Cassius Dio

Roman History, 52

52.1

52.1.1ταῦτα μὲν ἔντε τῇ βασιλείᾳ καὶ ἐν τῇ δημοκρατίᾳ ταῖςτε δυναστείαις, πέντετε καὶ εἴκοσι καὶ ἑπτακοσίοις ἔτεσι, καὶ ἔπραξαν οἱ Ῥωμαῖοι καὶ ἔπαθον · ἐκ δὲ τούτου μοναρχεῖσθαι αὖθις ἀκριβῶς ἤρξαντο, καίτοι τοῦ Καίσαρος βουλευσαμένου τάτε ὅπλα καταθέσθαι καὶ τὰ πράγματα τῇτε γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι.

52.1.2ἐποιήσατο δὲ τὴν διάγνωσιν μετάτε τοῦ Ἀγρίππου καὶ μετὰ τοῦ Μαικήνου (τούτοις γὰρ πάντα τὰ ἀπόρρητα ἀνεκοίνου), καὶ αὐτῷ Ἀγρίππας πρότερος εἶπε τοιάδε ·

52.2

52.2.1μὴ θαυμάσῃς, Καῖσαρ, εἰ μέλλω σε ἀποτρέπειν ἀπὸ τῆς μοναρχίας, καίπερ πολλὰ καὶ ἀγαθὰ ἀπολαύσας ἂν ἀπ’αὐτῆς σοῦ γε αὐτὴν ἔχοντος. εἰ μὲν γὰρ καὶ σοὶ ὠφέλιμος γενήσεσθαι ἔμελλε, καὶ πάνυ ἂν αὐτὴν ἐσπούδασα ·

52.2.2ἐπειδὴ δ’οὐδὲν ὅμοιον τοῖςτε αὐταρχοῦσι καὶ τοῖς φίλοις σφῶν παρέχεται, ἀλλ’οἱ μὲν καὶ ἀνεπιφθόνως καὶ ἀκινδύνως πάνθ’ὅσα ἐθέλουσι καρποῦνται, τοῖς δὲ καὶ φθόνοι καὶ κίνδυνοι συμβαίνουσιν, οὐ τὸ ἐμαυτοῦ ἴδιον, ὥσπερ οὐ δὲ ἐν τοῖς ἄλλοις, ἀλλὰ τὸ σὸν τότε κοινὸν προϊδέσθαι ἐδικαίωσα.

52.2.3σκεψώμεθα δὲ καθ’ἡσυχίαν πάντα τὰ προσόντα αὐτῇ, καὶ ὅπῃ ποτ’ἂν λογισμὸς ἡμᾶς ἀγάγῃ τραπώμεθα · οὐ γάρ που καὶ ἐξ ἅπαντος τρόπου φήσει τις δεῖν ἡμᾶς ἑλέσθαι αὐτήν, κἂν μὴ λυσιτελοῦσα .

52.2.4εἰ δὲ μή, δόξομεν ἤτοι τῆςτε εὐπραγίας ἡττῆσθαι καὶ ὑπὸ τῶν κατωρθωμένων ἐκπεφρονηκέναι, καὶ πάλαι αὐτῆς ἐφιέμενοι τόντε πατέρα καὶ τὴν ἐς αὐτὸν εὐσέβειαν ἐσκῆφθαι καὶ τὸν δῆμον τήντε γερουσίαν προβεβλῆσθαι, οὐχ ἵνα αὐτοὺς τῶν ἐπιβουλευσάντων σφίσιν ἀπαλλάξωμεν, ἀλλ’ἵνα ἑαυτοῖς δουλωσώμεθα.

52.2.5ἑκάτερον δὲ ὑπαίτιον. τίς μὲν γὰρ οὐκ ἂν ἀγανακτήσειεν ἄλλα μὲν ὁρῶν ἡμὰς εἰρηκότας, ἄλλα δὲ αἰσθανόμενος πεφρονηκότας; πῶς δ’οὐκ ἂν μᾶλλον νῦν μισήσειεν ἡμᾶς εἰ κατ’ἀρχὰς εὐθὺς τήντε ἐπιθυμίαν ἀπεγυμνώσαμεν καὶ ἐπὶ τὴν μοναρχίαν ἄντικρυς ὡρμήσαμεν;

52.2.6τὸ μὲν γὰρ βίαιόν τι τολμᾶν προσήκειν πως τῇ τῶν ἀνθρώπων φύσει, κἂν πλεονεκτικὸν εἶναι δοκῇ, πεπίστευται · πᾶς γὰρ προφέρων ἔν τινι πλέον ἀξιοῖ τοῦ καταδεεστέρου ἔχειν, καὶ κατορθώσαςτέ τι ἐς τὴν τῆς ψυχῆς ἰσχὺν ἀναφέρεται, καὶ διαμαρτών τινος τῇ τοῦ δαιμονίου φορᾷ προστίθεται.

52.2.7 δὲ ἐξ ἐπιβουλῆς καὶ κακουργίας τοιοῦτό τι ποιῶν πρῶτον μὲν δολερὸς καὶ σκολιὸς καὶ κακοήθης καὶ κακότροπος εἶναι νομίζεται, ἅπερ εὖ οἶδ’ὅτι περὶ σοῦ οὐδένα ἂν ὑπομείνειας εἰπεῖν φρονῆσαι, οὐ δ’εἰ πάσης ἐκ τούτου τῆς οἰκουμένης ἄρξειας · ἔπειτα δὲ καὶ κατορθώσας ἄδικον τὴν πλεονεξίαν πεποιῆσθαι καὶ σφαλεὶς δικαίαν τὴν κακοπραγίαν

52.3

52.3.1εἰληφέναι δοκεῖ. τούτου δὲ δὴ οὕτως ἔχοντος, οὐδὲν ἂν ἧττον ἐπικαλέσειέ τις ἡμῖν καὶ εἰ μηδὲν τοιοῦτον ἀπὸ πρώτης ἐνθυμηθέντες ἔπειτα νῦν ἐπιθυμήσαιμεν αὐτοῦ. τὸ γάρ τοι τῶντε παρόντων νικᾶσθαι καὶ μήτε ἑαυτοὺς κατέχειν τοῖςτε παρὰ τῆς τύχης δοθεῖσι μὴ καλῶς χρῆσθαι πολὺ χεῖρόν ἐστι τοῦ ἐκ κακοπραγίας ἀδικεῖν τινα ·

52.3.2οἱ μὲν γὰρ ὑπ’αὐτῶν τῶν συμφορῶν πολλάκις ἀναγκάζονται πρὸς τὴν τοῦ συμφέροντός σφισι χρείαν καὶ ἄκοντες πλημμελεῖν, οἱ δ’ἐθελονταὶ ἀκράτορες ἑαυτῶν καὶ παρὰ τὸ λυσιτελοῦν γίγνονται. τοὺς δὲ δὴ μήθ’ἁπλότητά τινα ἐν τῇ ψυχῇ ἔχοντας μήτε τὰ δοθέντα σφίσιν ἀγαθὰ μετριάσαι δυναμένους πῶς ἂν τις προσδοκήσειεν ἤτοι τῶν ἄλλων καλῶς ἡγεμονεύσειν ταῖς συμφοραῖς ὀρθῶς χρήσεσθαι;

52.3.3ὡς οὖν μηδέτερον αὐτῶν πεπονθότες, μη δ’ἀλόγως τι πρᾶξαι ἐπιθυμοῦντες, ἀλλ’ τι ποτ’ἂν βουλευσαμένοις ἡμῖν ἄριστον φανῇ τοῦθ’αἱρησόμενοι, τὴν διάγνωσιν αὐτοῦ ποιησώμεθα. λέξω δὲ μετὰ παρρησίας · οὔτε γὰρ αὐτὸς ἄλλως ἄν τι εἰπεῖν δυναίμην, οὔτε σοὶ σύνοιδα τὰ ψευδῆ μετὰ κολακείας ἡδέως ἀκούοντι.

52.4

52.4.1 μὲν τοίνυν ἰσονομία τότε πρόσρημα εὐώνυμον καὶ τὸ ἔργον δικαιότατον ἔχει. τήντε γὰρ φύσιν τὴν αὐτήν τινας εἰληχότας καὶ ὁμοφύλους ἀλλήλοις ὄντας, ἔντε τοῖς αὐτοῖς ἤθεσι τεθραμμένους καὶ ἐν τοῖς ὁμοίοις νόμοις πεπαιδευμένους, καὶ κοινὴν καὶ τὴν τῶν σωμάτων καὶ τὴν τῶν ψυχῶν χρῆσιν τῇ πατρίδι παρέχοντας, πῶς μὲν οὐ δίκαιον καὶ τἆλλα πάντα κοινοῦσθαι, πῶς δ’οὐκ ἄριστον ἐν μηδενὶ πλὴν ἀπ’ἀρετῆς προτιμᾶσθαι;

52.4.3τε γὰρ ἰσογονία ἰσομοιρίας ὀριγνᾶται, καὶ τυχοῦσα μὲν αὐτῆς χαίρει, διαμαρτοῦσα δὲ ἄχθεται · καὶ τὸ ἀνθρώπειον πᾶν, ἅτε ἔκτε θεῶν γεγονὸς καὶ ἐς θεοὺς ἀφῆξον, ἄνω βλέπει, καὶ οὔτε ἐθέλει ὑπὸ τοῦ αὐτοῦ διὰ παντὸς ἄρχεσθαι, οὔθ’ὑπομένει τῶν μὲν πόνων καὶ τῶν κινδύνων τῶντε δαπανημάτων μετέχον, τῆς δὲ κοινωνίας τῶν κρειττόνων στερόμενον, ἀλλὰ κἂν ἀναγκασθῇ τι τοιοῦτον ὑποστῆναι, μισεῖ τὸ βεβιασμένον, κἂν καιροῦ λάβηται, τιμωρεῖται τὸ μεμισημένον.

52.4.5ἄρχειντε γὰρ πάντες ἀξιοῦσι, καὶ διὰ τοῦτο καὶ ἄρχεσθαι ἐν τῷ μέρει ὑπομένουσι · καὶ πλεονεκτεῖσθαι οὐκ ἐθέλουσι, καὶ διὰ τοῦτο οὐ δ’αὐτοὶ πλεονεκτεῖν ἀναγκάζονται. ταῖςτε τιμαῖς ταῖς παρὰ τῶν ὁμοτίμων χαίρουσι, καὶ τὰς τιμωρίας τὰς ἐκ τῶν νόμων ἐπαινοῦσι.

52.4.6 κἂν οὕτω πολιτεύωνται, κοινὰ μὲν τὰ ἀγαθὰ κοινὰ δὲ καὶ τὰ ἐναντία νομίζοντες εἶναι, οὔτε τι κακὸν οὐδενὶ τῶν πολιτῶν γίγνεσθαι βούλονται, καὶ πάντα τὰ κρείττω πᾶσιν αὐτοῖς συνεύχονται.

52.4.7καὶ ἄντε τις αὐτὸς ἀρετήν τινα ἔχῃ, καὶ προφαίνει αὐτὴν προχείρως καὶ ἀσκεῖ προθύμως καὶ ἐπιδείκνυσιν ἀσμενέστατα, ἄντε καὶ ἐν ἑτέρῳ ἴδῃ, καὶ προάγει ἑτοίμως καὶ συναύξει σπουδαίως καὶ τιμᾷ λαμπρότατα.

52.4.8καὶ μέντοι κἂν κακύνηταί τις, πᾶς αὐτὸν μισεῖ, κἂν δυστυχῇ, πᾶς ἐλεεῖ, κοινὴν τῆς πόλεως καὶ τὴν ζημίαν καὶ τὴν αἰσχύνην τὴν ἀπ’αὐτῶν εἶναι νομίζων.

52.5

52.5.1αὕτη μὲν τῶν δήμων κατάστασις, ἐν δὲ δὴ ταῖς τυραννίσι πάντα τἀναντία συμβαίνει. καὶ τὰ μὲν πολλὰ τί δεῖ μηκύνειν λέγοντα; τὸ δὲ δὴ κεφάλαιον, χρηστὸν μὲν οὐδεὶς οὐδὲν οὔτ’εἰδέναι οὔτ’ἔχειν δοκεῖν βούλεται (πολέμιον γὰρ αὐτῷ πᾶν ἐπὶ τούτῳ τὸ κρατοῦν ὡς πλήθει γίγνεται), τὸν δὲ ἐκείνου τις τρόπον κανόνα τοῦ βίου ποιησάμενος, τι ποτ’ἂν ἐλπίσῃ δι’αὐτοῦ πλεονεκτήσας ἀκινδύνως κερδανεῖν, μετέρχεται.

52.5.2καὶ διὰ τοῦθ’οἱ πλείους σφῶν τότε καθ’ἑαυτοὺς μόνον σπεύδουσι καὶ πάντας τοὺς ἄλλους μισοῦσι, τάςτε εὐπραγίας αὐτῶν οἰκείας ζημίας καὶ τὰς συμφορὰς ἴδια κέρδη ποιούμενοι.

52.5.3τοιούτων δὲ δὴ τούτων ὄντων οὐχ ὁρῶ τί ποτ’ἂν εἰκότως ἐπάρειέ σε μοναρχῆσαι ἐπιθυμῆσαι. πρὸς γὰρ τῷ τοῖς δήμοις χαλεπὸν εἶναι τὸ πολίτευμα, πολὺ δυσχερέστερον αὐτῷ σοι γένοιτο ἄν. οὐχ ὁρᾷς ὅπως τε πόλις καὶ τὰ πράγματα αὐτῆς ἔτι καὶ νῦν ταράττεται;

52.5.4καὶ χαλεπὸν μέν ἐστι τὸ τὸν ὅμιλον ἡμῶν, τοσούτοις ἔτεσιν ἐν ἐλευθερίᾳ βεβιωκότα, καταλῦσαι, χαλεπὸν δὲ καὶ τὸ τοὺς συμμάχους τούςτε ὑπηκόους, τοὺς μὲν ἀπὸ παλαιοῦ δημοκρατουμένους τοὺς δ’ὑφ’ἡμῶν αὐτῶν ἠλευθερωμένους, ἐς δουλείαν αὖθις καταστῆσαι, τοσούτων πέριξ πολεμίων ἡμῖν προσκειμένων.

52.6

52.6.1καὶ ἵνα γε ἀπὸ πρώτου τοῦ βραχυτάτου ἄρξωμαι, χρήματά σοι πολλὰ καὶ πανταχόθεν ἀναγκαῖον ἔσται πορίζειν · ἀδύνατον γὰρ τὰς νῦν οὔσας προσόδους πρόςτε τἆλλα καὶ πρὸς τὴν τῶν στρατιωτῶν τροφὴν ἐξαρκέσαι. τοῦτο δὲ ἔστι μὲν καὶ ἐν ταῖς δημοκρατίαις · οὐ γὰρ οἷόντε πολιτείαν τινὰ ἄνευ δαπάνης συστῆναι.

52.6.2ἀλλ’ἐν μὲν ἐκείναις μάλιστα μὲν ἑκόντες πολλοὶ πολλὰ ἐπιδιδόασιν, ἐν φιλοτιμίας μέρει τὸ πρᾶγμα ποιούμενοι καὶ τιμὰς ἀντ’αὐτῶν ἀξίας ἀντιλαμβάνοντες · ἂν δέ που καὶ ἀναγκαῖαι παρὰ πάντων ἐσφοραὶ γένωνται, ἑαυτούςτε πείθοντες καὶ ὑπὲρ ἑαυτῶν συντελοῦντες ἀνέχονται.

52.6.3ἐν δὲ δὴ ταῖς δυναστείαις τότε ἄρχον πάντες μόνον ὡς καὶ ὑπερπλουτοῦν ἀξιοῦσι δαπανᾶσθαι, τὰς μὲν προσόδους αὐτοῦ ἑτοίμως ἐξερευνώμενοι, τὰ δ’ἀναλώματα οὐκέθ’ὁμοίως ἐκλογιζόμενοι · καὶ οὔτ’ἰδίᾳ ἡδέως καὶ ἑκόντες ἐπιδιδόασί τι, οὔτε τὰς κοινὰς συντελείας αὐθαιρέτους ποιοῦνται.

52.6.4ἐκεῖνο μὲν γὰρ οὔτ’ἂν ἐθελήσειέ τις (οὐ δὲ γὰρ οὐ δ’ὁμολογήσειεν ἂν ῥᾳδίως πλουτεῖν) οὔτε συμφέρει τῷ κρατοῦντι γίγνεσθαι · αὐτίκα γὰρ ἂν δόξαν παρὰ τοῖς πολλοῖς ὡς καὶ φιλόπολις ἔχων ὀγκωθείη καὶ νεωτερίσειε. τὸ δ’ἕτερον πάνυ τοὺς πολλοὺς βαρύνει, καὶ μάλισθ’ὅτι τὴν μὲν ζημίαν αὐτοὶ ὑπομένουσι, τὸ δὲ δὴ κέρδος ἕτεροι λαμβάνουσιν.

52.6.5ἐν μὲν γὰρ ταῖς δημοκρατίαις καὶ στρατεύονται ὡς πλήθει οἱ τὰ χρήματα συνεσφέροντες, ὥστε τρόπον τινὰ αὖθις αὐτὰ ἀπολαμβάνουσιν · ἐν δὲ ταῖς μοναρχίαις ἄλλοι μὲν ὡς τὸ πολὺ καὶ γεωργοῦσι καὶ δημιουργοῦσι καὶ ναυτίλλονται καὶ πολιτεύονται, παρ’ὧνπερ καὶ αἱ λήψεις μάλιστα γίγνονται, ἄλλοι δὲ τὰ ὅπλα ἔχουσι καὶ τὸν μισθὸν φέρουσιν.

52.7

52.7.1ἓν μὲν δὴ τοῦτο τοιοῦτον ὂν πράγματά σοι παρέξει, ἕτερον δὲ ἐκεῖνο. πάντως μέν τινα δεῖ δίκην τὸν ἀεὶ κακουργοῦντα διδόναι · οὔτε γὰρ ἐκ νουθεσίας οὔτε ἐκ παραδειγμάτων οἱ πολλοὶ σωφρονίζονται, ἀλλὰ ἀνάγκη πᾶσα αὐτοὺς καὶ ἀτιμίᾳ καὶ φυγῇ καὶ θανάτῳ ζημιοῦσθαι, οἷα ἔντε ἀρχῇ τηλικαύτῃ καὶ ἐν πλήθει ἀνθρώπων τοσούτῳ, ἄλλωςτε καὶ ἐν μεταβολῇ πολιτείας, φιλεῖ συμβαίνειν.

