Isaiah, Chapter 10

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
  49. 49
  50. 50
  51. 51
  52. 52
  53. 53
  54. 54
  55. 55
  56. 56
  57. 57
  58. 58
  59. 59
  60. 60
  61. 61
  62. 62
  63. 63
  64. 64
  65. 65
  66. 66
10

10.1οὐαὶ τοῖς γράφουσι πονηρίαν · γράφοντες γὰρ πονηρίαν γράφουσιν ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν.

10.3καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; γὰρ θλῖψις ὑμῖν πόρρωθεν ἥξει · καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν;

10.4ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη θυμός, ἀλλ’ἔτι χεὶρ ὑψηλή.

10.5οὐαὶ Ἀσσυρίοις · ράβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν.

10.6τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν.

10.7αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται, ἀλλὰ ἀπαλλάξει νοῦς αὐτοῦ καὶ τοῦ ἔθνη ἐξολοθρεῦσαι οὐκ ὀλίγα.

10.8καὶ ἐὰν εἴπωσιν αὐτῷ · σὺ μόνος εἶ ἄρχων, καὶ ἐρεῖ ·

10.9οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ πύργος ᾠκοδομήθη; καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν ·

10.10ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου, καὶ πάσας τὰς ἀρχὰς λήψομαι. ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ ·

10.11ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ Ἱερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς.

10.12καὶ ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ.

10.13εἶπε γάρ · ἐν τῇ ἰσχύϊ ποιήσω καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἀντείπῃ μοι.

10.15μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ράβδον ξύλον.

10.16καὶ οὐχ οὕτως, ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.

10.17καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην.

10.18τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὅρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν · καὶ ἔσται φεύγων ὡς φεύγων ἀπὸ φλογός καιομένης ·

10.19καὶ οἱ καταλειφθέντες ἀπ’αὐτῶν ἀριθμὸς ἔσονται, καὶ παιδίον γράψει αὐτούς.

10.20καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραήλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα.

10.22καὶ ἐὰν γένηται λαὸς Ἰσραὴλ ὡς ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται · λόγον συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον Κύριος ποιήσει ἐν τῇ οἰκουμένῃ ὅλῃ.

10.24διὰ τοῦτο τάδε λέγει Κύριος σαβαώθ · μὴ φοβοῦ, λαός μου, οἱ κατοικοῦντες ἐν Σιών, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ράβδῳ πατάξει σε · πληγὴν γὰρ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου.

10.25ἔτι γὰρ μικρὸν καὶ παύσεται ὀργή, δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν ·

10.26καὶ ἐγερεῖ Θεὸς ἐπ’αὐτοὺς κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως, καὶ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ’Αἴγυπτον.

10.27καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου καὶ φόβος αὐτοῦ ἀπὸ σοῦ, καὶ καταφθαρήσεται ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν.

10.28ἥξει γὰρ εἰς τὴν πόλιν Ἀγγαὶ καὶ παρελεύσεται εἰς Μαγγεδὼ καὶ εἰς Μαχμὰς θήσει τὰ σκεύη αὐτοῦ ·

10.29καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Ἀγγαί, φόβος λήψεται Ῥαμᾶ πόλιν Σαούλ · φεύξεται θυγάτηρ Γαλλείμ, ἐπακούσεται Λαϊσά, ἐπακούσεται Ἀναθώθ ·

10.31καὶ ἐξέστη Μαδεβηνὰ καὶ οἱ κατοικοῦντες Γιββεΐρ ·

10.32παρακαλεῖται σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε, τὸ ὄρος, τὴν θυγατέρα Σιών, καὶ οἱ βουνοὶ οἱ ἐν Ἱερουσαλήμ.

10.33ἰδοὺ γὰρ δεσπότης Κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.