Isaiah, Chapter 14

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
  51. 51
  52. 52
  53. 53
  54. 54
  55. 55
  56. 56
  57. 57
  58. 58
  59. 59
  60. 60
  61. 61
  62. 62
  63. 63
  64. 64
  65. 65
  66. 66
14

14.1καί ἐλεήσει Κύριος τὸν Ἰακὼβ καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραήλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ γειώρας προστεθήσεται πρὸς αὐτοὺς καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ, καὶ λήψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσι καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ εἰς δούλους καὶ δούλας ·

14.2καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν.

14.3καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε Κύριος ἀπὸ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου καὶ τῆς δουλείας σου τῆς σκληρᾶς, ἧς ἐδούλευσας αὐτοῖς.

14.4καὶ λήψη τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνη · πῶς ἀναπέπαυται ἀπαιτῶν καὶ ἀναπέπαυται ἐπισπουδαστής;

14.5συνέτριψε Κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων ·

14.6πατάξας ἔθνος θυμῷ, πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγὴν θυμοῦ, οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς.

14.7πᾶσα γῆ βοᾷ μετ’εὐφροσύνης, καὶ τὰ ξύλα τοῦ λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ καὶ κέδρος τοῦ Λιβάνου ·

14.8ἀφ’οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη κόπτων ἡμᾶς.

14.9 ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν.

14.10πάντες ἀποκριθήσονται καὶ ἐροῦσί σοι · καὶ σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης.

14.11κατέβη εἰς ᾅδου δόξα σου, πολλὴ εὐφροσύνη σου · ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.

14.12πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ἑωσφόρος πρωΐ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη.

14.13σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου · εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς Βορρᾶν, ἀναβήσομαι ἐπάνω τῶν νεφῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.

14.15νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.

14.16οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ καὶ ἐροῦσιν · οὗτος ἄνθρωπος παροξύνων τὴν γῆν, σείων βασιλεῖς;

14.17 θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις αὐτοῦ καθεῖλε, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσε.

14.18πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ ·

14.19σὺ δὲ ριφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις, καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐ δὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας ·

14.20οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν.

14.21ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτῶν, ἵνα μὴ ἀναστῶσι καὶ κληρονομήσωσι τὴν γῆν καὶ ἐμπλήσωσιν τὴν γῆν πολέμων.

14.22καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος σαβαώθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα τάδε λέγει Κύριος καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν ·

14.23καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν.

14.24τάδε λέγει Κύριος σαβαώθ · ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου, καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ’αὐτῶν ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται.

14.26αὕτη βουλή, ἣν βεβούλευται Κύριος ἐπὶ τὴν ὅλην οἰκουμένην, καὶ αὕτη χεὶρ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη.

14.27 γὰρ Θεὸς ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει;

14.28τοῦ ἔτους, οὗ ἀπέθανεν βασιλεὺς Ἄχαζ, ἐγενήθη τὸ ρῆμα τοῦτο.

14.29μὴ εὐφρανθείητε οἱ ἀλλόφυλοι πάντες, συνετρίβη γὰρ ζυγὸς τοῦ παίοντος ὑμᾶς · ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι καὶ βοσκηθήσονται πτωχοὶ δι’αὐτοῦ, πτωχοὶ δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται ·

14.30ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ.

14.31ὀλολύξατε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ Βορρᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι.

14.32καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσε Σιών, καὶ δι’αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.