3737.1καί ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν ἔσχισε τὰ ἱμάτια καὶ περιεβάλετο σάκκον καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου.
37.2καὶ ἀπέστειλεν Ἑλιακεὶμ τὸν οἰκονόμον καὶ Σομνᾶν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην, καὶ εἶπαν αὐτῷ ·
37.3τάδε λέγει Ἐζεκίας · ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν.
37.4εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν Θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους, οὓς ἤκουσε Κύριος ὁ Θεός σου · καὶ δεηθήσῃ πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλελειμμένων τούτων.
37.5καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἐζεκίου πρὸς Ἡσαΐαν, καὶ εἶπεν αὐτοῖς Ἡσαΐας ·
37.6οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν · τάδε λέγει Κύριος · μὴ φοβηθῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων.
37.7ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.
37.8καὶ ἀπέστρεψε Ῥαψάκης καὶ κατέλαβε τὸν βασιλέα Ἀσσυρίων πολιορκοῦντα Λομνάν. καὶ ἤκουσε βασιλεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θαρακὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν ·
37.9καὶ ἀκούσας ἀπέστρεψε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν λέγων ·
37.10οὕτως ἐρεῖτε Ἐζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας · μή σε ἀπατάτω ὁ Θεός σου, ἐφ’ᾧ πέποιθας ἐπ’αὐτῷ λέγων · οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.
37.11ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν;
37.12μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήντε Γωζᾶν καὶ Χαρὰν καὶ Ῥαφές, αἵ εἰσιν ἐν χώρᾳ Θεεμάθ;
37.13ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ καὶ Ἀρφὰθ καὶ πόλεως Σεπφαρείμ, Ἀνὰγ Οὐγαυά;
37.14καὶ ἔλαβεν Ἐζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου, καὶ προσηύξατο Ἐζεκίας πρὸς Κύριον λέγων ·
37.16Κύριε σαβαὼθ ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ Θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.
37.17κλῖνον, Κύριε, τὸ οὖς σου, εἰσάκουσον, Κύριε, ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου, εἴσβλεψον, Κύριε, καὶ ἰδὲ τοὺς λόγους Σενναχηρείμ, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα.
37.18ἐπ’ἀληθείας γάρ, Κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ ·
37.19οὐ γὰρ θεοὶ ἦσαν, ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσεν αὐτούς.
37.20σὺ δέ, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ Θεὸς μόνος.
37.21καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν καὶ εἶπεν αὐτῷ · τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ · ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων.
37.22οὗτος ὁ λόγος, ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός · ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ.
37.23τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ᾖρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ Ἰσραήλ;
37.24ὅτι δι’ἀγγέλων ὠνείδισας Κύριον · σὺ γὰρ εἶπας · τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρος τοὺς δρυμοῦ καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.
37.26οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα; ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς.
37.27ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.
37.28νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι.
37.29ὁ δὲ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ρῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.
37.30τοῦτο δέ σοι τὸ σημεῖον · φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν.
37.31καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ φυήσουσι ρίζαν κάτω καὶ ποιήσουσι σπέρμα ἄνω.
37.32ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιών · ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.
37.33διὰ τοῦτο οὕτω λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων · οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην οὐ δὲ μὴ βάλῃ ἐπὶ αὐτὴν βέλος οὐ δὲ μὴ ἐπιβάλῃ ἐπ’αὐτὴν θυρεόν, οὐ δὲ μὴ κυκλώσῃ ἐπ’αὐτὴν χάρακα, ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ.
37.34τάδε λέγει Κύριος ·
37.35ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι’ἐμὲ καὶ διὰ Δαυὶδ τὸν παῖδά μου.
37.36καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας, καὶ ἀναστάντες τὸ πρωΐ εὗρον πάντα τὰ σώματα νεκρά.
37.37καὶ ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευῇ.
37.38καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν · καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ’αὐτοῦ.