52.7.2τούτοις δ’ἂν μὲν ἑτέρους δικαστὰς καθίζῃς, ἀπολύοιντότε ἂν διασπευδόμενοι, καὶ μάλιστα ὅσους ἂν ἐχθραίνειν νομισθῇς · καὶ γὰρ προσποίησίν τινα ἐξουσίας οἱ δικάζοντες λαμβάνουσιν, ὅταν τι παρὰ τὸ δοκοῦν τῷ κρατοῦντι ποιήσωσι ·

52.7.3 κἂν ἄρα τινὲς ἁλίσκωνται, διὰ σὲ δόξουσιν ἐκ κατασκευάσματος κατεψηφίσθαι. ἂν δ’αὐτὸς δικάζῃς, πολλοὺς ἀναγκασθήσῃ καὶ τῶν ὁμοτίμων κολάζειν (τοῦτο δὲ οὐκ εὐτυχές), καὶ πάντως τινὰς αὐτῶν ὀργῇ μᾶλλον δικαιώσει δόξεις εὐθύνειν ·

52.7.4τοὺς γὰρ βιάζεσθαι δυναμένους οὐδεὶς δικάζοντας δικαιοπραγεῖν πιστεύει, ἀλλ’οἴονται πάντες αὐτοὺς σχῆμα καὶ σκιαγραφίαν πολιτείας αἰσχύνῃ πρὸ τῆς ἀληθείας προπεταννύντας, ὀνόματι ἐννόμῳ δικαστηρίου τὴν ἑαυτῶν ἐπιθυμίαν ἀποπιμπλάναι. ἐν μὲν οὖν ταῖς μοναρχίαις ταῦθ’οὕτω γίγνεται ·

52.7.5ἐν δὲ δὴ ταῖς δημοκρατίαις, ἄντ’ἰδίᾳ τις ἀδικεῖν αἰτίαν λάβῃ, ἰδίαν δίκην παρὰ δικασταῖς ἴσοις φεύγει, ἄντε δημοσίᾳ, καὶ ἐκείνῳ δικασταὶ καθίζουσιν ἐκ τῶν ὁμοίων οὓς ἂν κλῆρος ἀποδείξῃ, ὥστε ῥᾷον τὰ ἀποβαίνοντα ἀπ’αὐτῶν τοὺς ἀνθρώπους φέρειν, μήτ’ἰσχύι δικαστοῦ μήτε χάριτι ἀναγκαστῇ νομίζοντάς τι πεπονθέναι.

52.8

52.8.1ἔτι τοίνυν πολλοὶ χωρὶς τῶν τι ἀδικούντων, οἱ μὲν γένει, οἱ δὲ πλούτῳ, οἱ δὲ ἑτέρῳ τινὶ ἐπαιρόμενοι, ἄλλως μὲν οὐ κακοὶ ἄνδρες, τῇ δὲ δὴ προαιρέσει τῇ τῆς μοναρχίας ἐναντίοι φύονται · καὶ αὐτοὺς οὔτ’αὔξεσθαί τις ἐῶν ἀσφαλῶς δύναται ζῆν, οὔτ’αὖ κολούειν ἐπιχειρῶν δικαίως τοῦτο ποιεῖν.

52.8.2τί ποτ’οὖν τούτοις χρήσῃ; πῶς αὐτοὺς μεταχειρίσῃ; ἂν μὲν γὰρ τάτε γένη σφῶν καθέλῃς καὶ τοὺς πλούτους ἐλαττώσῃς τάτε φρονήματα ταπεινώσῃς, οὐδεμίαν ἂν εὔνοιαν παρὰ τῶν ἀρχομένων λάβοις · πῶς γάρ, εἰ μήτε γεννηθῆναί τῳ καλῶς μήτε πλουτῆσαι δικαίως, μήτ’ἰσχυρῷ μήτ’ἀνδρείῳ μήτε συνετῷ γενέσθαι ἐξείη;

52.8.3ἂν δὲ ἐάσῃς ταῦθ’ὡς ἕκαστα αὔξειν, οὐκ ἂν ῥᾳδίως αὐτὰ διάθοιο. καὶ γὰρ εἰ αὐτὸς μόνος πρόςτε τὸ τὰ πολιτικὰ καὶ πρὸς τὸ τὰ πολεμικὰ καλῶς καὶ κατὰ καιρὸν πράττειν ἐξήρκεις, καὶ μηδενὸς συνεργοῦ πρὸς μηδὲν αὐτῶν ἔχρῃζες, ἕτερος ἂν ἦν λόγος ·

52.8.4νῦν δὲ πᾶσά σε ἀνάγκη συναγωνιστὰς πολλούς, ἅτε τοσαύτης οἰκουμένης ἄρχοντα, ἔχειν, καὶ προσήκει που πάντας αὐτοὺς καὶ ἀνδρείους καὶ φρονίμους εἶναι. οὐκοῦν ἂν μὲν τοιούτοις τισὶ τάτε στρατεύματα καὶ τὰς ἀρχὰς ἐγχειρίζῃς, κίνδυνος ἔσται καὶ σοὶ καὶ τῇ πολιτείᾳ καταλυθῆναι ·

52.8.5οὐ γὰρ ἔστιν οὔτ’ἄνευ φρονήματος ἀξιόλογον ἄνδρα φῦναι, οὔτ’αὖ φρόνημα μέγα λαβεῖν ἐκ δουλοπρεποῦς ἐπιτηδεύσεως, οὐ μὴν οὐ δὲ φρονηματίαν γενόμενον μὴ οὐκ ἐλευθερίας ἐπιθυμῆσαι καὶ πᾶν τὸ δεσπόζον μισῆσαι.

52.8.6ἂν δὲ δὴ τούτοις μὲν μηδὲν ἐπιτρέπῃς, τοῖς δὲ δὴ φαύλοις καὶ τοῖς τυχοῦσι τὰ πράγματα προστάσσῃς, τάχιστα μὲν ἂν ὀργὴν παρ’ἐκείνων ὡς ἀπιστουμένων λάβοις, τάχιστα δ’ἂν ἐν τοῖς μεγίστοις πταίσειας.

52.8.7τί μὲν γὰρ ἂν ἀγαθὸν ἀμαθὴς ἀγεννὴς ἄνθρωπος ἐργάσαιτο; τίς δ’οὐκ ἂν καταφρονήσειεν αὐτοῦ τῶν πολεμίων; τίς δ’ἂν πειθαρχήσειέν οἱ τῶν συμμάχων; τίς δ’οὐκ ἂν καὶ αὐτῶν τῶν στρατιωτῶν ἀπαξιώσειεν ὑπὸ τοιούτου τινὸς ἄρχεσθαι; καὶ μὴν ὅσα ἐκ τούτου κακὰ γίγνεσθαι πέφυκε, τὰ μὲν ἄλλα οὐδὲν δέομαί σοι σαφῶς εἰδότι διηγεῖσθαι, ἐκεῖνο δὲ δὴ μόνον ἀναγκαίως ἐρῶ, ὅτι ἂν μὲν μηδὲν δέον τοιοῦτος πράττῃ, πολὺ πλείω ἄν σε τῶν πολεμίων βλάψειεν, ἂν δέ τι τῶν προσηκόντων ποιῇ, καὶ αὐτὸς ἄν σοι φοβερὸς ἐκφρονήσας ὑπ’ἀπαιδευσίας γένοιτο.

52.9

52.9.1οὐ μέντοι καὶ ταῖς δημοκρατίαις τοιοῦτό τι πρόσεστιν, ἀλλ’ὅσῳ ἂν πλείους καὶ πλουτῶσι καὶ ἀνδρίζωνται, τόσῳ μᾶλλον αὐτοίτε φιλοτιμοῦνται καὶ τὴν πόλιν αὔξουσι, καί σφισι καὶ ἐκείνη κέχρηται καὶ χαίρει, πλὴν ἄν τις τυραννίδος ἐπιθυμήσῃ · τοῦτον γὰρ ἰσχυρῶς κολάζουσι.

52.9.2καὶ ὅτι ταῦθ’οὕτως ἔχει καὶ πολλῷ κρείττους αἱ δημοκρατίαι τῶν μοναρχιῶν εἰσι, δηλοῖ μὲν καὶ τὸ Ἑλληνικόν · τέως μὲν γὰρ οὕτως ἐπολιτεύοντο, οὐδὲν μέγα κατέπραξαν, ἐπειδὴ δὲ ἐκείνως ζῆν ἤρξαντο, ὀνομαστότατοι ἐγένοντο ·

52.9.3δηλοῖ δὲ καὶ τὰ τῶν ἄλλων ἀνθρώπων, ὧν οἱ μὲν ἐν τυραννίσι καὶ νῦν ἔτι διαγόμενοι ἀείτε δουλεύουσι καὶ ἀεὶ τοῖς ἄρχουσιν ἐπιβουλεύουσιν, οἱ δὲ δὴ προστατείαις ἐπετησίοις καὶ ἐπὶ πλείω τινὰ χρόνον χρώμενοι καὶ ἐλεύθεροι καὶ αὐτόνομοι διατελοῦσιν ὄντες.

52.9.4ἀλλὰ τί δεῖ ἡμᾶς ἀλλοτρίοις παραδείγμασιν οἰκεῖα ἔχοντας χρῆσθαι; ἡμεῖς γὰρ αὐτοὶ οἱ Ῥωμαῖοι ἄλλως τὸ πρῶτον πολιτευόμενοι, ἔπειτα ἐπειδὴ πολλὰ καὶ δεινὰ ἐπάσχομεν, τῆςτε ἐλευθερίας ἐπεθυμήσαμεν καὶ λαβόντες αὐτὴν πρὸς τοσοῦτον ὄγκον προήλθομεν, οὐκ ἄλλοις τισὶν τοῖς ἐκ τῆς δημοκρατίας ἀγαθοῖς ἰσχύσαντες, ἐξ ὧν τε γερουσία προεβούλευε καὶ δῆμος ἐπεκύρου τότε στρατευόμενον προεθυμεῖτο καὶ τὸ στρατηγοῦν ἐφιλοτιμεῖτο.

52.9.5ὧν οὐδὲν ἂν ἐν τυραννίδι πραχθείη. ἀμέλει τοσοῦτον αὐτῆς διὰ ταῦτα μῖσος οἱ πάλαι Ῥωμαῖοι ἔσχον ὥστε καὶ ἐπάρατον τὸ πολίτευμα ποιήσασθαι.

52.10

52.10.1χωρὶς δὲ τούτων, εἰ δεῖ τι καὶ περὶ τῶν ἰδίᾳ σοὶ αὐτῷ συμφερόντων εἰπεῖν, πῶς μὲν ἂν ὑπομείνειας τοσαῦτα καὶ μεθ’ἡμέραν καὶ νύκτωρ διοικῶν, πῶς δ’ἂν μὴ ὑγιαίνων ἐξαρκέσειας; τίνος δ’ἂν τῶν ἀγαθῶν τῶν ἀνθρωπίνων ἀπολαύσειας, πῶς δ’ἂν στερόμενος αὐτῶν εὐδαιμονήσειας; τίνι δ’ἂν ἀκριβῶς ἡσθείης, πότε δ’οὐκ ἂν ἰσχυρῶς λυπηθείης;

52.10.2πᾶσα γὰρ ἀνάγκη τὸν τηλικαύτην ἀρχὴν ἔχοντα καὶ φροντίζειν πολλὰ καὶ δεδιέναι πολλά, καὶ τῶν μὲν ἡδίστων ἐλάχιστα ἀπολαύειν, τὰ δὲ δυσχερέστατα ἀεὶ καὶ πανταχοῦ καὶ ἀκούειν καὶ ὁρᾶν καὶ ποιεῖν καὶ πάσχειν. ὅθεν, οἶμαι, καὶ Ἕλληνες καὶ βάρβαροί τινες οὐ δὲ διδομένας σφίσι βασιλείας ἐδέξαντο.

52.10.3ταῦτ’οὖν προϊδόμενος προβούλευσαι πρὶν ἐν αὐτοῖς γενέσθαι · αἰσχρὸν γάρ, μᾶλλον δὲ καὶ ἀδύνατόν ἐστι παρακύψαντά τινα ἅπαξ ἐς αὐτὰ ἀναδῦναι. μη δέ σε ἐξαπατήσῃ μήτε τὸ μέγεθος τῆς ἐξουσίας μήθ’ περιουσία τῶν κτημάτων, μὴ τὸ στῖφος τῶν σωματοφυλάκων, μὴ ὄχλος τῶν θεραπευόντων.

52.10.4οἵτε γὰρ πολὺ δυνάμενοι πολλὰ πράγματα ἔχουσι, καὶ οἱ συχνὰ κεκτημένοι συχνὰ ἀναλίσκειν ἀναγκάζονται, τάτε πλήθη τῶν δορυφόρων διὰ τὰ πλήθη τῶν ἐπιβουλευόντων ἀθροίζεται, καὶ οἱ κολακεύοντες ἐπιτρίψειαν ἄν τινα μᾶλλον σώσειαν. ὥσθ’ἕνεκα μὲν τούτων οὐ δ’ἂν εἷς εὖ φρονῶν αὐταρχῆσαι

52.11

52.11.1ἐπιθυμήσειεν · εἰ δ’ὅτι καὶ πλουτίζειν καὶ σώζειν τινὰς ἄλλατε πολλὰ καὶ ἀγαθὰ δρᾶν οἱ τοιοῦτοι δύνανται, καὶ νὴ Δία καὶ ὑβρίζειν σφίσι καὶ κακῶς ποιεῖν ὃν ἂν ἐθελήσωσιν ἔξεστιν, ἀξίαν τις διὰ ταῦτα σπουδῆς τὴν τυραννίδα εἶναι νομίζει, τοῦ παντὸς ἁμαρτάνει.

52.11.2τὸ μὲν γὰρ ἀσελγαίνειν καὶ κακόν τι ποιεῖν οὔθ’ὡς αἰσχρὰ οὔθ’ὡς σφαλερὰ καὶ μεμισημένα καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων ἐστί, δέομαί σοι λέγειν · οὔτε γὰρ ἄλλως τοιοῦτος εἶ, οὔτ’ἂν διὰ ταῦτα μοναρχῆσαι ἕλοιο. προῄρημαίτε ἐγὼ νῦν οὐ πάνθ’ὅσα ἄν τις κακῶς τὸ πρᾶγμα μεταχειριζόμενος ἐξεργάσαιτο εἰπεῖν, ἀλλ’ὅσα καὶ οἱ πάνυ ἄριστα αὐτῷ χρώμενοι καὶ ποιεῖν καὶ πάσχειν ἀναγκάζονται.

52.11.3τὸ δ’ἕτερον, τό τινα ἀφθόνως εὐεργετεῖν ἔχειν, ἀξιοσπούδαστον μέν, ἀλλ’ἐν μὲν ἰδιώτῃ γιγνόμενον καὶ καλὸν καὶ σεμνὸν καὶ εὐκλεὲς καὶ ἀσφαλές ἐστιν, ἐν δὲ δὴ ταῖς μοναρχίαις πρῶτον μὲν οὐκ ἀντάξιον τῶν ἄλλων τῶν ἀτοπωτέρων, ὥστε τινὰ διὰ τοῦτο καὶ ἐκεῖνα ἑλέσθαι, ἄλλωςτε καὶ μέλλοντα τὴν μὲν ἐκ τούτου ἀπόλαυσιν ἑτέροις

52.12

52.12.1δώσειν τὴν δὲ ἐξ ἐκείνων ἀηδίαν αὐτὸν ἕξειν, ἔπειτα δ’οὐ δ’ἁπλοῦν, ὥς τις οἴεται. οὔτε γὰρ ἂν πᾶσι τοῖς δεομένοις τινὸς ἐπαρκέσειέ τις. οἱ μὲν γὰρ ἀξιοῦντές τι παρ’αὐτοῦ λαμβάνειν πάντες ὡς εἰπεῖν εἰσιν ἄνθρωποι, κἂν μηδεμία εὐθὺς εὐεργεσία αὐτοῖς ὀφείληται ·

52.12.2πᾶς γάρ τις φύσει καὶ αὐτὸς ἑαυτῷ ἀρέσκει, κἀγαθόν τι ἐπαυρέσθαι παρὰ τοῦ δοῦναι δυναμένου βούλεται · δὲ ἐνδέχεται αὐτοῖς δίδοσθαι (τιμάςτε καὶ ἀρχὰς λέγω, καὶ ἔστιν ὅτε καὶ χρήματα) πάνυ ἂν εὐαρίθμητα ὡς πρὸς τοσοῦτο πλῆθος εὑρεθείη. τούτουτε οὕτως ἔχοντος ἔχθος ἂν αὐτῷ παρὰ τῶν διαμαρτανόντων ὧν χρῄζουσι μᾶλλον φιλία παρὰ τῶν τυγχανόντων ὑπάρξειεν.

52.12.3οἱ μὲν γάρ, ὡς καὶ ὀφειλόμενόν τι λαμβάνοντες, οὔτ’ἄλλως μεγάλην οἴονται δεῖν τῷ διδόντι αὐτὸ χάριν ἔχειν ἅτε μηδὲν παρὰ δόξαν εὑρισκόμενοι, καὶ προσέτι καὶ ὀκνοῦσι τοῦτο ποιεῖν, ἵνα μὴ καὶ ἀναξίους ἐν τούτῳ σφᾶς τοῦ καλῶς πάσχειν ἀποφήνωσιν ·

52.12.4οἱ δὲ ὧν ἐλπίζουσιν ἀτυχοῦντες λυποῦνται κατ’ἀμφότερα, τοῦτο μὲν ὡς οἰκείου τινὸς στερισκόμενοι (πάντες γὰρ ἔχειν ἤδη νομίζουσιν ὧν ἂν ἐπιθυμήσωσι), τοῦτο δὲ ὡς καὶ αὐτοὶ ἑαυτῶν ἀδικίαν τινὰ καταγιγνώσκοντες, ἂν ῥᾳδίως ἐπὶ τῷ μὴ τυχεῖν ὧν ἂν προσδοκήσωσι φέρωσι.

52.12.5καὶ γὰρ ὀρθῶς διδοὺς τὰ τοιαῦτα τότε κατ’ἀξίαν ἑκάστου δῆλον ὅτι πρὸ πάντων προσκοπεῖ, καὶ τοὺς μὲν τιμᾷ τοὺς δὲ παρορᾷ, ὥστε καὶ ἐκ τῆς ἐκείνου γνώμης τοῖς μὲν φρόνημα τοῖς δ’ἀγανάκτησιν ὑπ’αὐτοῦ τοῦ συνειδότος σφῶν προσγίγνεσθαι. ὡς ἄν γέ τις τοῦτ’εὐλαβούμενος ἀνωμάλως αὐτὰ διανέμειν ἐθελήσῃ, τὸ σύμπαν ἁμαρτήσεται ·

52.12.6οἵτε γὰρ πονηροὶ παρὰ τὸ προσῆκον τιμώμενοι χείρους ἄν, ἤτοι καὶ ἐπαινεῖσθαι ὡς ἀγαθοὶ πάντως γε θεραπεύεσθαι ὡς φοβεροὶ δοκοῦντες, γίγνοιντο, καὶ οἱ χρηστοὶ μηδὲν πλεῖον αὐτῶν εὑρισκόμενοι, ἀλλ’ἐξ ἴσου σφίσιν ἀγόμενοι, μᾶλλον ἂν ἐκ τῆς πρὸς ἐκείνους ἰσομοιρίας λυποῖντο τῷ καὶ αὐτοί τινος ἀξιοῦσθαι χαίροιεν, κἀκ τούτου τήντε ἐπιτήδευσιν τῶν κρειττόνων ἐῷεν ἂν καὶ τὴν ζήλωσιν τῶν χειρόνων μετέρχοιντο, καὶ οὕτω κἂν ἐξ αὐτῶν τῶν τιμῶν οὔθ’οἱ διδόντες αὐτὰς ἀγαθόν τι καρποῖντο καὶ οἱ λαμβάνοντες κακίους γίγνοιντο.

52.12.7ὥστε σοι τοῦτο, μάλιστα ἄν τισιν ἐν ταῖς μοναρχίαις ἀρέσειε, δυσμεταχειριστότατον συμβῆναι.

