Isaiah, Chapter 42

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
  51. 51
  52. 52
  53. 53
  54. 54
  55. 55
  56. 56
  57. 57
  58. 58
  59. 59
  60. 60
  61. 61
  62. 62
  63. 63
  64. 64
  65. 65
  66. 66
42

42.1Ἰακὼβ παῖς μου, ἀντιλήψομαι αὐτοῦ · Ἰσραὴλ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ψυχή μου · ἔδωκα τὸ πνεῦμά μου ἐπ’αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.

42.2οὐ κεκράξεται οὐ δὲ ἀνήσει, οὐ δὲ ἀκουσθήσεται ἔξω φωνὴ αὐτοῦ.

42.3κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν.

42.4ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἄνθῇ ἐπὶ τῆς γῆς κρίσιν · καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

42.5οὕτω λέγει Κύριος Θεὸς ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν ·

42.6ἐγὼ Κύριος Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.

42.8ἐγὼ Κύριος Θεός, τοῦτό μού ἐστι τὸ ὄνομα · τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐ δὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.

42.9τὰ ἀπ’ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινά, ἐγὼ ἀναγγέλλω, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.

42.10ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινόν, ἀρχὴ αὐτοῦ · δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ’ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς.

42.11εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδάρ · εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ’ἄκρων τῶν ὀρέων βοήσουσι ·

42.12δώσουσι τῷ Θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσι.

42.13Κύριος Θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.

42.14ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ὡς τίκτουσα ἐκαρτέρησα, ἐκστήσω καὶ ξηρανῶ ἅμα.

42.15ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ πάντα χόρτον αὐτῶν ξηρανῶ, καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ.

42.16καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς · ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν · ταῦτα τὰ ρήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς.

42.17αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω · αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς · ὑμεῖς ἐστε θεοὶ ἡμῶν.

42.18οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν.

42.19καὶ τίς τυφλός, ἀλλ’ οἱ παῖδές μου καὶ κωφοί, ἀλλ’ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.

42.20εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε · ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε.

42.21Κύριος Θεὸς ἐβουλεύσατο, ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν.

42.22καὶ εἶδον, καὶ ἐγένετο λαὸς πεπρονομευμένος καὶ διηρπασμένος · γὰρ παγὶς ἐν τοῖς ταμιείος πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς · ἐγένοντο εἰς προνομήν, καὶ οὐκ ἦν ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν λέγων · ἀπόδος.

42.23τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα; εἰσακούσατε εἰς τὰ ἐπερχόμενα.

42.24τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακὼβ καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν; οὐχὶ Θεός, ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἠβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐ δὲ ἀκούειν τοῦ νόμου αὐτοῦ;

42.25καὶ ἐπήγαγεν ἐπ’αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος οὐ δὲ ἔθεντο ἐπὶ ψυχήν.