Isaiah, Chapter 63

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
  51. 51
  52. 52
  53. 53
  54. 54
  55. 55
  56. 56
  57. 57
  58. 58
  59. 59
  60. 60
  61. 61
  62. 62
  63. 63
  64. 64
  65. 65
  66. 66
63

63.1τίς οὗτος παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ, οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.

63.2διατί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;

63.3πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου καὶ κατέθλασα αὐτοὺς ὡς γῆν καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.

63.4ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι.

63.5καὶ ἐπέβλεψα, καὶ οὐδεὶς βοηθός · καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο · καὶ ἐρρύσατο αὐτοὺς βραχίων μου, καὶ θυμός μου ἐπέστη.

63.6καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν, οἷς ἡμῖν ἀνταποδίδωσι ·

63.7Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ.

63.8καὶ εἶπεν · οὐχ λαός μου τέκνα οὐ μὴ ἀθετήσωσι; καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν.

63.9οὐ πρέσβυς οὐ δὲ ἄγγελος, ἀλλ’αὐτὸς Κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν · αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος.

63.10αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ · καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς.

63.11καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων · ποῦ ἔστιν θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον;

63.12 ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν, βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον.

63.13ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου ὡς ἵππον δι’ἐρήμου, καὶ οὐκ ἐκοπίασαν.

63.14καὶ ὡς κτήνη διὰ πεδίου, κατέβη πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς · οὕτως ἥγαγες τὸν λαόν σου ποιῆσαι σεαυτῷ ὄνομα δόξης. ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης ·

63.15ποῦ ἐστιν ζῆλός σου καὶ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;

63.16σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἁβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, Κύριε, πατὴρ ἡμῶν · ρῦσαι ἡμᾶς, ἀπ’ἀρχῆς τὸ ὄνομά σου ἐφ’ἡμᾶς ἐστι.

63.17τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνα τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου.

63.19ἐγενόμεθα ὡς τὸ ἀπ’ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐ δὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ’ἡμᾶς.