52.13

52.13.1ταῦτάτε οὖν καὶ τἆλλα μικρῷ πρόσθεν εἶπον ἐνθυμηθεὶς φρόνησον ἕως ἔξεστί σοι, καὶ ἀπόδος τῷ δήμῳ καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη καὶ τὰς ἀρχὰς καὶ τὰ χρήματα. ἂν μὲν γὰρ ἤδητε καὶ ἑκὼν αὐτὸ ποιήσῃς, ἐνδοξότατόςτε ἅμα ἀνθρώπων ἔσῃ καὶ ἀσφαλέστατος · ἂν δ’ἀναμείνῃς βίαν τινά σοι προσαχθῆναι, τάχ’ἄν τι δεινὸν μετὰ κακοδοξίας πάθοις.

52.13.2τεκμήριον δέ, Μάριος μὲν καὶ Σύλλας καὶ Μέτελλος, καὶ Πομπήιος τὸ πρῶτον, ἐν κράτει τῶν πραγμάτων γενόμενοι οὔτ’ἠθέλησαν δυναστεῦσαι οὔτ’ἔπαθον παρὰ τοῦτο δεινὸν οὐδέν · Κίννας δὲ δὴ καὶ Στράβων, τε Μάριος ἕτερος καὶ Σερτώριος, τε Πομπήιος αὐτὸς μετὰ ταῦτα, τῆς δυναστείας ἐπιθυμήσαντες κακῶς ἀπώλοντο.

52.13.3δυσχερὲς γάρ ἐστι τὴν πόλιν ταύτην, τοσούτοιςτε ἔτεσι δεδημοκρατημένην καὶ τοσούτων ἀνθρώπων ἄρχουσαν, δουλεῦσαί τινι ἐθελῆσαι. καὶ ἀκούεις μὲν ὅτι τὸν Κάμιλλον ὑπερώρισαν, ἐπειδὴ λευκοῖς ἵπποις ἐς τὰ ἐπινίκια ἐχρήσατο, ἀκούεις δὲ ὅτι τὸν Σκιπίωνα κατέλυσαν, ἐπειδή τινα πλεονεξίαν αὐτοῦ κατέγνωσαν, μέμνησαι δὲ ὅπως τῷ πατρί σου προσηνέχθησαν, ὅτι τινὰ ὑποψίαν ἐς αὐτὸν μοναρχίας ἔσχον.

52.13.4καίτοι τούτων μὲν ἀμείνους ἄνδρες οὐδένες ἄλλοι γεγόνασιν.

52.13.5οὐ μέντοι καὶ ἁπλῶς οὕτω συμβουλεύω σοι τὴν ἀρχὴν ἀφεῖναι, ἀλλὰ πάντα τὰ συμφέροντα τῷ δημοσίῳ προπρᾶξαι καὶ δόγμασι καὶ νόμοις προσήκει κατακλεῖσαι, καθάπερ που καὶ Σύλλας ἐποίησε · καὶ γὰρ εἴ τινα αὐτῶν μετὰ ταῦτα ἀνετράπη, ἀλλὰ τά γε πλείω καὶ μείζω διαμένει.

52.13.6καὶ μὴ εἴπῃς ὅτι καὶ ὣς στασιάσουσί τινες, ἵνα μὴ καὶ ἐγὼ αὖθις εἴπω ὅτι πολλῷ μᾶλλον οὐκ ἂν ἀνάσχοιντο μοναρχούμενοι. ὡς εἴγε πάνθ’ὅσα ἐνδέχεταί τισι συνενεχθῆναι προσκοποίμεθα, ἀλογώτατα ἂν τὰς διχοστασίας τὰς ἐκ τῆς δημοκρατίας συμβαινούσας φοβηθείημεν ἂν μᾶλλον τὰς τυραννίδας τὰς ἐκ τῆς μοναρχίας ἐκφυομένας.

52.13.7περὶ ὧν τῆς δεινότητος οὐ δὲ ἐπεχείρησά τι εἰπεῖν · οὐ γὰρ δὴ καὶ καταδραμεῖν ἄλλως εὐκατηγόρητον οὕτω πρᾶγμα ἠθέλησα, ἀλλὰ δεῖξαί σοι τοῦθ’ὅτι τοιοῦτόν ἐστι τῇ φύσει ὥστε μη δὲ τοὺς χρηστοὺς ἄνδρας […]

52.14

52.14.1(οὔτε πεῖσαί τι ῥᾳδίως ὑπὸ παρρησίας τοὺς οὐχ ὁμοίους δύνανται) κἀν ταῖς πράξεσιν ἅτε μὴ ὁμογνωμονούντων σφῶν κατορθοῦσιν. ὥστε εἴ τι κήδῃ τῆς πατρίδος, ὑπὲρ ἧς τοσούτους πολέμους πεπολέμηκας, ὑπὲρ ἧς καὶ τὴν ψυχὴν ἡδέως ἂν ἐπιδοίης, μεταρρύθμισον αὐτὴν καὶ κατακόσμησον πρὸς τὸ σωφρονέστερον.

52.14.2τὸ γὰρ ἐξεῖναί τισι πάνθ’ἁπλῶς ὅσα βούλονται καὶ ποιεῖν καὶ λέγειν, ἂν μὲν ἐπὶ τῶν εὖ φρονούντων ἐξετάζῃς, εὐδαιμονίας ἅπασιν αἴτιον γίγνεται, ἂν δὲ ἐπὶ τῶν ἀνοήτων, συμφορᾶς · καὶ διὰ τοῦτο μὲν τοῖς τοιούτοις τὴν ἐξουσίαν διδοὺς παιδὶ δή τινι καὶ μαινομένῳ ξίφος ὀρέγει, δ’ἐκείνοις τάτε ἄλλα καὶ αὐτοὺς τούτους καὶ μὴ βουλομένους σώζει.

52.14.3διόπερ καὶ σὲ ἀξιῶ μὴ πρὸς τὰς εὐπρεπείας τῶν ὀνομάτων ἀποβλέψαντα ἀπατηθῆναι, ἀλλὰ τὰ γιγνόμενα ἐξ αὐτῶν προσκοπήσαντα τήντε θρασύτητα τοῦ ὁμίλου παῦσαι καὶ τὴν διοίκησιν τῶν κοινῶν ἑαυτῷτε καὶ τοῖς ἄλλοις τοῖς ἀρίστοις προσθεῖναι, ἵνα βουλεύωσι μὲν οἱ φρονιμώτατοι, ἄρχωσι δὲ οἱ στρατηγικώτατοι, στρατεύωνται δὲ καὶ μισθοφορῶσιν οἵτε ἰσχυρότατοι καὶ οἱ πενέστατοι.

52.14.4οὕτω γὰρ τάτε ἐπιβάλλοντά σφισιν ἕκαστοι προθύμως ποιοῦντες, καὶ τὰς ὠφελίας ἀλλήλοις ἑτοίμως ἀντιδιδόντες, οὔτε τῶν ἐλαττωμάτων, ἐν οἷς καταδέουσί τινων, ἐπαισθήσονται, καὶ τὴν δημοκρατίαν τὴν ἀληθῆ τήντε ἐλευθερίαν τὴν ἀσφαλῆ κτήσονται ·

52.14.5ἐκείνη μὲν γὰρ τοῦ ὄχλου ἐλευθερία τοῦτε βελτίστου δουλεία πικροτάτη γίγνεται καὶ κοινὸν ἀμφοῖν ὄλεθρον φέρει, αὕτη δὲ τότε σῶφρον πανταχοῦ προτιμῶσα καὶ τὸ ἴσον ἅπασι κατὰ τὴν ἀξίαν ἀπονέμουσα πάντας ὁμοίως εὐδαίμονας τοὺς χρωμένους αὐτῇ ποιεῖ.

52.15

52.15.1μὴ γάρ τοι οἰηθῇς ὅτι τυραννῆσαί σοι, τόντε δῆμον καὶ τὴν βουλὴν δουλωσαμένῳ, παραινῶ. τοῦτο μὲν γὰρ οὔτ’ἂν ἐγώ ποτε εἰπεῖν οὔτ’ἂν σὺ πρᾶξαι τολμήσειας · ἐκεῖνα δὲ δὴ καὶ καλὰ καὶ χρήσιμα καὶ σοὶ καὶ τῇ πόλει γένοιτο ἄν, τότε πάντα τὰ προσήκοντα αὐτόν σε μετὰ τῶν ἀρίστων ἀνδρῶν νομοθετεῖν, μηδενὸς τῶν πολλῶν μήτ’ἀντιλέγοντος αὐτοῖς μήτ’ἐναντιουμένου, καὶ τὸ τοὺς πολέμους πρὸς τὰ ὑμέτερα βουλήματα διοικεῖσθαι, πάντων αὐτίκα τῶν ἄλλων τὸ κελευόμενον ποιούντων, τότε τὰς τῶν ἀρχόντων αἱρέσεις ἐφ’ὑμῖν εἶναι, καὶ τὸ τὰς τιμὰς τάςτε τιμωρίας ὑμᾶς ὁρίζειν, ἵνα καὶ νόμος εὐθὺς πᾶν τι ἂν βουλευσαμένῳ σοι μετὰ τῶν ὁμοτίμων ἀρέσῃ, καὶ οἱ πολέμιοι κρύφα καὶ κατὰ καιρὸν πολεμῶνται, οἵτε τι ἐγχειριζόμενοι ἀπ’ἀρετῆς ἀλλὰ μὴ κλήρῳ καὶ σπουδαρχίᾳ ἀποδεικνύωνται, καὶ οἱ μὲν ἀγαθοὶ ἄνευ φθόνου τιμῶνται, οἱ δὲ κακοὶ ἄνευ συστάσεως κολάζωνται.

52.15.4οὕτω γὰρ ἂν μάλιστα τάτε πραττόμενα ὀρθῶς διοικηθείη, μήτε ἐς τὸ κοινὸν ἀναφερόμενα μήτε ἐν τῷ φανερῷ βουλευόμενα μήτε τοῖς παρακελευστοῖς ἐπιτρεπόμενα μήτε ἐκ φιλοτιμίας κινδυνευόμενα, καὶ τῶν ὑπαρχόντων ἡμῖν ἀγαθῶν ἡδέως ἀπολαύσαιμεν, μήτε πολέμους ἐπικινδύνους μήτε στάσεις ἀνοσίους ·

52.15.5ποιούμενοι. ταῦτα γὰρ πᾶσα μὲν δημοκρατία ἔχει · οἱ γὰρ δυνατώτεροι, τῶντε πρωτείων ὀρεγόμενοι καὶ τοὺς ἀσθενεστέρους μισθούμενοι, πάντα ἄνω καὶ κάτω φύρουσι · πλεῖστα δὲ δὴ παρ’ἡμῖν γέγονε, καὶ οὐκ ἔστιν ὅπως ἄλλως παύσεται.

52.15.6τεκμήριον δέ, πάμπολυς ἐξ οὗ χρόνος καὶ πολεμοῦμεν καὶ στασιάζομεν. αἴτιον δὲ τότε πλῆθος τῶν ἀνθρώπων καὶ τὸ μέγεθος τῶν πραγμάτων · ἐκεῖνοίτε γὰρ παντοδαποὶ καὶ τὰ γένη καὶ τὰς φύσεις ὄντες καὶ ποικίλας καὶ τὰς ὀργὰς καὶ τὰς ἐπιθυμίας ἔχουσι, καὶ ταῦτα ἐς τοσοῦτον προῆκται ὥστε καὶ πάνυ δυσχερῶς ἂν διοικηθῆναι.

52.16

52.16.1καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, μαρτυρεῖ τὰ γεγονότα. τέως μὲν γὰρ οὔτε πολλοὶ ἦμεν οὔτε μεγάλῳ τινὶ τῶν πλησιοχώρων διεφέρομεν, καλῶςτε ἐπολιτευόμεθα καὶ πᾶσαν ὀλίγου τὴν Ἰταλίαν κατεστρεψάμεθα ·

52.16.2ἀφ’οὗ δὲ ἔξω αὐτῆς ἐξήχθημεν, καὶ ἐπὶ πολλὰ καὶ τῶν ἠπείρων καὶ τῶν νήσων ἐπεραιώθημεν, καὶ πᾶσαν μὲν τὴν θάλασσαν πᾶσαν δὲ τὴν γῆν καὶ τοῦ ὀνόματος καὶ τῆς δυνάμεως ἡμῶν ἐνεπλήσαμεν, οὐδενὸς χρηστοῦ μετεσχήκαμεν, ἀλλὰ τὸ μὲν πρῶτον οἴκοι καὶ ἐντὸς τοῦ τείχους κατὰ συστάσεις ἐστασιάσαμεν, ἔπειτα δὲ καὶ ἐς τὰ στρατόπεδα τὸ νόσημα τοῦτο προηγάγομεν.

52.16.3καὶ διὰ ταῦθ’ πόλις ἡμῶν, ὥσπερ ὁλκὰς μεγάλη καὶ πλήρης ὄχλου παντοδαποῦ χωρὶς κυβερνήτου, πολλὰς ἤδη γενεὰς ἐν κλύδωνι πολλῷ φερομένη σαλεύειτε καὶ ᾅττει δεῦρο κἀκεῖσε, καθάπερ ἀνερμάτιστος οὖσα. μήτ’οὖν χειμαζομένην ἔτ’αὐτὴν περιίδῃς, ὁρᾷς γὰρ ὡς ὑπέραντλός ἐστι, μήτε περὶ ἕρμα περιρραγῆναι ἐάσῃς, σαθρὰ γάρ ἐστι καὶ οὐδένα ἔτι χρόνον ἀντισχεῖν δυνήσεται ·

52.16.4ἀλλ’ἐπειδήπερ οἱ θεοὶ ἐλεήσαντες αὐτὴν καὶ ἐπιγνώμονά σε καὶ ἐπιστάτην αὐτῆς ἐπέστησαν, μὴ προδῷς τὴν πατρίδα, ἵν’ὥσπερ νῦν διὰ σὲ μικρὸν ἀναπέπνευκεν, οὕτω καὶ τὸν λοιπὸν αἰῶνα μετ’ἀσφαλείας διαγάγῃ.

52.17

52.17.1ὅτι μὲν οὖν ὀρθῶς σοι παραινῶ, μοναρχεῖσθαι τὸν δῆμον ἀξιῶν, πάλαι σε ἡγοῦμαι πεπεῖσθαι · τούτου δὲ δὴ οὕτως ἔχοντος καὶ ἑτοίμως καὶ προθύμως τὴν προστασίαν αὐτοῦ ἀνάδεξαι, μᾶλλον δὲ μὴ προῇ. οὐ δὲ γὰρ οὐ δ’ὑπὲρ τοῦ λαβεῖν τι βουλευόμεθα, ἀλλ’ὑπὲρ τοῦ μὴ ἀπολέσαι καὶ προσέτι καὶ κινδυνεῦσαι.

52.17.2τίς γάρ σου φείσεται, ἄντε ἐς τὸν δῆμον τὰ πράγματ’ἀνώσῃς, ἄντε καὶ ἑτέρῳ τινὶ ἐπιτρέψῃς, παμπόλλων μὲν ὄντων τῶν ὑπὸ σοῦ λελυπημένων, πάντων δ’ὡς εἰπεῖν τῆς μοναρχίας ἀντιποιησομένων, ὧν οὐδεὶς οὔτε μὴ ἀμύνασθαί σε ἐφ’οἷς πεποίηκας οὔτ’ἀντίπαλον ὑπολιπέσθαι ἐθελήσει.

52.17.3τεκμήριον δὲ ὅτι καὶ Πομπήιος ἐκστὰς τῆς δυναστείας καὶ κατεφρονήθη καὶ ἐπεβουλεύθη, κἀκ τούτου μηκέτ’αὐτὴν ἀναλαβεῖν δυνηθεὶς ἐφθάρη, καὶ Καῖσαρ πατὴρ σὸς τὸ αὐτὸ τοῦτο ποιήσας προσαπώλετο. πάντως δ’ἂν καὶ Μάριος καὶ Σύλλας ὅμοια αὐτοῖς ἐπεπόνθεσαν, εἰ μὴ προετεθνήκεσαν.

52.17.4καίτοι τὸν Σύλλαν φασί τινες αὐτὸ τοῦτο φοβηθέντα φθῆναι καὶ ἑαυτὸν ἀναχρήσασθαι · συχνὰ γοῦν τῶν νομοθετηθέντων ὑπ’αὐτοῦ ζῶντος ἔτ’αὐτοῦ λύεσθαι ἤρξατο. ὥστε καὶ σὺ πολλοὺς μὲν Λεπίδους πολλοὺς δὲ Σερτωρίους Βρούτους Κασσίους γενήσεσθαί σοι προσδόκα.

52.18

52.18.1ταῦτάτε οὖν ἰδὼν καὶ τἆλλα πάντα λογισάμενος, μὴ προῇ καὶ σεαυτὸν καὶ τὴν πατρίδα, ἵνα μὴ δόξῃς τισὶν ἐθελούσιος τῆς ἀρχῆς ἐφεῖσθαι. πρῶτον μὲν γάρ, ἂν καὶ τοῦτο τις ὑποπτεύσῃ, οὔτ’ἀπὸ τοῦ ἀνθρωπείου τρόπου τὸ ἐπιθύμημά ἐστι, καὶ καλὸς κίνδυνος αὐτοῦ · ἔπειτα δὲ τίς οὐκ οἶδε τὴν ἀνάγκην ὑφ’ἧς ἐς τὰ πράγματα ταῦτα προήχθης;

52.18.2ὥστε εἴπερ τι αἰτίαμα αὐτῆς ἐστι, τοῖς τοῦ πατρός σου σφαγεῦσι δικαιότατα ἄν τις αὐτὸ ἐγκαλέσειεν · εἰ γὰρ ἐκεῖνοι μήτ’ἀδίκως μήτ’οἰκτρῶς οὕτως αὐτὸν ἀπεκτόνεσαν, οὔτ’ἂν τὰ ὅπλα ἀντήρω, οὔτ’ἂν τὰ στρατεύματα συνελέξω, οὔτ’ἂν Ἀντωνίῳ καὶ Λεπίδῳ συνέθου, οὔτ’ἂν αὐτοὺς ἐκείνους ἠμύνω.

52.18.3καὶ ὅτι μὲν ὀρθῶς καὶ δικαίως πάντα ταῦτ’ἐποίησας, οὐδεὶς ἀγνοεῖ · εἰ δ’οὖν τι καὶ πεπλημμέληται, ἀλλ’οὔτι καὶ μεταθέσθαι ἔτ’ἀσφαλῶς δυνάμεθα. ὥστε καὶ ἡμῶν αὐτῶν ἕνεκα καὶ τῆς πόλεως πεισθῶμεν τῇ τύχῃ τῇ τὴν μοναρχίαν σοι διδούσῃ.

52.18.4καὶ χάριν γε μεγάλην αὐτῇ ἔχωμεν, ὅτι μὴ μόνον τῶν κακῶν τῶν ἐμφυλίων ἀπέλυσεν ἡμᾶς, ἀλλὰ καὶ τὴν κατάστασιν τῆς πολιτείας ἐπὶ σοὶ πεποίηται, ἵν’ἐπιμεληθεὶς αὐτῆς ὥσπερ προσήκει, δείξῃς ἅπασιν ἀνθρώποις ὅτι ἐκεῖνα μὲν ἄλλοι καὶ ἐτάραξαν καὶ ἐκακούργησαν, σὺ δὲ δὴ χρηστὸς εἶ.

52.18.5καὶ μή μοι τὸ μέγεθος τῆς ἀρχῆς φοβηθῇς. ὅσῳτε γὰρ πλείων ὑπάρχει, τόσῳ πλείω καὶ τὰ σώζοντα ἔχει, καὶ μακρῷ τὸ φυλάξαι τι τοῦ κτήσασθαι ῥᾷόν ἐστι · πρὸς μὲν γὰρ τὸ τἀλλότρια προσποιήσασθαι καὶ πόνων καὶ κινδύνων δεῖ, πρὸς δὲ τὸ τὰ ὑπάρχοντα σῶσαι βραχεῖα φροντὶς ἀρκεῖ.

52.18.6μὴ μέντοι μη δὲ δείσῃς ὅτι οὐχὶ καὶ ἀσφαλέστατα ἐν αὐτῇ βιώσῃ καὶ πάντων τῶν ἐν ἀνθρώποις ἀγαθῶν ἀπολαύσεις, ἄν γε ἐθελήσῃς αὐτὴν ὡς παραινέσω σοι διοικῆσαι. καί με μὴ νομίσῃς ἀπαρτᾶν ἀπὸ τῆς παρούσης ὑποθέσεως τὸν λόγον, ἂν ἐπὶ πλεῖόν σοι περὶ αὐτῆς διαλεχθῶ ·

52.18.7οὐ γάρ που καὶ ὑπ’ἀδολεσχίας τινὸς ἄλλως τοῦτο ποιήσω, ἀλλ’ἵνα ἀκριβῶς καταμάθῃς ὅτι καὶ δυνατὸν καὶ ῥᾴδιον τῷ γε ἔμφρονι τὸ καὶ καλῶς καὶ ἀκινδύνως ἄρξαι ἐστί.

52.19

52.19.1φημὶ τοίνυν χρῆναί σε κατὰ πρώτας εὐθὺς τὸ βουλευτικὸν πᾶν καὶ φυλοκρινῆσαι καὶ διαλέξαι, ἐπειδή τινες οὐκ ἐπιτήδειοι διὰ τὰς στάσεις βεβουλεύκασι, καὶ τοὺς μὲν ἀρετήν τινα αὐτῶν ἔχοντας κατασχεῖν, τοὺς δὲ λοιποὺς ἀπαλεῖψαι.

52.19.2μὴ μέντοι καὶ διὰ πενίαν τινὰ ἀγαθόν γε ἄνδρα ὄντα ἀπαλλάξῃς, ἀλλὰ καὶ χρήματα αὐτῷ τὰ ἀναγκαῖα δός. ἀντὶ δὲ δὴ τῶν ἄλλων τούςτε γενναιοτάτους καὶ τοὺς ἀρίστους τούςτε πλουσιωτάτους ἀντεσάγαγε, μὴ μόνον ἐκ τῆς Ἰταλίας ἀλλὰ καὶ παρὰ τῶν συμμάχων τῶντε ὑπηκόων ἐπιλεξάμενος ·

52.19.3οὕτω γὰρ σύτε πολλοῖς συνεργοῖς χρήσῃ, καὶ τοὺς κορυφαίους ἐξ ἁπάντων τῶν ἐθνῶν ἐν ἀσφαλεῖ ποιήσῃ, καὶ οὔτε ἐκεῖνα νεοχμώσει τι μηδένα ἐλλόγιμον προστάτην ἔχοντα, καὶ οἱ πρωτεύοντες παρ’αὐτοῖς φιλήσουσί σε ἅτε καὶ κοινωνοί σοι τῆς ἀρχῆς γεγονότες.

52.19.4τὰ δὲ αὐτὰ ταῦτα καὶ ἐπὶ τῶν ἱππέων ποίησον. τοὺς γὰρ τὰ δευτερεῖα ἑκασταχόθι καὶ γένει καὶ ἀρετῇ καὶ πλούτῳ φερομένους ἐς τὴν ἱππάδα κατάλεξον, τοσούτους ἑκατέρους ἀντεγγράψας ὅσοι ποτ’ἂν ἀρέσωσί σε, μηδὲν περὶ τοῦ πλήθους αὐτῶν ἀκριβολογούμενος · ὅσῳ γὰρ ἂν πλείους εὐδόκιμοι ἄνδρες συνῶσί σοι, τοσούτῳ ῥᾷον αὐτόςτε ἐν δέοντι πάντα διοικήσεις, καὶ τοὺς ἀρχομένους πείσεις ὅτι οὔτε ὡς δούλοις σφίσιν οὔθ’ὡς χείροσί πῃ ἡμῶν οὖσι χρῇ, ἀλλὰ τάτε ἄλλα ἀγαθὰ πάντα τὰ ὑπάρχοντα ἡμῖν καὶ τὴν ἡγεμονίαν αὐτοῖς κοινοῖ, ὅπως ὡς οἰκείαν αὐτὴν σπουδάζωσι.

52.19.6καὶ τοσοῦτόν γε δέω τοῦθ’ὡς οὐκ ὀρθῶς εἰρημένον ἀναθέσθαι, ὥστε καὶ τῆς πολιτείας πᾶσί σφισι μεταδοθῆναί φημι δεῖν, ἵνα καὶ ταύτης ἰσομοιροῦντες πιστοὶ σύμμαχοι ἡμῖν ὦσιν, ὥσπερ τινὰ μίαν τὴν ἡμετέραν πόλιν οἰκοῦντες, καὶ ταύτην μὲν ὄντως πόλιν τὰ δὲ δὴ σφέτερα ἀγροὺς καὶ κώμας νομίζοντες εἶναι. ἀλλὰ περὶ μὲν τούτου αὖθις ἀκριβέστερον σκεψόμεθα χρὴ πρᾶξαι, ἵνα μὴ καὶ πάντα

52.20

52.20.1ἀθρόα αὐτοῖς χαρισώμεθα · καταλέγεσθαι δὲ χρὴ ἐς μὲν τὴν ἱππάδα ὀκτωκαιδεκέτεις, ἐν γὰρ ταύτῃ τῇ ἡλικίᾳ μάλιστα τε τῶν σωμάτων αὐτῶν εὐεξία καὶ τῶν ψυχῶν ἐπιτηδειότης διαφαίνεται, ἐς δὲ τὸ συνέδριον πεντεκαιεικοσιέτεις · πῶς γὰρ οὐκ αἰσχρὸν καὶ σφαλερόν ἐστι τὰ μὲν οἰκεῖα μηδενὶ πρὸ ταύτης τῆς ἡλικίας ἐπιτρέπεσθαι, τὰ δὲ δημόσια καὶ νεωτέροις τισὶν ἐγχειρίζεσθαι;

52.20.2ταμιεύσαντέςτε καὶ ἀγορανομήσαντες δημαρχήσαντες στρατηγείτωσαν, τριακοντοῦται γενόμενοι. ταύταςτε γὰρ τὰς ἀρχὰς καὶ τὰς τῶν ὑπάτων μόνας οἴκοι, τῆςτε τῶν πατρίων μνήμης ἕνεκα καὶ τοῦ μὴ παντελῶς τὴν πολιτείαν μεταλλάττειν δοκεῖν, ἀποδεικνύναι σέ φημι χρῆναι.

52.20.3αὐτὸς μέντοι σὺ πάντας αὐτοὺς αἱροῦ, καὶ μήτε ἐπὶ τῷ πλήθει καὶ τῷ δήμῳ ἔτι τινὰ αὐτῶν ποιήσῃ, στασιάσουσι γάρ, μήτε ἐπὶ τῷ συνεδρίῳ, διασπουδάσονται γάρ. μὴ μέντοι καὶ τὰς δυνάμεις σφῶν τὰς ἀρχαίας τηρήσῃς, ἵνα μὴ τὰ αὐτὰ αὖθις γένηται, ἀλλὰ τὴν μὲν τιμὴν φύλαξον, τῆς δ’ἰσχύος παράλυσον τοσοῦτον ὅσον μήτε τοῦ ἀξιώματός τι αὐτῶν ἀφαιρήσει καὶ τοῖς νεωτερίσαι τι ἐθελήσουσι μὴ ἐπιτρέψει.

52.20.4ἔσται δὲ τοῦτο, ἂν τάτε ἄλλα καὶ ἐνδήμους αὐτοὺς ἀποφήνῃς, καὶ μήτε ἐν τῷ τῆς ἀρχῆς καιρῷ ὅπλα τινὶ αὐτῶν ἐγχειρίσῃς μήτε εὐθύς, ἀλλὰ χρόνου διελθόντος, ὅσον ἂν αὐτάρκη ἑκάστῳ σφῶν νομίσῃς εἶναι. οὕτω γὰρ οὔτε τινὲς νεοχμώσουσι, στρατοπέδων κύριοι ἐν τῷ τῶν ὀνομάτων φρονήματι γενόμενοι, καὶ χρόνον τινὰ ἰδιωτεύσαντες πεπανθήσονται.

52.20.5καὶ οὗτοι μὲν τάςτε πανηγύρεις, οἵ γε καὶ προσήκοντές σφισιν, ἐπιτελείτωσαν, καὶ τὰς δίκας πάντες ὡς ἕκαστοι, πλὴν τῶν φονικῶν, ἐν τῷ τῆς ἐνδήμου ἀρχῆς χρόνῳ δικαζέτωσαν · συναγέσθω μὲν γὰρ δικαστήρια καὶ ἐκ τῶν ἄλλων βουλευτῶν τῶντε ἱππέων, τὸ δ’ὅλον ἐς ἐκείνους ἀνακείσθω.

52.21

52.21.1πολίαρχος δὲ δή τις ἔκτε τῶν προηκόντων καὶ ἐκ τῶν πάντα τὰ καθήκοντα προπεπολιτευμένων ἀποδεικνύσθω, οὐχ ἵνα ἀποδημησάντων που τῶν ὑπάτων ἄρχῃ, ἀλλ’ἵνα τάτε ἄλλα ἀεὶ τῆς πόλεως προστατῇ, καὶ τὰς δίκας τάςτε παρὰ πάντων ὧν εἶπον ἀρχόντων ἐφεσίμουςτε καὶ ἀναπομπίμους καὶ τὰς τοῦ θανάτου τοῖςτε ἐν τῇ πόλει, πλὴν ὧν ἂν εἴπω, καὶ τοῖς ἔξω αὐτῆς μέχρι πεντήκοντα καὶ ἑπτακοσίων σταδίων οἰκοῦσι κρίνῃ.

52.21.3ἕτερόςτέ τις ἐκ τῶν ὁμοίων καὶ αὐτὸς αἱρείσθω ὥστε τάτε γένη καὶ τὰς οὐσίας τούςτε τρόπους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων, ἀνδρῶντε ὁμοίως καὶ παίδων γυναικῶντε τῶν προσηκουσῶν αὐτοῖς, ἐξετάζειντε καὶ ἐπισκοπεῖν, καὶ τὰ μὲν αὐτὸν ἐπανορθοῦν ὅσα μήτε τινὸς τιμωρίας ἄξιά ἐστι καὶ παρορώμενα πολλῶν καὶ μεγάλων κακῶν αἴτια γίγνεται, τὰ δὲ δὴ μείζω σοὶ ἐπικοινοῦσθαι.

52.21.4βουλευτῇ γάρ τινι, καὶ τῷ γε ἀρίστῳ μετὰ τὸν πολίαρχον, μᾶλλον τινι τῶν ἱππέων προστετάχθαι τοῦτο δεῖ.

52.21.5καὶ τό γε ὄνομα ἀπὸ τῆς σῆς τιμαρχίας (πάντως γάρ σε προεστάναι τῶν τιμήσεων προσήκει) εἰκότως ἂν λάβοι, ὥστε ὑποτιμητὴς καλεῖσθαι. ἀρχέτωσαν δὲ δὴ οἱ δύο οὗτοι διὰ βίου, ἄν γε μὴ κακυνθῇ τις αὐτῶν τρόπον τινὰ καὶ νοσώδης καὶ ὑπεργήρως γένηται.

52.21.6ἐκ μὲν γὰρ τῆς χρονίου ἀρχῆς οὐδὲν ἂν δεινόν, ἅτε μὲν παντελῶς ἄοπλος ὤν, δ’ὀλίγουςτε στρατιώτας ἔχων καὶ ἐν τοῖς σοῖς ὀφθαλμοῖς τὸ πλεῖστον ἄρχων, ἐργάσαιντο ·

52.21.7ἐκ δὲ δὴ τοῦ ἐτείου καὶ ὀκνήσειαν ἂν προσκροῦσαί τινι καὶ φοβηθεῖεν ἐρρωμένως τι πρᾶξαι, τήντε ἑαυτῶν ἰδιωτείαν καὶ τὴν ἄλλων τινῶν δυναστείαν προορώμενοι. καὶ μισθόν γέ τινα φερέτωσαν καὶ τῆς ἀσχολίας ἕνεκα καὶ τῆς ἀξιώσεως.

52.21.8περὶ μὲν δὴ τούτων ταύτην σοι τὴν γνώμην δίδωμι, οἱ δὲ δὴ στρατηγήσαντες ἀρχέτωσάν τινα ἀρχὴν ἐν τοῖς ὑπηκόοις (πρὶν γὰρ στρατηγῆσαί σφας οὐχ ἡγοῦμαι δεῖν τοῦτο γίγνεσθαι · ἐκεῖνοι δ’ὑποστρατηγείτωσαν οἷς ἂν εἴπω, καὶ ἅπαξ καὶ δεύτερον), εἶθ’οὕτως ὑπατευέτωσαν, ἄν γε καὶ ὀρθῶς διάρξωσι, καὶ μετὰ ταῦτα τὰς μείζους

52.22

52.22.1ἡγεμονίας λαμβανέτωσαν. ὧδε γὰρ συμβουλεύω σοι διατάξαι. τήντε Ἰταλίαν πᾶσαν τὴν ὑπὲρ πεντήκοντα καὶ ἑπτακοσίους ἀπὸ τῆς πόλεως σταδίους οὖσαν, καὶ τἆλλα πάντα τάτε ἐν ταῖς νήσοις καὶ τὰ ἐν ταῖς ἠπείροις ὁμολογοῦντα ἡμῖν, κατάνειμον ἑκασταχόθι κατάτε γένη καὶ ἔθνη, τάςτε πόλεις ἁπάσας, ὅσας γε καὶ αὔταρκές ἐστιν ὑφ’ἑνὸς ἀνδρὸς αὐτοτελοῦς ἄρχεσθαι ·

52.22.2 κἀνταῦθα στρατιώτας ἐγκατάστησον, καὶ ἄρχοντας καθ’ἑκάστους ἕνα μὲν ἐκ τῶν ὑπατευκότων ἐπὶ πᾶσι πέμπε, δύο δὲ ἐκ τῶν ἐστρατηγηκότων, τὸν μὲν ἄρτι ἐκ τῆς πόλεως ἐξιόντα, καὶ αὐτῷ τάτε ἰδιωτικὰ πράγματα καὶ τῶν ἐπιτηδείων παρασκευὴ προσκείσθω, τὸν δὲ ἐκ τῶν τοῦτο πεποιηκότων, ὃς τάτε κοινὰ τῶν πόλεων διοικήσει καὶ τῶν στρατιωτῶν ἄρξει, πλὴν ὅσα ἀτιμίας θανάτου ἔχεται.

52.22.3ταῦτα γὰρ ἐς μόνον τὸν ὑπατευκότα ἄρχοντα ἀνηκέτω, πλὴν περίτε τῶν ἑκατοντάρχων τῶν ἐν τοῖς καταλόγοις ὄντων καὶ περὶ τῶν ἰδιωτῶν τῶν παρ’ἑκάστοις πρώτων · τούτους γὰρ δὴ ἑκατέρους μηδενὶ ἄλλῳ κολάζειν ἐπιτρέψῃς, ἵνα μὴ οὕτω τινὰ αὐτῶν φοβῶνται ὥστε ποτὲ καὶ κατὰ σοῦ τι πρᾶξαι.

52.22.4 δ’εἶπον, ὅτι τὸν ἕτερον τῶν ἐστρατηγηκότων ἐπὶ τοῖς στρατιώταις ἐπιτετάχθαι δεῖ, τοιοῦτόν ἐστιν. ἂν μὲν ὀλίγοι τινὲς ἐν ξενικοῖς τείχεσιν καὶ ἐν ἑνὶ πολιτικῷ στρατεύωνται, καλῶς ἔχει τοῦτο γίγνεσθαι · ἂν δὲ δύο πολιτικὰ στρατεύματα ἐν ταὐτῷ ἔθνει χειμάζῃ (πλείω γὰρ τούτων οὐκ ἂν συμβουλεύσαιμί σοι τῷ αὐτῷ ἄρχοντι ἐπιτρέψαι), δεήσει που τοὺς δύο τοὺς ἐστρατηγηκότας καὶ ἐκείνων, ἰδίᾳ ἑκατέρου, καὶ τῶν ἄλλων τῶντε πολιτικῶν καὶ τῶν ἰδιωτικῶν ὁμοίως προΐστασθαι.

52.22.5 δ’οὖν ὑπατευκὼς ταῦτάτε […] καὶ προσέτι καὶ τὰς δίκας τάςτε ἐκκλήτους καὶ τὰς ἀναπομπίμους τὰς ἀπὸ τῶν στρατηγῶν αὐτῷ φοιτώσας κρινέτω.

52.22.6καὶ μὴ θαυμάσῃς εἰ καὶ τὴν Ἰταλίαν τοιαῦτα μέρη νεῖμαί σοι παραινῶ · πολλήτε γὰρ καὶ πολυάνθρωπος οὖσα ἀδύνατός ἐστιν ὑπὸ τῶν ἐν τῷ ἄστει ἀρχόντων καλῶς διοικεῖσθαι. δεῖ γὰρ τοῖςτε δήμοις τὸν ἄρχοντα ἀεὶ παρεῖναι καὶ τοῖς ἄρχουσι τὰ δυνατὰ προστάσσεσθαι.

52.23

52.23.1λαμβανέτωσαν δὲ μισθὸν πάντες οὗτοι οἱ τὰς ἔξω τῆς πόλεως ἀρχὰς ἐπιτρεπόμενοι, πλείω μὲν οἱ μείζους, ἐλάττω δὲ οἱ καταδεέστεροι, μέσον δὲ οἱ μέσοι · οὔτε γὰρ ἀπὸ τῶν οἰκείων οἷόντέ ἐστιν αὐτοὺς ἐν τῇ ἀλλοτρίᾳ ἀποζῆν, οὔτ’ἀορίστῳ καὶ ἀσταθμήτῳ ἀναλώματι ὥσπερ νῦν χρῆσθαι.

52.23.2καὶ ἀρχέτωσαν μήτε ἔλαττον ἐτῶν τριῶν, εἰ μή τις ἀδικήσειέ τι, μήτε πλεῖον πέντε, τὸ μὲν ὅτι αἱ ἐνιαύσιοι καὶ ὀλιγοχρόνιοι ἀρχαὶ διδάξασαί τινας τὰ ἀναγκαῖα ἀποπέμπουσι πρίν τι αὐτῶν ἀποδειχθῆναι, τὸ δὲ ὅτι αἱ μακρότεραι καὶ πολυχρονιώτεραι ἐπαίρουσί πως πολλοὺς καὶ ἐς νεωτεροποιίαν ἐξάγουσι.

52.23.3διόπερ οὐ δὲ ἐπαλλήλας τὰς μείζους ἡγεμονίας οἶμαί τισι προσήκειν δίδοσθαι. οὔτε γὰρ διαφέρει τι ἄντε ἐν τῷ αὐτῷ ἔθνει ἄντε καὶ ἐν πλείοσιν ἐφεξῆς ἐπὶ μακρότερον τοῦ δέοντος ἄρχῶσι · καὶ ἀμείνονες γίγνονται, ἐπειδὰν διαλίπωσίτέ τινα χρόνον καὶ οἴκαδε ἐπανέλθωσι καὶ ἰδιωτεύσωσι. τοὺς μὲν δὴ οὖν βουλευτὰς ταῦτάτε καὶ οὕτω

52.24

52.24.1διέπειν φημὶ χρῆναι, τῶν δὲ δὴ ἱππέων δύο τοὺς ἀρίστους τῆς περὶ σὲ φρουρᾶς ἄρχειν · τότε γὰρ ἑνὶ ἀνδρὶ αὐτὴν ἐπιτρέπεσθαι σφαλερὸν καὶ τὸ πλείοσι ταραχῶδές ἐστι.

52.24.2δύοτε οὖν ἔστωσαν οἱ ἔπαρχοι οὗτοι, ἵν’ἂν καὶ ἕτερος αὐτῶν ἐπαίσθηταί τι τῷ σώματι, μήτι γε καὶ ἐνδεὴς τοῦ φυλάξοντός σε εἴης · καὶ καθιστάσθωσαν ἐκ τῶν πολλάκιςτε ἐστρατευμένων καὶ πολλὰ καὶ ἄλλα διῳκηκότων.

52.24.3ἀρχέτωσαν δὲ δὴ τῶντε δορυφόρων καὶ τῶν λοιπῶν στρατιωτῶν τῶν ἐν τῇ Ἰταλίᾳ πάντων, ὥστε καὶ θανατοῦν τοὺς ἀδικοῦντας αὐτῶν πλὴν τῶντε ἑκατοντάρχων καὶ τῶν ἄλλων τῶν τοῖς ἐκ τοῦ βουλευτικοῦ ἄρχουσι προστεταγμένων.

52.24.4τούτους μὲν γὰρ αὐτοὶ ἐκεῖνοι δικαιούτωσαν, ἵνα ἀπροφασίστως σφίσι χρῆσθαι, ἅτε καὶ κολάσαι καὶ τιμῆσαί σφας ἐξουσίαν ἔχοντες, δύνωνται · τῶν δ’ἄλλων τῶν ἐν τῇ Ἰταλίᾳ στρατιωτῶν οἱ ἔπαρχοι ἐκεῖνοι προστατείτωσαν, ὑπάρχους ἔχοντες, καὶ προσέτι καὶ τῶν Καισαρείων τῶντε ἐν τῇ θεραπείᾳ σου ὄντων καὶ τῶν ἄλλων τῶν λόγου τινὸς ἀξίων.

52.24.5ταῦτα γὰρ καὶ προσήκοντα καὶ αὐτάρκη αὐτοῖς διάγειν ἔσται, ἵνα μὴ καὶ πλείω πράγματα ὧν καλῶς φέρειν δυνήσονται ἐπιταχθέντες ἄσχολοι πρὸς τὰ ἀναγκαῖα καὶ ἀδύνατοι πάντων αὐτῶν προΐστασθαι γένωνται.

52.24.6καὶ οὗτοι μὲν διὰ βίου, ὥσπερ που καὶ πολίαρχος θ’ὑποτιμητής, τὴν ἀρχὴν ἐχέτωσαν · νυκτοφύλαξ δὲ ἕτερος, καὶ ἐπὶ τοῦ σίτου τῆςτε ἀγορᾶς τῆς λοιπῆς ἕτερος ἔκτε τῶν ἱππέων τῶν πρώτων μετ’ἐκείνους καὶ ἐς τακτὸν χρόνον ἀποδεικνύσθωσαν, καθάπερ οἱ ἐκ τοῦ βουλευτικοῦ

52.25

52.25.1προχειριζόμενοι. τάςτε διοικήσεις τῶν χρημάτων, τῶντε τοῦ δήμου καὶ τῶν τῆς ἀρχῆς λέγω, καὶ τὰς ἐν τῇ Ῥώμῃ τῇτε ἄλλῃ Ἰταλίᾳ καὶ τὰς ἔξω πάσας οἱ ἱππῆς διαχειριζέτωσαν, καὶ μισθὸν οὗτοίτε καὶ οἱ ἄλλοι πάντες οἱ ἐκ τοῦ αὐτοῦ τέλους διοικοῦντές τι, οἱ μὲν πλείονα οἱ δὲ ἐλάττονα, πρόςτε τὸ ἀξίωμα καὶ πρὸς τὸ μέγεθος τῆς πράξεως φερέτωσαν, τοῦτο μὲν ὅτι οὐχ οἷόντέ ἐστιν αὐτούς, ἅτε καὶ πενεστέρους τῶν βουλευτῶν ὄντας, ἀπὸ τῶν οἰκείων, οὐ δὲ ἐν τῇ Ῥώμῃ τι πράττοντας, ἀναλίσκειν, ἐκεῖνο δὲ ὅτι μήτε δυνατὸν μήτε συμφέρον ἐστί σοι τοὺς αὐτοὺς τῶντε δυνάμεων καὶ τῶν χρημάτων κυρίους γίγνεσθαι.

52.25.4πρὸς δ’ἔτι καὶ καλῶς ἔχει διὰ πλειόνων πάντα τὰ τῇ ἀρχῇ προσήκοντα διάγεσθαι, ὅπως καὶ ὠφελῶνται ἅμα συχνοὶ καὶ ἔμπειροι τῶν πραγμάτων γίγνωνται · οὕτω γὰρ οἵτε ἀρχόμενοι μᾶλλον εὐνοήσουσί σοι, πολυειδῆ ἀπόλαυσιν τῶν κοινῶν ἀγαθῶν καρπούμενοι, καὶ σὺ ἀφθονώτατα τοῖς ἀεὶ ἀρίστοις πρὸς πάντα τὰ ἀναγκαῖα χρήσῃ.

52.25.5ἀπόχρη δὲ ἐν μὲν τῇ πόλει καθ’ἕκαστον χρηματίσεως εἶδος, ἔξω δὲ καθ’ἕκαστον ἔθνος, εἷς τις ἐκ τῶν ἱππέων, ὑπομείονας ὅσους ἂν χρεία ἀπαιτῇ ἔκτε τῶν ἱππέων καὶ ἐκ τῶν ἐξελευθέρων σου ἔχων · δεῖ γὰρ καὶ τοιούτους τινὰς συζευγνύναι σφίσιν, ἵνα τε θεραπεία σου ἆθλόν τι ἀρετῆς ἔχῃ, καὶ σὺ μὴ ἀπορῇς παρ’ὧν καὶ ἀκόντων τὴν ἀλήθειαν, ἄν γέ τι πλημμεληθῇ, μαθεῖν δυνήσῃ.

52.25.6ὅστις δ’ἂν τῶν ἱππέων διὰ πολλῶν διεξελθὼν ἐλλόγιμος ὥστε καὶ βουλεῦσαι γένηται, μηδὲν αὐτὸν ἡλικία ἐμποδιζέτω πρὸς τὸ μὴ οὐ καὶ ἐς τὸ συνέδριον καταλεχθῆναι, ἀλλ’ἐσγραφέσθωσαν καὶ ἐξ ἐκείνων, κἂν λελοχαγηκότες τινὲς ἐν τοῖς πολιτικοῖς στρατοπέδοις ὦσι, πλὴν τῶν ἐν τῷ τεταγμένῳ ἐστρατευμένων.

52.25.7τούτων μὲν γὰρ τῶν καὶ φορμοφορησάντων καὶ λαρκοφορησάντων καὶ αἰσχρὸν καὶ ἐπονείδιστόν ἐστιν ἐν τῷ βουλευτικῷ τινας ἐξετάζεσθαι · ἐκ δὲ δὴ τῶν ἀπ’ἀρχῆς ἑκατονταρχησάντων οὐδὲν κωλύει τοὺς ἐλλογιμωτάτους αὐτοῦ μεταλαμβάνειν.

52.26

52.26.1περὶ μὲν οὖν τῶν βουλευτῶν τῶντε ἱππέων ταῦτά σοι συμβουλεύειν ἔχω, καὶ νὴ Δία καὶ ἐκεῖνα, ἵνα ἕωςτε ἔτι παῖδές εἰσιν, ἐς τὰ διδασκαλεῖα συμφοιτῶσι, καὶ ἐπειδὰν ἐς μειράκια ἐκβάλωσιν, ἐπίτε τοὺς ἵππους καὶ ἐπὶ τὰ ὅπλα τρέπωνται, διδασκάλους ἑκατέρων δημοσιεύοντας ἐμμίσθους ἔχοντες.

52.26.2οὕτω γὰρ εὐθὺς ἐκ παίδων πάνθ’ὅσα χρὴ ἄνδρας αὐτοὺς γενομένους ἐπιτελεῖν καὶ μαθόντες καὶ μελετήσαντες ἐπιτηδειότεροί σοι πρὸς πᾶν ἔργον γενήσονται. τὸν γὰρ ἄρχοντα τὸν ἄριστον, οὗτέ τι ὄφελός ἐστι, δεῖ μὴ μόνον αὐτὸν πάνθ’ προσήκει ποιεῖν, ἀλλὰ καὶ τῶν ἄλλων, ὅπως ὡς ὅτι βέλτιστοι γίγνωνται, προνοεῖν.

52.26.3τοῦτο δ’ὑπάρξειεν ἄν σοι οὐκ ἂν ἐάσας αὐτοὺς ὅσα βούλονται πράττειν, ἔπειτ’ἐπιτιμᾷς τοῖς ἁμαρτάνουσιν, ἀλλ’ἂν πρίν τι πλημμελεῖσθαι, προδιδάσκῃς πάνθ’ὅσα ἀσκήσαντες χρησιμώτεροι καὶ ἑαυτοῖς καὶ σοὶ γενήσονται, καὶ μηδενί γε τὸ παράπαν πρόφασιν παρέχῃς, μήτε διὰ πλοῦτον μήτε δι’εὐγένειαν μήτε δι’ἄλλο τι ἀρετῆς ἐχόμενον, ῥᾳθυμίαν μαλακίαν καὶ ἐπιτήδευσίν τινα κίβδηλον προσποιεῖσθαι.

52.26.4πολλοὶ γὰρ φοβούμενοι μὴ καὶ διὰ τοιοῦτό τι καὶ φθονηθῶσι καὶ κινδυνεύσωσι, πολλὰ καὶ ἀνάξια ἑαυτῶν ποιοῦσιν ὡς καὶ ἀσφαλέστερον ἀπ’αὐτῶν βιωσόμενοι ·

52.26.5 κἀκ τούτου ἐκεῖνοι μὲν ἐλεοῦνται ὡς καὶ αὐτὸ τοῦτο ἀδικούμενοι, τὸ μὴ δοκεῖν ἐξεῖναί σφισιν ὀρθῶς ζῆν, τῷ δ’ἄρχοντι αὐτῶν καὶ ζημία ἅμα ἀγαθῶν ἀνδρῶν στερομένῳ καὶ κακοδοξία τῆς αἰτιάσεως συμβαίνει. μήτ’οὖν περιίδῃς ποτὲ τοῦτο πραχθέν, μήτ’αὖ δείσῃς ὅτι τραφείςτέ τις καὶ παιδευθεὶς ὡς ἐγὼ λέγω νεώτερόν τι τολμήσει.

52.26.6πᾶν γὰρ τοὐναντίον τούςτε ἀμαθεῖς καὶ τοὺς ἀσελγεῖς ὑποτοπεῖν δεῖ · οἱ μὲν γὰρ τοιοῦτοι πάντα ἁπλῶς καὶ τὰ αἴσχιστα καὶ τὰ δεινότατα, πρῶτον μὲν ἐς σφᾶς αὐτοὺς ἔπειτα δὲ καὶ ἐς τοὺς ἄλλους, ῥᾳδίως ποιεῖν προάγονται, οἱ δὲ δὴ καλῶς τραφέντεςτε καὶ παιδευθέντες οὔτ’ἄλλον τινὰ ἀδικεῖν προαιροῦνται, καὶ πάντων ἥκιστα τὸν τῆςτε τροφῆς καὶ τῆς παιδείας αὐτῶν ἐπιμεληθέντα.

52.26.7ἂν δ’οὖν τις καὶ κακὸς καὶ ἀχάριστος γένηται, μηδὲν αὐτῷ τοιοῦτον ἐπιτρέψῃς ἐξ οὗ δεινόν τι δρᾶσαι δυνήσεται · κἄν γε καὶ ὣς νεοχμώσῃ τι, καὶ ἐλεγχθήτω καὶ κολασθήτω. μὴ γὰρ δὴ φοβηθῇς ὅτι σὲ αἰτιάσεταί τις ἐπὶ τούτῳ, ἄν γε πάνθ’ὅσα εἴρηκα πράττῃς.

52.26.8σὺ μὲν γὰρ οὐδὲν ἁμαρτήσῃ τὸν ἀδικήσαντα τιμωρησάμενος, ὥσπερ οὐ δὲ ἰατρὸς καύσας τινὰ καὶ τεμών · ἐκεῖνον δὲ δὴ πάντες δικαιώσουσιν, ὅτι καὶ τροφῆς καὶ παιδείας τῆς αὐτῆς τοῖς ἄλλοις μετασχὼν ἐπεβούλευσέ σοι. περὶ μὲν οὖν τοὺς βουλευτὰς τούςτε ἱππέας

52.27

52.27.1ταῦτα γιγνέσθω · τοὺς δὲ δὴ στρατιώτας ἀθανάτους, ἔκτε τῶν πολιτῶν κἀκ τῶν ὑπηκόων τῶντε συμμάχων, τῇ μὲν πλείους τῇ δὲ ἐλάττους, καθ’ἕκαστον ἔθνος, ὅπως ἂν χρεία τῶν πραγμάτων ἀπαιτῇ, τρέφεσθαι προσήκει, καὶ αὐτοὺς ἀείτε ἐν τοῖς ὅπλοις εἶναι καὶ τὴν ἄσκησιν τῶν πολεμικῶν διὰ παντὸς ποιεῖσθαι δεῖ, χειμάδιάτε ἐν τοῖς ἐπικαιροτάτοις χωρίοις κατεσκευασμένους καὶ χρόνον τακτὸν στρατευομένους, ὥστε τι αὐτοῖς καὶ πρὸ τοῦ γήρως τῆς ἡλικίας περιεῖναι.

52.27.3οὔτε γὰρ ἐπὶ τῶν καιρῶν βοηθείαις τισὶν ἔτι χρῆσθαι δυνάμεθα, αὐτοίτε τοσοῦτον ἀπὸ τῶν τῆς ἀρχῆς ἐσχατιῶν ἀπηρτημένοι καὶ πολεμίους ἑκασταχόθι προσοικοῦντας ἔχοντες · ἄντε ἐπιτρέψωμεν πᾶσι τοῖς ἐν τῇ ἡλικίᾳ οὖσι καὶ τὰ ὅπλα κεκτῆσθαι καὶ τὰ ἐμπολέμια ἀσκεῖν, στάσεις καὶ πόλεμοι ἀπ’αὐτῶν ἐμφύλιοι ἀεὶ γενήσονται.

52.27.4καὶ μέντοι κἂν κωλύσαντές σφας ταῦτα ποιεῖν ἔπειτα συμμαχίας τινὸς παρ’αὐτῶν δεηθῶμεν, κινδυνεύσομεν ἀπείροιςτε καὶ ἀγυμνάστοις στρατιώταις ἀεὶ χρώμενοι. διὰ μὲν δὴ ταῦτα γνώμην ποιοῦμαι τοὺς μὲν ἄλλους πάντας ἄνευτε ὅπλων καὶ ἄνευ τειχῶν ζῆν, τοὺς δὲ ἐρρωμενεστάτους καὶ βίου μάλιστα δεομένους καταλέγεσθαίτε καὶ ἀσκεῖν.

52.27.5αὐτοίτε γὰρ ἄμεινον πολεμήσουσι τούτῳ μόνῳ τῷ ἔργῳ σχολάζοντες, καὶ οἱ λοιποὶ ῥᾷον γεωργήσουσι καὶ ναυτιλοῦνται τάτε ἄλλα τὰ τῇ εἰρήνῃ προσήκοντα πράξουσι μήτε ἐκβοηθεῖν ἀναγκαζόμενοι καὶ προφύλακάς σφων ἑτέρους ἔχοντες, τότε ἀκμαιότατον καὶ ἰσχυρότατον καὶ ἐκ λῃστείας μάλιστα ζῆν ἀναγκαζόμενον ἀλύπως τραφήσεται, καὶ τὸ λοιπὸν πᾶν ἀκινδύνως βιώσεται.

52.28

52.28.1πόθεν οὖν χρήματα καὶ ἐς τούτους καὶ ἐς τὰ ἄλλα τὰ ἀναγκαίως ἀναλωθησόμενα ἔσται; ἐγὼ καὶ τοῦτο διδάξω, σμικρὸν ἐκεῖνο ὑπειπών, ὅτι κἂν δημοκρατηθῶμεν, πάντως που χρημάτων δεησόμεθα · οὐ γὰρ οἷόντε οὔτ’ἄνευ στρατιωτῶν ἡμᾶς σώζεσθαι οὔτ’ἀμισθί τινας στρατεύεσθαι.

52.28.2μὴ οὖν ὡς καὶ τῇ μοναρχίᾳ μόνῃ τῆς ἀναγκαίας τῶν χρημάτων ἀθροίσεως προσηκούσης βαρυνώμεθα, μη δὲ δι’αὐτὴν καὶ ἀπ’ἐκείνης ἀποτρεπώμεθα, ἀλλ’ὡς καὶ πάντως ἀναγκαῖον ὂν ἡμῖν, ὅπως ποτ’ἂν πολιτευώμεθα, καὶ ἀργυρίζεσθαί τινα, οὕτω βουλευώμεθα.

52.28.3φημὶ τοίνυν χρῆναί σε πρῶτον μὲν ἁπάντων τὰ κτήματα τὰ ἐν τῷ δημοσίῳ ὄντα (πολλὰ δὲ ταῦτα ὁρῶ διὰ τοὺς πολέμους γεγονότα) πωλῆσαι, πλὴν ὀλίγων τῶν καὶ πάνυ χρησίμων σοι καὶ ἀναγκαίων, καὶ τὸ ἀργύριον τοῦτο πᾶν ἐπὶ μετρίοις τισὶ τόκοις ἐκδανεῖσαι.

52.28.4οὕτω γὰρ τε γῆ ἐνεργὸς ἔσται, δεσπόταις αὐτουργοῖς δοθεῖσα, καὶ ἐκεῖνοι ἀφορμὴν λαβόντες εὐπορώτεροι γενήσονται, τότε δημόσιον διαρκῆ καὶ ἀθάνατον πρόσοδον ἕξει. εἶτα συλλογίσασθαι ταῦτάτε καὶ τἆλλα ὅσα ἔκτε μεταλλείας καὶ εἰ δή ποθεν ἄλλοθεν βεβαίως δύναται προσιέναι, καὶ μετὰ τοῦτο ἀντιλογίσασθαι μὴ μόνον τὰ στρατιωτικὰ ἀλλὰ καὶ τἆλλα πάντα δι’ὧν καλῶς πόλις οἰκεῖται, καὶ προσέτι καὶ ὅσα ἔςτε τὰς αἰφνιδίους στρατείας καὶ ἐς τὰ λοιπὰ ὅσα εἴωθεν ἐπὶ καιροῦ συμβαίνειν, ἀναγκαῖον ἔσται δαπανᾶσθαι ·

52.28.6 κἀκ τούτου πρὸς πᾶν τὸ λεῖπον φόροντε ἐπιτάξαι πᾶσιν ἁπλῶς τοῖς ἐπικαρπίαν τινὰ τῷ κεκτημένῳ αὐτὰ παρέχουσι, καὶ τέλη καταστῆσαι παρὰ πᾶσιν ὧν ἄρχομεν (καὶ γὰρ καὶ δίκαιον καὶ προσῆκόν ἐστι μηδένα αὐτῶν ἀτελῆ εἶναι, μὴ ἰδιώτην, μὴ δῆμον, ἅτε καὶ τῆς ὠφελίας τῆς ἀπ’αὐτῶν ὁμοίως τοῖς ἄλλοις ἀπολαύσοντας), καί σφων ἐκλογέας τοὺς ἐπιτροπεύσοντας ἑκασταχόθι ποιῆσαι, ὥστε αὐτοὺς πᾶν τὸ τῷ τῆς ἐπιτροπείας αὐτῶν χρόνῳ προσῆκον ἐξ ἁπασῶν τῶν προσόδων ἐσπράττειν.

