, ἵν’ἐνταῦθα ἐν τῇ Ἰταλίᾳ ὢν μήτε τι κακουργήσῃ καὶ τὸ προσταχθὲν εὐθὺς ὑφ’ὑμῶν ποιήσῃ.

46.25

46.25.1ταῦτα μὲν οὖν πρὸς ὑμᾶς εἶπον, ἵν’εἰδῆτε ὀρθῶς βεβουλευμένοι · πρὸς δὲ δὴ Κικέρωνα καὶ ἐκεῖνός μοι λόγος ἐξήρκει, ὅτι καὶ παρῆν πᾶσι τούτοις ὅτε ἐγίγνετο, καὶ μεθ’ἡμῶν αὐτὰ ἐψηφίσατο, μήτε στρατιώτην τινὰ Ἀντωνίου ἔχοντος, μήθ’ὅλως ἐνδείξασθαί τι φοβερὸν ἡμῖν δυναμένου, δι’ καὶ τῶν συμφερόντων ἄν τι παρείδομεν.

46.25.2ἀλλ’εἰ καὶ τότε ἐσιώπησας, νῦν γε εἰπέ, τί ἐχρῆν ἡμᾶς ποιῆσαι τούτων οὕτως ἐχόντων; ἀφεῖναι τὰ στρατεύματα ἄναρχα; καὶ πῶς οὐκ ἂν μυρίων κακῶν καὶ τὴν Μακεδονίαν καὶ τὴν Ἰταλίαν ἐνέπλησεν;

46.25.3ἀλλ’ἑτέρῳ τινὶ προστάξαι; καὶ τίνα ἂν ἀναγκαιότερον καὶ ἐπιτηδειότερον τοῦ Ἀντωνίου εὕρομεν, τοῦ ὑπάτου, τοῦ πάντα τὰ τῆς πόλεως διοικοῦντος, τοῦ τοσαύτην φυλακὴν τῆς ὁμονοίας ἡμῶν πεποιημένου, τοῦ μυρία ἐπιδείγματα τῆς πρὸς τὸ κοινὸν εὐνοίας παρεσχημένου;

46.25.4τινὰ τῶν σφαγέων; οἷς οὐ δ’ἄλλως ἐν τῇ πόλει διατρίβειν ἀσφαλὲς ἐγίγνετο. τινὰ τῶν τἀναντία αὐτοῖς φρονούντων; οὓς πάντες ὑπώπτευον. τίς ἀξιώσει προέχων, τίς ἐμπειρίᾳ προφέρων παρὰ τοῦτον ἄλλος ἦν;

46.25.5ἀλλ’ἀγανακτεῖς ὅτι μὴ σὲ προειλόμεθα. καὶ τίνα μὲν ἀρχὴν εἶχες, τί δ’οὐκ ἂν ἔδρασας ὅπλα καὶ στρατιώτας λαβὼν τοσαῦτα καὶ τηλικαῦτα ἐν τῇ ὑπατείᾳ ταράξας ἐκ τῶν ἐπιτετηδευμένων

46.26

46.26.1σοι τούτων ἀντιθέτων, ὧν μόνων ἦς κύριος; ἀλλ’ἐκεῖσε ἐπάνειμι, ὅτι καὶ παρῆς τούτοις ὅτε ἐψηφίζετο, καὶ οὐδὲν ἀντεῖπες, ἀλλὰ καὶ συγκατέθου πᾶσιν αὐτοῖς ὡς καὶ ἀρίστοις καὶ ἀναγκαίοις δῆλον ὅτι οὖσιν. οὐ γάρ που καὶ παρρησίας ἐνδεὴς ἦσθα · πολλὰ γοῦν καὶ μάτην ὑλάκτεις.

46.26.2οὐ μὴν οὐ δὲ ἐφοβήθης τινά · πῶς γὰρ ἂν ἔδεισας τὸν γυμνὸν μὴ φοβούμενος τὸν ὡπλισμένον; πῶς τὸν μόνον μὴ τὸν τοσούτους στρατιώτας ἔχοντα; καίτοι σύγε καὶ ἐπὶ τούτῳ σεμνύνῃ, ὅτι πάνυ τοῦ θανάτου, ὥς γε καὶ φῄς, καταφρονεῖς.

46.26.3οὕτω δὴ τούτων ἐχόντων πότερος ὑμῖν ἀδικεῖν δοκεῖ, Ἀντώνιος τὰς δυνάμεις τὰς δοθείσας αὐτῷ παρ’ἡμῶν διοικῶν, Καῖσαρ τοσαύτην ἰσχὺν ἰδίαν περιβεβλημένος; Ἀντώνιος πρὸς τὴν ἐπιτραπεῖσαν αὐτῷ παρ’ἡμῶν ἀρχὴν ἀπεληλυθώς, Βροῦτος κωλύων αὐτὸν τῆς χώρας ἐπιβῆναι;

46.26.4Ἀντώνιος τοὺς συμμάχους ἡμῶν ἀναγκάσαι ἐθέλων τοῖς ψηφίσμασιν ἡμῶν πεισθῆναι, ἐκεῖνοι οἱ τὸν μὲν πεμφθέντα ὑφ’ἡμῶν ἄρχοντα μὴ προσδεδεγμένοι, τῷ δὲ ἀπεψηφισμένῳ προστεθειμένοι;

46.26.5Ἀντώνιος τοὺς στρατιώτας τοὺς ἡμετέρους συνέχων, οἱ στρατιῶται οἱ τὸν ἄρχοντα αὑτῶν ἐγκαταλελοιπότες; Ἀντώνιος μηδένα τούτων τῶν στρατιωτῶν τῶν ὑφ’ἡμῶν αὐτῷ δοθέντων ἐς τὴν πόλιν ἐσαγαγών, Καῖσαρ τοὺς πάλαι ἐστρατευμένους ἀναπείσας χρήμασι δεῦρο ἐλθεῖν;

46.26.6ἐγὼ μὲν γὰρ οὐ δὲ λόγου τινὸς ἔτι δεῖν ἡγοῦμαι πρὸς τὸ μὴ οὐκ ἐκεῖνον μὲν πάντα τὰ προσταχθέντα αὐτῷ ὑφ’ἡμῶν ὀρθῶς δοκεῖν διοικεῖν, τούτους δὲ καὶ δίκην ὧν αὐτοὶ καθ’αὑτοὺς ἐτόλμησαν ὑποσχεῖν ὀφείλειν.

46.26.7διὰ γὰρ τοῦτο καὶ τὴν παρὰ τῶν στρατιωτῶν φυλακὴν ἐλάβετε, ἵν’ἀσφαλῶς ὑπὲρ τῶν παρόντων, οὐκ Ἀντωνίου ἕνεκα τοῦ μήτε ἰδίᾳ τι πεποιηκότος μήτ’ἔν τινι ὑμᾶς πεφοβηκότος, ἀλλ’ἐκείνου τοῦ καὶ δύναμιν ἐπ’αὐτὸν συνειλοχότος καὶ πολλοὺς στρατιώτας καὶ ἐν αὐτῇ πόλει πολλάκις ἐσχηκότος, βουλεύσησθε.

46.27

46.27.1ταῦτα μὲν οὖν διὰ Κικέρωνα εἶπον, ἐπειδήπερ ἀδίκων ἐς ἡμᾶς λόγων ὑπῆρξεν · οὔτε γὰρ ἄλλως φιλαπεχθήμων εἰμὶ ὥσπερ οὗτος, οὔτ’ἐμοὶ μέλει τὰ ἀλλότρια κακὰ πολυπραγμονεῖν, ὅπερ οὗτος ἀεὶ ποιῶν σεμνύνεται. δ’ὑμῖν παραινῶ μήτ’Ἀντωνίῳ τι χαριζόμενος μήτε Καίσαρα Βροῦτον διαβάλλων, ἀλλ’ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὥσπερ που προσήκει, βουλεύων, νῦν ἤδη φράσω.

46.27.2φημὶ γὰρ δεῖν μήτε ἐχθρόν πω μηδένα τούτων τῶν τὰ ὅπλα ἐχόντων ποιήσασθαι, μήτ’ἀκριβῶς ἐξετάζειν τί καὶ πῶς ὑπ’αὐτῶν πέπρακται. οὔτε γὰρ παρὼν καιρὸς ἐπιτήδειός ἐστι πρὸς τοῦτο, καὶ πολιτῶν αὐτῶν ἡμετέρων πάντων ὁμοίως ὄντων, ἄντέ τις πταίσῃ σφῶν, ἡμῖν ἀπολεῖται, ἄντε καὶ κατορθώσῃ, ἐφ’ἡμᾶς αὐξηθήσεται.

46.27.3δι’οὖν ταῦτα καὶ πολιτικῶς καὶ φιλικῶς αὐτοὺς ἡγοῦμαι χρῆναι μεταχειρίσασθαι, καὶ πέμψαι μὲν πρὸς πάντας ὁμοίως κελεύοντας αὐτοῖς ἔκτε τῶν ὅπλων ἀπαλλαγῆναι καὶ ἐφ’ἡμῖν καὶ ἑαυτοὺς καὶ τὰ στρατόπεδα ποιήσασθαι, πόλεμον δὲ μηδέπω πρὸς μηδένα αὐτῶν ἐξενεγκεῖν, ἀλλ’ἐκ τῶν ἀπαγγελθησομένων τοὺς μὲν ἐθελήσαντας ἡμῖν πειθαρχῆσαι ἐπαινέσαι, τοῖς δ’ἀπειθήσασι πολεμῆσαι.

46.27.4τοῦτο γὰρ καὶ δίκαιον καὶ συμφέρον ἡμῖν ἐστι, μήτε ἐπειχθῆναι μήτε προπετῶς τι πρᾶξαι, ἀλλ’ἐπισχεῖν, καὶ καιρόν τινα καὶ αὐτοῖς ἐκείνοις καὶ τοῖς στρατιώταις ἐς τὸ μετανοῆσαι δόντας ἔπειθ’οὕτως, ἂν τοῦ πολέμου δεήσῃ, τοῖς ὑπάτοις αὐτὸν προστάξαι.

46.28

46.28.1καὶ σοὶ δέ, Κικέρων, παραινῶ μήτε γυναικείως θρασύνεσθαι μήτε τὸν Βαμβαλίωνα μιμεῖσθαι, μη δὲ πολεμοποιεῖν, μήτε διὰ τὴν ἰδίαν πρὸς τὸν Ἀντώνιον ἔχθραν δημοσίᾳ πᾶσαν τὴν πόλιν ἐς κίνδυνον αὖθις καθιστάναι.

46.28.2καλῶς μὲν γὰρ ποιήσεις, ἂν καὶ ἐκείνῳ συναλλαγῇς μεθ’οὗ πολλὰ δὴ πολλάκις φιλικὰ ἔπραξας · εἰ δ’οὖν ἀκαταλλάκτως αὐτῷ ἔχεις, ἀλλ’ἡμῶν γε φεῖσαι, μη δὲ ἐσηγητὴς ἡμῖν τῆς πρὸς ἀλλήλους φιλίας γεγονὼς νῦν αὐτὴν καταλύσῃς, ἀλλὰ ἀναμνησθεὶς τῆςτε ἡμέρας ἐκείνης καὶ τῶν λόγων ὧν ἐν τῷ τῆς Γῆς τεμένει ἐποιήσω, χάρισαί τι καὶ τῇ Ὁμονοίᾳ ταύτῃ παρ’ νῦν βουλευόμεθα, ἵνα μὴ καὶ ἐκεῖνα διαβάλῃς ὡς οὐκ ἀπ’ὀρθῆς διανοίας ἀλλ’ἀπό τινος ἄλλου τότε λεχθέντα ·

46.28.4τοῦτο γὰρ καὶ τῇ πόλει συμφέρει καὶ σοὶ πλείστην δόξαν οἴσει. μὴ γάρ τοι νομίσῃς ὅτι τὸ θρασύνεσθαι εὐκλεές ἐστιν ἀσφαλές, μη δ’ἂν εἴπῃς ὅτι τοῦ θανάτου καταφρονεῖς, καὶ ἐπαινεῖσθαι ἐπὶ τούτῳ πιστεύσῃς.

46.28.5τοὺς μὲν γὰρ τοιούτους ὡς καὶ κακὸν ἄν τι ὑπ’ἀπονοίας τολμήσαντας καὶ ὑποπτεύουσι πάντες καὶ μισοῦσιν · οὓς δ’ἂν ἴδωσι περὶ πλείστου τὴν ἑαυτῶν σωτηρίαν ποιουμένους, καὶ ἐπαινοῦσι καὶ ἐγκωμιάζουσιν ὡς μηδὲν ἂν ἑκόντας ἄξιον θανάτου ποιήσαντας.

