88.1καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνί, πέμπτῃ τοῦ μηνός, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου, καὶ ἐγένετο ἐπ’ἐμὲ χεὶρ Κυρίου, καὶ εἶδον καὶ ἰδοὺ ὁμοίωμα ἀνδρός, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ὑπεράνω αὐτοῦ ὡς ὅρασις ἠλέκτρου.
8.3καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς καὶ ἀνέλαβέ με τῆς κορυφῆς μου καὶ ἀνέλαβέ με πνεῦμα ἀναμέσον τῆς γῆς καὶ ἀναμέσον τοῦ οὐρανοῦ καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ ἐπὶ τὰ πρόθυρα τῆς πύλης τῆς ἐσωτέρας τῆς βλεπούσης εἰς βορρᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου.
8.4καὶ ἰδού, ἦν ἐκεῖ δόξα Κυρίου Θεοῦ Ἰσραὴλ κατὰ τὴν ὅρασιν, ἣν εἶδον ἐν τῷ πεδίῳ.
8.5καὶ εἶπε πρός με · υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βορρᾶν · καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βορρᾶν, καὶ ἰδοὺ ἀπὸ βορρᾶ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάς.
8.6καὶ εἶπε πρός με · υἱὲ ἀνθρώπου, ἑώρακας τί οὗτοι ποιοῦσιν; ἀνομίας μεγάλας ποιοῦσιν ὧδε τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου, καὶ ἔτι ὄψει ἀνομίας μείζονας.
8.7καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς καὶ εἶπε πρός με ·
8.8υἱὲ ἀνθρώπου, ὄρυξον · καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα μία.
8.9καὶ εἶπε πρός με · εἴσελθε καὶ ἰδὲ τάς ἀνομίας, ἃς οὗτοι ποιοῦσιν ὧδε.
8.10καὶ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ μάταια βδελύγματα καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπ’αὐτοῦ κύκλῳ, καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραήλ, καὶ Ἰεζονίας ὁ τοῦ Σαφὰν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος θυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρί, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε.
8.12καὶ εἶπε πρός με · ἑώρακας, υἱὲ ἀνθρώπου, ἃ οἱ πρεσβύτεροι οἴκου Ἰσραὴλ ποιοῦσιν, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν; διότι εἶπαν · οὐχ ὁρᾷ ὁ Κύριος, ἐγκαταλέλοιπε Κύριος τὴν γῆν.
8.13καὶ εἶπε πρός με · ἔτι ὄψει ἀνομίας μείζονας, ἃς οὗτοι ποιοῦσι.
8.14καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν Θαμμούζ, καὶ εἶπε πρός με ·
8.15υἱὲ ἀνθρώπου, ἑώρακας; καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων.
8.16καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν, καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ καὶ ἀναμέσον τοῦ θυσιαστηρίου ὡς εἴκοσι ἄνδρες, τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν τοῦ Κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσι τῷ ἡλίῳ ·
8.17καὶ εἶπε πρός με · ἑώρακας, υἱὲ ἀνθρώπου; μὴ μικρὰ τῷ οἴκῳ Ἰούδα τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες.
8.18καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ · οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐ δὲ μὴ ἐλεήσω.