52.28.7τοῦτο γὰρ καὶ ἐκείνοις ῥᾴω τὴν ἔσπραξιν ποιήσει καὶ τοῖς διδοῦσί τι ὠφελίαν οὐκ ἐλαχίστην παρέξει ·

52.28.8λέγω δὲ τὸ κατ’ὀλίγον σφας ἐν ταῖς τάξεσιν ὅσα ὀφείλουσιν ἐσφέρειν, καὶ μή, βραχὺν ῥᾳθυμήσαντας χρόνον, ἐπικεφαλαιωθέντα πάντα ἐσάπαξ ἀπαιτεῖσθαι.

52.29

52.29.1καὶ οὐκ ἀγνοῶ μὲν ὅτι τινὲς τῶντε φόρων καὶ τῶν τελῶν καθισταμένων ἀχθεσθήσονται · ἀλλὰ καὶ ἐκεῖνο οἶδα ὅτι, ἂν μήτε προσεπηρεάζωνται καὶ τῷ ἔργῳ πεισθῶσιν ὅτι πάντα ταῦτα καὶ ὑπὲρ τῆς σωτηρίας σφῶν καὶ ὑπὲρ τοῦ τὰ λοιπὰ ἀδεῶς καρποῦσθαι συνεσοίσουσι, καὶ προσέτι τὰ πλείω αὐτῶν οὐχ ἕτεροί τινες ἀλλ’αὐτοὶ ἐκεῖνοι, οἱ μὲν ἄρχοντες οἱ δὲ ἐπιτροπεύοντες οἱ δὲ στρατευόμενοι, λήψονται, καὶ πάνυ πολλὴν χάριν εἴσονταί σοι, βραχέα ἀπὸ πολλῶν ὧν ἂν μηδὲν ἐπηρεαζόμενοι καρπῶνται διδόντες, ἄλλωςτε κἂν ὁρῶσί σε σωφρόνωςτε διαιτώμενον καὶ μηδὲν μάτην παραναλίσκοντα.

52.29.3τίς γὰρ οὐκ ἂν ἰδών σε πρὸς μὲν τὰ οἰκεῖα φειδωλότατον πρὸς δὲ τὰ κοινὰ ἀφειδέστατον ὄντα, ἐθελοντὶ συντελέσειέ τι, καὶ ἀσφάλειαν καὶ εὐπορίαν ἑαυτοῦ τὸ σὲ πλουτεῖν εἶναι νομίζων;

52.30

52.30.1χρήματα μὲν δὴ καὶ πάνυ πολλὰ ἐκ τούτων ὑπάρξειεν ἄν · τὰ δὲ δὴ λοιπὰ τόνδε τὸν τρόπον διοικεῖν σοι παραινῶ. τὸ μὲν ἄστυ τοῦτο καὶ κατακόσμει πάσῃ πολυτελείᾳ καὶ ἐπιλάμπρυνε παντὶ εἴδει πανηγύρεων · προσήκειτε γὰρ ἡμᾶς πολλῶν ἄρχοντας ἐν πᾶσι πάντων ὑπερέχειν, καὶ φέρει πως καὶ τὰ τοιαῦτα πρόςτε τοὺς συμμάχους αἰδῶ καὶ πρὸς τοὺς πολεμίους κατάπληξιν.

52.30.2τὰ δὲ δὴ τῶν ἄλλων ὧδε δίεπε. πρῶτον μὲν οἱ δῆμοι μήτε κύριοί τινος ἔστωσαν μήτε ἐς ἐκκλησίαν τὸ παράπαν φοιτάτωσαν · οὔτε γὰρ ἀγαθὸν οὐδὲν φρονήσειαν ἂν καὶ συχνὰ ἂν ἀεὶ ταράξειαν. ὅθεν οὐ δὲ τὸν παρ’ἡμῖν δῆμον οὔτε ἐς δικαστήριον οὔτε ἐς ἀρχαιρεσίας, οὔτε ἐς ἄλλον τινὰ τοιοῦτον σύλλογον ἐν τι καὶ χρηματισθῆναι δεῖ, συνιέναι φημὶ χρῆναι.

52.30.3ἔπειτα δὲ μήτ’οἰκοδομημάτων πλήθεσιν καὶ μεγέθεσιν ὑπὲρ τἀναγκαῖα χρήσθωσαν, μήτ’ἀγώνων πολλῶν καὶ παντοδαπῶν ἀναλώμασι δαπανάσθωσαν, ἵνα μήτε σπουδαῖς ματαίαις ἐκτρύχωνται μήτε φιλοτιμίαις ἀλόγοις πολεμῶνται.

52.30.4ἐχέτωσαν μὲν γὰρ καὶ πανηγύρεις καὶ θεωρίας τινάς, χωρὶς τῆς ἱπποδρομίας τῆς παρ’ἡμῖν ποιουμένης, μὴ μέντοι ὥστε καὶ τὸ δημόσιον καὶ τοὺς ἰδίους οἴκους λυμαίνεσθαι, ξένοντέ τινα ἀναγκάζεσθαι παρ’αὐτοῖς καὶ ὁτιοῦν ἀναλίσκειν, καὶ σίτησιν ἀθάνατον πᾶσιν ἁπλῶς τοῖς ἀγῶνά τινα νικήσασι δίδοσθαι.

52.30.5τούςτε γὰρ εὐπόρους ἄλογόν ἐστιν ἔξω τι τῶν πατρίδων ἀναγκαστοὺς δαπανᾶν, καὶ τοῖς ἀγωνισταῖς ἀπόχρη τὰ ἆθλα τὰ παρ’ἑκάστοις τιθέμενα, χωρὶς εἴ τις αὐτῶν Ὀλύμπια Πύθια τινα ἐνταῦθα ἀγῶνα ἀνέλοιτο ·

52.30.6τοὺς γὰρ τοιούτους μόνους σιτεῖσθαι δεῖ, ἵνα μήτε αἱ πόλεις μάτην ἐπιτρίβωνται μήτε ἔξω τις τῶν ἀξιονίκων ἀσκῇ, δυνάμενος ἄλλο τι χρησιμώτερον καὶ ἑαυτῷ καὶ τῷ κοινῷ μετιέναι. περὶ μὲν οὖν τούτων ταῦτα γιγνώσκω, τὰς δ’ἱπποδρομίας τὰς ἄνευ τῶν γυμνικῶν ἀγώνων ἐπιτελουμένας οὐχ ἡγοῦμαι δεῖν ἄλλῃ τινὶ πόλει ποιεῖν ἐπιτρέπειν, ὅπως μήτε χρήματα παμπληθῆ εἰκῇ παραπολλύηται μήθ’οἱ ἄνθρωποι κακῶς ἐκμαίνωνται, καὶ τὸ μέγιστον, ἵν’οἱ στρατευόμενοι τοῖς ἀρίστοις ἵπποις ἀφθόνως χρῆσθαι ἔχωσι.

52.30.8τοῦτο μὲν δὴ διὰ ταῦτ’ἀπαγορεύω παντάπασι μηδαμόθι ἄλλοθι πλὴν ἐνταῦθα γίγνεσθαι, τὰ δὲ δὴ λοιπὰ ἐμετρίασα, ἵν’εὐδαπάνους τὰς ἀπολαύσεις καὶ τῶν θεωρημάτων καὶ τῶν ἀκουσμάτων ὡς ἕκαστοι ποιούμενοι καὶ σωφρονέστερον καὶ ἀστασιαστότερον διάγωσι.

52.30.9μήτε δὲ νομίσματα καὶ σταθμὰ μέτρα ἰδίᾳ τις αὐτῶν ἐχέτω, ἀλλὰ τοῖς ἡμετέροις καὶ ἐκεῖνοι πάντες χρήσθωσαν · μήτε πρεσβείαν τινὰ πρὸς σέ, πλὴν εἰ πρᾶγμά τι διαγνώσεως ἐχόμενον εἴη, πεμπέτωσαν, ἀλλὰ τῷτε ἄρχοντί σφων δηλούτωσαν ὅσα βούλονται, καὶ δι’ἐκείνου σοι τὰς ἀξιώσεις, ὅσας ἂν δοκιμάσῃ, προσφερέτωσαν.

52.30.10οὕτω γὰρ οὔτ’ἀναλώσουσί τι οὔτ’αἰσχρῶς διαπράξονται, ἀλλ’ἀκεραίους τὰς ἀποκρίσεις ἄνευ δαπάνης καὶ πραγματείας τινὸς λήψονται.

52.31

52.31.1καὶ μέντοι καὶ τἆλλα ὧδ’ἄν μοι δοκεῖς ἄριστα διατάξαι, ἂν πρῶτον μὲν τὰς πρεσβείας τάςτε παρὰ τῶν πολεμίων καὶ τὰς παρὰ τῶν ἐνσπόνδων καὶ βασιλέων καὶ δήμων ἀφικνουμένας ἐς τὸ συνέδριον ἐσάγῃς (τάτε γὰρ ἄλλα καὶ σεμνὸν καὶ ἀξιόλογόν ἐστι τότε τὴν βουλὴν πάντων κυρίαν δοκεῖν εἶναι, καὶ τὸ πολλοὺς τοὺς ἀντιπάλους τοῖς ἀγνωμονοῦσιν αὐτῶν φαίνεσθαι), ἔπειτα δὲ ἂν πάντα τὰ νομοθετούμενα δι’αὐτῶν ποιῇ, καὶ μηδὲν τὸ παράπαν ἄλλο ἐπὶ πάντας ὁμοίως φέρῃ πλὴν τῶν ἐκείνης δογμάτων ·

52.31.2οὕτω γὰρ τότε ἀξίωμα τὸ τῆς ἀρχῆς μᾶλλον ἂν βεβαιοῖτο, καὶ τὰ δικαιώματα τἀκ τῶν νόμων καὶ ἀναμφίλογα καὶ διάδηλα πᾶσιν ἅμα γίγνοιτο.

52.31.3τρίτον, ἂν τούςτε βουλευτὰς τοὺς ἐκ τῆς γερουσίας καὶ τοὺς παῖδας τάςτε γυναῖκας αὐτῶν, ἄν ποτέ τινα αἰτίαν βαρυτέραν, ὥστε τὸν ἁλόντα σφῶν ἀτιμίαν φυγὴν καὶ θάνατον ὀφλεῖν, λάβωσιν, ὑπότε τὸ βουλευτήριον ὑπάγῃς μηδὲν προκαταγνούς, καὶ ἐκείνῳ πᾶσαν τὴν περὶ αὐτῶν διαψήφισιν ἀκέραιον ἐπιτρέπῃς, ἵν’οἵτε ἀδικοῦντές τι ἐν πᾶσι τοῖς ὁμοτίμοις ἐλεγχόμενοι κολάζωνται χωρὶς τοῦ σοῦ φθόνου, καὶ οἱ ἄλλοι ταῦθ’ὁρῶντες βελτίους γίγνωνται φόβῳ τοῦ μὴ καὶ αὐτοὶ ἐκδημοσιευθῆναι.

52.31.5καὶ ταῦτα μέντοι περὶ ἐκείνων τῶν ἀδικημάτων, περὶ ὧν οἵτε νόμοι κεῖνται καὶ αἱ κρίσεις αἱ κατ’αὐτοὺς γίγνονται, λέγω. τὸ γὰρ ὅτι τις ἐλοιδόρησέ σε καὶ ἕτερόν τι ἀνεπιτήδειον εἶπε, μήτ’ἀκούσῃς ποτὲ κατηγοροῦντός τινος μήτε ἐπεξέλθῃς.

52.31.6αἰσχρὸν μὲν γὰρ τὸ πιστεύειν ὅτι τις μήτε τι ἀδικοῦντά σε καὶ εὐεργετοῦντα πάντας προεπηλάκισε, καὶ μόνοι τοῦτο ποιοῦσιν οἱ κακῶς ἄρχοντες · ἐκ γὰρ τοῦ συνειδότος καὶ τὸ πιστὸν τῶν λεγομένων εἰρῆσθαι τεκμαίρονται ·

52.31.7δεινὸν δὲ καὶ τὸ χαλεπαίνειν ἐπὶ τοῖς τοιούτοις, εἰ μὲν ἀληθῆ εἴη, κρεῖττόν ἐστι μὴ ποιεῖν, εἰ δὲ ψευδῆ, μὴ προσποιεῖσθαι, ὡς πολλοί γε ἤδη διὰ τούτου πολὺ πλείω καὶ χαλεπώτερα λογοποιεῖσθαι καθ’ἑαυτῶν ἐποίησαν.

52.31.8περὶ μὲν οὖν τῶν λόγῳ τι προπηλακίζειν αἰτιαζομένων ταῦτ’ἐγὼ φρονῶ · κρείττωτε γὰρ καὶ ὑψηλότερον πάσης ὕβρεως εἶναί σε χρή, καὶ μη δ’ἐς ἔννοιάν ποτε μήτ’αὐτὸν ἀφικνεῖσθαι μήτε τοὺς ἄλλους προάγειν ὅτι δύναταί τις ἀσελγᾶναί τι ἐς σέ, ἵν’ὡς περὶ τῶν θεῶν, οὕτω καὶ περὶ σοῦ φρονῶσιν ὅτι σεπτὸς εἶ.

52.31.9ἂν δὲ δή τις ἐπιβουλεύειν σοι αἰτίαν λάβῃ (γένοιτο γὰρ ἄν τι καὶ τοιοῦτον), αὐτὸς μὲν μη δὲ περὶ ἐκείνου τι μήτε δικάσῃς μήτε προδιαγνῷς (ἄτοπον γὰρ τὸν αὐτὸν καὶ κατήγορον καὶ δικαστὴν γίγνεσθαι), ὑπὸ δὲ δὴ τὴν βουλὴν αὐτὸν ἀγαγὼν ἀπολογήσασθαίτε ποίησον, κἂν ἐλεγχθῇ, κόλασον μετριάσας ὡς οἷόντέ ἐστι τὸ τιμώρημα, ἵνα καὶ πιστευθῇ τὸ ἀδίκημα.

52.31.10χαλεπώτατα γὰρ οἱ πολλοὶ πείθονται ὅτι τις ἄοπλος ὢν ἐπιβουλεύει τῷ ὡπλισμένῳ · καὶ μόνως ἂν οὕτως αὐτῶν τύχοις, εἰ μήτε πρὸς ὀργὴν μήτ’ἀνηκέστως, ἐφ’ὅσον γε καὶ ἐνδέχεται, τὴν τιμωρίαν αὐτοῦ ποιοῖο. λέγω δὲ ταῦτα χωρὶς εἴ τις στράτευμά τι ἔχων ἄντικρυς ἐπανασταίη · οὐ δὲ γὰρ δικάζεσθαι τὸν τοιοῦτόν που προσῆκεν, ἀλλ’ἐν πολεμίου μοίρᾳ κολάζεσθαι.

52.32

52.32.1ταῦτάτε οὖν οὕτω, καὶ τἆλλα τὰ πλεῖστα καὶ μέγιστα τῶν τῷ δημοσίῳ προσηκόντων, τῇ γερουσίᾳ ἀνατίθει · τάτε γὰρ κοινὰ κοινῶς διοικεῖσθαι δεῖ, καὶ ἔστι που πᾶσιν ἀνθρώποις ἔμφυτον καὶ τὸ χαίρειν ἐφ’οἷς ἂν παρὰ τοῦ κρείττονος ὡς καὶ ἰσότιμοι αὐτῷ ὄντες ἀξιωθῶσι, καὶ τὸ πάντα τὰ μετὰ σφῶν τινι γνωσθέντα καὶ ἐπαινεῖν ὡς οἰκεῖα καὶ ἀγαπᾶν ὡς αὐθαίρετα.

52.32.2ἐς μὲν οὖν τὸ βουλευτήριον τὰ τοιαῦτα ἐσφέρεσθαί φημι χρῆναι, καὶ περὶ μὲν τῶν ἄλλων πάντας ὁμοίως τοὺς παρόντας γνώμην διδόναι, ὅταν δὲ δὴ κατηγορῆταί τις αὐτῶν, μὴ πάντας, πλὴν ἄν τις μηδέπω βουλεύῃ καὶ ἐν τοῖς τεταμιευκόσιν ἔτι ὢν κρίνηται.

52.32.3ἄτοπον γὰρ τὸν μηδέπω δεδημαρχηκότα ἠγορανομηκότα ψῆφον κατά τινος τῶν τοιούτων φέρειν, νὴ Δία τούτων τινὰ κατὰ τῶν ἐστρατηγηκότων, καὶ ἐκείνων κατὰ τῶν ὑπατευκότων. ἀλλ’οὗτοι μὲν ἐπὶ πάντας τὴν τοῦ τι ἀποφήνασθαι ἐξουσίαν ἐχέτωσαν, οἱ δ’ἄλλοι ἐπίτε τοὺς ὁμοίους καὶ ἐπὶ τοὺς ὑποδεεστέρους.

52.33

52.33.1δίκαζε δὲ καὶ αὐτὸς ἰδίᾳ τάτε ἐφέσιμα καὶ τὰ ἀναπόμπιμα, ὅσα ἂν παράτε τῶν μειζόνων ἀρχόντων καὶ παρὰ τῶν ἐπιτρόπων, τοῦτε πολιάρχου καὶ τοῦ ὑποτιμητοῦ καὶ τῶν ἐπάρχων τοῦτε τὸν σῖτον ἐπισκοποῦντος καὶ τοῦ νυκτοφυλακοῦντος, ἀφικνῆται · μήτε γὰρ αὐτόδικος μήτ’αὐτοτελὴς οὕτω τις τὸ παράπαν ἔστω ὥστε μὴ οὐκ ἐφέσιμον ἀπ’αὐτοῦ δίκην γίγνεσθαι.

52.33.2ταῦτάτε οὖν κρῖνε, καὶ περὶ τῶν ἱππέων τῶντε ἑκατοντάρχων τῶν ἐκ τοῦ καταλόγου καὶ τῶν ἰδιωτῶν τῶν πρώτων, ὅταν περὶ θανατώσεως καὶ ἀτιμίας τινὸς ἀγωνίζωνται. σοὶ γὰρ δὴ τὰ τοιαῦτα μόνῳ προσκείσθω, καὶ μηδεὶς ἄλλος περὶ αὐτῶν αὐτὸς καθ’ἑαυτόν, δι’ἅπερ εἶπον, δικαζέτω.

52.33.3μετὰ γὰρ δὴ σοῦ ἀεὶ μὲν οἱ ἐντιμότατοι καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων, ἤδη δὲ καὶ ἕτεροί τινες ἔκτε τῶν ὑπατευκότων καὶ ἐκ τῶν ἐστρατηγηκότων ἄλλοι ἄλλοτε διαγιγνωσκέτωσαν, ἵνα σύτε τοὺς τρόπους αὐτῶν ἀκριβέστερον ἐν τούτῳ προκαταμανθάνων ὀρθῶς σφισιν ἔχῃς χρῆσθαι, καὶ ἐκεῖνοι προσυγγιγνόμενοι τοῖςτε ἤθεσι καὶ τοῖς βουλεύμασί σου οὕτως ἐς τὰς τῶν ἐθνῶν ἡγεμονίας ἐξίωσι.