46.28.6καὶ σὺ οὖν, εἴπερ ὄντως σώζεσθαι τὴν πατρίδα ἐθέλεις, τοιαῦτα καὶ λέγε καὶ πρᾶττε ἐξ ὧν καὶ αὐτὸς σωθήσῃ, μὴ μὰ Δί’ἐξ ὧν καὶ ἡμᾶς συναπολεῖς.

46.29

46.29.1τοιαῦτα τοῦ Καλήνου εἰπόντος Κικέρων οὐκ ἤνεγκεν · αὐτὸς μὲν γὰρ καὶ ἀκράτῳ καὶ κατακορεῖ τῇ παρρησίᾳ ἀεὶ πρὸς πάντας ὁμοίως ἐχρῆτο, παρὰ δὲ δὴ τῶν ἄλλων οὐκ ἠξίου τὴν ὁμοίαν ἀντιλαμβάνειν. καὶ τότε οὖν ἀφεὶς τὸ τὰ δημόσια διασκοπεῖν ἐς λοιδορίας αὐτῷ κατέστη, ὥστε τὴν ἡμέραν ἐκείνην καὶ διὰ τοῦτο οὐχ ἥκιστα μάτην κατατριβῆναι.

46.29.2τῇ δ’οὖν ὑστεραίᾳ καὶ τῇ τρίτῃ πολλῶν καὶ ἄλλων ἐφ’ἑκάτερα λεχθέντων ἐκράτησαν οἱ τὰ τοῦ Καίσαρος πράττοντες, καὶ τοῦτο μὲν αὐτῷ ἐκείνῳ καὶ εἰκόνα καὶ τὸ βουλεύειν ἐν τοῖς τεταμιευκόσι, τότε τὰς ἄλλας ἀρχὰς δέκα ἔτεσι θᾶσσον παρὰ τὸ νενομισμένον αἰτῆσαι, καὶ τὸ τὰ χρήματα τοῖς στρατιώταις ἀναλώκει, παρὰ τῆς πόλεως, ὅτι δὴ καὶ καθ’ἑαυτὸν ὑπὲρ αὐτῆς δὴ παρεσκεύασέ σφας, λαβεῖν, τοῦτο δὲ καὶ τοῖς στρατιώταις, καὶ ἐκείνοις καὶ τοῖς τὸν Ἀντώνιον ἐγκαταλιποῦσι, τὸ μήτ’ἄλλον τινὰ πόλεμον πολεμῆσαι καὶ χώραν εὐθὺς δοθῆναι ἐψηφίσαντο.

46.29.4πρόςτε τὸν Ἀντώνιον πρεσβείαν ἔπεμψαν κελεύσουσάν οἱ τάτε στρατόπεδα καὶ τὴν Γαλατίαν ἀφεῖναι καὶ ἐς τὴν Μακεδονίαν ἀπελθεῖν. καὶ τοῖς συστρατευομένοις αὐτῷ προεῖπον οἴκαδε ἐντὸς ῥητῆς ἡμέρας ἀναχωρῆσαι, εἰδέναι ὅτι ἐν πολεμίου μοίρᾳ γενήσονται. καὶ προσέτι καὶ τοὺς βουλευτὰς τοὺς ἀρχὰς τῶν ἐθνῶν παρ’αὐτοῦ λαβόντας καταλύσαντες ἑτέρους ἀντ’αὐτῶν ἀντιπεμφθῆναι ἔγνωσαν.

46.29.5τότε μὲν ταῦτ’ἐκυρώθη · ὕστερον δὲ οὐ πολλῷ, πρὶν καὶ τὴν γνώμην αὐτοῦ μαθεῖν, ταραχήντε εἶναι ἐψηφίσαντο καὶ τὴν ἐσθῆτα τὴν βουλευτικὴν ἀπεδύσαντο, τόντε πόλεμον τὸν πρὸς αὐτὸν καὶ τοῖς ὑπάτοις καὶ τῷ Καίσαρι, στρατηγοῦ τινα ἀρχὴν δόντες, προσέταξαν, καί σφισι καὶ τὸν Λέπιδον Λούκιόντε Μουνάτιον Πλάγκον ἐν μέρει τῆς ὑπὲρ τὰς Ἄλπεις Γαλατίας ἄρχοντα βοηθῆσαι ἐκέλευσαν.

46.30

46.30.1οὕτω μὲν τῷ Ἀντωνίῳ καὶ ἄλλως πολεμησείοντι αὐτοὶ τὴν πρόφασιν τῆς ἔχθρας παρέσχον. ἄσμενος γὰρ τῶν ἐψηφισμένων λαβόμενος αὐτίκατε τοῖς πρέσβεσιν ἐξωνείδισεν ὡς οὔτ’ὀρθῶς οὔτ’ἴσως οἱ πρὸς τὸ μειράκιον, τὸν Καίσαρα λέγων, ἐχρήσαντο, καὶ ἀντιπέμψας ἑτέρους, ὅπως ἐς ἐκείνους τὴν αἰτίαν τοῦ πολέμου περιστήσῃ, ἀντιπροετείνατό τινα, αὐτῷ μὲν εὐπρέπειαν ἔφερεν, ἀδύνατα δ’ἦν καὶ ὑπὸ τοῦ Καίσαρος καὶ ὑπὸ τῶν ἄλλων τῶν συναιρομένων οἱ πραχθῆναι.

46.30.3ἔμελλε μὲν γὰρ οὐδὲν τῶν προσταχθέντων ποιήσειν, εὖ δὲ ἐπιστάμενος ὅτι οὐ δὲ ἐκεῖνοί τι τῶν προβληθέντων ὑπ’αὐτοῦ πράξουσιν, ὑπισχνεῖτο δῆθεν πάντα τὰ δεδογμένα σφίσι ποιήσειν, ὅπως αὐτόςτε ἀναφυγὴν ὡς κἂν πράξας αὐτὰ ἔχῃ, καὶ τὰ τῶν ἐναντίων, ἀρνησαμένων ἐπήγγελλεν, αἴτια τοῦ πολέμου φθάσῃ γενόμενα.

46.30.4τήντε γὰρ Γαλατίαν ἐκλείψειν καὶ τὰ στρατόπεδα ἀφήσειν ἔλεγεν, ἂν τούτοιςτε τὰ αὐτὰ ἅπερ τοῖς τοῦ Καίσαρος ἐψηφίσαντο δῶσιν, καὶ τὸν Κάσσιον τόντε Βροῦτον τὸν Μᾶρκον ὑπάτους ἕλωνται. καὶ γὰρ τοῦτ’ᾔτησε προσποιούμενος τοὺς ἄνδρας, ἵνα μηδεμίαν αὐτῷ ὀργὴν τῶν πρὸς τὸν Δέκιμον τὸν συνωμότην σφῶν πραττομένων ἔχοιεν.

46.31

46.31.1Ἀντώνιος μὲν ταῦτα προΐσχετο, σαφῶς εἰδὼς μηδέτερον αὐτῶν ἐσόμενον · γὰρ Καῖσαρ οὐκ ἄν ποτε ὑπέμεινεν οὔτε τοὺς σφαγέας τοὺς τοῦ πατρὸς ὑπατεῦσαι, οὔτε τοὺς στρατιώτας τοὺς τοῦ Ἀντωνίου τὰ αὐτὰ τοῖς ἑαυτοῦ λαβόντας προσφιλεστέρους αὐτῷ μᾶλλον γενέσθαι.

46.31.2οὔκουν οὐ δὲ ἐκυρώθη τι αὐτῶν, ἀλλὰ τῷτε Ἀντωνίῳ τὸν πόλεμον πάλιν ἐπήγγειλαν, καὶ τοῖς συνοῦσίν οἱ προηγόρευσαν αὖθις ἐγκαταλιπεῖν αὐτόν, ἑτέραν τινὰ ἡμέραν τάξαντες. τάςτε χλαμύδας τὰς στρατιωτικὰς πάντες, καὶ οἱ μὴ ἐκστρατεύσοντες, ἠμπέσχοντο, καὶ τοῖς ὑπάτοις τὴν φυλακὴν τῆς πόλεως ἐπέτρεψαν, ἐκεῖνο δὴ τὸ εἰθισμένον τῷ δόγματι προσγράψαντες, τὸ μηδὲν ἀπ’αὐτῆς ἀποτριβῆναι.

46.31.3ἐπειδήτε πολλῶν χρημάτων ἐς τὸν πόλεμον ἐδέοντο, πάντες μὲν τὸ πέμπτον καὶ εἰκοστὸν τῆς ὑπαρχούσης σφίσιν οὐσίας ἐπέδωκαν, οἱ δὲ δὴ βουλευταὶ καὶ τέσσαρας ὀβολοὺς καθ’ἑκάστην κεραμίδα τῶν ἐν τῇ πόλει οἰκιῶν, ὅσας αὐτοὶ ἐκέκτηντο ἄλλων οὔσας ᾤκουν.

46.31.4καὶ χωρὶς ἕτερα οὐκ ὀλίγα οἱ πάνυ πλούσιοι συνετέλεσαν, τάτε ὅπλα καὶ τὰ ἄλλα τὰ πρὸς τὴν στρατείαν ἀναγκαῖα συχναὶ μὲν πόλεις συχνοὶ δὲ καὶ ἰδιῶται προῖκα ἐξεποίησαν · τοσαύτη γὰρ ἀχρηματία τὸ δημόσιον τότε ἔσχεν ὥστε μη δὲ τὰς πανηγύρεις τὰς ἐν τῷ καιρῷ ἐκείνῳ γενέσθαι ὀφειλούσας ἐπιτελεσθῆναι, ἔξω βραχέων

46.32

46.32.1τινῶν ὁσίας ἕνεκα. ταῦτα δὲ ὅσοι μὲν τῷτε Καίσαρι ἐχαρίζοντο καὶ τὸν Ἀντώνιον ἐμίσουν προθύμως ἔπραττον · οἱ δὲ δὴ πλείους, ἅτε καὶ ταῖς στρατείαις ἅμα καὶ ταῖς ἐσφοραῖς βαρούμενοι, ἐδυσχέραινον, καὶ μάλισθ’ὅτι ἄδηλον μὲν ἦν ὁπότερος αὐτῶν κρατήσει, πρόδηλον δὲ ὅτι τῷ νικήσαντι δουλεύσουσι.

46.32.2συχνοὶ δ’οὖν καὶ τὰ τοῦ Ἀντωνίου βουλόμενοι, οἱ μὲν ἄντικρυς πρὸς αὐτόν, ἄλλοιτε καὶ δήμαρχοι στρατηγοίτέ τινες, ἀπῆλθον, οἱ δὲ καὶ κατὰ χώραν μείναντες, ὧν καὶ Καλῆνος ἦν, ἔπραττον ὑπὲρ αὐτοῦ πάνθ’ὅσα ἐδύναντο, τὰ μὲν ἐπικρυπτόμενοι, τὰ δὲ καὶ ἐκ τοῦ φανεροῦ διαδικαιοῦντες.

46.32.3οὔκουν οὐ δὲ τὴν ἐσθῆτα εὐθὺς ἠλλάξαντο, ἀλλὰ καὶ ἔπεισαν αὖθις τὴν γερουσίαν πρέσβεις πρὸς τὸν Ἀντώνιον ἄλλουςτε καὶ τὸν Κικέρωνα πέμψαι, πρόφασιν μὲν ὡς καὶ πείσοντα αὐτὸν ὁμολογῆσαι, ἔργῳ δὲ ἵν’ὑπεξαιρεθῇ σφισι.

46.32.4συννοήσας οὖν τοῦτ’ἐκεῖνος ἐφοβήθη καὶ οὐκ ἐτόλμησεν ἑαυτὸν ἐς τὰ τοῦ Ἀντωνίου ὅπλα ἐκδοῦναι. κἀκ τούτου οὐ δ’ἄλλος τις τῶν πρεσβευτῶν ἀπῆρεν.

46.33

46.33.1ἐν ὅσῳ δὲ ταῦτ’ἐπράττετο, τέρατα αὖθις οὐ σμικρὰ καὶ τῇ πόλει καὶ αὐτῷ τῷ ὑπάτῳ τῷ Οὐιβίῳ ἐγένετο. ἐν γὰρ τῇ ἐσχάτῃ ἐκκλησίᾳ, μεθ’ἣν ἐς τὸν πόλεμον ἐξώρμησεν, ἄνθρωπός τις τὴν νόσον που τὴν ἱερὰν καλουμένην ἔχων δημηγοροῦντός τι αὐτοῦ κατέπεσεν ·

46.33.2καὶ ἀνδριὰς αὐτοῦ χαλκοῦς ἐν τῷ τῆς οἰκίας προθύρῳ ἑστὼς ἀνετράπη αὐτόματος τῇ ἡμέρᾳ τῇτε ὥρᾳ ἐξεστράτευσεν. τάτε ἱερὰ τὰ προπολέμια οἱ μάντεις οὐκ ἠδυνήθησαν ὑπὸ τοῦ πλήθους τοῦ αἵματος διαγνῶναι · καί τις ἐν τούτῳ φοίνικα αὐτῷ προσφέρων ἔντε τῷ αἵματι τῷ προκεχυμένῳ ὤλισθε καὶ πεσὼν τὸν φοίνικα ἐμίανεν. ἐκείνῳ μὲν δὴ ταῦτ’ἐγένετο.

