Isaiah, Chapter 43

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
  51. 51
  52. 52
  53. 53
  54. 54
  55. 55
  56. 56
  57. 57
  58. 58
  59. 59
  60. 60
  61. 61
  62. 62
  63. 63
  64. 64
  65. 65
  66. 66
43

43.1καί νῦν οὕτως λέγει Κύριος Θεὸς ποιήσας σε, Ἰακώβ, πλάσας σε, Ἰσραήλ · μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε · ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ.

43.2καὶ ἐὰν διαβαίνῃς δι’ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε · καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε.

43.3ὅτι ἐγὼ Κύριος Θεός σου ἅγιος Ἰσραὴλ σῴζων σε · ἐποίησα ἄλλαγμά σου Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ.

43.4ἀφ’οὗ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης, καὶ ἐγὼ σὲ ἠγάπησα · καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου.

43.5μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι · ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε.

43.6ἐρῶ τῷ Βορρᾷ · ἄγε, καὶ τῷ Λιβί · μὴ κώλυε, ἅγιε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ’ἄκρων τῆς γῆς, πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου ·

43.7ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν ·

43.8καὶ ἐξήγαγον λαὸν τυφλόν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί, καὶ κωφοὶ τὰ ὦτα ἔχοντες.

43.9πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ.

43.10γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος Θεός, καὶ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ’ἐμὲ οὐκ ἔσται.

43.11ἐγὼ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων.

43.12ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος Θεός.

43.13ἔτι ἀπ’ἀρχῆς καὶ οὐκ ἔστιν ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος · ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;

43.14οὕτως λέγει Κύριος Θεὸς λυτρούμενος ὑμᾶς, ἅγιος τοῦ Ἰσραήλ · ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται.

43.15ἐγὼ Κύριος Θεὸς ἅγιος ὑμῶν, καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν.

43.16οὕτως λέγει Κύριος, διδοὺς ἐν θαλάσσῃ ὁδὸν ἐν ὕδατι ἰσχυρῷ τρίβον, ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν ·

43.17ἀλλ’ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον.

43.18μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε.

43.19ἰδοὺ ἐγὼ ποιῶ καινὰ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά · καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ τῇ ἀνύδρῳ ποταμούς.

43.20εὐλογήσουσί με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, λαόν μου, ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι.

43.22οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὐ δὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ.

43.23οὐκ ἐμοὶ ἤνεγκας πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐ δὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με · οὐκ ἐδούλωσά σε ἐν θυσίαις, οὐ δὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ, οὐ δὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐ δὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου.

43.25ἐγώ εἰμι, ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ καὶ τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι.

43.26σὺ δὲ μνήσθητι καὶ κριθῶμεν · λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.

43.27οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ, καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου, καὶ ἔδωκα ἀπολέσαι Ἰακὼβ καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν.