Isaiah, Chapter 33

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
  51. 51
  52. 52
  53. 53
  54. 54
  55. 55
  56. 56
  57. 57
  58. 58
  59. 59
  60. 60
  61. 61
  62. 62
  63. 63
  64. 64
  65. 65
  66. 66
33

33.1οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ · ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται καὶ ὡς σὴς ἐφ’ἱματίου, οὕτως ἡττηθήσονται.

33.2Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν · ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν, δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως.

33.3διὰ φωνὴν τοῦ φόβου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου, καὶ διεσπάρησαν τὰ ἔθνη.

33.4νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου · ὃν τρόπον ἐάν τις συναγάγη ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν.

33.5ἅγιος Θεὸς κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης.

33.6ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς σωτηρία ἡμῶν, ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν Κύριον · οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης.

33.7ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται · οὓς ἐφοβεῖσθε, φοβηθήσονται ἀφ’ὑμῶν · ἄγγελοι γὰρ ἀποσταλήσονται πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην.

33.8ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί · πέπαυται φόβος τῶν ἐθνῶν, καὶ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους.

33.9ἐπένθησεν γῆ, ᾐσχύνθη Λίβανος, ἕλη ἐγένετο Σάρων · φανερὰ ἔσται Γαλιλαία καὶ Κάρμηλος.

33.10νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι ·

33.11νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε · ματαία ἔσται ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ κατέδεται ὑμᾶς.

33.12καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη.

33.13ἀκούσονται οἱ πόρρωθεν ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου.

33.14ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήψεται τρόμος τοὺς ἀσεβεῖς · τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;

33.15πορευόμενος ἐν διακαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμούς, ἵνα μὴ ἴδῃ ἀδικίαν, οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς ·

33.16ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.

33.17βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆ πόρρωθεν.

33.18 ψυχὴ ἡμῶν μελετήσει φόβον · ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἔστιν ἀριθμῶν τοὺς στρεφομένους μικρὸν καὶ μέγα λαόν;

33.19 οὐ συνεβουλεύσατο, οὐ δὲ ᾔδει βαθύφωνον ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις.

33.20ἰδοὺ Σιὼν πόλις, τὸ σωτήριον ἡμῶν · οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ, πόλις πλουσία, σκηναί, αἳ οὐ μὴ σεισθῶσιν, οὐ δὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐ δὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν.

33.21ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν · τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυχες πλατεῖς καὶ εὐρύχωροι · οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐ δὲ πορεύσεται πλοῖον ἐλαῦνον.

33.22 γὰρ Θεός μου μέγας ἐστίν, οὐ παρελεύσεταί με Κύριος · κριτὴς ἡμῶν Κύριος, ἄρχων ἡμῶν Κύριος, βασιλεὺς ἡμῶν Κύριος, οὗτος ἡμᾶς σώσει.

33.23ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν · ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία · οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν · τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι.

33.24καὶ οὐ μὴ εἴπῃ · κοπιῶ, λαὸς ἐνοικῶν ἐν αὐτοῖς · ἀφέθη γὰρ αὐτοῖς ἁμαρτία.