46.33.3ἀλλ’εἰ μὲν ἰδιωτεύοντί οἱ συνενήνεκτο, ἐς μόνον ἂν αὐτὸν ἔτεινεν, ἐπεὶ δ’ὑπάτευε, καὶ ἐς πάντας ὁμοίως ἤνεγκεν, ὥσπερ τότε τῆς Μητρὸς τῶν θεῶν ἄγαλμα τὸ ἐν τῷ παλατίῳ ὄν (πρὸς γάρ τοι τὰς τοῦ ἡλίου ἀνατολὰς πρότερον βλέπον πρὸς δυσμὰς ἀπὸ ταὐτομάτου μετεστράφη) καὶ τὸ τῆς Ἀθηνᾶς τὸ πρὸς τῇ Μουτίνῃ, παρ’ καὶ τὰ μάλιστα ἐμαχέσαντο, τιμώμενον (αἷμάτε γὰρ πολὺ καὶ μετὰ τοῦτο καὶ γάλα ἀνῆκε), καὶ προσέτι καὶ τὸ τοὺς ὑπάτους τὴν ἔξοδον πρὸ τῶν Λατίνων ἀνοχῶν ποιήσασθαι ·

46.33.4οὐ γὰρ ἔστιν ὁπότε τούτου γενομένου καλῶς ἀπήλλαξαν.

46.33.5ἀμέλει καὶ τότε οἱ ὕπατοι ἀμφότεροι καὶ ἐκ τοῦ ὁμίλου πάμπολυ πλῆθος, τὸ μὲν ἐν τῷ παρόντι τὸ δὲ καὶ μετὰ ταῦτα, τῶντε ἱππέων καὶ τῶν βουλευτῶν πολλοί, καὶ οἱ μάλιστα ἀνὰ πρώτους ὄντες, ἀπώλοντο.

46.33.6τοῦτο μὲν γὰρ αἱ μάχαι, τοῦτο δὲ καὶ οἱ οἴκοι σφαγαὶ τὸν Σύλλειον τρόπον αὖθις γενόμεναι πᾶν τι περ ἦν ἄνθος αὐτῶν, ἔξω τῶν δρώντων σφᾶς, ἔφθειραν.

46.34

46.34.1αἴτιοι δὲ τῶν κακῶν τούτων αὐτοὶ ἑαυτοῖς οἱ βουλευταὶ ἐγένοντο. δέον γὰρ αὐτοὺς ἕνα τινὰ τὸν τὰ ἀμείνω φρονοῦντα προστήσασθαι καὶ ἐκείνῳ διὰ παντὸς συνάρασθαι, τοῦτο μὲν οὐκ ἐποίησαν, ὑπολαβόντες δὲ δή τινας καὶ ἐπὶ τοὺς ἑτέρους ἐπαυξήσαντες ἔπειτα καὶ ἐκείνους ἀντικαθελεῖν ἐπεχείρησαν, κἀκ τούτου φίλον μὲν οὐδένα, ἐχθροὺς δὲ πάντας ἔσχον.

46.34.2οὐ γὰρ τὸν αὐτὸν τρόπον πρόςτε τοὺς λυπήσαντάς τινες καὶ πρὸς τοὺς εὐεργετήσαντας διατίθενται, ἀλλὰ τῆς μὲν ὀργῆς καὶ ἄκοντες μνημονεύουσι, τῆς δὲ δὴ χάριτος καὶ ἑκόντες ἐπιλανθάνονται, τὸ μέν τι ἀπαξιοῦντες εὖ πεπονθέναι δοκεῖν ὑπό τινων, ὡς καὶ ἀσθενέστεροί σφων δόξοντες εἶναι, τὸ δὲ ἀγανακτοῦντες εἴπερ ἀνατὶ κεκακῶσθαι νομισθήσονται πρός τινος, ὡς καὶ ἀνανδρίαν ὀφλήσοντες.

46.34.3καὶ ἐκεῖνοι οὖν ἕνα μὲν μηδένα προσδεξάμενοι, ἄλλῳ δὲ καὶ ἄλλῳ ἐν μέρει προσθέμενοι, καὶ τὰ μὲν ὑπὲρ αὐτῶν τὰ δὲ καὶ κατ’αὐτῶν καὶ ψηφισάμενοι καὶ πράξαντες, πολλὰ μὲν δι’αὐτοὺς πολλὰ δὲ καὶ ὑπ’αὐτῶν ἔπαθον.

46.34.4 μὲν γὰρ ὑπόθεσις τοῦ πολέμου μία πᾶσί σφισιν ἦν, τόντε δῆμον καταλυθῆναι καὶ δυναστείαν τινὰ γενέσθαι · μαχόμενοι δὲ οἱ μὲν ὅτῳ δουλεύσουσιν, οἱ δὲ ὅστις αὐτῶν δεσπόσει, τὰ μὲν πράγματα ἀμφότεροι ὁμοίως ἔφθειρον, πρὸς δὲ δὴ τὴν τύχην διάφορον ἑκάτεροι δόξαν ἐκτήσαντο.

46.34.5οἱ μὲν γὰρ εὖ πράξαντες καὶ εὔβουλοι καὶ φιλοπόλιδες ἐνομίσθησαν, οἱ δὲ δὴ πταίσαντες καὶ πολέμιοι τῆς πατρίδος καὶ ἀλιτήριοι ὠνομάσθησαν. ἐς τοῦτο μὲν δὴ τότε τὰ τῶν Ῥωμαίων πράγματα προήχθη, λέξω δὲ καὶ καθ’ἕκαστον

46.35

46.35.1τῶν γενομένων · καὶ γὰρ καὶ παίδευσις ἐν τούτῳ τὰ μάλιστα εἶναί μοι δοκεῖ, ὅταν τις τὰ ἔργα τοῖς λογισμοῖς ὑπολέγων τήντε ἐκείνων φύσιν ἐκ τούτων ἐλέγχῃ καὶ τούτους ἐκ τῆς ἐκείνων ὁμολογίας τεκμηριοῖ.

46.35.2ἐπολιόρκει μὲν Ἀντώνιος τὸν Δέκιμον ἐν τῇ Μουτίνῃ ὄντα, ὡς μὲν τἀκριβὲς εἰπεῖν, ὅτι οὐ παρῆκεν αὐτῷ τὴν Γαλατίαν, ὡς δ’αὐτὸς ἐπλάττετο, ὅτι τῶν τοῦ Καίσαρος σφαγέων ἐγεγόνει. ἐπειδὴ γὰρ οὔτε κόσμον οἱ ἀληθὴς τοῦ πολέμου αἰτία ἔφερε, καὶ ἅμα καὶ τὰ τοῦ δήμου πρὸς τὸν Καίσαρα ἐπὶ τῇ τοῦ πατρὸς αὐτοῦ τιμωρίᾳ ἀποβλέποντα ἑώρα, τοῦτο τὸ πρόσχημα τοῦ πολέμου προεβάλετο.

46.35.3ὅτι γὰρ ἐσκήπτετο αὐτὸ ἵνα τὴν Γαλατίαν κατάσχῃ, καὶ αὐτὸς ἐδήλωσε τόντε Κάσσιον καὶ τὸν Βροῦτον τὸν Μᾶρκον ὑπάτους ἀποδειχθῆναι αἰτήσας · πρὸς γάρ τοι τὰ ἑαυτοῦ συμφέροντα ἑκάτερον ἐκ τοῦ ἐναντιωτάτου προσεποιεῖτο.

46.35.4Καῖσαρ δὲ ἐστράτευτο μὲν ἐπ’αὐτὸν πρὶν καὶ ψηφισθῆναί οἱ τὸν πόλεμον, οὐ μὴν καὶ ἐπεποιήκει λόγου ἄξιον οὐδέν. μαθὼν δὲ δὴ τὰ δεδογμένα τὰς μὲν τιμὰς ἀπεδέχετο καὶ ἔχαιρεν, ἄλλωςτε καὶ ὅτι θύοντι αὐτῷ, ὅτε τὸν κόσμον καὶ τὴν ἐξουσίαν τοῦ στρατηγοῦ ἀνέλαβε, διττὰ τὰ ἥπατα ἐν πᾶσι τοῖς ἱερείοις δώδεκα οὖσιν εὑρέθη ·

46.35.5τῷ δὲ δὴ καὶ πρὸς τὸν Ἀντώνιον καὶ πρέσβεις καὶ λόγους πεμφθῆναι, ἀλλὰ μὴ οὐκ ἀκήρυκτον εὐθὺς αὐτῷ τὸν πόλεμον ἐπαγγελθῆναι, ἤσχαλλε, καὶ μάλισθ’ὅτι καὶ τοὺς ὑπάτους ἐκείνῳτε ἰδίᾳ τι περὶ τῆς ὁμονοίας ἐπεσταλκότας, καὶ γράμματα παρ’αὐτοῦ πρός τινας τῶν βουλευτῶν πεμφθέντα καὶ ἁλόντα τούτοιςτε ἀποδόντας καὶ ἑαυτὸν ἀποκρυψαμένους, τόντε πόλεμον μήτε σπουδῇ μήτε παραχρῆμα τῇ τοῦ χειμῶνος προφάσει ποιουμένους ᾔσθετο.

46.35.7οὐ μέντοι ἔχων ὅπως ἐκφήνειεν αὐτά (οὔτε γὰρ ἀλλοτριῶσαί σφας ἤθελεν οὔτ’αὖ πεῖσαί τι καὶ βιάσασθαι ἐδύνατο) ἡσυχίαν καὶ αὐτὸς ἐν τῇ Κορνηλίου ἀγορᾷ χειμάζων ἦγε, μέχρις οὗ περὶ τῷ Δεκίμῳ ἐφοβήθη.

46.36

46.36.1ἐκεῖνος γὰρ πρότερον μὲν ἰσχυρῶς τὸν Ἀντώνιον ἠμύνετο, καί ποτε ὑποτοπήσας τινὰς ἐς τὴν πόλιν ὑπ’αὐτοῦ ἐπὶ διαφθορᾷ τῶν στρατιωτῶν ἐσπεπέμφθαι συνεκάλεσε πάντας τοὺς παρόντας, καὶ βραχέα ἄττα ὑπειπὼν ἐκήρυξε, δείξας τι χωρίον, τοὺς μὲν ἐν τοῖς ὅπλοις ἐπὶ τάδε τοὺς δὲ ἰδιώτας ἐπὶ θάτερα αὐτοῦ ἀπελθεῖν, καὶ οὕτως ἀπορήσαντας τοὺς τοῦ Ἀντωνίου ὅπῃ τράπωνται καὶ μονωθέντας κατεφώρασε καὶ συνέλαβεν ·

46.36.2ἔπειτα παντελῶς ἀπετειχίσθη. δείσας οὖν Καῖσαρ μὴ βίᾳ ἁλῷ καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ὁμολογήσῃ, ἠνάγκασε τὸν Ἵρτιον συνεπιστρατεῦσαι · γὰρ Οὐίβιος ἐν τῇ Ῥώμῃ ἔτι τούςτε καταλόγους ἐποιεῖτο καὶ τοὺς νόμους τῶν Ἀντωνίων κατέλυεν.

46.36.3ὁρμήσαντες οὖν Βονωνίαν μὲν ἐκλειφθεῖσαν ὑπὸ τῶν φρουρῶν ἀμαχεὶ παρέλαβον, καὶ τοὺς ἱππέας τοὺς μετὰ τοῦτο ἀπαντήσαντάς σφισιν ἐτρέψαντο, ὑπὸ δὲ τοῦ πρὸς τῇ Μουτίνῃ ποταμοῦ τῆςτε ἐπ’αὐτῷ φυλακῆς οὐχ οἷοίτε ἐγένοντο περαιτέρω προχωρῆσαι.

46.36.4βουλόμενοι οὖν καὶ ὣς τήν γε παρουσίαν σφῶν τῷ Δεκίμῳ, μὴ καὶ φθάσῃ τι συμβάς, δηλῶσαι, τὸ μὲν πρῶτον ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ἐφρυκτώρουν, ἐπεὶ δὲ οὐ συνίει, ἐς ἐλασμὸν μολύβδου λεπτὸν ἐγγράψαντές τινα συνείλιξαν αὐτὸν ὥσπερ τι χαρτίον, καὶ κολυμβητῇ νυκτὸς ὑφύδρῳ διενεγκεῖν ἔδωκαν.

