Isaiah, Chapter 48

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
  51. 51
  52. 52
  53. 53
  54. 54
  55. 55
  56. 56
  57. 57
  58. 58
  59. 59
  60. 60
  61. 61
  62. 62
  63. 63
  64. 64
  65. 65
  66. 66
48

48.1ἀκούσατε ταῦτα, οἶκος Ἰακὼβ οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ καὶ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ, μιμνησκόμενοι οὐ μετὰ ἀληθείας οὐ δὲ μετὰ δικαιοσύνης καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ Θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι, Κύριος σαβαὼθ ὄνομα αὐτῷ.

48.3τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθε καὶ ἀκουστὸν ἐγένετο · ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθε.

48.4γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.

48.5καὶ ἀνήγγειλά σοι πάλαι, πρὶν ἐλθεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα · μήποτε εἴπῃς ὅτι τὰ εἴδωλά μου ἐποίησε, καὶ εἴπῃς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι.

48.6ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε · ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, μέλλει γίνεσθαι, καὶ οὐκ εἶπας.

48.7νῦν γίνεται καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά · μὴ εἴπῃς · ναὶ γινώσκω αὐτά.

48.8οὔτε ἔγνως οὔτε ἠπίστω, οὔτε ἀπ’ἀρχῆς ἤνοιξά σου τὰ ὦτα · ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ.

48.9ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σέ, ἵνα μὴ ἐξολοθρεύσω σε.

48.10ἰδοὺ πέπρακά σε οὐκ ἕνεκεν ἀργυρίου, ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας ·

48.11ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.

48.12ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραήλ, ὃν ἐγὼ καλῶ · ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν.

48.13καλέσω αὐτούς, καὶ στήσονται ἅμα καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται.

48.14τίς αὐτοῖς ἀνήγγειλε ταῦτα; ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων.

48.15ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ.

48.16προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα · οὐκ ἀπ’ἀρχῆς ἐν κρυφῇ λελάληκα, οὐ δὲ ἐν τόπῳ γῆς σκοτεινῷ · ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν Κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ.

48.17οὕτως λέγει Κύριος ρυσάμενός σε, ἅγιος Ἰσραήλ · ἐγώ εἰμι Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν πορεύσῃ ἐν αὐτῆ.

48.18καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς εἰρήνη σου καὶ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης ·

48.19καὶ ἐγένετο ἂν ὡς ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς χοῦς τῆς γῆς · οὐ δὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐ δὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ. ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων ·

48.20φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγεται · ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ ·

48.21καὶ ἐὰν διψήσωσι, δι’ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς · σχισθήσεται πέτρα, καὶ ρυήσεται ὕδωρ, καὶ πίεται λαός μου.

48.22οὐκ ἐστι χαίρειν, λέγει Κύριος, τοῖς ἀσεβέσιν.