Ezekiel, Chapter 22

Septuagint

  1. 1
  2. 2
  3. 3
  4. 4
  5. 5
  6. 6
  7. 7
  8. 8
  9. 9
  10. 10
  11. 11
  12. 12
  13. 13
  14. 14
  15. 15
  16. 16
  17. 17
  18. 18
  19. 19
  20. 20
  21. 21
  22. 22
  23. 23
  24. 24
  25. 25
  26. 26
  27. 27
  28. 28
  29. 29
  30. 30
  31. 31
  32. 32
  33. 33
  34. 34
  35. 35
  36. 36
  37. 37
  38. 38
  39. 39
  40. 40
  41. 41
  42. 42
  43. 43
  44. 44
  45. 45
  46. 46
  47. 47
  48. 48
22

22.1καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων ·

22.2καὶ σὺ υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς καὶ ἐρεῖς ·

22.3τάδε λέγει Κύριος Κύριος · πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ ἐλθεῖν καιρὸν αὐτῆς καὶ ποιοῦσα ἐνθυμήματα καθ’ἑαυτῆς, τοῦ μιαίνειν αὐτήν, ἐν τοῖς αἵμασιν αὐτῶν, οἷς ἐξέχεας, παραπέπτωκας καὶ ἐν τοῖς ἐνθυμήμασί σου, οἷς ἐποίεις, ἐμιαίνου, καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτῶν σου.

22.4διὰ τοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί ·

22.5ἀκάθαρτος ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις.

22.6ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα ·

22.7πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοί, καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί ·

22.8καὶ τὰ ἅγιά μου ἐξουθένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί.

22.9ἄνδρες λῃσταὶ ἦσαν ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθιον ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου.

22.10αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί ·

22.11ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί.

22.12δῶρα ἐλαμβάνοσαν ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί · καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάθου, λέγει Κύριος.

22.13ἐὰν δὲ πατάξω χεῖρά μου πρὸς χεῖρά μου ἐφ’οἷς συντετέλεσαι, οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενημένοις ἐν μέσῳ σου, εἰ ὑποστήσεται καρδία σου;

22.14εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις, αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.

22.15καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἀκαθαρσία σου ἐκ σοῦ, καὶ κατακληρονομήσω ἐν σοὶ κατ’ὀφθαλμοὺς τῶν ἐθνῶν ·

22.16καὶ γνώσεσθε διότι ἐγὼ Κύριος. καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων ·

22.18υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι οἶκος Ἰσραὴλ ἀναμεμειγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ κασσιτέρῳ καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμειγμένος ἐστί.

22.19διὰ τοῦτο εἰπόν · τάδε λέγει Κύριος Κύριος · ἀνθ’ὧν ἐγένεσθε εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον Ἱερουσαλήμ.

22.20καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι, οὕτως εἰσδέξομαι ἐν ὀργῇ μου καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς καὶ ἐκφυσήσω ἐφ’ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς.

22.22ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθύσεσθε ἐν μέσῳ αὐτῆς · καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ’ὑμᾶς. καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων ·

22.24υἱὲ ἀνθρώπου, εἰπὸν αὐτῇ · σὺ εἶ γῆ οὐ βρεχομένη, οὐ δὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς ·

22.25ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ, καὶ αἱ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου.

22.26καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου · ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν.

22.27οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσι.

22.28καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες · τάδε λέγει Κύριος, καὶ Κύριος οὐκ ἐλάλησε.

22.29λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος.

22.30καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν τῷ καιρῷ τῆς γῆς τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτήν, καὶ οὐχ εὗρον.

22.31καὶ ἐξέχεα ἐπ’αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργῆς μου τοῦ συντελέσαι · τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Κύριος Κύριος.