52.33.4τὰς μέντοι γνώμας αὐτῶν μὴ φανερῶς, ὅσαι γε καὶ ἐπισκέψεως ἀκριβεστέρας δέονται, διαπυνθάνου, ἵνα μὴ τοῖς προήκουσί σφων ἐφεπόμενοι κατοκνῶσι παρρησιάζεσθαι, ἀλλ’ἐς γραμματεῖα γραφομένας, οἷς αὐτὸς μόνος ἐντυχών, ὑπὲρ τοῦ μηδενὶ ἄλλῳ ἐκδήλους αὐτὰς γίγνεσθαι, εὐθέως αὐτὰς ἀπαλείφεσθαι κέλευε · οὕτω γὰρ ἂν μάλιστα τὴν ἑκάστου γνώμην διακριβώσειας, εἰ ἀνέλεγκτον αὐτὴν παρὰ τοῖς ἄλλοις πιστεύσειαν ἔσεσθαι.

52.33.5καὶ μέντοι καὶ πρὸς τὰς δίκας τάςτε ἐπιστολὰς καὶ τὰ ψηφίσματα τῶν πόλεων τάςτε τῶν ἰδιωτῶν ἀξιώσεις, καὶ ὅσα ἄλλα τῇ τῆς ἀρχῆς διοικήσει προσήκει, συνεργούςτέ τινας καὶ ὑπηρέτας ἐκ τῶν ἱππέων ἔχε · ῥᾷόντε γὰρ οὕτως ὡς ἕκαστα διαχωρήσει, καὶ σὺ οὔτ’αὐτογνωμονῶν σφαλήσῃ οὔτ’αὐτουργῶν ἐκκαμῇ.

52.33.6τήντε παρρησίαν παντὶ τῷ βουλομένῳ καὶ ὁτιοῦν συμβουλεῦσαί σοι μετὰ ἀδείας νέμε · ἄντε γὰρ ἀρεσθῇς τοῖς λεχθεῖσιν ὑπ’αὐτοῦ, πολλὰ ὠφελήσῃ, ἄντε καὶ μὴ πεισθῇς, οὐδὲν βλαβήσῃ.

52.33.7καὶ τοὺς μὲν τυχόντας τῆς γνώμης καὶ ἐπαίνει καὶ τίμα (τοῖς γὰρ ἐκείνων ἐξευρήμασιν αὐτὸς εὐδοκιμήσεις), τοὺς δ’ἁμαρτόντας μήτ’ἀτιμάσῃς ποτὲ μήτ’αἰτιάσῃ · τὴν γὰρ διάνοιαν αὐτῶν δεῖ σκοπεῖν, ἀλλ’οὐ τὴν οὐκ ἐπιτυχίαν μέμφεσθαι.

52.33.8τὸ δ’αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν πολεμικῶν φύλαττε, καὶ μήτε ἐπὶ δυστυχίᾳ ἀκουσίῳ χαλεπήνῃς τινὶ μήτε ἐπ’εὐτυχίᾳ φθονήσῃς, ἵνα καὶ προθύμως καὶ ἡδέως πάντες ὑπὲρ σοῦ κινδυνεύωσι, πιστεύοντες ὅτι οὔτε πταίσαντές τι κολασθήσονται οὔτε κατορθώσαντες ἐπιβουλευθήσονται.

52.33.9πολλοὶ γοῦν τὸν παρὰ τῶν τὸ κράτος ἐχόντων φθόνον φοβούμενοι σφαλῆναί τι μᾶλλον καταπρᾶξαι προείλοντο, κἀκ τούτου τὸ μὲν ἀσφαλὲς αὐτοὶ ἔσχον, τὸ δὲ δὴ ζημίωμα ἐκείνοις προσετρίψαντο. ὥστε αὐτὸς τὸ πλεῖον ἀπ’ἀμφοτέρων ὁμοίως καὶ τῶν χειρόνων καὶ τῶν ἀμεινόνων ἀπολαύσων, μηδέποτ’ἐθελήσῃς λόγῳ μὲν ἄλλοις ἔργῳ δὲ σαυτῷ φθονῆσαι.

52.34

52.34.1πάνθ’ὅσα τοὺς ἀρχομένους καὶ φρονεῖν καὶ πράττειν βούλει, καὶ λέγε καὶ ποίει. οὕτω γὰρ ἂν μᾶλλον παιδεύσειας αὐτοὺς ταῖς ἐκ τῶν νόμων τιμωρίαις δειματώσειας · τὸ μὲν γὰρ ζῆλον τὸ δὲ φόβον ἔχει, καὶ ῥᾷόν τις μιμεῖται τὰ κρείττω, ὁρῶν ἔργῳ γιγνόμενα, φυλάττεται τὰ χείρω, ἀκούων λόγῳ κεκωλυμένα.

52.34.2καὶ αὐτὸς μὲν ἀκριβῶς πάντα πρᾶττε, μηδεμίαν συγγνώμην σεαυτῷ νέμων, ὥστε καὶ εὖ εἰδὼς ὅτι παραχρῆμα πάντες καὶ ὅσα ἂν εἴπῃς καὶ ὅσα ἂν ποιήσῃς μαθήσονται. καθάπερ γὰρ ἐν ἑνί τινι τῆς ὅλης οἰκουμένης θεάτρῳ ζήσῃ, καὶ οὐχ οἷόντέ σοι ἔσται οὐ δὲ βραχύτατον ἁμαρτόντι διαλαθεῖν ·

52.34.3οὔτε γὰρ κατὰ μόνας ποτὲ ἀλλὰ καὶ μετὰ συχνῶν ἀεί τι πράξεις, καὶ πολυπραγμονοῦσί πως τὰ ὑπὸ τῶν ἀρχόντων γιγνόμενα καὶ οἱ λοιποὶ πάντες ἥδιστα, ὥστ’ἂν ἅπαξ καταμάθωσί σε ἄλλα μὲν αὐτοῖς προαγορεύοντα ἄλλα δὲ αὐτὸν ποιοῦντα, οὐ τὰς ἀπειλάς σου φοβηθήσονται ἀλλὰ τὰ ἔργα μιμήσονται.

52.34.4τὸν δὲ δὴ τῶν ἄλλων βίον ἐπισκόπει μέν, μὴ μέντοι καὶ χαλεπῶς ἐξέταζε, ἀλλ’ὅσα μὲν ἂν ὑφ’ἑτέρων τινῶν ἐσάγηται, κρῖνε, ὅσα δ’ἂν ὑπὸ μηδενὸς αἰτιάζηται, μη δὲ προσποιοῦ εἰδέναι, ἔξω τῶν ἐς τὸ δημόσιον πλημμελουμένων.

52.34.5ταῦτα μὲν γὰρ τῆς προσηκούσης ἐπιστροφῆς, κἂν μηδεὶς ἐγκαλῇ, τυγχάνειν ὀφείλει · τὰ δὲ ἄλλα τὰ ἰδιωτικὰ ἴσθι μέν, ἵνα μὴ καὶ σφαλῇς ποτε ἀνεπιτηδείῳ τινὶ ὑπηρέτῃ πρός τι χρησάμενος, μὴ μέντοι καὶ ἐξέλεγχε.

52.34.6πολλὰ γὰρ φύσις καὶ παρὰ τὸν νόμον πολλοὺς ἁμαρτάνειν ἐξάγει, οἷς ἂν μὲν ἀκριβῶς τις ἐπεξίῃ, τινα οὐδένα ἂν αὐτῶν ἀτιμώρητον καταλίποι, ἂν δ’ἀνθρωπίνως τὸ ἐπιεικὲς τῷ νενομισμένῳ παραμιγνύῃ, τάχ’ἂν καὶ σωφρονίσειεν αὐτούς.

52.34.7 μὲν γὰρ νόμος, καίτοι ἰσχυρὰ τὰ κολάσματα ἀναγκαίως ποιούμενος, οὐ δύναται τῆς φύσεως ἀεὶ κρατεῖν · τῶν δ’ἀνθρώπων τινὲς λανθάνειν μὲν δόξαντες καὶ μετρίως πως νουθετηθέντες ἀμείνους γίγνονται, οἱ μὲν αἰσχυνόμενοι ἐλεγχθῆναι οἱ δὲ αἰδούμενοι πάλιν σφαλῆναι, φανερωθέντες δὲ καὶ ἀπερυθριάσαντες καὶ πέρα τοῦ μετρίου κολασθέντες τάτε νενομισμένα πάντα συγχέουσι καὶ καταπατοῦσι, καὶ μόναις ταῖς τῆς φύσεως ὁρμαῖς δουλεύουσι.

52.34.8 κἀκ τούτου οὔτε τὸ πάντας αὐτοὺς κολάζειν ῥᾴδιον, οὔτε τὸ περιορᾶν φανερῶς τινας ἀσελγαίνοντας εὐπρεπὲς γίγνεται.

52.34.9τὰ μὲν δὴ οὖν ἁμαρτήματα τῶν ἀνθρώπων τοῦτόν σοι τὸν τρόπον, πλὴν τῶν πάνυ ἀνηκέστων, μεταχειρίζεσθαι παραινῶ, τὰ δ’ὀρθῶς ὑπ’αὐτῶν γιγνόμενα καὶ ὑπὲρ τὴν ἀξίαν τῶν ἔργων τιμᾶν · οὕτω γὰρ ἂν μάλιστα ποιήσειας αὐτοὺς τῶντε χειρόνων ἀπέχεσθαι, τῇ φιλανθρωπίᾳ, καὶ τῶν βελτιόνων ἐφίεσθαι, τῇ μεγαλοδωρίᾳ.

52.34.10μὴ γάρ τοι καταδείσῃς μήθ’ὅτι ἐπιλείψει σέ ποτε χρήματα τἆλλα οἷς τοὺς ἀγαθόν τι ποιοῦντας ἀμείψῃ (πολὺ γὰρ μᾶλλον ἔγωγε ἐλάττους αὐτῶν τοὺς εὖ τι παθεῖν ἀξίους οἶμαι γενήσεσθαι, τοσαύτης σοῦ καὶ γῆς καὶ θαλάττης ἄρχοντος), μήθ’ὅτι τινὲς εὐεργετηθέντες ἀχαρίστως τι πράξουσιν ·

52.34.11οὐδὲν γὰρ οὕτω καὶ δουλοῖ καὶ οἰκειοῦταί τινα, κἂν ἀλλότριος κἂν ἐχθρὸς ὢν τύχῃ, ὡς τὸ μήτ’ἀδικεῖσθαι καὶ προσέτι καὶ εὖ πάσχειν.

52.35

52.35.1πρὸς μὲν οὖν τοὺς ἄλλους οὕτω σοι προσφέρεσθαι γνώμην δίδωμι · σαυτῷ δὲ δὴ μήτε ἔξαλλόν τι μήθ’ὑπερήφανον μήτε παρὰ τῶν ἄλλων μήτε παρὰ τῆς βουλῆς ἔργῳ καὶ λόγῳ δοθὲν περιίδῃς.

52.35.2τοῖς μὲν γὰρ ἄλλοις κόσμον παρὰ σοῦ τιμὴ φέρει, σοὶ δ’αὐτῷ μεῖζον μὲν τῶν ὑπαρχόντων οὐδὲν ἂν δοθείη, ὑποψία δ’ἂν κιβδηλίας πολλὴ προσγένοιτο · καὶ γάρ τοι τῶν μὲν ἄλλων οὐδεὶς ἑκὼν τοιοῦτό τι τῷ κρατοῦντι ψηφίζεσθαι δοκεῖ, πάντα δὲ δή τις αὐτὰ αὐτὸς παρ’ἑαυτοῦ λαμβάνων οὐχ ὅσον οὐκ ἔπαινον ἴσχει, ἀλλὰ καὶ γέλωτα προσοφλισκάνει.

52.35.3τήντε οὖν ἄλλην λαμπρότητα σαυτῷ διὰ τῶν ἀγαθῶν ἔργων παρασκεύαζε, καὶ εἰκόνας σου χρυσᾶς μὲν καὶ ἀργυρᾶς μηδέποτε ἐπιτρέψῃς γενέσθαι (οὐ γὰρ μόνον δαπανηραὶ ἀλλὰ καὶ εὐεπιβούλευτοι καὶ ὀλιγοχρόνιοί εἰσιν), ἄλλας δὲ ἐν αὐταῖς ταῖς τῶν ἀνθρώπων ψυχαῖς καὶ ἀκηράτους καὶ ἀθανάτους ἐξ εὐεργεσιῶν δημιούργει.

52.35.4μὴ μέντοι μη δὲ ναόν ποτε περιίδῃς σαυτῷ γενόμενον. μάτην γὰρ παμπληθῆ χρήματα ἐς τὰ τοιαῦτα ἀναλίσκεται, κρεῖττόν ἐστιν ἐς τὰ ἀναγκαῖα δαπανᾶσθαι (πλοῦτος γὰρ ἀκριβὴς οὐχ οὕτως ἐκ τοῦ πολλὰ λαμβάνειν ὡς ἐκ τοῦ μὴ πολλὰ ἀναλίσκειν ἀθροίζεται), καὶ ἐς εὔκλειαν οὐδὲν ἀπ’αὐτῶν προσγίγνεται.

52.35.5ἀρετὴ μὲν γὰρ ἰσοθέους πολλοὺς ποιεῖ, χειροτονητὸς δ’οὐδεὶς πώποτε θεὸς ἐγένετο, ὥστε σοὶ μὲν ἀγαθῷτε ὄντι καὶ καλῶς ἄρχοντι πᾶσα μὲν γῆ τεμένισμα ἔσται, πᾶσαι δὲ πόλεις ναοί, πάντες δὲ ἄνθρωποι ἀγάλματα (ἐν γὰρ ταῖς γνώμαις αὐτῶν ἀεὶ μετ’εὐδοξίας ἐνιδρυθήσῃ), τοὺς δ’ἄλλως πως τὰ κράτη διέποντας οὐ μόνον οὐ σεμνύνει τὰ τοιαῦτα, κἂν ἐν ἁπάσαις ταῖς πόλεσιν ἐξαιρεθῇ, ἀλλὰ καὶ προσδιαβάλλει, τρόπαιάτέ τινα τῆς κακίας αὐτῶν καὶ μνημεῖα τῆς ἀδικίας γιγνόμενα ·

52.35.6ὅσῳ γὰρ ἂν ἐπὶ πλεῖον ἀνταρκέσῃ, τοσούτῳ μᾶλλον καὶ κακοδοξία αὐτῶν διαμένει.

52.36

52.36.1ὥστ’εἴπερ ἀθάνατος ὄντως ἐπιθυμεῖς γενέσθαι, ταῦτάτε οὕτω πρᾶττε, καὶ προσέτι τὸ μὲν θεῖον πάντῃ πάντως αὐτόςτε σέβου κατὰ τὰ πάτρια καὶ τοὺς ἄλλους τιμᾶν ἀνάγκαζε, τοὺς δὲ δὴ ξενίζοντάς τι περὶ αὐτὸ καὶ μίσει καὶ κόλαζε, μὴ μόνον τῶν θεῶν ἕνεκα, ὧν καταφρονήσας οὐ δ’ἄλλου ἄν τινος προτιμήσειεν, ἀλλ’ὅτι καὶ καινά τινα δαιμόνια οἱ τοιοῦτοι ἀντεσφέροντες πολλοὺς ἀναπείθουσιν ἀλλοτριονομεῖν, κἀκ τούτου καὶ συνωμοσίαι καὶ συστάσεις ἑταιρεῖαίτε γίγνονται, ἅπερ ἥκιστα μοναρχίᾳ συμφέρει.

52.36.2μήτ’οὖν ἀθέῳ τινὶ μήτε γόητι συγχωρήσῃς εἶναι.

52.36.3μαντικὴ μὲν γὰρ ἀναγκαία ἐστί, καὶ πάντως τινὰς καὶ ἱερόπτας καὶ οἰωνιστὰς ἀπόδειξον, οἷς οἱ βουλόμενοί τι κοινώσασθαι συνέσονται · τοὺς δὲ δὴ μαγευτὰς πάνυ οὐκ εἶναι προσήκει. πολλοὺς γὰρ πολλάκις οἱ τοιοῦτοι, τὰ μέν τινα ἀληθῆ τὰ δὲ δὴ πλείω ψευδῆ λέγοντες, νεοχμοῦν ἐπαίρουσι.

52.36.4τὸ δ’αὐτὸ τοῦτο καὶ τῶν φιλοσοφεῖν προσποιουμένων οὐκ ὀλίγοι δρῶσι · διὸ καὶ ἐκείνους φυλάσσεσθαί σοι παραινῶ. μὴ γὰρ ὅτι καὶ Ἀρείου καὶ Ἀθηνοδώρου καλῶν καὶ ἀγαθῶν ἀνδρῶν πεπείρασαι, πίστευε καὶ τοὺς ἄλλους πάντας τοὺς φιλοσοφεῖν λέγοντας ὁμοίους αὐτοῖς εἶναι · μυρία γὰρ κακὰ καὶ δήμους καὶ ἰδιώτας τὸ πρόσχημά τινες τοῦτο προβαλλόμενοι δρῶσι.

52.37

52.37.1τῇ μὲν οὖν γνώμῃ καὶ τῷ μηδενὸς πλείονος τῶν ὑπαρχόντων ἐπιθυμεῖν εἰρηνικώτατον εἶναί σε χρή, ταῖς δὲ παρασκευαῖς πολεμικώτατον, ὅπως μάλιστα μὲν μήτε ἐθελήσῃ μήτε ἐπιχειρήσῃ τις ἀδικῆσαί σε, εἰ δὲ μή, ῥᾳδίως καὶ παραχρῆμα κολασθῇ.

52.37.2καὶ ἐπειδή γε ἀναγκαῖόν ἐστι καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα καὶ ὠτακουστεῖν τινας καὶ διοπτεύειν πάντα τὰ τῇ ἡγεμονίᾳ σου προσήκοντα, ἵνα μηδὲν τῶν φυλακῆς τινος καὶ ἐπανορθώσεως δεομένων ἀγνοῇς, μέμνησο ὅτι οὐ χρὴ πᾶσιν ἁπλῶς τοῖς λεγομένοις ὑπ’αὐτῶν πιστεύειν, ἀλλ’ἀκριβῶς αὐτὰ διασκοπεῖν.

52.37.3συχνοὶ γάρ, οἱ μὲν μισοῦντές τινας, οἱ δ’ἐπιθυμοῦντες ὧν ἔχουσιν, ἄλλοι χαριζόμενοί τισιν, ἄλλοι χρήματα αἰτήσαντές τινας καὶ μὴ λαβόντες, ἐπηρεάζουσιν αὐτοὺς ὡς νεωτερίζοντας καὶ ἄλλο τι ἀνεπιτήδειον κατὰ τοῦ αὐταρχοῦντος φρονοῦντας λέγοντας.

52.37.4οὔκουν εὐθὺς οὐ δὲ ῥᾳδίως προσέχειν αὐτοῖς δεῖ, ἀλλὰ καὶ πάνυ πάντα διελέγχειν · βραδύνας μὲν γὰρ ἐν τῷ πιστεῦσαί τινα οὐδὲν μέγα ἀδικηθήσῃ, σπεύσας δὲ τάχ’ἄν τι καὶ ἐξαμάρτοις, μὴ δυνηθήσῃ ἀνακέσασθαι.