46.36.5καὶ οὕτως Δέκιμος τήντε παρουσίαν ἅμα αὐτῶν καὶ τὴν ὑπόσχεσιν τῆς ἐπικουρίας μαθὼν ἀντεπέστειλέ σφισι τὸν αὐτὸν τρόπον, κἀκ τούτου συνεχῶς ἤδη πάντα ἀλλήλοις διεδήλουν.

46.37

46.37.1 οὖν Ἀντώνιος ἰδὼν ὅτι Δέκιμος οὐκ ἐνδωσείει, ἐκείνῳ μὲν Λούκιον τὸν ἀδελφὸν παρακατέλιπεν, αὐτὸς δὲ ἐπίτε τὸν Καίσαρα καὶ ἐπὶ τὸν Ἵρτιον ἐχώρησε. καὶ αὐτῶν ἀντιστρατοπεδευομένων ἐπὶ πολλὰς ἡμέρας ἱππομαχίαι τινὲς βραχεῖαι καὶ ἰσοπαλεῖς ἐγίγνοντο, μέχρις οὗ οἱ Κελτοὶ ἱππῆς, οὓς μετὰ τῶν ἐλεφάντων Καῖσαρ προσεπεποίητο, πρόςτε τὸν Ἀντώνιον αὖθις ἀπέκλιναν, κἀκ τοῦ στρατοπέδου μετὰ τῶν ἄλλων ἐξελθόντες προεξώρμησαν μὲν ὡς καὶ καθ’ἑαυτοὺς τοῖς ἀντιπροσελάσουσι προσμίξοντες, ὑπέστρεψαν δὲ δι’ὀλίγου, καὶ παρὰ δόξαν μὴ προσδεχομένοις τοῖς ἐφεπομένοις σφίσι προσπεσόντες συχνοὺς αὐτῶν ἀπέκτειναν.

46.37.3καὶ μετὰ ταῦτα προνομεύοντές τινες ἀπ’ἀμφοτέρων ἐς χεῖρας ἦλθον, κἀκ τούτου καὶ τῶν λοιπῶν ἐπιβοηθησάντων ἑκατέροις μάχητέ σφων ὀξεῖα ἐγένετο καὶ ἐκράτησεν Ἀντώνιος. τούτοιςτε οὖν ἐπαιρόμενος, καὶ τὸν Οὐίβιον πλησιάζοντα αἰσθόμενος, προσέβαλε πρὸς τὸ ἔρυμα τῶν ἀντικαθεστηκότων, εἴ πως προεξελὼν αὐτὸ ῥᾷον τοῦ λοιποῦ πολεμήσειεν.

46.37.4καὶ ἐπειδὴ τάτε ἄλλα πρόςτε τὰς συμφορὰς καὶ πρὸς τὴν ἐλπίδα τὴν παρὰ τοῦ Οὐιβίου διὰ φυλακῆς ἐποιοῦντο καὶ οὐκ ἀντεπεξῆγον, κατέλιπε καὶ ἐκεῖ μέρος τι τοῦ στρατοῦ, προσμιγνύναιτέ σφισι κελεύσας, ὅπως καὶ αὐτὸς ὅτι μάλιστα παρεῖναι δοκοίη, καὶ ἐπιφυλάττειν ἅμα μή τινες κατὰ νώτου οἱ προσπέσωσι.

46.37.5διατάξαςτε ταῦτα ἀπῆρε νυκτὸς λαθὼν ἐπὶ τὸν Οὐίβιον ἀπὸ Βονωνίας προσιόντα, καὶ αὐτόντε ἐνεδρεύσας κατέτρωσε καὶ τοὺς πλείους τῶν στρατιωτῶν ἀπέκτεινε, τούςτε λοιποὺς ἐς τὰ ταφρεύματα κατέκλεισεν. κἂν ἐξεῖλεν αὐτούς, εἰ καὶ ἐφ’ὁποσονοῦν προσηδρεύκει σφίσι.

46.37.6νῦν δ’ἐπειδὴ τῇ πρώτῃ προσβολῇ οὐδὲν ἐπέρανεν, ἐφοβήθη μὴ καὶ χρονίσῃ καί τι ἐν τούτῳ πρὸς τοῦ Καίσαρος καὶ πρὸς τῶν ἄλλων πλεονεκτηθῇ, καὶ ἐπ’ἐκείνους αὖθις ἐτράπετο.

46.37.7καὶ αὐτῷ Ἵρτιος ἔκτε τῆς πορείας ἑκατέρας καὶ ἐκ τῆς μάχης πεπονηκότι, καὶ προσέτι καὶ ἐν ἀνελπίστῳ ὄντι μή ποτ’ἂν πολέμιόν τινα νενικηκότι οἱ προσμῖξαι, ἀπαντήσας πολὺ ἐκράτησεν · ὡς γὰρ ἔγνωσαν τὸ γιγνόμενον, Καῖσαρ μὲν ἐπὶ τῇ τοῦ στρατοπέδου φυλακῇ κατέμεινεν, ἐκεῖνος δὲ ἐπὶ

46.38

46.38.1τὸν Ἀντώνιον ὥρμησεν. ἡττηθέντος δὲ αὐτοῦ αὐτοκράτορες οὐ μόνον Ἵρτιος ἀλλὰ καὶ Οὐίβιος, καίπερ κακῶς ἀπαλλάξας, τε Καῖσαρ, καίτοι μη δὲ μαχεσάμενος, καὶ ὑπὸ τῶν στρατιωτῶν καὶ ὑπὸ τῆς βουλῆς ὠνομάσθησαν.

46.38.2τοῖςτε συναγωνισαμένοις σφίσι καὶ τελευτήσασι ταφήτε δημοσία καὶ τὸ τοῖς παισὶ τοῖςτε πατράσιν αὐτῶν πάντα τὰ γέρα, ὅσα ἂν αὐτοὶ ἐκεῖνοι ζήσαντες ἔλαβον, ἀποδοθῆναι ἐψηφίσθη.

46.38.3ὡς οὖν ταῦτα ἐγένετο, καὶ Πόντιος Ἀκύλας, ἔκτε τῶν σφαγέων ὢν καὶ τῷ Δεκίμῳ ὑποστρατηγῶν, Τίτον Μουνάτιον Πλάγκον ἀντιπολεμοῦντα αὐτῷ μάχαις ἐνίκησεν, τε Δέκιμος βουλευτοῦ τινος αὐτομολήσαντος πρὸς τὸν Ἀντώνιον οὐχ ὅσον οὐκ ὀργὴν αὐτῷ ἔσχεν, ἀλλὰ καὶ τὰ σκεύη τάτε ἄλλα ὅσα ἐν τῇ Μουτίνῃ ὑπελέλειπτο πάντα ἀπέπεμψε, κἀκ τούτου οἵτε στρατιῶται οἱ Ἀντωνίου ἠλλοιοῦντο καὶ τῶν δήμων τινὲς τῶν ὁμοφρονούντων οἱ πρότερον ἐστασίαζον, μὲν Καῖσαρ τε Ἵρτιος ἐπῄροντότε ἐπὶ τούτοις, καὶ πρὸς τὸ ἔρυμα τὸ τοῦ Ἀντωνίου προσιόντες προεκαλοῦντο αὐτὸν ἐς χεῖρας, ἐκεῖνος δὲ τέως μὲν κατεπέπληκτο καὶ ἡσύχαζεν, ἔπειτ’ἐπειδὴ δύναμίς τις αὐτῷ παρὰ τοῦ Λεπίδου πεμφθεῖσα ἦλθεν, ἀνεθάρσησεν.

46.38.6αὐτὸς μὲν γὰρ Λέπιδος οὐκ ἀπεσάφησεν ὁποτέροις τὸ στράτευμα πέμψειε · τόντε γὰρ Ἀντώνιον συγγενῆ ὄντα ἠγάπα, καὶ ὑπὸ τῆς βουλῆς ἐπ’αὐτὸν ἐκέκλητο, καὶ διάτε ταῦτα, καὶ ἅμα καὶ ἀναχώρησιν ἑαυτῷ πρὸς ἀμφοτέρους σφᾶς προπαρασκευάζων, οὐδὲν σαφὲς Μάρκῳ Σιλανῷ τῷ στρατιάρχῳ ἐνετείλατο ·

46.38.7ἐκεῖνος δὲ ἀκριβῶς που τὴν γνώμην αὐτοῦ εἰδὼς πρὸς τὸν Ἀντώνιον αὐτοκέλευστος ἀφίκετο. τούτου οὖν ἐπικουρήσαντος αὐτῷ θαρσήσας ἐπεκδρομὴν αἰφνιδίαν ἐποιήσατο, καὶ φόνου παρ’ἀμφοτέρων πολλοῦ γενομένου τραπεὶς ἔφυγε.

46.39

46.39.1μέχρι μὲν οὖν τούτων Καῖσαρ καὶ πρὸς τοῦ δήμου καὶ πρὸς τῆς βουλῆς ηὔξετο, κἀκ τούτου τάτε ἄλλα τιμηθήσεσθαι καὶ ὕπατος εὐθὺς ἀποδειχθήσεσθαι προσεδόκα · συνέβη γὰρ τόντε Ἵρτιον ἐν τῇ τοῦ Ἀντωνιείου στρατοπέδου καταλήψει καὶ τὸν Οὐίβιον ἐκ τῶν τραυμάτων μὴ πολλῷ ὕστερον φθαρῆναι, ὅθεν αἰτίαν τοῦ θανάτου αὐτῶν πρὸς τὴν τῆς ἀρχῆς διαδοχὴν ἔσχεν.

46.39.2 δὲ γερουσία πρότερον μέν, ἕως ἔτι ἄδηλον ἦν ὁπότερός σφων κρατήσει, πάνθ’ὅσα ἐν τῷ πρὶν δυναστείας τισὶν ἔξω τῶν πατρίων δοθέντα παρεσκευάκει προκατέλυσαν, ἐπ’ἀμφοτέροις μέν που ταῦτα ψηφισάμενοι ὡς καὶ προκαταληψόμενοι δι’αὐτῶν τὸν νικήσοντα, τὴν δὲ αἰτίαν ἐς τὸν ἕτερον τὸν ἡττηθησόμενον μέλλοντες ἀναφέρειν.

46.39.3τοῦτο μὲν γὰρ ἀπεῖπον μηδένα ἐπὶ πλείω χρόνον ἐνιαυτοῦ ἄρχειν, τοῦτο δὲ ἀπηγόρευσαν μήτε τινὰ σίτου ἐπιμελητὴν μήτε τροφῶν ἐπιστάτην ἕνα αἱρεῖσθαι. ἐπειδὴ δὲ τὰ πραχθέντα ἔμαθον, τῇ μὲν τοῦ Ἀντωνίου ἥττῃ ἔχαιρον, καὶ τάςτε στολὰς μετενέδυσαν καὶ ἱερομηνίας ἐπὶ ἑξήκοντα ἡμέρας ἤγαγον, τούςτε συνεξετασθέντας αὐτῷ πάντας ἔντε πολεμίων μοίρᾳ ἐνόμισαν καὶ τὰς οὐσίας, ὥσπερ που καὶ τὴν αὐτοῦ ἐκείνου, ἀφείλοντο ·

46.40

46.40.1τὸν δὲ δὴ Καίσαρα οὐχ ὅτι μεγάλου τινὸς ἔτ’ἠξίωσαν, ἀλλὰ καὶ καταλύειν ἐπεχείρησαν, πάνθ’ὅσα ἐκεῖνος ἤλπιζε λήψεσθαι τῷ Δεκίμῳ δόντες. οὐ γὰρ ὅτι βουθυσίας, ἀλλὰ καὶ ἐπινίκια αὐτῷ ἐψηφίσαντο, τάτε λοιπὰ τοῦ πολέμου καὶ στρατόπεδα ἄλλατε καὶ τὰ τοῦ Οὐιβίου προσέταξαν ·

46.40.2τοῖςτε στρατιώταις τοῖς συμπολιορκηθεῖσίν οἱ καὶ ἐπαίνους καὶ τἆλλα ὅσα τοῖς τοῦ Καίσαρος πρότερον προεπήγγελτο, καίπερ μηδὲν ἐς τὴν νίκην συμβαλομένοις ἀλλὰ ἀπὸ τῶν τειχῶν αὐτὴν ἰδοῦσι, δοθῆναι ἔγνωσαν. καὶ τὸν Ἀκύλαν ἀποθανόντα ἐν τῇ μάχῃ εἰκόνι ἐτίμησαν · τάτε χρήματα ἐς τὴν παρασκευὴν τῶν τοῦ Δεκίμου στρατιωτῶν οἴκοθεν ἀναλώκει, τοῖς κληρονόμοις αὐτοῦ ἀπέδωκαν.

46.40.3τότε σύμπαν ὡς εἰπεῖν, ὅσα τῷ Καίσαρι ἐπὶ τὸν Ἀντώνιον ἐγεγόνει, ταῦτα ἐπ’αὐτὸν ἐκεῖνον ἄλλοις ἐψηφίσθη. καὶ ὅπως γε ἂν μη δ’ἂν τὰ μάλιστα βουληθῇ τι κακὸν δρᾶσαι καὶ δυνηθῇ, πάντας αὐτῷ τοὺς ἐχθροὺς ἐπήσκησαν · τῷτε γὰρ Πομπηίῳ τῷ Σέξτῳ τὸ ναυτικὸν καὶ τῷ Βρούτῳ τῷ Μάρκῳ τὴν Μακεδονίαν τῷτε Κασσίῳ τήντε Συρίαν καὶ τὸν πόλεμον τὸν πρὸς τὸν Δολοβέλλαν ἐνεχείρισαν.

46.40.4πάντως δ’ἂν καὶ τὰς δυνάμεις ἃς εἶχε προσπαρείλοντο, εἰ μήπερ ἐφοβήθησαν φανερῶς αὐτὸ ψηφίσασθαι διὰ τὸ εὔνους οἱ τοὺς στρατιώτας ἐπίστασθαι ὄντας. στασιάσαι δ’οὖν σφας καὶ ὣς καὶ πρὸς ἀλλήλους καὶ πρὸς ἐκεῖνον ἐπεχείρησαν.

46.40.5οὔτε γὰρ ἐπαινέσαιτε καὶ τιμῆσαι πάντας αὐτοὺς ἠθέλησαν, μὴ καὶ τὸ φρόνημα αὐτῶν ἐπὶ μεῖζον ἄρωσιν, οὔτ’ἀτιμάσαι καὶ παριδεῖν πάντας, μὴ καὶ μᾶλλον αὐτοὺς ἀλλοτριώσωσι καὶ κατὰ τοῦτο καὶ συμφρονεῖν ἀναγκάσωσι.

46.40.6διὰ μέσου οὖν ἐποίησαν, καὶ τοὺς μὲν ἐπαινέσαντες αὐτῶν τοὺς δ’οὔ, καὶ τοῖς μὲν στέφανον ἐλαίας ἐν ταῖς πανηγύρεσι φορεῖν δόντες τοῖς δ’οὔ, καὶ προσέτι καὶ χρήματα τοῖς μὲν δισχιλίας καὶ πεντακοσίας δραχμὰς τοῖς δὲ οὐ δὲ χαλκοῦν ψηφισάμενοι, συγκρούσειντε αὐτοὺς ἀλλήλοις κἀκ τούτου καὶ ἀσθενώσειν ἤλπισαν.

46.41

46.41.1καὶ τούς γε διαγγελοῦντάς σφισι ταῦτα οὐ πρὸς τὸν Καίσαρα ἀλλὰ πρὸς ἐκείνους ἔπεμψαν. περιοργὴς οὖν καὶ ἐπὶ τούτοις γενόμενος ἐπέτρεψε μὲν τῷ λόγῳ τοῖς πρεσβευταῖς ἄνευ ἑαυτοῦ τῷ στρατεύματι συμμῖξαι, προπαραγγείλας μήτ’ἀπόκρισίν τινα αὐτοῖς δοθῆναι καὶ ἑαυτὸν παραχρῆμα μεταπεμφθῆναι · ἐλθὼν δὲ ἐς τὸ στρατόπεδον καὶ συνακούσας σφίσι τὰ ἐπεσταλμένα, πολὺ μᾶλλον αὐτοὺς ἐξ αὐτῶν ἐκείνων ᾠκειώσατο.

46.41.2οἵτε γὰρ προτετιμημένοι οὐ τοσοῦτον τῇ πλεονεξίᾳ ἔχαιρον ὅσον ὑπώπτευον τὸ γιγνόμενον, τοῦ Καίσαρός σφας ὅτι μάλιστα ἐνάγοντος · καὶ οἱ ἠτιμασμένοι ἐκείνοις μὲν οὐδὲν ὠργίζοντο, προσδιαβάλλοντες δὲ τὴν διάνοιαν τῶν ἐψηφισμένων τήντε ἀτιμίαν σφῶν ἐπὶ πάντας ἦγον καὶ τὴν ὀργὴν αὐτοῖς ἐκοινοῦντο.

46.41.3μαθόντες οὖν ταῦθ’οἱ ἐν τῇ πόλει, καὶ φοβηθέντες, ὕπατον μὲν οὐ δ’ὣς αὐτὸν ἀπέδειξαν, οὗπερ που τὰ μάλιστα ἐγλίχετο, ταῖς δὲ δὴ τιμαῖς ταῖς ὑπατικαῖς ἐκόσμησαν, ὥστε καὶ γνώμην ἐν τοῖς ὑπατευκόσιν ἤδη τίθεσθαι. ἐπειδήτε ἐν οὐδενὶ λόγῳ τοῦτ’ἔσχε, στρατηγόντε αὐτὸν ἐν τοῖς πρῶτον καὶ μετὰ τοῦτο καὶ ὕπατον αἱρεθῆναι ἐψηφίσαντο.

46.41.4καὶ οἱ μὲν οὕτω τὸν Καίσαρα, ὥσπερ ὡς ἀληθῶς μειράκιόντέ τι καὶ παῖδα, ἅπερ που διεθρύλουν, ὄντα, σοφῶς μετακεχειρίσθαι ἔδοξαν · ἐκεῖνος δὲ ἐπίτε τοῖς ἄλλοις καὶ ἐπ’αὐτῷ τούτῳ, ὅτι παῖς ἤκουε, δεινῶς ἀγανακτῶν οὐκέτ’ἐς ἀναβολὰς ἐποιήσατο, ἀλλ’ἐπίτε τὰ ὅπλα καὶ ἐπὶ τὴν ἰσχὺν αὐτῶν ἐτράπετο.

46.41.5καὶ πρόςτε τὸν Ἀντώνιον κρύφα διεκηρυκεύσατο, καὶ τοὺς διαφυγόντας ἐκ τῆς μάχης, οὓς αὐτόςτ’ἐνενικήκει καὶ βουλὴ πολεμίους ἐψήφιστο, συνήθροιζε, καὶ κατηγορίας παρ’αὐτοῖς καὶ κατὰ τῆς γερουσίας καὶ κατὰ τοῦ δήμου πολλὰς ἐποιεῖτο.

46.42

46.42.1ἀκούοντες δὲ ταῦτα οἱ ἐν τῷ ἄστει τέως μὲν ἐν ὀλιγωρίᾳ αὐτὸν ἦγον, ἐπεὶ δὲ τόντε Ἀντώνιον καὶ τὸν Λέπιδον συμπεφρονηκότας ᾔσθοντο, θεραπεύειντε αὖθις ἤρξαντο, ἀγνοοῦντες τοὺς λόγους οὓς πρὸς τὸν Ἀντώνιον ἐπεποίητο, καὶ τῷ πολέμῳ τῷ πρὸς ἐκείνους προσέταξαν.

46.42.2 οὖν Καῖσαρ καὶ τοῦτον μέν, εἴ πως ὕπατος δι’αὐτὸν ἀποδειχθείη, ὑπεδέξατο · πάνυ γάρ τι ἔπρασσεν διάτε ἄλλων καὶ διὰ τοῦ Κικέρωνος ὅπως χειροτονηθείη, οὕτως ὥστε καὶ συνύπατον αὐτὸν ὑποσχέσθαι οἱ ποιήσειν.

46.42.3ἐπεὶ δ’οὐ δ’ὣς ᾑρέθη, ἡτοιμάζετο μὲν ὡς καὶ πολεμήσων καθάπερ ἐδέδοκτο, παρασκευάσας δὲ ἐν τούτῳ τοὺς στρατιώτας αὑτοῦ, ἐφ’ἑαυτῶν δῆθεν, ὀμόσαι αἰφνιδίως πρὸς μηδὲν τῶν στρατοπέδων τῶν τοῦ Καίσαρος γενομένων πολεμήσειν (ὅπερ που πρὸς τὸν Λέπιδον καὶ πρὸς τὸν Ἀντώνιον ἔφερεν ·

46.42.4τὸ γὰρ πλεῖστον τῶν συστρατευομένων σφίσιν ἐξ ἐκείνων ἦν), ἀνέσχε, καὶ πρέσβεις ἐπὶ τούτῳ πρὸς τὴν βουλὴν ἐξ αὐτῶν τῶν στρατιωτῶν τετρακοσίους ἔπεμψε.

46.43

46.43.1τοῦτο μὲν δὴ πρόσχημα τῆς πρεσβείας αὐτοῖς ἦν, τὸ δ’ὅλον τάτε χρήματα τὰ ἐψηφισμένα σφίσιν ἀπῄτουν καὶ ὕπατον τὸν Καίσαρα ἀποδειχθῆναι ἐκέλευον.

46.43.2ἀναβαλλομένων οὖν αὐτῶν τὴν ἀπόκρισιν ὡς καὶ σκέψεως δεομένην, ἄδειάν τινι τῶν τὰ τοῦ Ἀντωνίου πραξάντων ἐκ τῆς τοῦ Καίσαρος, ὥσπερ εἰκὸς ἦν, ἐντολῆς ᾔτησαν, οὐχ ὅτι καὶ ἐβούλοντο αὐτῆς τυχεῖν, ἀλλ’ἵνα ἀποπειραθῶσίτε αὐτῶν εἰ ταύτην γε δώσουσί σφισιν, καὶ ἀφορμὴν ὀργῆς λάβωσι τὸ καὶ δι’ἐκείνην δοκεῖν χαλεπαίνειν.

46.43.3ἀποτυχόντες γοῦν αὐτῆς (ἀντεῖπε μὲν γὰρ οὐδείς, πολλῶν δὲ τὸ αὐτὸ τοῦτο ὑπὲρ ἑτέρων ἅμα ἀξιωσάντων, καὶ τὸ κατ’ἐκείνους, ὡς πολὺ ἐγίγνετο, εὐπρεπῶς πως διεκρούσθη) οἵτε ἄλλοι φανερῶς ὠργίζοντο, καὶ εἷς τις αὐτῶν ἐξῆλθέτε ἐκ τοῦ βουλευτηρίου, καὶ τὸ ξίφος λαβών (ἄοπλοι γὰρ ἐσεληλύθεσαν) ἥψατότε αὐτοῦ καὶ εἶπεν ὅτι, ἂν ὑμεῖς τὴν ὑπατείαν μὴ δῶτε τῷ Καίσαρι, τοῦτο δώσει.

46.43.4καὶ αὐτῷ Κικέρων ὑπολαβὼν ἂν οὕτως, ἔφη, παρακαλῆτε, λήψεται αὐτήν.

46.43.5ἐκείνῳ μὲν καὶ τοῦτο τὸν ὄλεθρον παρεσκεύασεν · δὲ δὴ Καῖσαρ τὸ μὲν ὑπὸ τοῦ στρατιώτου πραχθὲν οὐκ ἐμέμψατο, ὅτι δὲ τάτε ὅπλα ἐς τὸ συνέδριον ἐσιόντες ἀποθέσθαι ἠναγκάσθησαν, καί τις αὐτῶν ἐπύθετο πότερον παρὰ τῶν στρατοπέδων παρὰ τοῦ Καίσαρος ἐπέμφθησαν, ἔγκλημα ἐποιεῖτο, καὶ τόντε Ἀντώνιον καὶ τὸν Λέπιδον (καὶ γὰρ ἐκεῖνον κατὰ τὴν φιλίαν αὐτοῦ τὴν πρὸς τὸν Ἀντώνιον προσετέθειτο) σπουδῇ μετεπέμψατο, καὶ αὐτὸς ἐπὶ τὴν Ῥώμην, ἐκβιασθεὶς δῆθεν ὑπὸ τῶν στρατιωτῶν, μετὰ πάντων αὐτῶν ὥρμησε.

46.44

46.44.1καὶ τῶντε ἱππέων τινὰ καὶ ἄλλους ὑποτοπήσαντες ἐπὶ κατασκοπῇ σφων παρεῖναι ἔσφαξαν, καὶ τὰ χωρία τῶν ἀντιγνωμονούντων σφίσιν ἐλυμαίνοντο, ἐπίτε τῇ προφάσει ταύτῃ καὶ ἄλλα πολλὰ ἐκακούργουν.

46.44.2πυθόμενοι οὖν οἱ βουλευταὶ τὴν ἔφοδον αὐτῶν, τάτε χρήματα αὐτοῖς πρὶν πλησιάσαι σφᾶς ἔπεμψαν, εἴ πως λαβόντες αὐτὰ ἀναχωρήσειαν, καὶ ἐπειδὴ καὶ ὣς ἠπείγοντο, ὕπατον τὸν Καίσαρα ἀπέδειξαν.

46.44.3οὐδὲν μέντοι οὐ δὲ ἐκ τούτου ἀπώνηντο · ὧν γὰρ οὐχ ἑκόντες ἀλλ’ἀναγκασθέντες ἔπραξαν, οὐδεμίαν σφίσι χάριν οἱ στρατιῶται ἔσχον, ἀλλὰ καὶ ἐπὶ πλεῖον, ἅτε καὶ ἐκπεφοβηκότες αὐτούς, ἐθρασύνοντο.

46.44.4μαθοῦσα οὖν ταῦθ’ γερουσία μετεβάλετο, καὶ ἐκείνοιςτε ἀπηγόρευσε μὴ πελάσαι τῇ πόλει, ἀλλ’ὑπὲρ πεντήκοντα καὶ ἑπτακοσίους σταδίους ἀπ’αὐτῆς ἀποσχεῖν, καὶ αὐτοὶ τήντε ἐσθῆτα αὖθις ἠλλάξαντο καὶ τοῖς στρατηγοῖς τὴν φυλακὴν τῆς πόλεως ἐνεχείρισαν, ὥσπερ εἴθιστο.

46.44.5καὶ τάτε ἄλλα ἐν φρουρᾷ ἐποιήσαντο, καὶ τὸ Ἰανίκουλον μετάτε τῶν αὐτόθι στρατιωτῶν καὶ μεθ’ἑτέρων ἐκ τῆς Ἀφρικῆς ἐπελθόντων προκατέλαβον.

46.45

46.45.1ἕως μὲν δὴ ἐν ὁδῷ ἔθ’ Καῖσαρ ἦν, ταῦτάτε οὕτως ἐγίγνετο, καὶ ὁμοθυμαδὸν αὐτῶν πάντες οἱ ἐν τῇ Ῥώμῃ τότε ὄντες ἀντελαμβάνοντο, ὥσπερ που φιλοῦσιν οἱ πολλοί, πρὶν ἔςτε τὴν ὄψιν καὶ ἐς τὴν πεῖραν τῶν δεινῶν ἀφικέσθαι, θρασύνεσθαι.

46.45.2ἐπεὶ δὲ ἐν τῷ προαστείῳ ἐγένετο, ἐφοβήθησαν, καὶ πρῶτον μὲν τῶν βουλευτῶν τινες, ἔπειτα δὲ καὶ τοῦ δήμου συχνοὶ πρὸς αὐτὸν μετέστησαν. κἀκ τούτου καὶ οἱ στρατηγοὶ ἔκτε τοῦ Ἰανικούλου κατέβησαν καὶ τούςτε στρατιώτας καὶ ἑαυτοὺς αὐτῷ παρέδωκαν.

46.45.3τήντε οὖν πόλιν οὕτως Καῖσαρ ἀμαχεὶ κατέσχε, καὶ ὕπατος καὶ πρὸς τοῦ δήμου ἀπεδείχθη, δύο τινῶν ἀντὶ ὑπάτων πρὸς τὰς ἀρχαιρεσίας αἱρεθέντων, ἐπειδὴ ἀδύνατον ἦν μεσοβασιλέα δι’ὀλίγου οὕτως ἐπ’αὐτὰς κατὰ τὰ πάτρια γενέσθαι, πολλῶν ἀνδρῶν τῶν τὰς εὐπάτριδας ἀρχὰς ἐχόντων ἀποδημούντων.

46.45.4τοῦτο γὰρ τὸ δύο ἄνδρας διὰ τοῦ στρατηγοῦ τοῦ ἀστυνόμου ψηφισθῆναι μᾶλλον τὸ τοὺς ὑπάτους δι’αὐτοῦ χειροτονηθῆναι ὑπέμειναν, ὅτι μηδὲν πλέον τῶν ἀρχαιρεσιῶν ποιήσειν ἔμελλον, καὶ κατὰ τοῦτο μη δ’ἀρχήν τινα ἰσχυροτέραν αὐτοῦ ἐσχηκέναι δόξειν.

46.45.5καὶ ἐγίγνετο μέν που ταῦθ’ὑπὸ τῶν ὅπλων · δὲ δὴ Καῖσαρ, ἵνα δὴ μὴ βεβιάσθαι τι αὐτοὺς δόξῃ, οὐκ ἀπήντησεν ἐς τὴν ἐκκλησίαν, ὥσπερ τινῶν τὴν παρουσίαν ἀλλ’οὐ τὴν δύναμιν αὐτοῦ φοβουμένων.

46.46

46.46.1οὕτω μὲν οὖν ὕπατος ᾑρέθη, καὶ αὐτῷ καὶ συνάρχων, εἴγε τοῦτο δεῖ, ἀλλὰ μὴ ὕπαρχον, αὐτὸν εἰπεῖν, Πέδιος Κύιντος ἐδόθη.

46.46.2καὶ ἐπίτε τούτῳ μέγιστον ἐφρόνει, ὅτι ἐν ἐκείνῃ τῇ ἡλικίᾳ, μηπώποτέ τινι ἐγεγόνει, ὑπατεύσειν ἔμελλε, καὶ ὅτι τῇ πρώτῃ τῶν ἀρχαιρεσιῶν ἐς τὸ πεδίον τὸ Ἄρειον ἐσελθὼν γῦπας ἓξ καὶ μετὰ ταῦτα δημηγορῶν τι πρὸς τοὺς στρατιώτας ἄλλους δώδεκα εἶδε ·

46.46.3πρόςτε γὰρ τὸν Ῥωμύλον καὶ πρὸς τὸ οἰώνισμα τὸ ἐκείνῳ γενόμενον ἀναφέρων καὶ τὴν μοναρχίαν αὐτοῦ λήψεσθαι προσεδόκησεν. οὐ μέντοι ὡς καὶ δεύτερον ὑπατεύων, ὅτι ταῖς τιμαῖς ταῖς ὑπατικαῖς ἐκεκόσμητο, ἐσεμνύνατο. καὶ τοῦτο καὶ ἔπειτα ἐπὶ πάντων τῶν ὁμοίων μέχρις ἡμῶν ἐτηρήθη ·

46.46.4Σεουῆρος γὰρ αὐτοκράτωρ πρῶτος Πλαυτιανὸν ὑπατικαῖς τιμαῖς τιμήσας, καὶ μετὰ τοῦτο ἔςτε τὸ βουλευτικὸν ἐσαγαγὼν καὶ ὕπατον ἀποδείξας, ὡς καὶ δεύτερον ὑπατεύσοντα ἀνεκήρυξεν, καὶ ἀπ’ἐκείνου καὶ ἐφ’ἑτέρων τὸ αὐτὸ ἐγένετο.

46.46.5 δ’οὖν Καῖσαρ τάτε ἄλλα τὰ ἐν τῇ πόλει πρὸς τὸ δοκοῦν αὑτῷ κατεστήσατο, καὶ χρήματα τοῖς στρατιώταις, τοῖς μὲν ὅσατε καὶ ὅθεν ἐψήφιστο, τοῖς δὲ λοιποῖς ὡς ἑκάστοις, λόγῳ μὲν οἴκοθεν ἔργῳ δὲ ἐκ τῶν κοινῶν ἔδωκε.

46.46.6τότε μὲν οὕτωτε καὶ ἐκ τοιαύτης αἰτίας οἱ στρατιῶται τὸ ἀργύριον ἔλαβον · παρακούσαντες δέ τινες τοῦτο ἔδοξαν ἀεὶ πᾶσιν ἁπλῶς τοῖς πολιτικοῖς στρατοπέδοις, ὅσα ἂν ἐς τὴν Ῥώμην μεθ’ὅπλων ἀφίκηται, τὰς δισχιλίας καὶ πεντακοσίας δραχμὰς ἀναγκαῖον εἶναι δίδοσθαι.

46.46.7καὶ διὰ ταῦτα καὶ οἱ μετὰ τοῦ Σεουήρου ἐπὶ τῇ τοῦ Ἰουλιανοῦ καθαιρέσει ἐς τὸ ἄστυ ἐλθόντες φοβερώτατοι αὐτῷτε ἐκείνῳ καὶ ἡμῖν ἐγένοντο ἀπαιτοῦντες αὐτάς · καί σφας, οὐ δ’εἰδότων τῶν ἄλλων τι ποτὲ ἠξίουν, ἐθεράπευσεν Σεουῆρος πεντήκοντα καὶ διακοσίαις δραχμαῖς.

46.47

46.47.1 δ’οὖν Καῖσαρ τοῖς μὲν στρατιώταις τάτε χρήματα ἔδωκε καὶ χάριν καὶ πλείστην καὶ ἀληθεστάτην ἔγνω · ἄνευ γὰρ τῆς παρ’αὐτῶν φρουρᾶς οὐ δὲ ἐς τὸ βουλευτήριον ἐσφοιτᾶν ἐτόλμα · τῇ δὲ δὴ γερουσίᾳ χάριν μέν που, πλαστῶς δὲ δὴ καὶ προσποιητῶς, ἔσχεν · γὰρ βιασάμενός σφας εὕρητο, ταῦθ’ὡς καὶ παρ’ἑκόντων αὐτῶν εἰληφὼς ἐν εὐεργεσίας μέρει δῆθεν ἐτίθετο.

46.47.2καὶ ἐκεῖνοι οὖν ἐπίτε τούτοις, ὡς καὶ ἐθελονταὶ αὐτὰ δεδωκότες, ἐσεμνύνοντο, καὶ προσέτι ὃν οὐ δ’ὕπατον ἑλέσθαι πρότερον ἠθελήκεσαν, τούτῳ καὶ μετὰ τὴν ἀρχὴν πάντων τῶν ἀεὶ ὑπατευόντων, ὁσάκις ἂν ἐν στρατοπέδῳ , προτιμᾶσθαι ἔδοσαν ·

46.47.3τε δίκας ἐπάξειν ὅτι δυνάμεις καθ’ἑαυτὸν μηδενὸς ψηφισαμένου συνέστησεν ἠπειλήκεσαν, τούτῳ καὶ ἑτέρας προσκαταλέξαι προσέταξαν · καὶ ἐφ’οὗ τῇτε ἀτιμίᾳ καὶ τῇ καταλύσει τῷ Δεκίμῳ πρὸς τὸν Ἀντώνιον πολεμῆσαι ἐκεκελεύκεσαν, τούτῳ καὶ τὰ ἐκείνου στρατόπεδα προσέθεσαν.

46.47.4καὶ τέλος τήντε φυλακὴν τῆς πόλεως, ὥστε πάνθ’ὅσα βούλοιτο καὶ ἐκ τῶν νόμων ποιεῖν ἔχειν, παρέλαβε, καὶ ἐς τὸ τοῦ Καίσαρος γένος κατὰ τὰ νομιζόμενα ἐσεποιήθη, καὶ διὰ τοῦτο καὶ τὴν ἐπίκλησιν μετέθετο.

46.47.5ὠνόμαζε μὲν γὰρ καὶ πρότερον αὐτὸς ἑαυτόν, ὥς γέ τισι δοκεῖ, Καίσαρα, ἐξ οὗ τὸ ὄνομα αὐτῷ τοῦτο μετὰ τοῦ κλήρου κατελείφθη · οὐ μέντοι οὔτ’ἀκριβῆ τὴν προσηγορίαν οὔτε ἐπὶ πάντας εἶχε, πρὶν δὴ καὶ ἐκ τῶν πατρίων αὐτὴν τότε ἐβεβαιώσατο, καὶ οὕτως ἐξ ἐκείνου Γάιος Ἰούλιος Καῖσαρ Ὀκταουιανὸς ἐπεκλήθη ·

46.47.6νενόμισται γάρ, ἄν τις ἐσποιηθῇ, τὴν μὲν ἄλλην αὐτὸν πρόσρησιν ἀπὸ τοῦ ποιησαμένου λαμβάνειν, ἓν δέ τι τῶν προτέρων ὀνομάτων σχηματισθέν πως τηρεῖν.

46.47.7τοῦτο μὲν οὖν οὕτως ἔχει · ἐγὼ δὲ οὐκ Ὀκταουιανὸν ἀλλὰ Καίσαρα αὐτόν, ὅτι πᾶσι τοῖς τὸ τῶν Ῥωμαίων κράτος λαμβάνουσιν προσηγορία αὕτη ἐκνενίκηκεν, ὀνομάσω.

46.47.8προσεκτήσατο μὲν γὰρ καὶ ἑτέραν τὴν τοῦ Αὐγούστου, καὶ αὐτὴν διὰ τοῦτο καὶ οἱ ἔπειτα αὐτοκράτορες τίθενται · ἀλλ’ἐκείνη μὲν ὅταν ἐς τὴν συγγραφὴν ἔλθῃ λελέξεται, μέχρι δὲ δὴ τότε ἀρκούντως τοῦ Καίσαρος ἐπίκλησις τὴν τοῦ Ὀκταουιανοῦ δήλωσιν ἀποπληρώσει.

46.48

46.48.1οὗτος οὖν Καῖσαρ ἐπειδὴ τάχιστα τούςτε στρατιώτας ᾠκειώσατο καὶ τὴν βουλὴν ἐδουλώσατο, πρόςτε τὴν τοῦ πατρὸς τιμωρίαν ἐτράπετο, καὶ φοβηθεὶς μή πῃ τὸν ὅμιλον διὰ τοῦτ’ἐκταράξῃ, οὐ πρότερον τὴν ἑαυτοῦ γνώμην ἐξέφηνε πρὶν τὴν ἀπόδοσιν τῶν καταλειφθέντων σφίσι ποιήσασθαι.

46.48.2ὡς δὲ καὶ ἐκεῖνοι τοῖς χρήμασι, καίπερ ἔκτε τῶν κοινῶν οὖσι καὶ ἐπὶ τῇ τοῦ πολέμου προφάσει συναχθεῖσι, κατελήφθησαν, οὕτω δὴ τοὺς σφαγέας μετῆλθε. καὶ ἵνα γε μὴ βιαίως ἀλλ’ἐν δίκῃ τινὶ ποιεῖν αὐτὸ δόξῃ, νόμοντέ τινα περὶ τῆς κρίσεως αὐτῶν ἐσήνεγκε καὶ δικαστήρια καὶ ἀποῦσί σφισιν ἐκάθισεν.

46.48.3οἵτε γὰρ πλείους αὐτῶν ἀπεδήμουν, καί τινες καὶ ἡγεμονίας ἐθνῶν εἶχον · καὶ οἱ παρόντες οὔτ’ἀπήντησαν ὑπὸ τοῦ δέους, καὶ προσέτι καὶ διαλαθόντες ἐξεχώρησαν. ἐρήμην οὖν οὐχ ὅπως οἵτε αὐτόχειρες τοῦ Καίσαρος γενόμενοι καὶ οἱ συνομόσαντές σφισιν, ἀλλὰ καὶ ἄλλοι πολλοί, οὐχ ὅτι μὴ ἐπιβουλεύσαντες τῷ Καίσαρι ἀλλ’οὐ δὲ ἐν τῇ πόλει τότε γε ὄντες, ἥλωσαν.

46.48.4τοῦτο δὲ ἐπὶ τὸν Πομπήιον τὸν Σέξτον μάλιστα κατεσκευάσθη · καὶ γὰρ ἐκεῖνος ἥκιστα τῆς ἐπιθέσεως μετασχὼν ὅμως κατὰ τὸ πολέμιον αὐτοῦ κατεψηφίσθη. καὶ αὐτοίτε πυρὸς καὶ ὕδατος εἴρχθησαν, καὶ αἱ οὐσίαι αὐτῶν ἐδημεύθησαν · τάτε ἔθνη, οὐκ ἐκεῖνα μόνον ὧν τινες αὐτῶν ἦρχον, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα τοῖς τοῦ Καίσαρος φίλοις ἐπετράπη.

46.49

46.49.1ἐν τούτοις δὲ τοῖς ὑπαιτίοις καὶ Κάσκας Πούπλιος Σερουίλιος δήμαρχος ἐγένετο · καὶ ἐπειδὴ προϋποτοπήσας τὸν Καίσαρα ὑπεξῆλθε πρὶν καὶ ἐς τὴν πόλιν αὐτὸν ἐσελθεῖν, τῆςτε ἀρχῆς ὡς καὶ παρὰ τὰ πάτρια ἀποδημήσας ἐπαύθη, τοῦ πλήθους ὑπὸ Πουπλίου Τιτίου συνάρχοντος αὐτῷ ἀθροισθέντος, καὶ οὕτως ἑάλω.

46.49.2ἐπειδήτε Τίτιος οὐκ ἐς μακρὰν ἐτελεύτησεν, ἐβεβαιώθη τὸ ἀπὸ τοῦ ἀρχαίου τετηρημένον · οὐδεὶς γὰρ ἐς ἐκεῖνο τοῦ χρόνου συνάρχοντά τινα καταλύσας ἀπηνιαύτισεν, ἀλλὰ τοῦτο μὲν Βροῦτος ἐπὶ τῇ τοῦ Κολλατίνου καταπαύσει ἐπαπέθανε, τοῦτο δὲ Γράκχος ἐπὶ τῇ τοῦ Ὀκταουίου καταλύσει ἀπεσφάγη, τε Κίννας τόντε Μάρυλλον καὶ τὸν Φλάουιον ἀπαλλάξας οὐκ ἐς μακρὰν ἀπεφθάρη.

46.49.3ταῦτα μὲν οὕτω τετήρηται, τῶν δὲ δὴ τοῦ Καίσαρος φονέων συχνοὶ μὲν ἐς τὴν τοῦ παιδὸς αὐτοῦ χάριν, συχνοὶ δὲ καὶ ὑπὸ τῶν ἄθλων προσαναπειθόμενοι κατηγόρουν · χρήματάτε γὰρ ἐκ τῆς τοῦ ἁλόντος οὐσίας καὶ τὴν τιμὴν τήντε ἀρχὴν τὴν ἐκείνου, εἴ τινα ἄρα ἔχων ἦν, τότε μηκέτι μήτ’αὐτὸν μήτε τοὺς υἱεῖς τούςτε ἐγγόνους αὐτοῦ στρατεύεσθαι ἐλάμβανον.

46.49.4τῶν γε μὴν δικασάντων σφίσιν οἱ μὲν πλείους τῇτε χάριτι καὶ τῷ δέει τῷ τοῦ Καίσαρος κατεψηφίζοντο αὐτῶν, ἐνδεικνύμενοί πῃ ὡς καὶ δικαίως αὐτὸ ποιοῦντες · εἰσὶ δὲ οἳ τὴν ψῆφον οἱ μὲν τῷ νόμῳ τῷ περὶ τῆς τιμωρίας σφῶν γεγραμμένῳ, οἱ δὲ καὶ τοῖς ὅπλοις τοῖς τοῦ Καίσαρος ἔδοσαν.

46.49.5καί τις Σιλίκιος Κορωνᾶς βουλευτὴς ἄντικρυς τὸν Βροῦτον τὸν Μᾶρκον ἀπέλυσε. καὶ τότε μὲν αὐτόςτε ἐπὶ τούτῳ μέγα ηὔχει καὶ παρὰ τῶν ἄλλων ἐπαίνους κρύφα ἐλάμβανε, τῷτε Καίσαρι, ὅτι μὴ εὐθὺς ἀπέθανε, δόξαν ἐπιεικείας παρέσχεν, ὕστερον δὲ ἐκ προγραφῆς ἐθανατώθη.

46.50

46.50.1ταῦτ’οὖν πράξας Καῖσαρ ἐπίτε τὸν Λέπιδον καὶ ἐπὶ τὸν Ἀντώνιον δῆθεν ἐστράτευσεν. γὰρ Ἀντώνιος, ὡς τότε ἐκ τῆς μάχης ἔφυγε καὶ αὐτὸν οὔθ’ Καῖσαρ, διὰ τὸ τῷ Δεκίμῳ τὸν πόλεμον ἐγχειρισθῆναι, οὔτε ἐκεῖνος, διὰ τὸ μὴ βούλεσθαι τὸν ἀντίπαλον τῷ Καίσαρι ὑπεξαιρεθῆναι, ἐπεδίωξε, συνελέξατο ὅσους ἠδυνήθη τῶν ἐκ τῆς μάχης περισωθέντων, καὶ πρὸς τὸν Λέπιδον ἀφίκετο παρασκευασάμενον μὲν ὡς καὶ αὐτὸν ἐς τὴν Ἰταλίαν κατὰ τὸ δόγμα στρατεύσοντα, προσταχθέντα δὲ αὖθις κατὰ χώραν μεῖναι.

46.50.3οἱ γὰρ βουλευταὶ ἐπειδὴ ἐπύθοντο τὸν Σιλανὸν τὰ τοῦ Ἀντωνίου πράξαντα, ἐφοβήθησαν τόντε Λέπιδον καὶ τὸν Πλάγκον τὸν Λούκιον, μὴ καὶ ἐκεῖνοι αὐτῷ συνάρωνται, καὶ πέμψαντες πρὸς αὐτοὺς οὐδὲν ἔτι δεῖσθαί σφων ἔφασαν.

46.50.4ἵνατε μηδὲν ὑποτοπήσωσι κἀκ τούτου τι κακουργήσωσιν, ἐκέλευσαν αὐτοῖς τοὺς ἐκ Οὐιέννης τῆς Ναρβωνησίας ὑπὸ τῶν Ἀλλοβρίγων ποτὲ ἐκπεσόντας καὶ ἐς τὸ μεταξὺ τοῦτε Ῥοδανοῦ καὶ τοῦ Ἀράριδος, συμμίγνυνται ἀλλήλοις, ἱδρυθέντας συνοικίσαι.

46.50.5καὶ οὕτως ἐκεῖνοι ὑπομείναντες τὸ Λουγούδουνον μὲν ὀνομασθὲν νῦν δὲ Λούγδουνον καλούμενον ἔκτισαν, οὐχ ὅτι οὐ καὶ ἐς τὴν Ἰταλίαν σὺν τοῖς ὅπλοις ἠδυνήθησαν ἂν ἐλθεῖν, εἴπερ ἠθελήκεσαν (ἀσθενέστατα γὰρ ἤδη τὰ ψηφίσματα πρὸς τοὺς τὰς δυνάμεις ἔχοντας ἤγετο), ἀλλ’ὅτι τὴν ἔκβασιν τοῦ Ἀντωνιείου πολέμου περισκοποῦντες τῇτε βουλῇ πεπειθαρχηκέναι δόξαι καὶ τὰ σφέτερα ἅμα κρατύνασθαι

46.51

46.51.1ἐβούλοντο. ἀμέλει τόντε Σιλανὸν Λέπιδος ἐπὶ τῇ τοῦ Ἀντωνίου συμμαχίᾳ διεμέμψατο, καὶ αὐτῷ ἐκείνῳ ἐλθόντι οὐκ εὐθὺς ἐς λόγους ἀφίκετο, ἀλλὰ καὶ τῇ γερουσίᾳ προσκατηγορῶν αὐτοῦ ἐπέστειλεν, ὥστε καὶ ἐπαίνους ἐκ τούτου καὶ τὴν ἡγεμονίαν τοῦ πρὸς αὐτὸν πολέμου λαβεῖν.

46.51.2τὸν μὲν δὴ ἄλλον χρόνον διὰ ταῦτα οὔτε προσίετο τὸν Ἀντώνιον οὔτε ἀπεωθεῖτο, ἀλλὰ περιεώρα μὲν ἐγγὺς ὄντα καὶ τοῖς συστρατευομένοις οἱ προσομιλοῦντα, οὐ μέντοι καὶ ἐς λόγους αὐτῷ ᾔει · ἐπειδὴ δὲ τὴν ὁμολογίαν αὐτοῦ τὴν πρὸς τὸν Καίσαρα ἐπύθετο, τότε καὶ αὐτὸς ἀμφοτέροις σφίσι συνηνέχθη.

46.51.3μαθὼν δὲ τὸ γιγνόμενον Μᾶρκος Ἰουουέντιος ὑποστράτηγος αὐτοῦ τὰ μὲν πρῶτα ἀποτρέπειν αὐτὸν ἐπειρᾶτο, ὡς δ’οὐκ ἔπεισεν, αὐτὸς ἑαυτὸν τῶν στρατιωτῶν ὁρώντων κατεχρήσατο.

46.51.4καὶ ἐκείνῳ μὲν ἐπαίνουςτε ἐπὶ τούτῳ βουλὴ καὶ ἀνδριάντα τήντε ταφὴν τὴν δημοσίαν ἐψηφίσατο, τὸν δὲ δὴ Λέπιδον τήντε εἰκόνα τὴν ἐν τῷ βήματι ἱδρυμένην ἀφείλοντο καὶ πολέμιον ἐποιήσαντο · καί τινα καὶ ἡμέραν τοῖς συνοῦσιν αὐτῷ προέθεντο, πόλεμόν σφισιν ἀπειλήσαντες ἂν μὴ ἐντὸς ἐκείνης ἐγκαταλείπωσιν αὐτόν.

46.51.5πρὸς δ’ἔτι τήντε ἐσθῆτα αὖθις μετέβαλον (ἐπὶ γὰρ τῇ τοῦ Καίσαρος ὑπατείᾳ τὴν ἀστικὴν ἀνειλήφεσαν) καὶ τὸν Βροῦτον τὸν Μᾶρκον τόντε Κάσσιον καὶ τὸν Σέξτον ἐπ’αὐτοὺς μετεπέμψαντο · ἐπειδήτε ἐκεῖνοι χρονιεῖν ἐδόκουν, τῷ Καίσαρι, ἀγνοίᾳ τῆς συνωμοσίας

46.52

46.52.1αὐτῶν, τὸν πόλεμον ἐπέτρεψαν. καὶ ὃς τῷ μὲν λόγῳ ὑπεδέξατο αὐτόν, καίτοι τοὺς στρατιώτας συμβοῆσαι ποιήσας ἅπερ εἴρηται, ἔργον δ’οὐδὲν ἐχόμενον αὐτοῦ ἔπραξεν, οὐχ ὅτι καὶ ἐκεκοινολόγητο τῶτε Ἀντωνίῳ καὶ δι’ἐκείνου καὶ τῷ Λεπίδῳ (βραχὺ γάρ τι τούτου ἐφρόντιζεν), ἀλλ’ὅτι ἰσχυρούςτε αὐτοὺς ἑώρα ὄντας καὶ συμφρονοῦντας ὑπὸ τῆς συγγενείας ᾐσθάνετο, καὶ οὔτε βιάσασθαί σφας ἐδύνατο, καὶ ἐπήλπισε τόντε Κάσσιον καὶ τὸν Βροῦτον μέγα ἤδη δυναμένους δι’αὐτῶν κατεργάσεσθαι, καὶ μετὰ τοῦτο καὶ ἐκείνους δι’ἀλλήλων χειρώσεσθαι.

46.52.3διὰ μὲν δὴ ταῦτα καὶ ἄκων τὰς συνθήκας πρὸς αὐτοὺς ἐφύλαξε, καί σφισι καὶ καταλλαγὰς πρόςτε τὴν βουλὴν καὶ πρὸς τὸν δῆμον ἐπρυτάνευσεν, οὐκ αὐτὸς ἐσηγησάμενος, ἵνα μὴ καὶ ὑποπτευθείη τι τῶν γεγονότων, ἀλλ’ μὲν ἐξεστράτευσεν ὡς καὶ πολεμήσων αὐτοῖς, δὲ δὴ Κύιντος τήντε ἄδειαν καὶ τὴν κάθοδόν σφισιν, ὡς καὶ ἀφ’ἑαυτοῦ γνώμης, δοθῆναι συνεβούλευσεν.

46.52.4οὐ μέντοι καὶ ἔλαβον αὐτὴν πρὶν τῷτε Καίσαρι τὴν γερουσίαν ὡς καὶ ἀγνοοῦντι τὸ γιγνόμενον κοινώσασθαι, καὶ ἐκεῖνον ἄκοντα δῆθεν ὑπὸ τῶν στρατιωτῶν ἀναγκασθῆναι συγκαταθέσθαι.

46.53

46.53.1ἐν δὲ ταῦτ’ἐπράττετο, Δέκιμος τὸ μὲν πρῶτον ὡς καὶ πολεμήσων αὐτοῖς ὥρμησεν, καὶ τόν γε Πλάγκον τὸν Λούκιον, ἐπειδὴ καὶ συνύπατός οἱ ἐς τὸ ἐπιὸν ἔτος προαπεδέδεικτο, προσηταιρίσατο ·

46.53.2μαθὼν δὲ δὴ τήντε ἑαυτοῦ καταψήφισιν καὶ τὴν ἐκείνων συναλλαγὴν ἠθέλησε μὲν ἐπὶ τὸν Καίσαρα ἐπιστρατεῦσαι, ἐγκαταλειφθεὶς δὲ ὑπὸ τοῦ Πλάγκου τάτε τοῦ Λεπίδου καὶ τὰ τοῦ Ἀντωνίου φρονήσαντος, τήντε Γαλατίαν ἐκλιπεῖν καὶ ἐς τὴν Μακεδονίαν πρὸς τὸν Βροῦτον πεζῇ δι’Ἰλλυριῶν ἐπειχθῆναι ἔγνω, καί τινας στρατιώτας, ἐν δὴ τὰ ἐν χερσὶ καθίστατο, προέπεμψεν.

46.53.3ὡς δὲ ἐκεῖνοίτε τὰ τοῦ Καίσαρος ἀνθείλοντο, καὶ τοὺς λοιποὺς τε Λέπιδος καὶ Ἀντώνιος ἐπιδιώξαντες δι’ἑτέρων προσέθεντο, συνελήφθητε μονωθεὶς ὑπ’ἐχθροῦ τινος, καὶ μέλλων σφαγήσεσθαι ἐδεινοπάθει καὶ ὠδύρετο, μέχρις οὗ Ἕλουιός τις Βλασίων, εὐνοΐκῶς οἱ ἐκ συστρατείας ἔχων, ἑαυτὸν ἑκὼν ὁρῶντος αὐτοῦ προαπέκτεινε.

46.54

46.54.1καὶ μὲν οὕτως ἐπαπέθανεν, δὲ δὴ Ἀντώνιος τε Λέπιδος ἐν μὲν τῇ Γαλατίᾳ ὑποστρατήγους κατέλιπον, αὐτοὶ δὲ ἐς τὴν Ἰταλίαν πρὸς τὸν Καίσαρα ὥρμησαν, τότε πλεῖστον καὶ τὸ κράτιστον τοῦ στρατοῦ ἐπαγόμενοι.

46.54.2οὔτε γὰρ ἀκριβῶς πω ἐπίστευον αὐτῷ, οὔτε εὐεργεσίαν τινὰ ὀφείλειν ἤθελον, ὡς καὶ δι’ἑαυτοὺς τήντε σφετέραν ἰσχύν, ἀλλ’οὐ δι’ἐκεῖνον καὶ τῆς ἀδείας καὶ τῆς καθόδου τετυχηκότες · καὶ προσέτι καὶ ἤλπιζον πάνθ’ὅσα ἐβούλοντο καὶ τὸν Καίσαρα καὶ τοὺς ἄλλους τοὺς ἐν τῷ ἄστει τῇ τῶν στρατοπέδων σφῶν περιουσίᾳ ἐξεργάσεσθαι.

46.54.3τοιαύτῃ μὲν οὖν γνώμῃ ὡς καὶ διὰ φιλίας τῆς χώρας ᾔεσαν · ἐκακουργεῖτο δὲ ὑπὸ τοῦ πλήθους τῆςτε θρασύτητος αὐτῶν οὐδενὸς πολέμου βραχύτερα. καὶ αὐτοῖς καὶ Καῖσαρ μετὰ πολλῶν στρατιωτῶν ἀπήντησε περὶ Βονωνίαν, μάλα εὖ παρεσκευασμένος ἀμύνασθαί σφας ἄν τι βίαιον πάσχῃ.

46.54.4οὐ μέντοι καὶ ἐδεήθη τότε τῶν ὅπλων ἐπ’αὐτοὺς οὐδέν · ἐμίσουν μὲν γὰρ δεινῶς ἀλλήλους, τῷ δὲ δὴ τάςτε δυνάμεις ἀντιπάλους πως ἔχειν, καὶ τοὺς ἄλλους ἐχθροὺς προτιμωρήσασθαι δι’ἀλλήλων βούλεσθαι, προσποιητὸν ὁμολογίαν ἐποιήσαντο.

46.55

46.55.1συνῆλθον δὲ ἐς τοὺς λόγους οὐ μόνοι, ἀλλὰ στρατιώτας ἰσαρίθμους ἔχοντες, ἐν νησιδίῳ τινὶ τοῦ ποταμοῦ τοῦ παρὰ τὴν Βονωνίαν παραρρέοντος, ὥστε μηδένα ἄλλον μηδετέροις προσγενέσθαι ·

46.55.2καὶ οὕτω πολὺ ἀπὸ τῶν παρόντων σφίσιν ἀποστάντες ἀλλήλουςτε διηρεύνησαν, μὴ καὶ ξιφίδιόν τις ὑπὸ μάλης ἔχοι, καὶ διαλεξάμενοί τινα ἡσυχῇ τὸ μὲν σύμπαν ἐπίτε τῇ δυναστείᾳ καὶ κατὰ τῶν ἐχθρῶν συνώμοσαν, ἵνα δὲ δὴ μὴ καὶ τῆς ὀλιγαρχίας ἄντικρυς ἐφίεσθαι δόξωσι, καί τις αὐτοῖς φθόνος κἀκ τούτου καὶ ἐναντίωσις παρὰ τῶν ἄλλων γένηται, τάδε διωμολογήσαντο ·

46.55.3κοινῇ μὲν τοὺς τρεῖς πρόςτε διοίκησιν καὶ πρὸς κατάστασιν τῶν πραγμάτων ἐπιμελητάςτέ τινας καὶ διορθωτάς, καὶ τοῦτο οὐκ ἐς ἀεὶ δῆθεν ἀλλ’ἐς ἔτη πέντε, αἱρεθῆναι, ὥστε τάτε ἄλλα πάντα, κἂν μηδὲν ὑπὲρ αὐτῶν μήτε τῷ δήμῳ μήτε τῇ βουλῇ κοινώσωσι, διοικεῖν, καὶ τὰς ἀρχὰς τάςτε ἄλλας τιμὰς οἷς ἂν ἐθελήσωσι διδόναι, ἰδίᾳ δὲ δή, ὅπως μὴ καὶ πᾶσαν τὴν ἀρχὴν σφετερίζεσθαι νομισθῶσι, Καίσαρι μὲν τήντε Λιβύην ἑκατέραν καὶ Σαρδὼ καὶ Σικελίαν, Λεπίδῳ δὲ τήντε Ἰβηρίαν πᾶσαν καὶ τὴν Γαλατίαν τὴν Ναρβωνησίαν, Ἀντωνίῳ δὲ τὴν λοιπὴν Γαλατίαν, τήντε ἐντὸς τῶν Ἄλπεων καὶ τὴν ὑπὲρ αὐτὰς οὖσαν, ἄρχειν δοθῆναι.

46.55.5ἐκαλεῖτο δὲ ἐκείνη μὲν τογᾶτα, ὥσπερ εἶπον, ὅτιτε εἰρηνικωτέρα παρὰ τὰς ἄλλας ἐδόκει εἶναι καὶ ὅτι καὶ τῇ ἐσθῆτι τῇ Ῥωμαϊκῇ τῇ ἀστικῇ ἐχρῶντο ἤδη, αὕτη δὲ δὴ κομᾶτα, ὅτι οἱ Γαλάται οἱ ταύτῃ ἐς κόμην τὸ πλεῖστον τὰς τρίχας ἀνιέντες ἐπίσημοι κατὰ τοῦτο παρὰ τοὺς

46.56

46.56.1ἄλλους ἦσαν. ταῦτάτε οὖν οὕτω διέλαχον, ἵνα αὐτοίτε τὰ ἰσχυρότατα λάβωσι καὶ τοῖς ἄλλοις δόξαν τοῦ μὴ καὶ τῶν πάντων ὀριγνᾶσθαι παράσχωσι, καὶ προσσυνέθεντο τῶντε ἐχθρῶν σφῶν σφαγὰς ποιήσασθαι, καὶ Λέπιδον μὲν ἐς τὴν τοῦ Δεκίμου χώραν ὕπατον ἀποδειχθέντα τήντε Ῥώμην καὶ τὴν λοιπὴν Ἰταλίαν διὰ φυλακῆς ἔχειν, ἐκείνους δὲ ἐπίτε τὸν Βροῦτον καὶ ἐπὶ τὸν Κάσσιον στρατεύσασθαι.

46.56.2καὶ αὐτὰ καὶ ὅρκοις ἐπιστώσαντο. καὶ μετὰ τοῦτο τοὺς στρατιώτας, ὅπως καὶ ἐπήκοοι δῆθεν καὶ μάρτυρες τῶν ὡμολογημένων σφίσι γένωνται, συγκαλέσαντες ἐδημηγόρησαν ὅσα καὶ εὐπρεπὲς καὶ ἀσφαλὲς ἦν αὐτοῖς εἰπεῖν.

46.56.3 κἀν τούτῳ οἱ τοῦ Ἀντωνίου στρατιῶται τὴν θυγατέρα τὴν τῆς Φουλουίας τῆς γυναικὸς αὐτοῦ, ἣν ἐκ τοῦ Κλωδίου εἶχε, τῷ Καίσαρι καίτοι ἑτέραν ἠγγυημένῳ προεξένησαν, τοῦ Ἀντωνίου δῆλον ὅτι τοῦτο κατασκευάσαντος.

46.56.4καὶ ὃς οὐκ ἀπηρνήσατο · οὐ δὲ γὰρ ἐμποδισθήσεσθαί τι ἐκ τῆς ἐπιγαμίας πρὸς κατὰ τοῦ Ἀντωνίου πράξειν ἤμελλεν ἐνόμισε · τάτε γὰρ ἄλλα καὶ τὸν πατέρα τὸν Καίσαρα οὐδέν τι ἧττον ἐκ τῆς πρὸς τὸν Πομπήιον συγγενείας πάνθ’ὅσα ἠθέλησε κατ’αὐτοῦ πράξαντα ἠπίστατο.