3535.1καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων ·
35.2υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ’ὄρος Σηεὶρ καὶ προφήτευσον εἰς αὐτὸ καὶ εἰπόν ·
35.3τάδε λέγει Κύριος Κύριος · ἰδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηείρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ καὶ δώσω σε εἰς ἔρημον καὶ ἐρημωθήσῃ, καὶ ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ ·
35.4καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ δόλῳ, ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ’ἐσχάτῳ, διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος Κύριος, εἰ μήν, εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε.
35.7καὶ δώσω τὸ ὄρος Σηεὶρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ’αὐτοῦ ἀνθρώπους καὶ κτήνη καὶ ἐμπλήσω τῶν τραυματιῶν τοὺς βουνούς σου καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί.
35.9ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι · καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος.
35.10διὰ τὸ εἶπεῖν σε · τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς, καὶ Κύριος ἐκεῖ ἐστι, διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρινῶ σε, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος.
35.12ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας · τὰ ὄρη Ἰσραὴλ ἔρημα, ἡμῖν δέδοται εἰς κατάβρωμα ·
35.13καὶ ἐμεγαλορρημόνησας ἐπ’ἐμὲ τῷ στόματί σου · ἐγὼ ἤκουσα.
35.14τάδε λέγει Κύριος · ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε, ἔρημον ἔσῃ, ὄρος Σηείρ, καὶ πᾶσα ἡ Ἰδουμαία ἐξαναλωθήσεται ·
35.15καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν.