1616.1ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν · μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος θυγατρὸς Σιών;
16.2ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφηρημένος, θύγατερ Μωάβ. ἔπειτα δέ, Ἀρνῶν, πλείονα βουλεύου, ποίειτε σκέπην πένθους αὐτῇ διὰ παντός ·
16.3ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν, μὴ ἀπαχθῇς.
16.4παροικήσουσί σοι οἱ φυγάδες Μωάβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ᾔρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.
16.5καὶ διορθωθήσεται μετ’ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ’αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.
16.6ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῇρας. οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως.
16.7ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι · τοῖς κατοικοῦσι δὲ Σὲθ μελετήσεις · καὶ οὐκ ἐντραπήσῃ.
16.8τὰ πεδία Ἐσεβὼν πενθήσει, ἄμπελος Σεβαμά · καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ · οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον · οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν, διέβησαν γὰρ τὴν ἔρημον.
16.9διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ ἄμπελον Σεβαμά · τὰ δένδρα σου κατέβαλεν, Ἐσεβὼν καὶ Ἐλεαλή, ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται.
16.10καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ.
16.11διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος, ὃ ἐνεκαίνισας.
16.12καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν.
16.13τοῦτο τὸ ρῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησε.
16.14καὶ νῦν λέγω · ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.