52.37.5τιμᾶν μὲν οὖν σε τοὺς ἀγαθοὺς καὶ τῶν ἀπελευθέρων καὶ τῶν ἄλλων τῶν συνόντων σοι καὶ δεῖ καὶ ἀναγκαῖόν ἐστι · καὶ γὰρ κόσμον καὶ ἀσφάλειάν σοι μεγάλην τοῦτο οἴσει. μὴ μέντοι καὶ ὑπέρογκόν τι ἰσχυέτωσαν, ἀλλὰ ἀκριβῶς πάντες σωφρονείτωσαν, ὥστε σε μηδὲν ὑπ’αὐτῶν διαβληθῆναι ·

52.37.6πάντα γὰρ ὅσα ἂν καλῶς κακῶς πράξωσι, σοὶ προστεθήσεται, καὶ τοιοῦτος αὐτὸς ὑφ’ἁπάντων νομισθήσῃ ὁποῖα ἂν ἐκείνοις ποιεῖν ἐπιτρέπῃς. τοὺς μὲν δὴ οὖν δυνατοὺς μὴ πλεονεκτεῖν τινα μη δὲ αὖ συκοφαντεῖσθαι ἔα · μη δὲ ἔστω τινὶ αὐτῶν αὐτὸ τοῦτο ἔγκλημα, ὅτι δύναται, κἂν μηδὲν ἁμαρτάνῃ.

52.37.7τοῖς δὲ δὴ πολλοῖς ἄμυνε μὲν ἰσχυρῶς ἀδικουμένοις, μὴ πρόσεχε δὲ ῥᾳδίως αἰτιωμένοις, ἀλλ’αὐτὰ τὰ ἔργα καθ’ἑαυτὰ ἐξέταζε, μήτε ἐς τὸ προέχον πᾶν ὑποπτεύων μήτε τῷ καταδεεστέρῳ παντὶ πιστεύων.

52.37.8καὶ τοὺς μὲν ἐργαζομένους χρήσιμόντέ τι τεχνωμένους τίμα, τοὺς δ’ἀργοῦντας καὶ φλαῦρόν τι πραγματευομένους μίσει, ἵνα τῶν μὲν διὰ τὰς ὠφελίας ὀριγνώμενοι, τῶν δὲ διὰ τὰς ζημίας ἀπεχόμενοι, πρόςτε τὰ οἰκεῖα ἀμείνους καὶ πρὸς τὰ κοινὰ συμφορώτεροί σοι γίγνωνται.

52.37.9καλὸν μὲν οὖν ἐστι καὶ τὸ τὰ τῶν ἰδιωτῶν ἀμφισβητήματα ὡς ἐλάχιστα ποιοῦντα τὰς διαλύσεις αὐτῶν ὡς τάχιστα καθιστάναι, κάλλιστον δὲ τὸ τὰς τῶν δήμων ὁρμὰς κολούειν, κἂν ἐπευχόμενοί τινα τῇτε ἀρχῇ καὶ τῇ σωτηρίᾳ τῇτε τύχῃ σου ἐκβιάζεσθαί τινας πρᾶξαί τι ἀναλῶσαι παρὰ δύναμιν ἐπιχειρῶσι, μὴ ἐπιτρέπειν, τάςτε ἔχθρας αὐτῶν καὶ τὰς φιλοτιμίας τὰς πρὸς ἀλλήλους παντάπασιν ἐκκόπτειν, καὶ μήτε ἐπωνυμίας τινὰς κενὰς μήτ’ἄλλο τι ἐξ οὗ διενεχθήσονταί τισιν ἐφιέναι σφίσι ποιεῖσθαι.

52.37.10ῥᾳδίως δέ σοι πάντες καὶ ἐς ταῦτα καὶ ἐς τὰ ἄλλα καὶ ἰδίᾳ καὶ κοινῇ πειθαρχήσουσιν, ἂν μηδὲν παρὰ ταῦτα μηδέποτε συγχωρήσῃς τινί · γὰρ ἀνωμαλία καὶ τὰ καλῶς πεπηγότα διαλύει.

52.37.11καὶ διὰ τοῦτ’οὐ δ’αἰτεῖν τι ἀρχήν, γε μὴ δώσεις, ἐπιτρέπειν σφίσιν ὀφείλεις, ἀλλὰ καὶ αὐτὸ τοῦτο πρῶτον ἰσχυρῶς φυλάττειν σφᾶς ἀναγκάζειν, τὸ μηδὲν ἀξιοῦν τῶν κεκωλυμένων.

52.38

52.38.1ταῦτα μὲν περὶ ἐκείνων λέγω, καθ’ἁπάντων δέ σοι συμβουλεύω μήτ’ἀποχρήσασθαί ποτε τῇ ἐξουσίᾳ, μήτ’οἰηθῆναι μείωσίν τινα αὐτῆς εἶναι ἂν μὴ πάντα ἁπαξαπλῶς ὅσα δύνασαι καὶ ποιήσῃς · ἀλλ’ὅσῳ μᾶλλον πάνθ’ὅσα ἂν βουληθῇς καὶ δυνήσῃ πρᾶξαι, τόσῳ μᾶλλον προθυμοῦ πάνθ’ὅσα προσήκει βούλεσθαι.

52.38.2καὶ ἀεί γε αὐτὸς παρὰ σαυτῷ ἐξέταζε, εἴτε ὀρθῶς τι ποιεῖς εἴτε καὶ μή, τίτε πράττοντά σε φιλήσουσί τινες καὶ τί μή, ἵνα τὰ μὲν ποιῇς αὐτῶν τὰ δὲ ἐκκλίνῃς. μὴ γὰρ δὴ ἡγήσῃ δεόντως τι παρὰ τοῦτο πράττειν δόξειν, ἂν μηδενὸς αἰτιωμένου σε ἀκούσῃς · μη δ’ἀναμείνῃς οὕτω τινὰ ἐκφρονῆσαί ποτε ὥστε σοι φανερῶς τι ἐξονειδίσαι.

52.38.3τοῦτο μὲν γὰρ οὐδεὶς ἂν ποιήσειεν, οὐ δ’εἰ σφόδρα ἀδικηθείη · πᾶν γὰρ τοὐναντίον καὶ ἐπαινεῖν πολλοὶ ἔν γε τῷ φανερῷ τοὺς ἀδικοῦντάς σφας ἀναγκάζονται, ἀνταγωνιζόμενοι μὴ δοκεῖν ὀργίζεσθαι. τὸν δ’ἄρχοντα χρὴ μὴ ἐξ ὧν λέγουσί τινες τεκμαίρεσθαι τὴν διάνοιαν αὐτῶν, ἀλλ’ἐξ ὧν φρονεῖν αὐτοὺς εἰκός ἐστι.

52.39

52.39.1ταῦτά σε καὶ τὰ τοιαῦτα βούλομαι πράττειν · πολλὰ γὰρ καὶ παραλείπω διὰ τὸ μὴ οἷόντε εἶναι πάντα αὐτὰ καθάπαξ συλλαβόντα εἰπεῖν. ἓν δ’οὖν ἐν κεφαλαίῳ καὶ κατὰ τῶν εἰρημένων καὶ κατὰ τῶν λοιπῶν φράσω.

52.39.2ἂν γὰρ ὅσα ἂν ἕτερόν τινα ἄρξαντά σου ποιεῖν ἐθελήσῃς, ταῦτα αὐτὸς αὐτεπάγγελτος πράσσῃς, οὔτε τι ἁμαρτήσῃ καὶ πάντα κατορθώσεις, κἀκ τούτου καὶ ἥδιστα καὶ ἀκινδυνότατα βιώσῃ.

52.39.3πῶς μὲν γὰρ οὐχ ὡς πατέρα, πῶς δ’οὐχ ὡς σωτῆρα καὶ προσόψονταί σε ἅπαντες καὶ φιλήσουσιν, ὅταν σε ὁρῶσι κόσμιον εὐβίοτον εὐπόλεμον εἰρηναῖον ὄντα, ὅταν μήθ’ὑβρίζῃς τι μήτε πλεονεκτῇς, ὅταν ἐκ τοῦ ὁμοίου σφίσι προσφέρῃ, καὶ μὴ αὐτὸς μὲν πλουτῇς τοὺς δ’ἄλλους ἀργυρολογῇς, μη δ’αὐτὸς μὲν τρυφᾷς τοὺς δ’ἄλλους ταλαιπωρῇς, μη δ’αὐτὸς μὲν ἀκολασταίνῃς τοὺς δ’ἄλλους νουθετῇς, ἀλλ’ἐς πάντα δὴ πάντως ὁμοιοτροπώτατα αὐτοῖς ζῇς;

52.39.4ὥστ’αὐτὸς παρὰ σαυτῷ μέγα φυλακτήριον ἐν τῷ μηδένα ποτὲ ἀδικῆσαι ἔχων θάρσει, καὶ πίστευέ μοι λέγοντι ὅτι οὔτε μισηθήσῃ ποτὲ οὔτε ἐπιβουλευθήσῃ.

52.39.5τούτου δὲ δὴ οὕτως ἔχοντος πᾶσά σε ἀνάγκη καὶ ἡδέως βιῶναι · τί μὲν γὰρ ἥδιον, τί δὲ εὐδαιμονέστερόν ἐστι τοῦ πάντων τῶν ἐν ἀνθρώποις ἀγαθῶν μετ’ἀρετῆς ἀπολαύοντα καὶ τοῖς ἄλλοις αὐτὰ διδόναι δύνασθαι;

52.40

52.40.1ταῦτάτε οὖν καὶ τἆλλα πάνθ’ὅσα εἴρηκα ἐννοήσας πείσθητί μοι, καὶ μὴ πρόῃ τὴν τύχην, ἥτις σε ἐκ πάντων ἐπελέξατο καὶ προεστήσατο. ὡς εἴ γε τὸ μὲν πρᾶγμα τὸ τῆς μοναρχίας αἱρῇ, τὸ δ’ὄνομα τὸ τῆς βασιλείας ὡς καὶ ἐπάρατον φοβῇ, τοῦτο μὲν μὴ προσλάβῃς, τῇ δὲ δὴ τοῦ Καίσαρος προσηγορίᾳ χρώμενος αὐτάρχει.

52.40.2εἰ δ’οὖν καὶ ἄλλων τινῶν ἐπικλήσεων προσδέῃ, δώσουσι μέν σοι τὴν τοῦ αὐτοκράτορος, ὥσπερ καὶ τῷ πατρί σου ἔδωκαν, σεβιοῦσι δέ σε καὶ ἑτέρᾳ τινὶ προσρήσει, ὥστε σε πᾶν τὸ τῆς βασιλείας ἔργον ἄνευ τοῦ τῆς ἐπωνυμίας αὐτῆς ἐπιφθόνου καρποῦσθαι.

52.41

52.41.1Μαικήνας μὲν ταῦτα εἰπὼν ἐπαύσατο, δὲ δὴ Καῖσαρ ἀμφοτέρους μέν σφας καὶ ἐπὶ τῇ πολυνοίᾳ καὶ ἐπὶ τῇ πολυλογίᾳ τῇτε παρρησίᾳ ἰσχυρῶς ἐπῄνεσε, τὰ δὲ δὴ τοῦ Μαικήνου μᾶλλον εἵλετο. οὐ μέντοι καὶ πάντα εὐθὺς ὥσπερ ὑπετέθειτο ἔπραξε, φοβηθεὶς μὴ καὶ σφαλῇ τι, ἀθρόως μεταρρυθμίσαι τοὺς ἀνθρώπους ἐθελήσας ·

52.41.2ἀλλὰ τὰ μὲν παραχρῆμα μετεκόσμησε τὰ δ’ὕστερον, καί τινα καὶ τοῖς μετὰ ταῦτα ἄρξουσι ποιῆσαι κατέλιπεν ὡς καὶ κατὰ καιρὸν μᾶλλον ἐν τῷ χρόνῳ γενησόμενα. καὶ αὐτῷ καὶ Ἀγρίππας πρὸς πάντα, καίπερ τὴν ἐναντίαν σφίσι γνώμην δούς, προθυμότατα συνήρατο, ὥσπερ ἂν εἰ καὶ ἐσηγητὴς αὐτῶν ἐγεγόνει.

52.41.3ταῦτάτε Καῖσαρ, καὶ ὅσα ἄνω μοι τοῦ λόγου εἴρηται, ἔπραξεν ἐν τῷ ἔτει ἐκείνῳ ἐν τὸ πέμπτον ὑπάτευσε, καὶ τὴν τοῦ αὐτοκράτορος ἐπίκλησιν ἐπέθετο. λέγω δὲ οὐ τὴν ἐπὶ ταῖς νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισίν (ἐκείνην γὰρ πολλάκις μὲν καὶ πρότερον πολλάκις δὲ καὶ ὕστερον ἀπ’αὐτῶν τῶν ἔργων ἔλαβεν, ὥστε καὶ ἅπαξ καὶ εἰκοσάκις ὄνομα αὐτοκράτορος σχεῖν) ἀλλὰ τὴν ἑτέραν τὴν τὸ κράτος διασημαίνουσαν, ὥσπερ τῷτε πατρὶ αὐτοῦ τῷ Καίσαρι καὶ τοῖς παισὶ τοῖςτε ἐκγόνοις ἐψήφιστο.

52.42

52.42.1καὶ μετὰ ταῦτα τιμητεύσας σὺν τῷ Ἀγρίππᾳ ἄλλατέ τινα διώρθωσε καὶ τὴν βουλὴν ἐξήτασε. πολλοὶ μὲν γὰρ ἱππῆς πολλοὶ δὲ καὶ πεζοὶ παρὰ τὴν ἀξίαν ἐκ τῶν ἐμφυλίων πολέμων ἐβούλευον, ὥστε καὶ ἐς χιλίους τὸ πλήρωμα τῆς γερουσίας αὐξηθῆναι.

52.42.2τούτους οὖν ἐκκρῖναι βουληθεὶς αὐτὸς μὲν οὐδένα αὐτῶν ἀπήλειψε, προτρεψάμενος δέ σφας ἐκ τοῦ συνειδότος τοῦτε γένους καὶ τοῦ βίου δικαστὰς ἑαυτοῖς γενέσθαι τὸ μὲν πρῶτον πεντήκοντά που ἔπεισεν ἐθελοντὰς ἐκστῆναι τοῦ συνεδρίου, ἔπειτα δὲ καὶ ἄλλους ἑκατὸν καὶ τεσσαράκοντα μιμήσασθαί σφας ἠνάγκασε.

52.42.3καὶ αὐτῶν ἠτίμωσε μὲν οὐδένα, τὰ δ’ὀνόματα τῶν δευτέρων ἐξέθηκε · τοῖς γὰρ προτέροις, ὅτι μὴ ἐχρόνισαν ἀλλ’εὐθὺς ἐπειθάρχησάν οἱ, ἀφῆκε τὸ ὀνείδισμα, ὥστ’αὐτοὺς μὴ ἐκδημοσιευθῆναι. οὗτοι μὲν οὖν ἑκούσιοι δῆθεν ἰδιώτευσαν, Κύιντον δὲ δὴ Στατίλιον καὶ πάνυ ἄκοντα τῆς δημαρχίας, ἐς ἣν ἀπεδέδεικτο, εἶρξεν.

52.42.4ἑτέρουςτέ τινας βουλεύειν ἐποίησε, καὶ ἔς γε τοὺς ὑπατευκότας δύο ἄνδρας ἐκ τῶν βουλευόντων, Κλούουιόντέ τινα καὶ Φούρνιον Γαΐους, ἐγκατέλεξεν, ὅτι προαποδεδειγμένοι οὐκ ἠδυνήθησαν, ἄλλων τινῶν τὰς ἀρχὰς αὐτῶν προκαταλαβόντων, ὑπατεῦσαι.

52.42.5τότε τῶν εὐπατριδῶν γένος συνεπλήθυσε, τῆς βουλῆς οἱ δῆθεν ἐπιτρεψάσης τοῦτο ποιῆσαι, ἐπειδὴ τότε πλεῖστόν σφων ἀπωλώλει (οὐδὲν γὰρ οὕτως ὡς τὸ γενναῖον ἐν τοῖς ἐμφυλίοις πολέμοις ἀναλίσκεται) καὶ ἐς τὴν ποίησιν τῶν πατρίων ἀναγκαῖοι ἀεὶ εἶναι νομίζονται.

52.42.6ταῦτάτε οὖν ἔπραξε, καὶ προσαπεῖπε πᾶσι τοῖς βουλεύουσι μὴ ἐκδημεῖν ἔξω τῆς Ἰταλίας, ἂν μὴ αὐτός τινι κελεύσῃ καὶ ἐπιτρέψῃ. καὶ τοῦτο καὶ δεῦρο ἀεὶ φυλάσσεται · πλὴν γὰρ ὅτι ἔςτε τὴν Σικελίαν καὶ ἐς τὴν Γαλατίαν τὴν περὶ Νάρβωνα, οὐδαμόσε ἄλλοσε βουλευτῇ ἀποδημῆσαι ἔξεστιν.

52.42.7ἐκεῖσε γὰρ διάτε τὸ σύνεγγυς καὶ διὰ τὸ ἄοπλον τότε εἰρηναῖον τῶν ἀνθρώπων δέδοται τοῖς γέ τι κεκτημένοις αὐτόθι καὶ ἄνευ παραιτήσεως, ὁσάκις ἂν ἐθελήσωσιν, ἀπιέναι.

52.42.8ἐπειδήτε πολλοὺς ἔτι καὶ τῶν βουλευτῶν καὶ τῶν ἄλλων τῶν τὰ τοῦ Ἀντωνίου σπουδασάντων ὑπόπτως πρὸς αὑτὸν διακειμένους ἑώρα, καὶ ἐφοβήθη μὴ νεοχμώσωσί τι, πάντα ἔφη τὰ γράμματα τὰ ἐν τοῖς κιβωτίοις αὐτοῦ εὑρεθέντα κατακεκαυκέναι. καὶ ὡς ἀληθῶς γε διεφθάρκει τινά · τὰ γὰρ δὴ πλείω καὶ πάνυ ἐτήρει, ὥστε μη δ’ὀκνῆσαι ὕστερον αὐτοῖς χρήσασθαι.

52.43

52.43.1τοῦτότε οὖν οὕτως ἐποίησε καὶ τὴν Καρχηδόνα ἐπαπῴκισεν, ὅτι Λέπιδος μέρος τι αὐτῆς ἠρημώκει καὶ διὰ τοῦτο τὰ δίκαια τῆς ἀποικίας σφῶν λελυκέναι ἐδόκει. τόντε Ἀντίοχον τὸν Κομμαγηνὸν μετεπέμψατο, ὅτι τινὰ πρεσβευτὴν ὑπὸ τοῦ ἀδελφοῦ διαφόρου οἱ ὄντος σταλέντα ἐς τὴν Ῥώμην ἐδολοφόνησε, καὶ ἔςτε τὸ συνέδριον ἐσήγαγε καὶ καταψηφισθέντα ἀπέκτεινε.

52.43.2καὶ τὴν Καπρίαν παρὰ τῶν Νεοπολιτῶν, ὧνπερ τὸ ἀρχαῖον ἦν, ἀντιδόσει χώρας ἠλλάξατο. κεῖται δὲ οὐ πόρρω τῆς κατὰ Συρρεντὸν ἠπείρου, χρηστὸν μὲν οὐδέν, ὄνομα δὲ καὶ νῦν ἔτι διὰ τὴν τοῦ Τιβερίου ἐνοίκησιν ἔχουσα.