Isaiah, Chapter 45

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
  51. 51
  52. 52
  53. 53
  54. 54
  55. 55
  56. 56
  57. 57
  58. 58
  59. 59
  60. 60
  61. 61
  62. 62
  63. 63
  64. 64
  65. 65
  66. 66
45

45.1οὕτω λέγει Κύριος Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται.

45.2ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος Θεός σου καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ.

45.4ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί σου καὶ προσδέξομαί σε, σὺ δὲ οὐκ ἔγνως με ὅτι ἐγὼ Κύριος Θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ Θεός, ἐνίσχυσά σε καὶ οὐκ ᾔδεις με, ἵνα γνῶσι οἱ ἀπ’ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ ·

45.6ἐγὼ Κύριος Θεός, καὶ οὐκ ἔστιν ἔτι ·

45.7ἐγὼ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ποιῶν εἰρήνην καὶ κτίζων κακά · ἐγὼ Κύριος Θεὸς ποιῶν πάντα ταῦτα.

45.8εὐφρανθήτω οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ρανάτωσαν δικαιοσύνην · ἀνατειλάτω γῆ καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα · ἐγώ εἰμι Κύριος κτίσας σε.

45.9ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; μὴ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; μὴ ἐρεῖ πηλὸς τῷ κεραμεῖ · τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ οὐ δὲ ἔχεις χεῖρας;

45.10μὴ ἀποκριθήσεται τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό; λέγων τῷ πατρί · τί γεννήσεις; καὶ τῇ μητρί · τί ὠδίνεις;

45.11ὅτι οὕτω λέγει Κύριος Θεὸς ἅγιος Ἰσραὴλ ποιήσας τὰ ἐπερχόμενα · ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι.

45.12ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην.

45.13ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων, οὐ δὲ μετὰ δώρων, εἶπε Κύριος σαβαώθ.

45.14οὕτω λέγει Κύριος σαβαώθ · ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ διαβήσονται πρός σε, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ Θεός ἐστι καὶ οὐκ ἐστι Θεὸς πλὴν σοῦ ·

45.15σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ.

45.16αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρός με, νῆσοι.

45.17Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον · οὐκ αἰσχυνθήσονται οὐ δὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι.

45.18οὕτως λέγει Κύριος ποιήσας τὸν οὐρανόν, οὗτος Θεὸς καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτὴν ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι.

45.19οὐκ ἐν κρυφῇ λελάληκα, οὐ δὲ ἐν τόπῳ γῆς σκοτεινῷ · οὐκ εἶπα τῷ σπέρματι Ἰακώβ · μάταιον ζητήσατε. ἐγώ εἰμι ἐγώ εἰμι Κύριος λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν.

45.20συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν, οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ οἱ προσευχόμενοι ὡς πρὸς θεούς, οἳ οὐ σῴζουσι.

45.21εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ’ἀρχῆς · τότε ἀνηγγέλη ὑμῖν · ἐγὼ Θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ · δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ.

45.22ἐπιστράφητε ἐπ’ἐμὲ καὶ σωθήσεσθε, οἱ ἀπ’ἐσχάτου τῆς γῆς · ἐγώ εἰμι Θεός, καὶ οὐκ ἔστιν ἄλλος.

45.23κατ’ἐμαυτοῦ ὀμνύω, μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ Θεῷ λέγων ·

45.24δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσι καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς ·

45.25ἀπὸ Κυρίου δικαιωθήσονται καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.