Isaiah, Chapter 54

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
  51. 51
  52. 52
  53. 53
  54. 54
  55. 55
  56. 56
  57. 57
  58. 58
  59. 59
  60. 60
  61. 61
  62. 62
  63. 63
  64. 64
  65. 65
  66. 66
54

54.1εὐφράνθητι, στεῖρα οὐ τίκτουσα, ρῆξον καὶ βόησον, οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον τῆς ἐχούσης τὸν ἄνδρα · εἶπε γὰρ Κύριος ·

54.2πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ · μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον.

54.3ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς.

54.4μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μη δὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης · ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ ἔτι.

54.5ὅτι Κύριος ποιῶν σε, Κύριος σαβαὼθ ὄνομα αὐτῷ · καὶ ρυσάμενός σε αὐτὸς Θεὸς Ἰσραήλ, πάσῃ τῇ γῇ κληθήσεται.

54.6οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε Κύριος, οὐ δ’ὡς γυναίκα ἐκ νεότητος μεμισημένην, εἶπεν Θεός σου ·

54.7χρόνον μικρὸν κατέλιπόν σε καὶ μετ’ἐλέους μεγάλου ἐλεήσω σε, ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ρυσάμενός σε Κύριος.

54.9ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστι · καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μη δὲ ἐν ἀπειλῇ σου τὰ ὄρη μεταστήσεσθαι, οὐ δ’οἱ βουνοί σου μετακινηθήσονται, οὕτως οὐ δὲ τὸ παρ’ἐμοῦ σοὶ ἔλεος ἐκλείψει, οὐ δὲ διαθήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ ·

54.10εἶπε γὰρ Κύριος · ἵλεώς σοι.

54.11ταπεινὴ καὶ ἀκατάστατος, οὐ παρεκλήθης, ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς Θεοῦ καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου.

54.14καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ · ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.

54.15ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι’ἐμοῦ καὶ ἐπὶ σὲ καταφεύξονται.

54.16ἰδοὺ ἐγὼ ἔκτισά σε οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον · ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι πᾶν σκεῦος φθαρτόν, ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν ·

54.17πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον, καὶ ἡμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος.